Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Osée / Hosea
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14






Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Λόγος *κυρίου, ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ.
1.2     Ἀρχὴ λόγου *κυρίου πρὸς Ωσηε· καὶ εἶπεν *κύριος πρὸς Ωσηε Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ *κυρίου.
1.3     καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν.
1.4     καὶ εἶπεν *κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ·
1.5     καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ.
1.6     καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ-ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ, ἀλλ᾽ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.
1.7     τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν *κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν.
1.8     καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.
1.9     καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ-λαός-μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν.
1.10    Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
1.11    καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     The word of the Lord which came to Osee the son of Beeri, in the days of Ozias, and Joatham, and Achaz, and Ezekias, kings of Juda, and in the days of Jeroboam son of Joas, king of Israel.
1.2     The beginning of the word of the Lord by Osee. And the Lord said to Osee, Go, take to thyself a wife of fornication, and children of fornication: for the land will surely go a-whoring in departing from the Lord.
1.3     So he went and took Gomer, daughter of Debelaim; and he conceived, and bore him a son.
1.4     And the Lord said to him, Call his name Jezrael; for yet a little [while], and I will avenge the blood of Jezrael on the house of Juda, and will make to cease the kingdom of the house of Israel.
1.5     And it shall be, in that day, [that] I will break the bow of Israel in the valley of Jezrael.
1.6     And she conceived again, and bore a daughter. And he said to him, Call her name, Unpitied: for I will no more have mercy on the house of Israel, but will surely set myself in array against them.
1.7     But I will have mercy on the house of Juda, and will save them by the Lord their God, and will not save them with bow, nor with sword, nor by war, nor by horses, nor by horsemen.
1.8     And she weaned Unpitied; and she conceived again, and bore a son.
1.9     And he said, Call his name, Not my people: for ye are not my people, and I am not your [God].
1.10    Yet the number of the children of Israel was as the sand of the sea, which shall not be measured nor numbered: and it shall come to pass, [that] in the place where it was said to them, Ye are not my people, even they shall be called the sons of the living God.
1.11    And the children of Juda shall be gathered, and the children of Israel together, and shall appoint themselves one head, and shall come up out of the land: for great [shall be] the day of Jezrael.


- Chapitre / chapter 2 -
2.1     εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαόσ-μου καὶ τῇ ἀδελφῇ ὑμῶν Ἠλεημένη.
2.2     Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν κρίθητε, ὅτι αὐτὴ οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,
2.3     ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρᾳ γενέσεως αὐτῆς· καὶ θήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·
2.4     καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.
2.5     ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· εἶπεν γάρ Ἀκολουθήσω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.
2.6     διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·
2.7     καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.
2.8     καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ.
2.9     διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ᾽ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·
2.10    καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·
2.11    καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·
2.12    καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς·
2.13    καὶ ἐκδικήσω ἐπ᾽ αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει *κύριος.
2.14    Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς
2.15    καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.
2.16    καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει *κύριος, καλέσει με Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλιμ·
2.17    καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
2.18    καὶ διαθήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ᾽ ἐλπίδι.
2.19    καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς
2.20    καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν *κύριον.
2.21    καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει *κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ,
2.22    καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ιεζραελ.
2.23    καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ-λαῷ-μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου εἶ σύ.

