Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Néhémie / Nehemiah
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13







Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Λόγοι Νεεμια υἱοῦ Αχαλια. Καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα,
1.2     καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ιουδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ.
1.3     καὶ εἴποσαν πρός με Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ιερουσαλημ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.
1.4     καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
1.5     καὶ εἶπα Μὴ δή, *κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ·
1.6     ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ισραηλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν·
1.7     διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου.
1.8     μνήσθητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων Ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·
1.9     καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ.
1.10    καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.
1.11    μὴ δή, κύριε, ἀλλ᾽ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου, καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου., καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     The words of Neemias the son of Chelcia. And it came to pass in the month Chaseleu, of the twentieth year, that I was in Susan the palace.
1.2     And Anani, one of my brethren, came, he and [some] men of Juda; and I asked them concerning those that had escaped, who had been left of the captivity, and concerning Jerusalem.
1.3     And they said to me, The remnant, [even] those that are left of the captivity, [are] there in the land, in great distress and reproach: and the walls of Jerusalem [are] thrown down, and its gates are burnt with fire.
1.4     And it came to pass, when I heard these words, [that] I sat down and wept, and mourned for [several] days, and continued fasting and praying before the God of heaven.
1.5     And I said, Nay, I pray thee, O Lord God of heaven, the mighty, the great and terrible, keeping thy covenant and mercy to them that love him, and to those that keep his commandments:
1.6     let now thine ear be attentive, and thine eyes open, that thou mayest hear the prayer of thy servant, which I pray before thee at this time, this day [both] day and night, for the children of Israel thy servants, and make confession for the sins of the children of Israel, which we have sinned against thee: both I and the house of my father have sinned.
1.7     We have altogether broken [covenant] with thee, and we have not kept the commandments, and the ordinances, and the judgments, which thou didst command thy servant Moses.
1.8     Remember, I pray thee, the word wherewith thou didst charge thy servant Moses, saying, If ye break covenant [with me], I will disperse you among the nations.
1.9     But if ye turn again to me, and keep my commandments, and do them; if ye should be scattered under the utmost [bound] of heaven, thence will I gather them, and I will bring them into the place which I have chosen to cause my name to dwell there.
1.10    Now they [are] thy servants and thy people, whom thou hast redeemed with thy great power, and with thy strong hand.
1.11    [Turn] not [away], I pray thee, O Lord, but let thine ear be attentive to the prayer of thy servant, and to the prayer of thy servants, who desire to fear thy name: and prosper, I pray thee, thy servant this day, and cause him to find mercy in the sight of this man. Now I was the king's cup-bearer.


- Chapitre / chapter 2 -
2.1     Καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ·
2.2     καὶ εἶπέν μοι ὁ βασιλεύς Διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων; οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα.
2.3     καὶ εἶπα τῷ βασιλεῖ Ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις, οἶκος μνημείων πατέρων μου, ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί;
2.4     καὶ εἶπέν μοι ὁ βασιλεύς Περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
2.5     καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.
2.6     καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ Ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέν με, καὶ ἔδωκα αὐτῷ ὅρον.
2.7     καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με, ἕως ἔλθω ἐπὶ Ιουδαν,
2.8     καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα τοῦ παραδείσου, ὅς ἐστιν τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή.
2.9     καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως, καὶ ἀπέστειλεν μετ᾽ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς.
2.10    καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ.
2.11    Καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς.
2.12    καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ᾽ ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ, καὶ κτῆνος οὐκ ἔστιν μετ᾽ ἐμοῦ εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω ἐπ᾽ αὐτῷ.
2.13    καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ, ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.
2.14    καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου.
2.15    καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει. καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα.
2.16    καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα.
2.17    καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς βλέπετε τὴν πονηρίαν, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.
2.18    καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ᾽ ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέν μοι, καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν.
2.19    καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ᾽ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;
2.20    καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ.

- Chapitre / chapter 2 -
2.1     And it came to pass in the month Nisan of the twentieth year of king Arthasastha, that the wine was before me: and I took the wine, and gave [it] to the king: and there was not another before him.
2.2     And the king said to me, Why is thy countenance sad, and dost thou not control thyself? and now this is nothing but sorrow of heart. Then I was very much alarmed,
2.3     and I said to the king, Let the king live for ever: why should not my countenance be said, forasmuch as the city, even the home of the sepulchres of my fathers, has been laid waste, and her gates have been devoured with fire?
2.4     And the king said to me, For what dost thou ask thus? So I prayed to the God of heaven.
2.5     And I said to the king, If [it seem] good to the king, and if thy servant shall have found favour in thy sight, [I ask] that [thou] wouldest send him into Juda, to the city of the sepulchres of my fathers; then will I rebuild it.
2.6     And the king, and his concubine that sat next to him, said to me, For how long will thy journey be, and when wilt thou return? and [the proposal] was pleasing before the king, and he sent me away, and I appointed him a time.
2.7     And I said to the king, If [it seem] good to the king, let him give me letters to the governors beyond the river, so as to forward me till I come to Juda;
2.8     and a letter to Asaph the keeper of the garden which belongs to the king, that he may give me timber to cover the gates, and for the wall of the city, and for the house into which I shall enter. And the king gave to me, according as the good hand of God [was upon me].
2.9     And I came to the governors beyond the river, and I gave them the king's letters. (Now the king had sent with me captains of the army and horsemen.)
2.10    And Sanaballat the Aronite heard [it], and Tobia the servant, the Ammonite, and it was grievous to them that a man was come to seek good for the children of Israel.
2.11    So I came to Jerusalem, and was there three days.
2.12    And I rose up by night, I and a few men with me; and I told no man what God put into my heart to do with Israel; and there was no beast with me, except the beast which I rode upon.
2.13    And I went forth by the gate of the valley by night, and to the mouth of the well of fig trees, and to the dung-gate: and I mourned over the wall of Jerusalem which they were destroying, and her gates were devoured with fire.
2.14    And I passed on to the fountain gate, and to the king's pool; and there was no room for the beast to pass under me.
2.15    And I went up by the wall of the brook by night, and mourned over the wall, and passed through the gate of the valley, and returned.
2.16    And the sentinels knew not why I went, nor what I was doing; and until that time I told [it] not to the Jews, or to the priests, or to the nobles, or to the captains, or to the rest [of the men] who wrought the works.
2.17    Then I said to them, Ye see this evil, in which we are, how Jerusalem is desolate, and her gates have been set on fie: come, and let us build throughout the wall of Jerusalem, and we shall be no longer a reproach.
2.18    And I told them of the hand of God which was good upon me, also about the words of the king which he spoke to me: and I said, Let us arise and build. And their hands were strengthened for the good [work].
2.19    And Sanaballat the Aronite, and Tobia the servant, the Ammonite, and Gesam the Arabian, heard [it], and they laughed us to scorn, and came to us, and said, What [is] this thing that ye are doing? are ye revolting against the king?
2.20    And I answered them, and said to them, The God of heaven, he shall prosper us, and we his servants are pure, and we will build: but ye have no part, nor right, nor memorial, in Jerusalem.

