Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Lamentations de Jérémie / Lamentations
Chapitres / chapters :
1 2 3 4 5





— La lettre hébraïque initiale de chacun des versets des chapitres 1, 2 et 4, suit l’ordre alphabétique ; au chapitre 3, il en est de même pour chaque paragraphe de trois versets, la lettre initiale de chacun de ceux-ci restant la même.

— The initial Hebrew letter of each verse in chapters 1, 2 and 4 follows the alphabetical order; in chapter 3, it is the same for each paragraph of three verses, the initial letter of each of these remaining the same.

Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι τὸν Ισραηλ καὶ Ιερουσαλημ ἐρημωθῆναι ἐκάθισεν Ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρῆνον τοῦτον ἐπὶ Ιερουσαλημ καὶ εἶπεν Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.
1.2     Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς.
1.3     Μετῳκίσθη ἡ Ιουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων.
1.4     Ὁδοὶ Σιων πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ.
1.5     Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι *κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος.
1.6     Καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιων πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος.
1.7     Ἐμνήσθη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς.
1.8     Ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.
1.9     Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, *κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός.
1.10    Χεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.
1.11    Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι ψυχήν· ἰδέ, *κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθην ἠτιμωμένη.
1.12    Οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με *κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.
1.13    Ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην.
1.14    Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.
1.15    Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ᾽ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησεν κύριος παρθένῳ θυγατρὶ Ιουδα, ἐπὶ τούτοις ἐγὼ κλαίω.
1.16    Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ᾽ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.
1.17    Διεπέτασεν Σιων χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο *κύριος τῷ Ιακωβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶν.
1.18    Δίκαιός ἐστιν *κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.
1.19    Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.
1.20    Ἰδέ, *κύριε, ὅτι θλίβομαι· ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπίκρανα· ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ.
1.21    Ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, καὶ ἐγένοντο ὅμοιοι ἐμοί.
1.22    Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     [[And it came to pass, after Israel was taken captive, and Jerusalem made desolate, [that] Jeremias sat weeping, and lamented [with] this lamentation over Jerusalem, and said]] ALEPH. How does the city that was filled with people sit solitary! she is become as a widow: she that was magnified among the nations, [and] princess among the provinces, has become tributary.
1.2     BETH. She weeps sore in the night, and her tears are on her cheeks; and thee is none of all her lovers to comfort her: all that were her friends have dealt deceitfully with her, they are become her enemies.
1.3     GIMEL. Judea is gone into captivity by reason of her affliction, and by reason of the abundance of her servitude: she dwells among the nations, she has not found rest: all her pursuers have overtaken her between her oppressors.
1.4     DALETH. The ways of Sion mourn, because there are none that come to the feast: all her gates are ruined: her priests groan, her virgins are led captive, and she is in bitterness in herself.
1.5     HE. Her oppressors are become the head, and her enemies have prospered; for the Lord has afflicted her because of the multitude of her sins: her young children are gone into captivity before the face of the oppressor.
1.6     VAU. And all her beauty has been taken away from the daughter of Sion: her princes were as rams finding no pasture, and are gone [away] in weakness before the face of the pursuer.
1.7     ZAIN. Jerusalem remembered the days of her affliction, and her rejection; [she thought on] all her desirable things which were from the days of old, when her people fell into the hands of the oppressor, and there was none to help her: when her enemies saw [it] they laughed at her habitation.
1.8     HETH. Jerusalem has sinned a [great] sin; therefore has she come into tribulation, all that used to honour her have afflicted her, for they have seen her shame: yea, she herself groaned, and turned backward.
1.9     TETH. Her uncleanness is before her feet; she remembered not her last end; she has lowered her boasting [tone], there is none to comfort her. Behold, O Lord, my affliction: for the enemy has magnified himself.
1.10    JOD. The oppressor has stretched out his hand on all her desirable things: for she has seen the Gentiles entering into her sanctuary, [concerning] whom thou didst command that they should not enter into thy congregation.
1.11    CHAPH. All her people groan, seeking bread: they have given their desirable things for meat, to restore their soul: behold, Lord, and look; for she is become dishonoured.
1.12    LAMED. All ye that pass by the way, turn, and see if there is sorrow like to my sorrow, which has happened [to me]. The Lord who spoke by me has afflicted me in the day of his fierce anger.
1.13    MEM. He has sent fire from his lofty habitation, he has brought it into my bones: he has spread a net for my feet, he has turned me back: he has made me desolate [and] mourning all the day.
1.14    NUN. He has watched over my sins, they are twined about my hands, they have come up on my neck: my strength has failed; for the Lord has laid pains on my hands, I shall not be able to stand.
1.15    SAMECH. The Lord has cut off all my strong men from the midst of me: he has summoned against me a time for crushing my choice men: the Lord has trodden a wine-press for the virgin daughter of Juda: for these things I weep.
1.16    AIN. Mine eye has poured out water, because he that should comfort me, that should restore my soul, has been removed far from me: my sons have been destroyed, because the enemy has prevailed.
1.17    PHE. Sion has spread out her hand, [and] there is none to comfort her: the Lord has commanded [concerning] Jacob, his oppressors are round about him: Jerusalem has become among them as a removed woman.
1.18    TSADE. The Lord is righteous; for I have provoked his mouth: hear, I pray you, all people, and behold my grief: my virgins and my young men are gone into captivity.
1.19    KOPH. I called my lovers, but they deceived me: my priests and my elders failed in the city; for they sought meat that they might restore their souls, and found [it] not.
1.20    RHECHS. Behold, O Lord; for I am afflicted: my belly is troubled, and my heart is turned within me; for I have been grievously rebellious: abroad the sword has bereaved me, even as death at home.
1.21    CHSEN. Hear, I pray you, for I groan: there is none to comfort me: all mine enemies have heard [of] mine afflictions, and rejoice because thou hast done [it]: thou hast brought on the day, thou hast called the time: they are become like to me.
1.22    THAU. Let all their wickedness come before thy face; and strip them, as they have made a gleaning for all my sins: for my groans are many, and my heart is grieved.