- Chapitre / chapter 2 -
2.1     Say to your brother, My people, and to your sister, Pitied.
2.2     Plead with your mother, plead: for she is not my wife, and I am not her husband: and I will remove her fornication out of my presence, and her adultery from between her breasts:
2.3     that I may strip her naked, and make her again as she was at the day of her birth: and I will make her desolate, and make her as a dry land, and will kill her with thirst.
2.4     And I will not have mercy upon her children; for they are children of fornication.
2.5     And their mother went a-whoring: she that bore them disgraced [them]: for she said, I will go after my lovers, that give me my bread and my water, and my garments, and my linen clothes, my oil and my necessaries.
2.6     Therefore, behold, I hedge up her way with thorns, and I will stop the ways, and she shall not find her path.
2.7     And she shall follow after her lovers, and shall not overtake them; and she shall seek them, but shall not find them: and she shall say, I will go, and return to my former husband; for it was better with me than now.
2.8     And she knew not that I gave her her corn, and wine, and oil, and multiplied silver to her: but she made silver and gold [images] for Baal.
2.9     Therefore I will return, and take away my corn in its season, and my wine in its time; and I will take away my raiment and my linen clothes, so that she shall not cover her nakedness.
2.10    And now I will expose her uncleanness before her lovers, and no one shall by any means deliver her out of my hand.
2.11    And I will take away all her gladness, her feasts, and her festivals at the new moon, and her sabbaths, and all her solemn assemblies.
2.12    And I will utterly destroy her vines, and her fig-trees, all things of which she said, These are my hire which my lovers have given me: and I will make them a testimony, and the wild beasts of the field, and the birds of the sky, and the reptiles of the earth shall devour them.
2.13    And I will recompense on her the days of Baalim, wherein she sacrificed to them, and put on her ear-rings, and her necklaces, and went after her lovers, and forgot me, saith the Lord.
2.14    Therefore, behold, I [will] cause her to err, and will make her as desolate, and will speak comfortably to her.
2.15    And I will giver her possessions from thence, and the valley of Achor to open her understanding: and she shall be afflicted there according to the days of her infancy, and according to the days of her coming up out of the land of Egypt.
2.16    And it shall come to pass in that day, saith the Lord, [that] she shall call me, My husband, and shall no longer call me Baalim.
2.17    And I will take away the names of Baalim out of her mouth, and their names shall be remembered no more at all.
2.18    And I will make for them in that day a covenant with the wild beasts of the field, and with the birds of the sky, and with the reptiles of the earth: and I will break the bow and the sword and the battle from off the earth, and will cause thee to dwell safely.
2.19    And I will betroth thee to myself for ever; yea, I will betroth thee to myself in righteousness, and in judgment, and in mercy, and in tender compassions;
2.20    and I will betroth thee to myself in faithfulness: and thou shalt know the Lord.
2.21    And it shall come to pass in that day, saith the Lord, I will hearken to the heaven, and it shall hearken to the earth;
2.22    and the earth shall hearken to the corn, and the wine, and the oil; and they shall hearken to Jezrael.
2.23    And I will sow her to me on the earth; and will love her that was not loved, and will say to that which was not my people, Thou art my people; and they shall say, Thou art the Lord my God.

- Chapitre / chapter 3 -
3.1     Καὶ εἶπεν *κύριος πρός με Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ *θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων
3.2     καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθῶν καὶ νεβελ οἴνου
3.3     καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπ᾽ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.
3.4     διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.
3.5     καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν *κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ *κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

- Chapitre / chapter 3 -
3.1     And the Lord said to me, Go yet, and love a woman that loves evil things, an adulteress, even as the Lord loves the children of Israel, and they have respect to strange gods, and love cakes of dried grapes.
3.2     So I hired [her] to myself for fifteen [pieces] of silver, and a homer of barley, and a flagon of wine.
3.3     And I said unto her, Thou shalt wait for me many days; and thou shalt not commit fornication, neither shalt thou be for [another] man; and I [will be] for thee.
3.4     For the children of Israel shall abide many days without a king, and without a prince, and without a sacrifice, and without an altar, and without a priesthood, and without manifestations.
3.5     And afterward shall the children of Israel return, and shall seek the Lord their God, and David their king; and shall be amazed at the Lord and at his goodness in the latter days.

- Chapitre / chapter 4 -
4.1     Ἀκούσατε λόγον *κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ *κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς·
4.2     ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασιν μίσγουσιν.
4.3     διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,
4.4     ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς.
4.5     καὶ ἀσθενήσεις ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.
4.6     ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.
4.7     κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι.
4.8     ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν.
4.9     καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπ᾽ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.
4.10    καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν, διότι τὸν *κύριον ἐγκατέλιπον τοῦ φυλάξαι.
4.11    Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου.
4.12    ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν.
4.13    ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν·
4.14    καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσιν, διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.
4.15    Σὺ δέ, Ισραηλ, μὴ ἀγνόει, καὶ Ιουδα, μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα *κύριον.
4.16    ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ· νῦν νεμήσει αὐτοὺς *κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.
4.17    μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα.
4.18    ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν.
4.19    συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.