- Chapitre / chapter 3 -
3.1     Καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ
3.2     καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν Ιεριχω καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχουρ υἱοῦ Αμαρι.
3.3     καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ασανα· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
3.4     καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα.
3.5     καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωιν, καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.
3.6     καὶ τὴν πύλην τοῦ Ισανα ἐκράτησαν Ιοιδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
3.7     (vide)
3.8     καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ανανιας υἱὸς τοῦ Ρωκειμ, καὶ κατέλιπον Ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος.
3.9     καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ.
3.10    καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ατους υἱὸς Ασβανια.
3.11    καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ.
3.12    καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.
3.13    τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικοῦντες Ζανω· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας.
3.14    καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
3.15    καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυιδ.
3.16    ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ.
3.17    ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραουμ υἱὸς Βανι. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κειλα τῷ περιχώρῳ αὐτοῦ.
3.18    μετ᾽ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κειλα.
3.19    καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Αζουρ υἱὸς Ἰησοῦ ἄρχων τοῦ Μασφε, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.
3.20    μετ᾽ αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου.
3.21    μετ᾽ αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱοῦ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ.
3.22    καὶ μετ᾽ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Αχεχαρ.
3.23    καὶ μετ᾽ αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτῶν. μετ᾽ αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱοῦ Ανανια ἐχόμενα οἴκου αὐτοῦ.
3.24    μετ᾽ αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
3.25    Φαλαλ υἱοῦ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ᾽ αὐτὸν Φαδαια υἱὸς Φορος.
3.26    καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων.
3.27    μετ᾽ αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Οφλα.
3.28    ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ.
3.29    μετ᾽ αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετ᾽ αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.
3.30    μετ᾽ αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον. μετ᾽ αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ.
3.31    μετ᾽ αὐτὸν ἐκράτησεν Μελχια υἱὸς τοῦ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς.
3.32    καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοποπῶλαι.

- Chapitre / chapter 3 -
3.1     Then Eliasub the high priest, and his brethren the priests, rose up, and built the sheep-gate; they sanctified it, and set up the doors of it; even to the tower of the hundred they sanctified [it], to the tower of Anameel.
3.2     And [they builded] by the side of the men of Jericho, and by the side of the sons of Zacchur, the son of Amari.
3.3     And the sons of Asana built the fish-gate; they roofed it, and covered in its doors, and bolts, and bars.
3.4     And next to them [the order] reached to Ramoth the son of Uria, the son of Accos, and next to them Mosollam son of Barachias the son of Mazebel took [his] place: and next to them Sadoc the son of Baana took [his] place.
3.5     And next to them the Thecoim took [their] place; but the Adorim applied not their neck to their service.
3.6     And Joida the son of Phasec, and Mesulam son of Basodia, repaired the old gate; they covered it in, and set up its doors, and its bolts, and its bars.
3.7     And next to them repaired Maltias the Gabaonite, and Evaron the Meronothite, the men of Gabaon and Maspha, to the throne of the governor on this side the river.
3.8     And next to him Oziel the son of Arachias of the smiths, carried on the repairs: and next to them Ananias the son of one of the apothecaries repaired, and they finished Jerusalem to the broad wall.
3.9     And next to them repaired Raphaea the son of Sur, the ruler of half the district round about Jerusalem.
3.10    And next to them repaired Jedaia the son of Eromaph, and [that] in front of his house: and next to him repaired Attuth son of Asabania.
3.11    And next [to him] repaired Melchias son of Heram, and Asub son of Phaat Moab, even to the tower of the furnaces.
3.12    And next to him repaired Sallum the son of Alloes, the ruler of half the district round about Jerusalem, he and his daughters.
3.13    Anun and the inhabitants of Zano repaired the gate of the valley: they built it, and set up its doors, and its bolts, and its bars, and a thousand cubits of the wall as far as the dung-gate.
3.14    And Melchia the son of Rechab, the ruler of the district round about Beth-accharim, repaired the dung-gate, he and his sons; and they covered it, and set up its doors, and its bolts, and its bars.
3.15    But Solomon the son of Choleze repaired the gate of the fountain, the ruler of part of Maspha; he built it, and covered it, and set up its doors and its bars, and the wall of the pool of the skins by the meadow of the king, and as far as the steps that lead down from the city of David.
3.16    After him repaired Neemias son of Azabuch, ruler of half the district round about Bethsur, as far as the garden of David's sepulchre, and as far as the artificial pool, and as far as the house of the mighty men.
3.17    After him repaired the Levites, [even] Raum the son of Bani: next to him repaired Asabia, ruler of half the district round about Keila, in his district.
3.18    And after him repaired his brethren, Benei son of Enadad, ruler of half the district round about Keila.
3.19    And next to him repaired Azur the son of Joshua, ruler of Masphai, another portion of the tower of ascent, where it meets the corner.
3.20    After him repaired Baruch the son of Zabu, a second portion, from the corner as far as the door of the house of Eliasub the high priest.
3.21    After him repaired Meramoth the son of Uria the son of Accos, a second part from the door of the house of Eliasub, to the end of the house of Eliasub.
3.22    And after him repaired the priests, the men of Ecchechar.
3.23    And after him repaired Benjamin and Asub over against their house: and after him repaired Azarias son of Maasias the son of Ananias, [the parts] near to his house.
3.24    After him repaired Bani the son of Adad, another portion from the house of Azaria as far as the corner and to the turning,
3.25    of Phalach the son of Uzai, opposite the corner, and [where is] also the tower that projects from the king's house, even the upper one of the prison-house: and after him [repaired] Phadaea the son of Phoros.
3.26    And the Nathinim dwelt in Ophal, as far as the garden of the water-gate eastward, and [there is] the projecting tower.
3.27    And after them the Thecoim repaired, another portion opposite the great projecting tower, even as far as the wall of Ophla.
3.28    The priests repaired above the horse-gate, [every] man over against his own house.
3.29    And after him Sadduc the son of Emmer repaired opposite his own house: and after him repaired Samaea son of Sechenia, guard of the east-gate.
3.30    After him repaired Anania son of Selemia, and Anom, the sixth son of Seleph, another portion: after him Mesulam the son of Barachia repaired over against his treasury.
3.31    After him repaired Melchia the son of Sarephi as far as the house of the Nathinim, and the chapmen over against the gate of Maphecad, and as far as the steps of the corner.
3.32    And between [that and] the sheep-gate the smiths and chapmen repaired.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλατ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν ἦν αὐτῷ, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς Ιουδαίοις.
4.2     καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ Αὕτη ἡ δύναμις Σομορων, ὅτι οἱ Ιουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν;
4.3     καὶ Τωβιας ὁ Αμμανίτης ἐχόμενα αὐτοῦ ἦλθεν, καὶ εἶπαν πρὸς ἑαυτούς Μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;
4.4     ἄκουσον, ὁ θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας
4.5     καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.
4.6     (vide)
4.7     Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ Ἄραβες καὶ οἱ Αμμανῖται ὅτι ἀνέβη φυὴ τοῖς τείχεσιν Ιερουσαλημ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα·
4.8     καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ιερουσαλημ.
4.9     καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν καὶ ἐστήσαμεν προφύλακας ἐπ᾽ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.
4.10    καὶ εἶπεν Ιουδας Συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει.
4.11    καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.
4.12    καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν Ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ᾽ ἡμᾶς,
4.13    καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν.
4.14    καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν.
4.15    καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν, καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ.
4.16    καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα
4.17    τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μία ἐκράτει τὴν βολίδα.
4.18    καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν, καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.
4.19    καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ·
4.20    ἐν τόπῳ, οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.
4.21    καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων.
4.22    καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ιερουσαλημ, καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον.
4.23    καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.