- Chapitre / chapter 2 -
2.1     Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
2.2     Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
2.3     Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ.
2.4     Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
2.5     Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην.
2.6     Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο *κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
2.7     Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ *κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
2.8     Καὶ ἐπέστρεψεν *κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
2.9     Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ *κυρίου.
2.10    Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ.
2.11    Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
2.12    Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
2.13    Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
2.14    Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
2.15    Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς;
2.16    Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
2.17    Ἐποίησεν *κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε.
2.18    Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
2.19    Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων.
2.20    Ἰδέ, *κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην;
2.21    Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
2.22    Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς *κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.

- Chapitre / chapter 2 -
2.1     ALEPH. How has the Lord darkened in his wrath the daughter of Sion! he has cast down the glory of Israel from heaven to earth, and has not remembered his footstool.
2.2     BETH. In the day of his wrath the Lord has overwhelmed [her] as in the sea, [and] not spared: he has brought down in his fury all the beautiful things of Jacob; he has brought down to the ground the strong-holds of the daughter of Juda; he has profaned her kings and her princes.
2.3     GIMEL. He has broken in his fierce anger all the horn of Israel: he has turned back his right hand from the face of the enemy, and has kindled a flame in Jacob as a fire, and it has devoured all things round about.
2.4     DALETH. He has bent his bow as an opposing enemy: he has strengthened his right hand as an adversary, and has destroyed all the desirable things of my eyes in the tabernacle of the daughter of Sion: he has poured forth his anger as fire.
2.5     HE. The Lord is become as an enemy: he has overwhelmed Israel as in the sea, he has overwhelmed her palaces: he has destroyed her strong-holds, and has multiplied the afflicted and humbled ones to the daughter of Juda.
2.6     VAU. And he has scattered his tabernacle as a vine, he has marred his feast: the Lord has forgotten the feast and the sabbath which he appointed in Sion, and in the fury of his wrath has vexed the king, and priest, and prince.
2.7     ZAIN. The Lord has rejected his altar, he has cast off his sanctuary, he has broken by the hand of the enemy the wall of her palaces; they have uttered their voice in the house of the Lord as on a feast day.
2.8     HETH. And he has turned to destroy the wall of the daughter of Sion: he has stretched out the measuring line, he has not turned back his hand from afflicting [her]: therefore the bulwark mourned, and the wall was weakened with it.
2.9     TETH. Her gates are sunk into the ground: he has destroyed and broken to pieces her bars, [and] her king and her prince among the Gentiles: there is no law, nay, her prophets have seen no vision from the Lord.
2.10    JOD. The elders of the daughter of Sion have sat upon the ground, they have kept silence: they have cast up dust upon their heads; they have girded themselves with sackcloths: they have brought down to the ground the chief virgins in Jerusalem.
2.11    CHAPH. Mine eyes have failed with tears, my heart is troubled, my glory is cast down to the ground, for the destruction of the daughter of my people; while the infant and suckling swoon in the streets of the city.
2.12    LAMED. They said to their mothers, Where is corn and wine? while they fainted like wounded men in the streets of the city, while their souls were poured out into their mother's bosom.
2.13    MEM. What shall I testify to thee, or what shall I compare to thee, O daughter of Jerusalem? who shall save and comfort thee, O virgin daughter of Sion? for the cup of thy destruction is enlarged: who shall heal thee?
2.14    NUN. Thy prophets have seen for thee vanities and folly: and they have not discovered thine iniquity, to turn back thy captivity; but they have seen for thee vain burdens, and worthless visions.
2.15    SAMECH. All that go by the way have clapped their hands at thee; they have hissed and shaken their head at the daughter of Jerusalem. Is this the city, they say, the crown of joy of all the earth?
2.16    AIN. All thine enemies have opened their mouth against thee: they have hissed and gnashed their teeth, and said, We have swallowed her up: moreover this is the day which we looked for; we have found it, we have seen it.
2.17    PHE. The Lord has done that which he purposed; he has accomplished his word, [even] the things which he commanded from the ancient days: he has thrown down, and has not spared: and he has caused the enemy to rejoice over thee, he has exalted the horn of him that afflicted thee.