- Chapitre / chapter 4 -
4.1     Hear the word of the Lord, ye children of Israel: for the Lord [has] a controversy with the inhabitants of the land, because there is no truth, nor mercy, nor knowledge of God in the land.
4.2     Cursing, and lying, and murder, and theft, and adultery bound in the land, and they mingle blood with blood.
4.3     Therefore shall the land mourn, and shall be diminished with all that dwell in it, with the wild beasts of the field, and the reptiles of the earth, and with the birds of the sky, and the fish of the sea shall fail:
4.4     that neither any one may plead, nor any one reprove [another]; but my people are as a priest spoken against.
4.5     Therefore they shall fall by day, and the prophet with thee shall fall: I have compared thy mother unto night.
4.6     My people are like as if they had no knowledge: because thou hast rejected knowledge, I will also reject thee, that thou shalt not minister as priest to me: and [as] thou has forgotten the law of thy God, I also will forget thy children.
4.7     According to their multitude, so they sinned against me: I will turn their glory into shame.
4.8     They will devour the sins of my people, and will set their hearts on their iniquities.
4.9     And the priest shall be as the people: and I will avenge on them their ways, and I will recompense to them their counsels.
4.10    And they shall eat, and shall not be satisfied: they have gone a-whoring, and shall by no means prosper: because they have left off to take heed to the Lord.
4.11    The heart of my people has gladly engaged in fornication and wine and strong drink.
4.12    They asked counsel by [means of] signs, and they reported answer to them by their staves: they have gone astray in a spirit of whoredom, and gone grievously a-whoring from their God.
4.13    They have sacrificed on the tops of the mountains, and on the hills they have sacrificed under the oak and poplar, and under the shady tree, because the shade was good: therefore your daughters shall go a-whoring, and your daughters-in-law shall commit adultery.
4.14    And I will not visit upon your daughters when they shall commit fornication, nor your daughters-in-law when they shall commit adultery: for they themselves mingled themselves with harlots, and sacrificed with polluted ones, and the people that understood not entangled itself with a harlot.
4.15    But thou, O Israel, be not ignorant, and go ye not, [men of] Juda, to Galgala; and go not up to the house of On, and swear not by the living Lord.
4.16    For Israel was maddened like a mad heifer: now the Lord will feed them as a lamb in a wide place.
4.17    Ephraim, joined with idols, has laid stumbling-blocks in his own way.
4.18    He has chosen the Chananites: they have grievously gone a-whoring: they have loved dishonour through her insolence.
4.19    Thou art a blast of wind in her wings, and they shall be ashamed because of their altars.

- Chapitre / chapter 5 -
5.1     Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,
5.2     ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·
5.3     ἐγὼ ἔγνων τὸν Εφραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ᾽ ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εφραιμ, ἐμιάνθη Ισραηλ·
5.4     οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ *κύριον οὐκ ἐπέγνωσαν.
5.5     καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ιουδας μετ᾽ αὐτῶν.
5.6     μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν *κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ᾽ αὐτῶν,
5.7     ὅτι τὸν *κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.
5.8     Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ων· ἐξέστη Βενιαμιν,
5.9     Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά.
5.10    ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια, ἐπ᾽ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.
5.11    κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.
5.12    καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα.
5.13    καὶ εἶδεν Εφραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Εφραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.
5.14    διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Εφραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.
5.15    πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες

- Chapitre / chapter 5 -
5.1     Hear these things, ye priests; and attend, O house of Israel; and hearken, O house of the king; for the controversy is with you, because ye have been a snare in Scopia, and as a net spread on Itabyrium,
5.2     which they that hunt the prey have fixed: but I will correct you.
5.3     I know Ephraim, and Israel is not far from me: for now Ephraim has gone grievously a-whoring, Israel is defiled.
5.4     They have not framed their counsels to return to their God, for the spirit of fornication is in them, and they have not known the Lord.
5.5     And the pride of Israel shall be brought low before his face; and Israel and Ephraim shall fall in their iniquities; and Judas also shall fall with them.
5.6     They shall go with sheep and calves diligently to seek the Lord; but they shall not find him, for he has withdrawn himself from them.
5.7     For they have forsaken the Lord; for strange children have been born to them: now shall the cankerworm devour them and their heritages.
5.8     Blow ye the trumpet on the hills, sound aloud on the heights: proclaim in the house of On, Benjamin is amazed.
5.9     Ephraim has come to nought in the days of reproof: in the tribes of Israel I have shown faithful [dealings].
5.10    The princes of Juda became as they that removed the bounds: I will pour out upon them my fury as water.
5.11    Ephraim altogether prevailed against his adversary, he trod judgment under foot, for he began to go after vanities.
5.12    Therefore I [will be] as consternation to Ephraim, and as a goad to the house of Juda.
5.13    And Ephraim saw his disease, and Judas his pain; then Ephraim went to the Assyrians, and sent ambassadors to king Jarim: but he could not heal you, and your pain shall in nowise cease from you.
5.14    Wherefore I am as a panther to Ephraim, and as a lion to the house of Juda: and I will tear, and go away; and I will take, and there shall be none to deliver.
5.15    I will go and return to my place, until they are brought to nought, and [then] shall they seek my face.