- Chapitre / chapter 4 -
4.1     Now it came to pass, when Sanaballat heard that we were building the wall, that it was grievous to him, and he was very angry, and railed against the Jews.
4.2     And he said before his brethren (that [is] the army of the Samaritans) [Is it true] that these Jews are building their city? do they indeed offer sacrifices? will they prevail? and will they this day restore the stones, after they have been burnt and made a heap of rubbish?
4.3     And Tobias the Ammanite came near to him, and said to them, Do they sacrifice or eat in their place? shall not a fox go up and pull down their wall of stones?
4.4     Hear, O our God, for we have become a scorn; and return thou their reproach upon their head, and make them a scorn in a land of captivity,
4.5     and do not cover [their] iniquity.
4.6     [vide]
4.7     But it came to pass, when Sanaballat and Tobia, and the Arabians, and the Ammanites, heard that the building of the walls of Jerusalem was advancing, [and] that the breaches began to be stopped, that it appeared very grievous to them.
4.8     And all of them assembled together, to come to fight against Jerusalem, and to destroy it utterly.
4.9     So we prayed to our God and set watchmen against them day and night, because of them.
4.10    And Juda said, The strength of the enemies is broken, yet [there is] much rubbish, and we shall not be able to build the wall.
4.11    And they that afflicted us said, They shall not know, and they shall not see, until we come into the midst of them, and slay them, and cause the work to cease.
4.12    And it came to pass, when the Jews who lived near them came, that they said to us, They are coming up against us from every quarter.
4.13    So I set [men] in the lowest part of the place behind the wall in the lurking-places, I even set the people according to their families, with their swords, their spears, and their bows.
4.14    And I looked, and arose, and said to the nobles, and to the captains, and to the rest of the people, Be not afraid of them: remember our great and terrible God, and fight for your brethren, your sons, your daughters, your wives, and your houses.
4.15    And it came to pass, when our enemies heard that it was made known to us, and God had frustrated their counsel, that we all returned to the wall, [every] man to his work.
4.16    And it came to pass from that day [that] half of them that had been driven forth, wrought the work, and half of them kept guard; and [there were] spears, and shields, and bows, and breast-plates, and rulers behind the whole house of Juda,
4.17    even of them tat were building the wall:-- and those who carried the burdens [were] under arms: [each] with one hand wrought his work, and with the other held his dart.
4.18    And the builders [wrought] each man having his sword girt upon his loins, and so they built: and the trumpeter with his trumpet next to him.
4.19    And I said to the nobles, and to the rulers, and to the rest of the people, The work [is] great and abundant, and we are dispersed upon the wall, each at a great distance from his brother.
4.20    In whatsoever place ye shall hear the sound of the cornet, thither gather yourselves together to us; and our God shall fight for us.
4.21    So we [continued] labouring at the work: and half of them held the spears from the rising of the morning until the stars appeared.
4.22    And at that time I said to the people, Lodge ye every man with his servant in the midst of Jerusalem, and let the night be a watch-time to you, and the day a work-time.
4.23    And I was [there], and the watchmen behind me, and there was not a man of us that put off his garments.

- Chapitre / chapter 5 -
5.1     Καὶ ἦν κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ιουδαίους.
5.2     καὶ ἦσάν τινες λέγοντες Ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί· καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα καὶ ζησόμεθα.
5.3     καὶ εἰσίν τινες λέγοντες Ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν, ἡμεῖς διεγγυῶμεν· καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα.
5.4     καὶ εἰσίν τινες λέγοντες Ἐδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν·
5.5     καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν, ὡς υἱοὶ αὐτῶν υἱοὶ ἡμῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους, καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι, καὶ οὐκ ἔστιν δύναμις χειρῶν ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις.
5.6     καὶ ἐλυπήθην σφόδρα, καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους.
5.7     καὶ ἐβουλεύσατο καρδία μου ἐπ᾽ ἐμέ, καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς Ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε. καὶ ἔδωκα ἐπ᾽ αὐτοὺς ἐκκλησίαν μεγάλην
5.8     καὶ εἶπα αὐτοῖς Ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν· καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν; καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον.
5.9     καὶ εἶπα Οὐκ ἀγαθὸς ὁ λόγος, ὃν ὑμεῖς ποιεῖτε· οὐχ οὕτως, ἐν φόβῳ θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν.
5.10    καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον· ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην.
5.11    ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν, ἀμπελῶνας αὐτῶν, ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν· καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοῖς.
5.12    καὶ εἶπαν Ἀποδώσομεν καὶ παρ᾽ αὐτῶν οὐ ζητήσομεν· οὕτως ποιήσομεν, καθὼς σὺ λέγεις. καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο.
5.13    καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἶπα Οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα, ὃς οὐ στήσει τὸν λόγον τοῦτον, ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ, καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός. καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία Αμην, καὶ ᾔνεσαν τὸν *κύριον· καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥῆμα τοῦτο.
5.14    Ἀπὸ τῆς ἡμέρας, ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ Ιουδα, ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ Αρθασασθα, ἔτη δώδεκα, ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτῶν οὐκ ἔφαγον·
5.15    καὶ τὰς βίας τὰς πρώτας, ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ᾽ αὐτοὺς καὶ ἐλάβοσαν παρ᾽ αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον, δίδραχμα τεσσαράκοντα, καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν, καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ.
5.16    καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα, ἀγρὸν οὐκ ἐκτησάμην· καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον.
5.17    καὶ οἱ Ιουδαῖοι, ἑκατὸν καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου.
5.18    καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει· καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα, ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον.
5.19    μνήσθητί μου, ὁ θεός, εἰς ἀγαθὸν πάντα, ὅσα ἐποίησα τῷ λαῷ τούτῳ.