2.18    TSADE. Their heart cried to the Lord, Ye walls of Sion, pour down tears like torrents day and night: give thyself no rest; let not the apple of thine eyes cease.
2.19    KOPH. Arise, rejoice in the night at the beginning of thy watch: pour out thy heart as water before the face of the Lord lift up thy hands to him for the life of thine infants, who faint for hunger at the top of all the streets.
2.20    RHECHS. Behold, O Lord, and see for whom thou has gathered thus. Shall the women eat the fruit of their womb? the cook has made a gathering: shall the infants sucking at the breasts be slain? wilt thou slay the priest and prophet in the sanctuary of the Lord?
2.21    CHSEN. The child and old man have lain down in the street: my virgins and my young men are gone into captivity: thou hast slain [them] with the sword and with famine; in the day of thy wrath thou hast mangled [them], thou has not spared.
2.22    THAU. He has called my sojourners round about to a solemn day, and there was not in the day of the wrath of the Lord any one that escaped or was left; whereas I have strengthened and multiplied all mine enemies.

- Chapitre / chapter 3 -
3.1     Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ᾽ ἐμέ·
3.2     παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς,
3.3     πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.
3.4     Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·
3.5     ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν,
3.6     ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος.
3.7     Ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου·
3.8     καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου·
3.9     ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν.
3.10    Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις·
3.11    κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην·
3.12    ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.
3.13    Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ·
3.14    ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν·
3.15    ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς.
3.16    Καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν·
3.17    καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ
3.18    καὶ εἶπα Ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ *κυρίου.
3.19    Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου·
3.20    μνησθήσεται καὶ καταδολεσχήσει ἐπ᾽ ἐμὲ ἡ ψυχή μου·
3.21    ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
3.22    (vide)
3.23    (vide)
3.24    (vide)
3.25    Ἀγαθὸς *κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
3.26    καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον *κυρίου.
3.27    ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.
3.28    Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾽ ἑαυτῷ·
3.29    (vide)
3.30    δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν.
3.31    Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος·
3.32    ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ·
3.33    ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
3.34    Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
3.35    τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,
3.36    καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν.
3.37    Τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο,
3.38    ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν;
3.39    τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
3.40    Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως *κυρίου·
3.41    ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
3.42    Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
3.43    Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω.
3.44    ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς,
3.45    καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.
3.46    Διήνοιξαν ἐφ᾽ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν·
3.47    φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή·
3.48    ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.
3.49    Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,
3.50    ἕως οὗ διακύψῃ καὶ ἴδῃ *κύριος ἐξ οὐρανοῦ·
3.51    ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως.
3.52    Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν,
3.53    ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ᾽ ἐμοί,
3.54    ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι.
3.55    Ἐπεκαλεσάμην τὸ ὄνομά σου, *κύριε, ἐκ λάκκου κατωτάτου·
3.56    φωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου.
3.57    εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ φοβοῦ.
3.58    Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου·
3.59    εἶδες, *κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου·
3.60    εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.
3.61    Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ᾽ ἐμοῦ,
3.62    χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ᾽ ἐμοῦ ὅλην τὴν ἡμέραν,
3.63    καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν.
3.64    Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, *κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν,
3.65    ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖς,
3.66    καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ, *κύριε.