- Chapitre / chapter 6 -
6.1     Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς *κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
6.2     ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ·
6.3     καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν *κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ.
6.4     τί σοι ποιήσω, Εφραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.
6.5     Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.
6.6     διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα.
6.7     αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου.
6.8     Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ,
6.9     καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐφόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν.
6.10    ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη, ἐκεῖ πορνείαν τοῦ Εφραιμ· ἐμιάνθη Ισραηλ καὶ Ιουδα.
6.11    Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

- Chapitre / chapter 6 -
6.1     In their affliction they will seek me early, saying, Let us go, and return to the Lord our God; for he has torn, and will heal us; he will smite, and bind us up.
6.2     After two days he will heal us: in the third day we shall arise, and live before him, and shall know [him]:
6.3     let us follow on to know the Lord: we shall find him ready as the morning, and he will come to us as the early and latter rain to the earth.
6.4     What shall I do unto thee, Ephraim? What shall I do to thee, Juda? whereas your mercy is as a morning cloud, and as the early dew that goes away.
6.5     Therefore have I mown down your prophets; I have slain them with the word of my mouth: and my judgment shall go forth as the light.
6.6     For I will [have] mercy rather than sacrifice, and the knowledge of God rather than whole-burnt-offerings.
6.7     But they are as a man transgressing a covenant:
6.8     there the city Galaad despised me, working vanity, troubling water.
6.9     And thy strength [is that] of a robber: the priests have hid the way, they have murdered [the people of] Sicima; for they have wrought iniquity in the house of Israel.
6.10    I have seen horrible [things] there, [even] the fornication of Ephraim: Israel and Juda are defiled;
6.11    begin together grapes for thyself, when I turn the captivity of my people.

- Chapitre / chapter 7 -
7.1     ἐν τῷ ἰάσασθαί με τὸν Ισραηλ. καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ,
7.2     ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
7.3     ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας·
7.4     πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό.
7.5     αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν·
7.6     διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη, πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος.
7.7     πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με.
7.8     Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο, Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος.
7.9     κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἐπέγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.
7.10    καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς *κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις.
7.11    καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.
7.12    καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ᾽ αὐτοὺς τὸ δίκτυόν μου· καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.
7.13    οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψεύδη.
7.14    καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ᾽ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. ἐπαιδεύθησαν ἐν ἐμοί,
7.15    κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά.
7.16    ἀπεστράφησαν εἰς οὐθέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾽ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.

- Chapitre / chapter 7 -
7.1     When I have healed Israel, then shall the iniquity of Ephraim be revealed, and the wickedness of Samaria; for they have wrought falsehood: and a thief shall come in to him, [even] a robber spoiling in his way;
7.2     that they may concert together as [men] singing in their heart: I remember all their wickedness: now have their own counsels compassed them about; they came before my face.
7.3     They gladdened kings with their wickedness, and princes with their lies.
7.4     They are all adulterers, as an oven glowing with flame for hot-baking, on account of the kneading of the dough, until it is leavened.
7.5     [In] the days of our kings, the princes began to be inflamed with wine: he stretched out his hand with pestilent fellows.
7.6     Wherefore their hearts are inflamed as an oven, while they rage all the night: Ephraim is satisfied with sleep; the morning is come; he is burnt up as a flame of fire.
7.7     They are all heated like an oven, and have devoured their judges: all their kings are fallen; there was not among them one that called on me.
7.8     Ephraim is mixed among his people; Ephraim became a cake not turned.
7.9     Strangers devoured his strength, and he knew [it] not; and grey hairs came upon him, and he knew [it] not.
7.10    And the pride of Israel shall be brought down before his face: yet they have not returned to the Lord their God, neither have they diligently sought him for all this.
7.11    And Ephraim was as a silly dove, not having a heart: he called to Egypt, and they went to the Assyrians.
7.12    Whenever they shall go, I will cast my net upon them; I will bring them down as the birds of the sky, I will chasten them with the rumor of their [coming] affliction.
7.13    Woe to them! for they have started aside from me: they are cowards; for they have sinned against me: yet I redeemed them, but they spoke falsehoods against me.
7.14    And their hearts did not cry to me, but they howled on their beds: they pined for oil and wine.
7.15    They were instructed by me, and I strengthened their arms; and they devised evils against me.
7.16    They turned aside to that which is not, they became as a bent bow: their princes shall fall by the sword, by reason of the unbridled state of their tongue: this is their setting at nought in the land of Egypt.