- Chapitre / chapter 5 -
5.1     And the cry of the people and their wives [was] great against their brethren the Jews.
5.2     And some said, We [are] numerous with our sons and our daughters; so we will take corn, and eat, and live.
5.3     And some said, [As to] our fields and vineyards and houses, let us pledge [them], and we will take corn, and eat.
5.4     And some said, We have borrowed money for the king's tributes:-- our fields, and our vineyards, and houses [are pledged].
5.5     And now our flesh [is] as the flesh of our brethren, our children [are] as their children: yet, behold, we are reducing our sons and our daughters to slavery, and some of our daughters are enslaved: and there is no power of our hands, for our fields and our vineyards [belong] to the nobles.
5.6     And I was much grieved as I heard their cry and these words.
5.7     And my heart took counsel within me, and I contended against the nobles, and the princes, and I said to them, Should every man demand of his brother what ye demand? And I appointed against them a great assembly,
5.8     and I said to them, We of our free-will have redeemed our brethren the Jews that were sold to the Gentiles; and do ye sell your brethren? and shall they be delivered to us? And they were silent, and found no answer.
5.9     And I said, The thing which ye do [is] not good; ye will not so walk in the fear of our God because of the reproach of the Gentiles our enemies.
5.10    Both my brethren, and my acquaintances, and I, have lent them money and corn: let us now leave off this exaction.
5.11    Restore to them, I pray, as at this day, their fields, and their vineyards, and their olive-yards, and their houses, and bring forth to them corn and wine and oil of the money.
5.12    And they said, We will restore, and we will not exact of them; we will do thus as thou sayest. Then I called the priests, and bound them by oath to do according to this word.
5.13    And I shook out my garment, and said, So may God shake out every man who shall not keep to this word, from his house, and from his labours, he shall be even thus shaken out, as an outcast and empty. And all the congregation said, Amen, and they praised the Lord: and the people did this thing.
5.14    From the day that he charged me to be their ruler in the land of Juda, from the twentieth year even to the thirty-second year of Arthasastha, twelve years, I and my brethren ate not [provision] extorted from them.
5.15    But as for the former acts of extortion wherein [those who were] before me oppressed them, they even took of them their last money, forty didrachms for bread and wine; and the [very] outcasts of them exercised authority over the people: but I did not so, because of the fear of God.
5.16    Also in the work of the wall I treated them not with rigor, I bought not land: and all that were gathered together [came] thither to the work.
5.17    And the Jews, to [the number of] a hundred and fifty men, besides those coming to us from the nations round about, [were] at my table.
5.18    And there came [to me] for one day one calf, and I had six choice sheep and a goat; and every ten days wine in abundance of all sorts: yet with these I required not the bread of extortion, because the bondage was heavy upon this people.
5.19    Remember me, O God, for good, [in] all that I have done to this people.

- Chapitre / chapter 6 -
6.1     Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.
6.2     καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.
6.3     καὶ ἀπέστειλα ἐπ᾽ αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μήποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.
6.4     καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.
6.5     καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ.
6.6     καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα·
6.7     καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.
6.8     καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, οὓς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.
6.9     ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.
6.10    Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμει υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ, καὶ αὐτὸς συνεχόμενοσ, , καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.
6.11    καὶ εἶπα Τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται;
6.12    καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ᾽ ἐμοῦ, καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
6.13    ἐπ᾽ ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με.
6.14    μνήσθητι, ὁ θεός, τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν, οἳ ἦσαν φοβερίζοντές με.
6.15    Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας.
6.16    καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο.
6.17    καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν, καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς,
6.18    ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε, καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα.
6.19    καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ, καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με.

- Chapitre / chapter 6 -
6.1     Now it came to pass, when Sanaballat, and Tobias, and Gesam the Arabian, and the rest of our enemies, heard that I had built the wall, and [that] there was no opening left therein; ([but] hitherto I had not set up the doors on the gates;)
6.2     that Sanaballat and Gesam sent to me, saying, Come and let us meet together in the villages in the plain of Ono. But they [were] plotting to do me mischief.
6.3     So I sent messengers to them, saying, I am doing a great work, and I shall not be able to come down, lest the work should cease: as soon as I shall have finished it, I will come down to you.
6.4     And they sent to me [again] to this effect; and I sent them [word] accordingly.
6.5     Then Sanaballat sent his servant to me with an open letter in his hand.
6.6     And in it was written, It has been reported among the Gentiles that thou and the Jews are planning to revolt: therefore thou art building the wall, and thou wilt be a king to them.
6.7     And moreover thou has appointed prophets to thyself, that thou mightest dwell in Jerusalem as a king over Juda: and now these words will be reported to the king. Now then, come, let us take counsel together.
6.8     And I sent to him, saying, It has not happened according to these words, [even] as thou sayest, for thou framest them falsely out of thy heart.
6.9     For all were trying to alarm us, saying, Their hands shall be weakened from this work, and it shall not be done. Now therefore I have strengthened my hands.
6.10    And I came into the house of Semei the son of Dalaia the Son of Metabeel, and he was shut up; and he said, Let us assemble together in the house of God, in the midst of it, and let us shut the doors of it; for they are coming by night to slay thee.
6.11    And I said, Who is the man that shall enter into the house, that he ma live?
6.12    And I observed, and, behold, God had not sent him, for the prophecy was a fable [devised] against me:
6.13    and Tobias and Sanaballat had hired against me a multitude, that I might be frightened, and do this, and sin, and become to them an ill name, that they might reproach me.
6.14    Remember, O God, Tobias and Sanaballat, according to these their deeds, and the prophetess Noadia, and the rest of the prophets who tried to alarm me.
6.15    So the wall was finished on the twenty-fifth day of the [month] Elul, in fifty-two days.
6.16    And it came to pass, when all our enemies heard [of it], that all the nations round about us feared, and great alarm fell upon them, and they knew that it was of our God that this work should be finished.
6.17    And in those days letters came to Tobias from many nobles of Juda, and those of Tobias came to them.
6.18    For many in Juda were bound to him by oath, because he was son-in-law of Sechenias the son of Herae; and Jonan his son had taken the daughter of Mesulam the son of Barachia to wife.
6.19    And they reported his words to me, and carried out my words to him: and Tobias sent letters to terrify me.