- Chapitre / chapter 3 -
3.1     ALEPH. I am the man that sees poverty, through the rod of his wrath upon me.
3.2     He has taken me, and led me away into darkness, and not [into] light.
3.3     Nay, against me has he turned his hand all the day.
3.4     He has made old my flesh and my skin; he has broken my bones.
3.5     BETH. He has built against me, and compassed my head, and brought travail [upon me].
3.6     He has set me in dark places, as them that have long been dead.
3.7     He has builded against me, and I cannot come forth: he has made my brazen [chain] heavy.
3.8     GIMEL. Yea, [though] I cry and shout, he shuts out my prayer.
3.9     DALETH. He has built up my ways, he has hedged my paths;
3.10    he has troubled me, [as] a she-bear lying in wait: he is to me [as] a lion in secret places.
3.11    He pursued [me] after I departed, and brought me to a stand: he has utterly ruined me.
3.12    HE. He has bent his bow, and set me as a mark for the arrow.
3.13    He has caused the arrows of his quiver to enter into my reins.
3.14    I became a laughing-sock to all my people; and their song all the day.
3.15    VAU. He has filled me with bitterness, he has drenched me with gall.
3.16    And he has dashed out my teeth with gravel, he has fed me with ashes.
3.17    He has also removed my soul from peace: I forgot prosperity.
3.18    Therefore my success has perished, and my hope from the Lord.
3.19    ZAIN. I remembered by reason of my poverty, and because of persecution my bitterness and gall shall be remembered;
3.20    and my soul shall meditate with me.
3.21    This will I lay up in my heart, therefore I will endure.
3.22    HETH. [It is] the mercies of the Lord, that he has not failed me, because his compassions are not exhausted. Pity [us], O Lord, early [every] month: for we are not brought to an end, because his compassions are not exhausted.
3.23    [They are] new every morning: great is thy faithfulness.
3.24    The Lord is my portion, says my soul; therefore will I wait for him.
3.25    TETH. The Lord is good to them that wait for him: the soul which shall seek him
3.26    [is] good, and shall wait for, and quietly expect salvation of the Lord.
3.27    TETH. [It is] good for a man when he bears a yoke in his youth.
3.28    He will sit alone, and be silent, because he has borne [it] upon him.
3.29    [vide]
3.30    JOD. He will give [his] cheek to him that smites him: he will be filled full with reproaches.
3.31    For the Lord will not reject for ever.
3.32    CHAPH. For he that has brought down will pity, and [that] according to the abundance of his mercy.
3.33    He has not answered [in anger] from his heart, though he has brought low the children of a man.
3.34    LAMED. To bring down under his feet all the prisoners of the earth,
3.35    to turn aside the judgment of a man before the face of the Most High,
3.36    to condemn a man [unjustly] in his judgment, the Lord has not given commandment.
3.37    Who has thus spoken, and it has come to pass? the Lord has not commanded it.
3.38    Out of the mouth of the Most High there shall not come forth evil and good.
3.39    MEM. Why should a living man complain, a man concerning his in?
3.40    NUN. Our way has been searched out and examined, and we will turn to the Lord.
3.41    Let us lift up our hearts with [our] hand to the lofty One in heaven.
3.42    We have sinned, we have transgressed; and thou hast not pardoned.
3.43    SAMECH. Thou has visited [us] in wrath, and driven us away: thou has slain, thou has not pitied.
3.44    Thou hast veiled thyself with a cloud because of prayer, that I might be blind,
3.45    and be cast off. AIN. Thou hast set us [alone] in the midst of the nations.
3.46    All our enemies have opened their mouth against us.
3.47    Fear and wrath are come upon us, suspense and destruction.
3.48    Mine eye shall pour down torrents of water, for the destruction of the daughter of my people.
3.49    PHE. Mine eye is drowned [with tears], and I will not be silent, so that there shall be no rest,
3.50    until the Lord look down, and behold from heaven.
3.51    Mine eye shall prey upon my soul, because of all the daughters of the city.
3.52    TSADE. The fowlers chased me as a sparrow, all mine enemies destroyed my life in a pit without cause,
3.53    and laid a stone upon me.
3.54    Water flowed over my head: I said, I am cut off.
3.55    KOPH. I called upon thy name, O Lord, out of the lowest dungeon.
3.56    Thou heardest my voice: close not thine ears to my supplication.
3.57    Thou drewest nigh to my help: in the day wherein I called upon thee thou saidst to me, Fear not.
3.58    RECHS. O Lord, thou has pleaded the causes of my soul; thou has redeemed my life.
3.59    Thou hast seen, O Lord, my troubles: thou hast judged my cause.
3.60    Thou hast seen all their vengeance, [thou hast looked] on all their devices against me.
3.61    CHSEN. Thou hast heard their reproach [and] all their devices against me;
3.62    the lips of them that rose up against me, and their plots against me all the day;
3.63    their sitting down and their rising up: look thou upon their eyes.
3.64    Thou wilt render them a recompense, O Lord, according to the works of their hands.
3.65    THAU. Thou wilt give them [as] a covering, the grief of my heart.
3.66    Thou wilt persecute them in anger, and wilt consume them from under the heaven, O Lord.