- Chapitre / chapter 8 -
8.1     Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾽ οἶκον *κυρίου, ἀνθ᾽ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.
8.2     ἐμὲ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε.
8.3     ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν.
8.4     ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾽ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεθρευθῶσιν.
8.5     ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ᾽ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι
8.6     ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.
8.7     ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό.
8.8     κατεπόθη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον.
8.9     ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ᾽ ἑαυτὸν Εφραιμ, δῶρα ἠγάπησαν·
8.10    διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.
8.11    ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα.
8.12    καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα.
8.13    διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, *κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.
8.14    καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.

- Chapitre / chapter 8 -
8.1     [He shall come] into their midst as the land, as an eagle against the house of the Lord, because they have transgressed my covenant, and have sinned against my law.
8.2     They shall soon cry out to me, [saying], O God, we know thee.
8.3     For Israel has turned away from good things; they have pursued an enemy.
8.4     They have made kings for themselves, but not by me: they have ruled, but they did not make it known to me: [of] their silver and their gold they have made images to themselves, that they might be destroyed.
8.5     Cast off thy calf, O Samaria; mine anger is kindled against them: how long will they be unable to purge themselves in Israel?
8.6     Whereas the workman made it, and it is not God; wherefore thy calf, Samaria, was a deceiver:
8.7     for they sowed blighted [seed], and their destruction shall await them, a sheaf of corn that avails not to make meal; and even if it should produce it, strangers shall devour it.
8.8     Israel is swallowed up: now is he become among the nations as a worthless vessel.
8.9     For they have gone up to the Assyrians: Ephraim has been strengthened against himself; they loved gifts.
8.10    Therefore shall they be delivered to the nations: now I will receive them, and they shall cease a little to anoint a king and princes.
8.11    Because Ephraim has multiplied altars, [his] beloved altars are become sins to him.
8.12    I will write down a multitude [of commands] for him; but his statutes are accounted strange things, [even] the beloved altars.
8.13    For if they should offer a sacrifice, and eat flesh, the lord will not accept them: now will he remember their iniquities, and will take vengeance on their sins: they have returned to Egypt, and they shall eat unclean things among the Assyrians.
8.14    And Israel has forgotten him that made him, and they have built fanes, and Juda has multiplied walled cities: but I will send fire on his cities, and it shall devour their foundations.

- Chapitre / chapter 9 -
9.1     Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου.
9.2     ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς.
9.3     οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ *κυρίου· κατῴκησεν Εφραιμ εἰς Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.
9.4     οὐκ ἔσπεισαν τῷ *κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον *κυρίου.
9.5     τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ *κυρίου;
9.6     διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν.
9.7     ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ισραηλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου.
9.8     σκοπὸς Εφραιμ μετὰ θεοῦ· προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν.
9.9     ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησθήσεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ.
9.10    Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγωρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι.
9.11    Εφραιμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων·
9.12    διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν.
9.13    Εφραιμ, ὃν τρόπον εἶδον, εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Εφραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.
9.14    δὸς αὐτοῖς, *κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.
9.15    πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες.
9.16    ἐπόνεσεν Εφραιμ, τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν.
9.17    ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.

- Chapitre / chapter 9 -
9.1     Rejoice not, O Israel, neither make merry, as [other] nations: for thou hast gone a-whoring from thy Go; thou hast loved gifts upon every threshing-floor.
9.2     The threshing-floor and wine-press knew them not, and the wine disappointed them.
9.3     They dwelt not in the Lord's land: Ephraim dwelt in Egypt, and they shall eat unclean things among the Assyrians.
9.4     They have not offered wine to the Lord, neither have their sacrifices been sweet to him, [but] as the bread of mourning to them; all that eat them shall be defiled; for their bread for their soul shall not enter into the house of the Lord.
9.5     What will ye do in the day of the general assembly, and in the day of the feast of the Lord?
9.6     Therefore, behold, they go forth from the trouble of Egypt, and Memphis shall receive them, and Machmas shall bury them: [as for] their silver, destruction shall inherit it; thorns [shall be] in their tents.
9.7     The days of vengeance are come, the days of thy recompense are come; and Israel shall be afflicted as the prophet that is mad, as a man deranged: by reason of the multitude of thine iniquities thy madness has abounded.
9.8     The watchman of Ephraim [was] with God: the prophet is a crooked snare in all his ways: they have established madness in the house of God.
9.9     They have corrupted themselves according to the days of the hill: he will remember their iniquities, he will take vengeance on their sins.
9.10    I found Israel as grapes in the wilderness, and I saw their fathers as an early watchman in a fig-tree: they went in to Beel-phegor, and were shamefully estranged, and the abominable became as the beloved.
9.11    Ephraim has flown away as a bird; their glories from the birth, and the travail, and the conception.
9.12    For even if they should rear their children, yet shall they be utterly bereaved: wherefore also there is woe to them, [though] my flesh is of them.
9.13    Ephraim, [even] as I saw, gave their children for a prey; yea, Ephraim [was ready] to bring out his children to slaughter.
9.14    Give them, O Lord: what wilt thou give them? a miscarrying womb, and dry breasts.
9.15    All their wickedness is in Galgal: fr there I hated them: because of the wickedness of their practices, I will cast them out of my house, I will not love them any more: all their princes are disobedient.
9.16    Ephraim is sick, he is dried up at his roots, he shall in no wise any more bear fruit: wherefore even if they should beget [children], I will kill the desired [fruit] of their womb.
9.17    God shall reject them, because they have not hearkened to him: and they shall be wanderers among the nations.