- Chapitre / chapter 7 -
7.1     Καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τὰς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται.
7.2     καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς,
7.3     καὶ εἶπα αὐτοῖς Οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.
7.4     Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.
7.5     καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
7.6     Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
7.7     μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια, Αζαρια, Δαεμια, Ναεμανι, Μαρδοχαιος, Βαλσαν, Μασφαραθ, Εσδρα, Βαγοι, Ναουμ, Βαανα, Μασφαρ. ἄνδρες λαοῦ Ισραηλ·
7.8     υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.
7.9     υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.
7.10    υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο.
7.11    υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ.
7.12    υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
7.13    υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε.
7.14    υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.
7.15    υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.
7.16    υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ.
7.17    υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο.
7.18    υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά.
7.19    υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά.
7.20    υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε.
7.21    υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
7.22    υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ.
7.23    υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες.
7.24    υἱοὶ Αριφ ἑκατὸν δώδεκα.
7.25    υἱοὶ Γαβαων ἐνενήκοντα πέντε.
7.26    υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. υἱοὶ Νετωφα πεντήκοντα ἕξ.
7.27    υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
7.28    ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο.
7.29    ἄνδρες Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.
7.30    ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.
7.31    ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο.
7.32    ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς.
7.33    ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο.
7.34    ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
7.35    υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.
7.36    υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.
7.37    υἱοὶ Λοδ, Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς.
7.38    υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα.
7.39    οἱ ἱερεῖς· υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς.
7.40    υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο.
7.41    υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά.
7.42    υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά.
7.43    οἱ Λευῖται· υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες.
7.44    οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ.
7.45    οἱ πυλωροί· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβι, ἑκατὸν τριάκοντα ὀκτώ.
7.46    οἱ ναθινιμ· υἱοὶ Σηα, υἱοὶ Ασιφα, υἱοὶ Ταβαωθ,
7.47    υἱοὶ Κιρας, υἱοὶ Σουια, υἱοὶ Φαδων,
7.48    υἱοὶ Λαβανα, υἱοὶ Αγαβα, υἱοὶ Σαλαμι,
7.49    υἱοὶ Αναν, υἱοὶ Γαδηλ, υἱοὶ Γααρ,
7.50    υἱοὶ Ρααια, υἱοὶ Ρασων, υἱοὶ Νεκωδα,
7.51    υἱοὶ Γηζαμ, υἱοὶ Οζι, υἱοὶ Φεση,
7.52    υἱοὶ Βησι, υἱοὶ Μεινωμ, υἱοὶ Νεφωσασιμ,
7.53    υἱοὶ Βακβουκ, υἱοὶ Αχιφα, υἱοὶ Αρουρ,
7.54    υἱοὶ Βασαλωθ, υἱοὶ Μειδα, υἱοὶ Αδασαν,
7.55    υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θημα,
7.56    υἱοὶ Νισια, υἱοὶ Ατιφα.
7.57    υἱοὶ δούλων Σαλωμων· υἱοὶ Σουτι, υἱοὶ Σαφαραθ, υἱοὶ Φεριδα,
7.58    υἱοὶ Ιεαλη, υἱοὶ Δορκων, υἱοὶ Γαδηλ,
7.59    υἱοὶ Σαφατια, υἱοὶ Ετηλ, υἱοὶ Φαχαραθ, υἱοὶ Σαβαιμ, υἱοὶ Ημιμ.
7.60    πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο.
7.61    καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ, Αρησα, Χαρουβ, Ηρων, Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν·
7.62    υἱοὶ Δαλαια, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι τεσσαράκοντα δύο.
7.63    καὶ ἀπὸ τῶν ἱερέων· υἱοὶ Εβια, υἱοὶ Ακως, υἱοὶ Βερζελλι, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ᾽ ὀνόματι αὐτῶν·
7.64    οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,
7.65    καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.
7.66    καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
7.67    πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε·
7.68    ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε,
7.69    κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
7.70    καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα.
7.71    καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας,
7.72    καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.
7.73    καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν. Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομοσ, καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν

- Chapitre / chapter 7 -
7.1     And it came to pass, when the wall was built, and I had set up the doors, and the porters and the singers and the Levites were appointed,
7.2     that I gave charge to Ananias my brother, and Ananias the ruler of the palace, over Jerusalem: for he was a true man, and one that feared God beyond many.
7.3     And I said to them, The gates of Jerusalem shall not be opened till sunrise; and while they are still watching, let the doors be shut, and bolted; and set watches of them that dwell in Jerusalem, [every] man at his post, and [every] man over against his house.
7.4     Now the city [was] wide and large; and the people [were] few in it, and the houses were not built.
7.5     And God put [it] into my heart, and I gathered the nobles, and the rulers, and the people, into companies: and I found a register of the company that came up first, and I found written in it as follows:
7.6     Now these [are] the children of the country, that came up from captivity, of the number which Nabuchodonosor king of Babylon carried away, and they returned to Jerusalem and to Juda, [every] man to his city;
7.7     with Zorobabel, and Jesus, and Neemia, Azaria, and Reelma, Naemani, Mardochaeus, Balsan, Maspharath, Esdra, Boguia, Inaum, Baana, Masphar, men of the people of Israel.
7.8     The children of Phoros, two thousand one hundred and seventy-two.
7.9     The children of Saphatia, three hundred and seventy-two.
7.10    The children of Era, six hundred and fifty-two.
7.11    The children of Phaath Moab, with the children of Jesus and Joab, two thousand six hundred and eighteen.
7.12    The children of Aelam, a thousand two hundred and fifty-four.
7.13    The children of Zathuia, eight hundred and forty-five.
7.14    The children of Zacchu, seven hundred and sixty.
7.15    The children of Banui, six hundred and forty-eight.
7.16    The children of Bebi, six hundred and twenty-eight.
7.17    The children of Asgad, two thousand three hundred and twenty-two.
7.18    The children of Adonicam, six hundred and sixty-seven.
7.19    The children of Bagoi, two thousand and sixty-seven.
7.20    The children of Edin, six hundred and fifty-five.
7.21    The children of Ater, [the son] of Ezekias, ninety-eight.
7.22    The children of Esam, three hundred and twenty-eight.
7.23    The children of Besei, three hundred and twenty-four.
7.24    The children of Ariph, a hundred and twelve: the children of Asen, two hundred and twenty-three.
7.25    The children of Gabaon, ninety-five.
7.26    The children of Baethalem, a hundred and twenty-three: the children of Atopha, fifty-six.
7.27    The children of Anathoth, a hundred and twenty-eight.
7.28    The men of Bethasmoth, forty-two.
7.29    The men of Cariatharim, Caphira, and Beroth, seven hundred and forty-three.
7.30    The men of Arama and Gabaa, six hundred and twenty.
7.31    The men of Machemas, a hundred and twenty-two.
7.32    The men of Baethel and Ai, a hundred and twenty-three.
7.33    The men of Nabia, a hundred an fifty-two.
7.34    The men of Elamaar,one thousand two hundred and fifty-two.
7.35    The children of Eram, three hundred and twenty.
7.36    The children of Jericho, three hundred and forty-five.
7.37    The children of Lodadid and Ono, seven hundred and twenty-one.
7.38    The children of Sanana, three thousand nine hundred and thirty.
7.39    The priests; the sons of Jodae, [pertaining] to the house of Jesus, nine hundred and seventy-three.
7.40    The children of Emmer, one thousand and fifty-two.
7.41    The children of Phaseur, one thousand two hundred and forty-seven.
7.42    The children of Eram, a thousand and seventeen.
7.43    The Levites; the children of Jesus the son of Cadmiel, with the children of Uduia, seventy-four.
7.44    The singers; the children of Asaph, a hundred and forty-eight.
7.45    The porters; the children of Salum, the children of Ater, the children of Telmon, the children of Acub, the children of Atita, the children of Sabi, a hundred and thirty-eight.
7.46    The Nathinim; the children of Sea, the children of Aspha, the children of Tabaoth,
7.47    the children of Kiras, the children of Asuia, the children of Phadon,
7.48    the children of Labana, the children of Agaba, the children of Selmei,
7.49    the children of Anan, the children of Gadel, the children of Gaar,
7.50    the children of Raaia, the children of Rasson, the children of Necoda,
7.51    the children of Gezam, the children of Ozi, the children of Phese,
7.52    the children of Besi, the children of Meinon, the children of Nephosasi,
7.53    the children of Bacbuc, the children of Achipha, the children of Arur,
7.54    the children of Basaloth, the children of Mida, the children of Adasan,
7.55    the children of Barcue, the children of Sisarath, the children of Thema,
7.56    the children of Nisia, the children of Atipha.
7.57    The children of the servants of Solomon; the children of Sutei, the children of Sapharat, the children of Pherida,
7.58    the children of Jelel, the children of Dorcon, the children of Gadael,
7.59    the children of Saphatia, the children of Ettel, the children of Phacarath, the children of Sabaim the children of Emim.
7.60    All the Nathinim, and children of the servants of Solomon, [were] three hundred and ninety-two.
7.61    And these went up from Thelmeleth, Thelaresa, Charub, Eron, Jemer: but they could not declare the houses of their families, or their seed, whether they were of Israel.
7.62    The children of Dalaia, the children of Tobia, the children of Necoda, six hundred and forty-two.
7.63    And of the priests; the children of Ebia, the children of Acos, the children of Berzelli, for they took wives of the daughters of Berzelli the Galaadite, and they were called by their name.
7.64    These sought the pedigree of their company, and it was not found, and they were removed [as polluted] from the priesthood.
7.65    And the Athersastha said, that they should not eat of the most holy things, until a priest should stand up to give light.
7.66    And all the congregation was about forty-two thousand three hundred and sixty,
7.67    besides their men-servants and their maid-servants: these were seven thousand three hundred and thirty seven: and the singing-men and singing-women, two hundred and forty-five.
7.68    [vide]
7.69    Two thousand seven hundred asses.
7.70    And part of the heads of families gave into the treasury to Neemias for the work a thousand pieces of gold, fifty bowls, and thirty priests' [garments].
7.71    And [some] of the heads of families gave into the treasuries of the work, twenty thousand pieces of gold, and two thousand three hundred pounds of silver.
7.72    And the rest of the people gave twenty thousand pieces of gold, and two thousand two hundred pounds of silver, and sixty-seven priests' [garments].
7.73    And the priests, and Levites, and porters, and singers, and [some] of the people, and the Nathinim, and all Israel, dwelt in their cities.