- Chapitre / chapter 4 -
4.1     Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων.
4.2     Υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως;
4.3     Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐθήλασαν σκύμνοι αὐτῶν· θυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμῳ.
4.4     Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς.
4.5     Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας.
4.6     Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας.
4.7     Ἐκαθαριώθησαν ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν.
4.8     Ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον.
4.9     Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν.
4.10    Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς λαοῦ μου.
4.11    Συνετέλεσεν *κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψεν πῦρ ἐν Σιων, καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς.
4.12    Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ιερουσαλημ.
4.13    Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς.
4.14    Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι· ἐν τῷ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν.
4.15    Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτούσ, ἀπόστητε ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν Οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν.
4.16    Πρόσωπον *κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, πρεσβύτας οὐκ ἠλέησαν.
4.17    Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν μάταια· ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον.
4.18    Ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν· ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν.
4.19    Κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξήφθησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.
4.20    Πνεῦμα προσώπου ἡμῶν χριστὸς *κυρίου συνελήμφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπαμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
4.21    Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου, καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς.
4.22    Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σιων· οὐ προσθήσει ἔτι ἀποικίσαι σε. ἐπεσκέψατο ἀνομίας σου, θύγατερ Εδωμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.

- Chapitre / chapter 4 -
4.1     ALEPH. How will the gold be tarnished, [and] the fine silver changed! the sacred stones have been poured forth at the top of all the streets.
4.2     BETH. The precious sons of Zion, who were equaled in value with gold, how are they counted as earthen vessels, the works of the hands of the potter!
4.3     GIMEL. Nay, serpents have drawn out the breasts, they give suck to their young, the daughters of my people are incurably cruel, as an ostrich in a desert.
4.4     DALETH. The tongue of the sucking child cleaves to the roof of its mouth for thirst: the little children ask for bread, [and] there is none to break [it] to them.
4.5     HE. They that feed on dainties are desolate in the streets: they that used to be nursed in scarlet have clothed themselves with dung.
4.6     VAU. And the iniquity of the daughter of my people has been increased beyond the iniquities of Sodoma, [the city] that was overthrown very suddenly, and none laboured against her [with their] hands.
4.7     ZAIN. Her Nazarites were made purer than snow, they were whiter than milk, they were purified [as] with fire, their polishing was superior to sapphire stone.
4.8     HETH. Their countenance is become blacker than smoke; they are not known in the streets: their skin has cleaved to their bones; they are withered, they are become as a stick.
4.9     TETH. The slain with the sword were better than they that were slain with hunger: they have departed, pierced through from [want of] the fruits of the field.
4.10    JOD. The hands of tender-hearted women have sodden their own children: they became meat for them in the destruction of the daughter of my people.
4.11    CHAPH. The Lord has accomplished his wrath; he has poured out fierce anger, and has kindled a fire in Sion, and it has devoured her foundations.
4.12    LAMED. The kings of the earth, [even] all that dwell in the world, believed not that an enemy and oppressor would enter through the gates of Jerusalem.
4.13    MEM. For the sins of her prophets, [and] iniquities of her priests, who shed righteous blood in the midst of her,
4.14    NUN. her watchmen staggered in the streets, they were defiled with blood in their weakness, they touched their raiment [with it].