- Chapitre / chapter 10 -
10.1    Ἄμπελος εὐκληματοῦσα Ισραηλ, ὁ καρπὸς αὐτῆς εὐθηνῶν· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας.
10.2    ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.
10.3    διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν *κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν;
10.4    λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.
10.5    τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ᾽ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ᾽ αὐτοῦ.
10.6    καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εφραιμ δέξεται, καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ.
10.7    ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος.
10.8    καὶ ἐξαρθήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ᾽ ἡμᾶς.
10.9    Ἀφ᾽ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
10.10   ἦλθεν παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ᾽ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.
10.11   Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ.
10.12   σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν *κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν.
10.13   ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήθει δυνάμεώς σου.
10.14   καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.
10.15   οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρθρου ἀπερρίφησαν, ἀπερρίφη βασιλεὺς Ισραηλ.

- Chapitre / chapter 10 -
10.1    Israel is a vine with goodly branches, her fruit is abundant: according to the multitude of her fruits she has multiplied [her] altars; according to the wealth of his land, he has set up pillars.
10.2    They have divided their hearts; now shall they be utterly destroyed: he shall dig down their altars, their pillars shall mourn.
10.3    Because now they shall say, We have no king, because we feared not the Lord:
10.4    and what should a king do for us, speaking false professions [as his] words? he will make a covenant: judgment shall spring up as a weed on the soil of the field.
10.5    The inhabitants of Samaria shall dwell near the calf of the house of On; for the people of it mourned for it: and as they provoked him, they shall rejoice at his glory, because he has departed from them.
10.6    And having bound it for the Assyrians, they carried it away as presents to king Jarim: Ephraim shall receive a gift, and Israel shall be ashamed of his counsel.
10.7    Samaria has cast off her king as a twig on the surface of the water.
10.8    And the altars of On, the sins of Israel, shall be taken away: thorns and thistles shall come up on their altars; and they shall say to the mountains, Cover us; and to the hills, Fall on us.
10.9    From the time the hills [existed] Israel has sinned: there they stood: war [waged] against the children of iniquity
10.10   to chastise them shall not overtake them on the hill, the nations shall be gathered against them, when they are chastened for their two sins,
10.11   Ephraim is a heifer taught to love victory, but I will come upon the fairest part of her neck: I will mount Ephraim; I will pass over Juda in silence; Jacob shall prevail against him.
10.12   Sow to yourselves for righteousness, gather in for the fruit of life: light ye for yourselves the light of knowledge; seek the Lord till the fruits of righteousness come upon you.
10.13   Wherefore have ye passed over ungodliness in silence, and reaped the sins of it? ye have eaten false fruit; for thou has trusted in thy sins, in the abundance of thy power.
10.14   Therefore shall destruction rise up among thy people, and all thy strong places shall be ruined: as a prince Solomon [departed] out of the house of Jeroboam, in the days of battle they dashed the mother to the ground upon the children,
10.15   thus will I do to you, O house of Israel, because of the unrighteousness of your sins.

- Chapitre / chapter 11 -
11.1    Διότι νήπιος Ισραηλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.
11.2    καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλιμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων.
11.3    καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς.
11.4    ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ.
11.5    κατῴκησεν Εφραιμ ἐν Αἰγύπτῳ, καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι.
11.6    καὶ ἠσθένησεν ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν.
11.7    καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ, καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.
11.8    τί σε διαθῶ, Εφραιμ; ὑπερασπιῶ σου, Ισραηλ; τί σε διαθῶ; ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ; μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου.
11.9    οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Εφραιμ· διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν.
11.10   ὀπίσω *κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων.
11.11   καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει *κύριος.