- Chapitre / chapter 8 -
8.1     καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος. καὶ εἶπαν τῷ Εσδρα τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ, ὃν ἐνετείλατο *κύριος τῷ Ισραηλ.
8.2     καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου
8.3     καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ αὐτοὶ συνιέντες, καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου.
8.4     καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ.
8.5     καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ, καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός.
8.6     καὶ ηὐλόγησεν Εσδρας *κύριον τὸν θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν Αμην ἐπάραντες χεῖρας αὐτῶν καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ *κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
8.7     καὶ Ἰησοῦς καὶ Βαναιας καὶ Σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον, καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ.
8.8     καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ, καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.
8.9     καὶ εἶπεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ Ἡ ἡμέρα ἁγία ἐστὶν τῷ *κυρίῳ θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιεν πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου.
8.10    καὶ εἶπεν αὐτοῖς Πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶν ἰσχὺς ὑμῶν.
8.11    καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες Σιωπᾶτε, ὅτι ἡ ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε.
8.12    καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις, οἷς ἐγνώρισεν αὐτοῖς.
8.13    Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν τῷ παντὶ λαῷ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου.
8.14    καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ, ᾧ ἐνετείλατο *κύριος τῷ Μωυσῇ, ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,
8.15    καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ιερουσαλημ. καὶ εἶπεν Εσδρας Ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον.
8.16    καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης Εφραιμ.
8.17    καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη.
8.18    καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης· καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα.

- Chapitre / chapter 8 -
8.1     And the seventh month arrived, and the children of Israel [were settled] in their cities; and all the people were gathered as one man to the broad place before the water-gate, and they told Esdras the scribe to bring the book of the law of Moses, which the Lord commanded Israel.
8.2     So Esdras the priest brought the law before the congregation both of men and women, and every one who had understanding [was present] to hearken, on the first day of the seventh month.
8.3     And he read in it from the time of sun-rise to the middle of the day, before the men and the women; and they understood [it], and the ears of all the people [were attentive] to the book of the law.
8.4     And Esdras the scribe stood on a wooden stage, and there stood next to him Mattathias, and Samaeas, and Ananias, and Urias, and Chelcia, and Massia, on his right hand; and on his left Phadaeas, and Misael, and Melchias, and Asom, and Asabadma, and Zacharias, and Mesollam.
8.5     And Esdras opened the book before all the people, for he was above the people; and it came to pass when he had opened it, [that] all the people stood.
8.6     And Esdras blessed the Lord, the great God: and all the people answered, and said, Amen, lifting up their hands: and they bowed down and worshipped the Lord with their face to the ground.
8.7     And Jesus and Banaias and Sarabias instructed the people in the law, and the people [stood] in their place.
8.8     And they read in the book of the law of God, and Esdras taught, and instructed them distinctly in the knowledge of the Lord, and the people understood [the law] in the reading.
8.9     And Neemias, and Esdras the priest and scribe, and the Levites, and they that instructed the people, spoke and said to all the people, It is a holy day to the Lord our God; do not mourn, nor weep. For all the people wept when they heard the words of the law.
8.10    And [the governor] said to them, Go, eat the fat, and drink the sweet, and send portions to them that have nothing; for the day is holy to our Lord: and faint not, for the Lord is our strength.
8.11    And the Levites caused all the people to be silent, saying, Be silent, for [it is] a holy day, and despond not.
8.12    So all the people departed to eat, and to drink, and to send portions, and to make great mirth, for they understood the words which he made known to them.
8.13    And on the second day the heads of families assembled with all the people, [also] the priests and Levites, to Esdras the scribe, to attend to all the words of the law.
8.14    And they found written in the law which the Lord commanded Moses, that the children of Israel should dwell in booths, in the feast in the seventh month:
8.15    and that they should sound with trumpets in all their cities, and in Jerusalem. And Esdras said, Go forth to the mountain, and bring branches of olive, and branches of cypress trees, and branches of myrtle, and branches of palm trees, and branches of [every] thick tree, to make booths, according to that which was written.
8.16    And the people went forth, and brought [them], and made booths for themselves, each one upon his roof, and in their courts, and in the courts of the house of God, and in the streets of the city, and as far as the gate of Ephraim.
8.17    And all the congregation who had returned from the captivity, made booths, and dwelt in booths: for the children of Israel [had] not done so from the days of Jesus the son of Naue until that day: and there was great joy.
8.18    And [Esdras] read in the book of the law of God daily, from the first day even to the last day: and they kept the feast seven days; and on the eighth day a solemn assembly, according to the ordinance.