4.15    SAMECH. Depart ye from the unclean ones: call ye them: depart, depart, touch [them] not: for they are on fire, yea, they stagger: say ye among the nations, They shall no more sojourn [there].
4.16    AIN. The presence of the Lords [was] their portion; [but] he will not again look upon them: they regarded not the person of the priests, they pitied not the prophets.
4.17    PHE. While we yet lived our eyes failed, while we looked in vain for our help. TSADE. We looked to a nation that could not save.
4.18    We have hunted [for] our little ones, that they should not walk in our streets. KOPH. Our time has drawn nigh, our days are fulfilled, our time is come.
4.19    Our pursuers were swifter than the eagles of the sky, they flew on the mountains, in the wilderness they laid wait for us.
4.20    RECHS. The breath of our nostrils, [our] anointed Lord, was taken in their destructive snares, of whom we said, In his shadow we shall live among the Gentiles.
4.21    CHSEN. Rejoice and be glad, O daughter of Idumea, that dwellest in the land: yet the cup of the Lord shall pass through to thee: thou shalt be drunken, and pour forth.
4.22    THAU. O daughter of Sion, thine iniquity has come to an end; he shall no more carry thee captive: he has visited thine iniquities, O daughter of Edom; he has discovered thy sins.

- Chapitre / chapter 5 -
5.1     Μνήσθητι, *κύριε, ὅ τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.
5.2     κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.
5.3     ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι.
5.4     ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν.
5.5     ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
5.6     Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν.
5.7     οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
5.8     δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
5.9     ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου.
5.10    τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
5.11    γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ιουδα.
5.12    ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
5.13    ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
5.14    καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.
5.15    κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν.
5.16    ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
5.17    περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν·
5.18    ἐπ᾽ ὄρος Σιων, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.
5.19    σὺ δέ, *κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.
5.20    ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;
5.21    ἐπίστρεψον ἡμᾶς, *κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.
5.22    ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ᾽ ἡμᾶς ἕως σφόδρα.

- Chapitre / chapter 5 -
5.1     Remember, O Lord, what has happened to us: behold, and look on our reproach.
5.2     Our inheritance has been turned away to aliens, our houses to strangers:
5.3     we are become orphans, we have no father, our mothers are as widows.
5.4     We have drunk our water for money; our wood is sold to us [for a burden] on our neck:
5.5     we have been persecuted, we have laboured, we have had no rest.
5.6     Egypt gave the hand [to us], Assur to their own satisfaction.
5.7     Our fathers sinned, [and] are not: we have bore their iniquities.
5.8     Servants have ruled over us: there is none to ransom [us] out of their hand.
5.9     We shall bring in our bread with [danger of] our lives, because of the sword of the wilderness.
5.10    Our skin is blackened like an oven; they are convulsed, because of the storms of famine.
5.11    They humbled the women in Sion, the virgins in the cities of Juda.
5.12    Princes were hanged up by their hands: the elders were not honoured.
5.13    The chosen men lifted up [the voice in] weeping, and the youths fainted under the wood.
5.14    And the elders ceased from the gate, the chosen men ceased from their music.
5.15    The joy of our heart has ceased; our dance is turned into mourning.
5.16    The crown has fallen [from] our head: yea, woe to us! for we have sinned.
5.17    For this has grief come; our heart is sorrowful: for this our eyes are darkened.
5.18    Over the mountain of Sion, because it is made desolate, foxes have walked therein.
5.19    But thou, O Lord, shalt dwell for ever; thy throne [shall endure] to generation and generation.
5.20    Wherefore wilt thou utterly forget us, and abandon us a long time?
5.21    Turn us, O Lord, to thee, and we shall be turned; and renew our days as before.
5.22    For thou hast indeed rejected us; thou hast been very wroth against us.

- FIN / END -

^▲^