- Chapitre / chapter 11 -
11.1    Early in the morning were they cast off, the king of Israel has been cast off: for Israel is a child, and I loved him, and out of Egypt have I called his children.
11.2    As I called them, so they departed from my presence: they sacrificed to Baalim, and burnt incense to graven images.
11.3    Yet I bound the feet of Ephraim, I took him on my arm; but they knew not that I healed them.
11.4    When men were destroyed, I drew them with the bands of my love: and I will be to them as a man smiting [another] on his cheek: and I will have respect to him, I will prevail with him.
11.5    Ephraim dwelt in Egypt; and [as for] the Assyrian, he was his king, because he would not return.
11.6    And in his cities he prevailed not with the sword, and he ceased [to war] with his hands: and they shall eat [of the fruit] of their own devices:
11.7    and his people [shall] cleave fondly to their habitation; but God shall be angry with his precious things, and shall not at all exalt him.
11.8    How shall I deal with thee, Ephraim? [how] shall I protect thee, Israel? what shall I do with thee? I will make thee as Adama, and as Seboim; my heart is turned at once, my repentance is powerfully excited.
11.9    I will not act according to the fury of y wrath, I will not abandon Ephraim to be utterly destroyed: for I am God, and not man; the Holy One within thee: and I will not enter into the city.
11.10   I will go after the Lord: he shall utter [his voice] as a lion: for he shall roar, and the children of the waters shall be amazed.
11.11   They shall be amazed [and fly] as a bird out of Egypt, and as a dove out of the land of the Assyrians: and I will restore them to their houses, saith the Lord.


- Chapitre / chapter 12 -
12.1    (11.12) Ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ.
12.2    (12.1) ὁ δὲ Εφραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.
12.3    (12.2) καὶ κρίσις τῷ *κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
12.4    (12.3) ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν
12.5    (12.4) καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη· ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν.
12.6    (12.5) ὁ δὲ *κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ.
12.7    (12.6) καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός.
12.8    (12.7) Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε.
12.9    (12.8) καὶ εἶπεν Εφραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι᾽ ἀδικίας, ἃς ἥμαρτεν.
12.10   (12.9) ἐγὼ δὲ *κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς.
12.11   (12.10) καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.
12.12   (12.11) εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.
12.13   (12.12) καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο.
12.14   (12.13) καὶ ἐν προφήτῃ ἀνήγαγεν *κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.
12.15   (12.14) ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος.

- Chapitre / chapter 12 -
12.1    (11.12) Ephraim has compassed me with falsehood, and the house of Israel and Juda with ungodliness: [but] now God knows them, and they shall be called God's holy people.
12.2    (12.1) But Ephraim is an evil spirit, he has chased the east wind all the day: he has multiplied empty and vain things, and made a covenant with the Assyrians, and oil has gone in the way of traffic into Egypt.
12.3    (12.2) And the Lord [has] a controversy with Juda, in order to punish Jacob: according to his ways and according to his practices will he recompense him.
12.4    (12.3) He took his brother by the heel in the womb, and in his labours he had power with God.
12.5    (12.4) And he prevailed with the angel and was strong: they wept, and intreated me: they found me in the house of On, and there [a word] was spoken to them.
12.6    (12.5) But the Lord God Almighty shall be his memorial.
12.7    (12.6) Thou therefore shalt return to thy God: keep thou mercy and judgment, and draw nigh to thy God continually.
12.8    (12.7) [As for] Chanaan, in his hand is a balance of unrighteousness: he has loved to tyrannize.
12.9    (12.8) And Ephraim said, Nevertheless I am rich, I have found refreshment to myself. None of his labours shall be found [available] to him, by reason of the sins which he has committed.
12.10   (12.9) But I the Lord thy God brought thee up out of the land of Egypt: I will yet cause thee to dwell in tabernacles, according to the days of the feast.
12.11   (12.10) And I will speak to the prophets, and I have multiplied visions, and by the means of the prophets I was represented.
12.12   (12.11) If Galaad exists not, then the chiefs in Galaad when they sacrificed were false, and their altars were as heaps on the ground of the field.
12.13   (12.12) And Jacob retreated into the plain of Syria, and Israel served for a wife, and waited for a wife.
12.14   (12.13) And the Lord brought Israel out of the land of Egypt by a prophet, and by a prophet was he preserve.
12.15   (12.14) Ephraim was angry and excited, therefore his blood shall be poured out upon him, and the Lord shall recompense to him his reproach.