- Chapitre / chapter 9 -
9.1     Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ισραηλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις.
9.2     καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν.
9.3     καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου *κυρίου θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ *κυρίῳ καὶ προσκυνοῦντες τῷ *κυρίῳ θεῷ αὐτῶν.
9.4     καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς καὶ υἱοὶ Καδμιηλ, Σαχανια υἱὸς Σαραβια υἱοὶ Χανανι καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς *κύριον τὸν θεὸν αὐτῶν.
9.5     καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιηλ Ἀνάστητε εὐλογεῖτε τὸν *κύριον θεὸν ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει.
9.6     καὶ εἶπεν Εσδρας Σὺ εἶ αὐτὸς *κύριος μόνος· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν.
9.7     σὺ εἶ *κύριος ὁ θεός· σὺ ἐξελέξω ἐν Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα Αβρααμ·
9.8     καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ.
9.9     καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν.
9.10    καὶ ἔδωκας σημεῖα ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ᾽ αὐτούς, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη.
9.11    καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.
9.12    καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
9.13    καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς.
9.14    καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου.
9.15    καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδείαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν. καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν, ἐφ᾽ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς.
9.16    καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου·
9.17    καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου, ὧν ἐποίησας μετ᾽ αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ. καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς.
9.18    ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν Οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.
9.19    καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ· τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ᾽ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.
9.20    καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σοῦ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν.
9.21    καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐχ ὑστέρησαν· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν.
9.22    καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοῖς, καὶ ἐκληρονόμησαν τὴν γῆν Σηων βασιλέως Εσεβων καὶ τὴν γῆν Ωγ βασιλέως τοῦ Βασαν.
9.23    καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν.
9.24    καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν.
9.25    καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.
9.26    καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ, καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.
9.27    καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς.
9.28    καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς. καὶ πάλιν ἀνεβόησαν πρὸς σέ, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς.
9.29    καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου, καὶ οὐκ ἤκουσαν, ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν.
9.30    καὶ εἵλκυσας ἐπ᾽ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου· καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς.
9.31    καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς, ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων.
9.32    καὶ νῦν, ὁ θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος, ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ασσουρ καὶ ἕως τῆς ἡμέρας ταύτης.
9.33    καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ᾽ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας, καὶ ἡμεῖς ἐξημάρτομεν.
9.34    καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου, ἃ διεμαρτύρω αὐτοῖς.
9.35    καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ, ᾗ ἔδωκας αὐτοῖς, καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ, ᾗ ἔδωκας ἐνώπιον αὐτῶν, οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν.
9.36    ἰδού ἐσμεν σήμερον δοῦλοι, καὶ ἡ γῆ, ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς,
9.37    τοῖς βασιλεῦσιν, οἷς ἔδωκας ἐφ᾽ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν.
9.38    καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν, Λευῖται ἡμῶν, ἱερεῖς ἡμῶν.

- Chapitre / chapter 9 -
9.1     Now on the twenty-fourth day of this month the children of Israel assembled with fasting, and in sackcloths, and with ashes on their head.
9.2     And the children of Israel separated themselves from every stranger, and stood and confessed their sins, and the iniquities of their fathers.
9.3     And they stood in their place, and read in the book of the law of the Lord their god: and they confessed [their sins] to the Lord, and worshipped the Lord their God.
9.4     [And] there stood upon the stairs, of the Levites, Jesus, and the sons of Cadmiel, Sechenia the son of Sarabia, sons of Choneni; and they cried with a loud voice to the Lord their God.
9.5     And the Levites, Jesus and Cadmiel, said, Rise up bless the Lord our God forever and ever: and let them bless thy glorious name, and exalt it with all blessing and praise.
9.6     And Esdras said, Thou art the only true Lord; thou madest the heaven, and the heaven of heavens, and all their array, the earth, and all things that are in it, the seas, and all things in them; and thou quickenest all things, and the hosts of heaven worship thee.
9.7     Thou art the Lord God, thou didst choose Abram, and broughtest him out of the land of the Chaldeans, and gavest him the name of Abraam:
9.8     and thou foundest his heart faithful before thee, and didst make a covenant with him to give to him and to his seed the land of the Chananites, and the Chettites, and Amorites, and Pherezites, and Jebusites, and Gergesites; and thou hast confirmed thy words, for thou [art] righteous.
9.9     And thou sawest the affliction of our fathers in Egypt, and thou heardest their cry at the Red Sea.
9.10    And thou shewedst signs and wonders in Egypt, on Pharao and all his servants, and on all the people of his land: for thou knowest that they behaved insolently against them: and thou madest thyself a name, as at this day.
9.11    And thou didst cleave the sea before them, and they passed through the midst of the sea on dry land; and thou didst cast into the deep them that were about to pursue them, as a stone in the mighty water.
9.12    And thou guidedst them by day by a pillar of cloud, and by night by a pillar of fire, to enlighten for them the way wherein they should walk.
9.13    Also thou camest down upon mount Sina, and thou spakest to them out of heaven, and gavest them right judgments, and laws of truth, ordinances, and good commandments.
9.14    And thou didst make known to them thy holy sabbath; thou didst enjoin upon them commandments, and ordinances, and a law, by the hand of thy servant Moses.
9.15    And thou gavest them bread from heaven for their food, and thou broughtest them forth water from a rock for their thirst; and thou badest them go in to inherit the land over which thou stretchedst out thy hand to give [it] them.
9.16    But they and our fathers behaved proudly, and hardened their neck, and did not hearken to thy commandments,
9.17    and refused to listen, and remembered not thy wonders which thou wroughtest with them; and they hardened their neck, and appointed a leader to return to their slavery in Egypt: but thou, O God, [art] merciful and compassionate, long-suffering, and abundant in mercy, and thou didst not forsake them.
9.18    And still farther they even made to themselves a molten calf, and said, These [are] the gods that brought us up out of Egypt: and they wrought great provocations.
9.19    Yet thou in thy great compassions didst not forsake them in the wilderness: thou didst not turn away from them the pillar of the cloud by day, to guide them in the way, nor the pillar of fire by night, to enlighten for them the way wherein they should walk.
9.20    And thou gavest thy good Spirit to instruct them, and thou didst not withhold thy manna from their mouth, and gavest them water in their thirst.
9.21    And thou didst sustain them forty years in the wilderness; thou didst not allow anything to fail them: their garments did not wax old, and their feet were not bruised.
9.22    Moreover, thou gavest them kingdoms, and didst divide nations to them: and they inherited the land of Seon king of Esebon, and the land of Og king of Basan.
9.23    And thou didst multiply their children as the stars of heaven, and broughtest them into the land of which thou spokest to their fathers;
9.24    And they inherited it: and thou didst destroy from before them the dwellers in the land of the Chananites, and thou gavest into their hands them and their kings, and the nations of the land, to do unto them as it pleased them.
9.25    And they took lofty cities, and inherited houses full of all good things, wells dug, vineyards, and oliveyards, and every fruit tree in abundance: so they ate, and were filled, and grew fat, and rioted in thy great goodness.
9.26    But they turned, and revolted from thee, and cast thy law behind their backs; ad they slew thy prophets, who testified against them to turn them back to thee, and they wrought great provocations.
9.27    Then thou gavest them into the hand of them that afflicted them, and they did afflict them: and they cried to thee in the time of their affliction, and thou didst hear them from thy heaven, and in thy great compassions gavest them deliverers, and didst save them from the hand of them that afflicted them.
9.28    But when they rested, they did evil again before thee: so thou leftest them in the hands of their enemies, and they ruled over them: and they cried again to thee, and thou heardest [them] from heaven, and didst deliver them in thy great compassions.
9.29    And thou didst testify against them, to bring them back to thy law: but they hearkened not, but sinned against thy commandments and thy judgments, which if a man do, he shall live in them; and they turned their back, and hardened their neck, and heard not.
9.30    Yet thou didst bear long with them many years, and didst testify to them by thy Spirit by the hand of thy prophets: but they hearkened not; so thou gavest them into the hand of the nations of the land.
9.31    But thou in thy many mercies didst not appoint them to destruction, and didst not forsake them; for thou art strong, and merciful, and pitiful.
9.32    And now, O our God, the powerful, the great, the mighty, and the terrible, keeping thy covenant and thy mercy, let not all the trouble seem little in thy sight which has come upon us, and our kings, and our princes, and our priests, and our prophets, and our fathers, and upon all thy people, from the days of the kings of Assur even to this day.
9.33    But thou [art] righteous in all the things that come upon us; for thou hast wrought faithfully, but we have greatly sinned.
9.34    And our kings, and our princes, and our priests, and our fathers, have not performed thy law, and have not given heed to thy commandments, and [have not kept] thy testimonies which thou didst testify to them.
9.35    And they did not serve thee in thy kingdom, and in thy great goodness which thou gavest to them, and in the large and fat land which thou didst furnish before them, and they turned not from their evil devices.
9.36    Behold, we are servants this day, and [as for] the land which thou gavest to our fathers to eat the fruit of it and the good things of it, behold, we are servants upon it:
9.37    and its produce [is] abundant for the kings whom thou didst appoint over us because of our sins; and they have dominion over our bodies, and over our cattle, as it pleases them, and we are in great affliction.
9.38    And in regard to all these circumstances we make a covenant, and write [it], and our princes, our Levites, [and] our priests, set their seal to [it].