- Chapitre / chapter 13 -
13.1    Κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανεν.
13.2    καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾽ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν.
13.3    διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ᾽ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων.
13.4    ἐγὼ δὲ *κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.
13.5    ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ
13.6    κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.
13.7    καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων·
13.8    ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.
13.9    τῇ διαφθορᾷ σου, Ισραηλ, τίς βοηθήσει;
13.10   ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα.
13.11   καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου
13.12   συστροφὴν ἀδικίας. Εφραιμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ.
13.13   ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου οὐ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.
13.14   ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου.
13.15   διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. ἐπάξει ἄνεμον καύσωνα *κύριος ἐκ τῆς ἐρήμου ἐπ᾽ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.
13.16   ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται.

- Chapitre / chapter 13 -
13.1    According to the word of Ephraim he adopted ordinances for himself in Israel; and he established them for Baal, and died.
13.2    And now they have sinned increasingly, and have made for themselves a molten image of their silver, according to the fashion of idols, the work of artificers accomplished for them: they say, Sacrifice men, for the calves have come to an end.
13.3    Therefore shall they be as a morning cloud, and as the early dew that passes away, as chaff blown away from the threshing-floor, and as a vapor from tears.
13.4    But I am the Lord thy God that establishes the heaven, and creates the earth, whose hands have framed the whole host of heaven: but I shewed them not to thee that thou shouldest go after them: and I brought thee up out of the land of Egypt, and thou shalt know no God but me; and there is no Saviour beside me.
13.5    I tended thee as a shepherd in the wilderness, in an uninhabited land.
13.6    According to their pastures, so they were completely filled; and their hearts were exalted; therefore they forgot me.
13.7    And I will be to them as a panther, and as a leopard.
13.8    I will meet them by the way of the Assyrians, as a she-bear excited, and I will rend the caul of their heart, and the lions' whelps of the thicket shall devour them there; the wild beasts of the field shall rend them in pieces.
13.9    O Israel, who will aid [thee] in thy destruction?
13.10   Where is this thy king? let him even save thee in all thy cities: let him judge thee, of whom thou saidst, Give me a king and a prince.
13.11   And I gave thee a king in mine anger, and kept [him] back in my wrath.
13.12   Ephraim [has framed] a conspiracy of unrighteousness, his sin is hidden.
13.13   Pains as of a woman in travail shall come upon him: he is thy wise son, because he shall not stay in the destruction of [thy] children.
13.14   I will deliver [them] out of the power of Hades, and will redeem them from death: where is thy penalty, O death? O Hades, where is thy sting? comfort is hidden from mine eyes.
13.15   Forasmuch as he will cause a division among [his] brethren, the Lord shall bring upon him an east wind from the desert, and shall dry up his veins [and] quite drain his fountains: he shall dry up his land, and [spoil] all his precious vessels.
13.16   Samaria shall be utterly destroyed: for she has resisted her God; they shall fall by the sword, and their sucklings shall be dashed against the ground, and their women and child ripped up.

- Chapitre / chapter 14 -
14.1    Ἐπιστράφητι, Ισραηλ, πρὸς *κύριον τὸν θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου.
14.2    λάβετε μεθ᾽ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς *κύριον τὸν θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.
14.3    Ασσουρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφ᾽ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.
14.4    ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾽ αὐτῶν.
14.5    ἔσομαι ὡς δρόσος τῷ Ισραηλ, ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος·
14.6    πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου·
14.7    ἐπιστρέψουσιν καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου.
14.8    τῷ Εφραιμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.
14.9    τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ *κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.

- Chapitre / chapter 14 -
14.1    Return, O Israel, to the Lord thy God; for the people have fallen through thine iniquities.
14.2    Take with you words, and turn to the Lord your God: speak to him, that ye may not receive [the reward of] unrighteousness, but that ye may receive good things: and we will render in return the fruit of our lips.
14.3    Assur shall never save us; we will not mount on horseback; we will no longer say to the works of our hands, Our gods. He who is in thee shall pity the orphan.
14.4    I will restore their dwellings, I will love them truly: for he has turned away my wrath from him.
14.5    I will be as dew to Israel: he shall bloom as the lily, and cast forth his roots as Libanus.
14.6    His branches shall spread, and he shall be as a fruitful olive, and his smell shall be as [the smell] of Libanus.
14.7    They shall return, and dwell under his shadow: they shall live and be satisfied with corn, and he shall flower as a vine: his memorial shall be to Ephraim as the wine of Libanus.
14.8    What [has] he to do any more with idols? I have afflicted him, and I will strengthen him: I am as a leafy juniper tree. From me is thy fruit found.
14.9    Who is wise, and will understand these things? or prudent, and will know them? for the ways of the Lord are straight, and the righteous shall walk in them: but the ungodly shall fall therein.

- FIN / END -

^▲^