- Chapitre / chapter 10 -
10.1    Καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
10.2    υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια,
10.3    Φασουρ, Αμαρια, Μελχια,
10.4    Ατους, Σεβανι, Μαλουχ,
10.5    Ιραμ, Μεραμωθ, Αβδια,
10.6    Δανιηλ, Γαναθων, Βαρουχ,
10.7    Μεσουλαμ, Αβια, Μιαμιν,
10.8    Μααζια, Βελγαι, Σαμαια, οὗτοι ἱερεῖς·
10.9    καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια, Βαναιου ἀπὸ υἱῶν Ηναδαδ, Καδμιηλ
10.10   καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανια, Ωδουια, Καλιτα, Φελεια, Αναν,
10.11   Μιχα, Ροωβ, Εσεβιας,
10.12   Ζαχωρ, Σαραβια, Σεβανια,
10.13   Ωδουια, υἱοὶ Βανουναι·
10.14   ἄρχοντες τοῦ λαοῦ Φορος, Φααθμωαβ, Ηλαμ, Ζαθουια, υἱοὶ
10.15   Βανι, Ασγαδ, Βηβαι,
10.16   Εδανια, Βαγοι, Ηδιν,
10.17   Ατηρ, Εζεκια, Αζουρ,
10.18   Οδουια, Ησαμ, Βησι,
10.19   Αριφ, Αναθωθ, Νωβαι,
10.20   Μαγαφης, Μεσουλαμ, Ηζιρ,
10.21   Μεσωζεβηλ, Σαδδουκ, Ιεδδουα,
10.22   Φαλτια, Αναν, Αναια,
10.23   Ωσηε, Ανανια, Ασουβ,
10.24   Αλωης, Φαλαι, Σωβηκ,
10.25   Ραουμ, Εσαβανα, Μαασαια
10.26   καὶ Αια, Αιναν, Ηναν,
10.27   Μαλουχ, Ηραμ, Βαανα.
10.28   καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων,
10.29   ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
10.30   καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν.
10.31   καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ᾽ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ. καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός.
10.32   καὶ στήσομεν ἐφ᾽ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ᾽ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ᾽ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
10.33   εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ, καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν.
10.34   καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός, ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ᾽ ἐνιαυτόν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον *κυρίου θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ,
10.35   καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν εἰς οἶκον *κυρίου
10.36   καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν.
10.37   καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν,
10.38   καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ.
10.39   ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες. καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.

- Chapitre / chapter 10 -
10.1    And over them that sealed were Neemias the Artasastha, son of Achalia, and Zedekias,
10.2    the son of Araea, and Azaria, and Jeremia,
10.3    Phasur, Amaria, Melchia,
10.4    Attus, Sebani, Maluch,
10.5    Iram, Meramoth, Abdia,
10.6    Daniel, Gannathon, Baruch,
10.7    Mesulam, Abia, Miamin,
10.8    Maazia, Belgai, Samaia; these [were] priests.
10.9    And the Levites; Jesus the son of Azania, Banaiu of the sons of Enadad, Cadmiel
10.10   and his brethren, Sabania, Oduia, Calitan, Phelia, Anan,
10.11   Micha, Roob, Asebias,
10.12   Zacchor, Sarabia, Sebania,
10.13   Odum, the sons of Banuae.
10.14   The heads of the people; Phoros, Phaath Moab, Elam, Zathuia,
10.15   the sons of Bani, Asgad, Bebai,
10.16   Adania, Bagoi, Hedin
10.17   Ater, Ezekia, Azur,
10.18   Oduia, Esam, Besi,
10.19   Ariph, Anathoth, Nobai,
10.20   Megaphes, Mesullam, Ezir,
10.21   Mesozebel, Saduc, Jeddua,
10.22   Phaltia, Anan, Anaea,
10.23   Osee, Anania, Asub,
10.24   Aloes, Phalai, Sobec,
10.25   Reum, Essabana, Maasia,
10.26   and Aia, Aenan, Enam,
10.27   Maluch, Eram, Baana.
10.28   And the rest of the people, the priests, the Levites, the porters, the singers, the Nathinim, and every one who drew off from the nations of the land to the law of God, their wives, their sons, their daughters, every one who had knowledge and understanding,
10.29   were urgent with their brethren, and bound them under a curse, and entered into a curse, and into an oath, to walk in the law of God, which was given by the hand of Moses, the servant of God; to keep and to do all the commandments of the Lord, and his judgments, and his ordinances;
10.30   and that we will not, [they said,] give our daughters to the people of the land, nor will we take their daughters to our sons.
10.31   And [as for] the people of the land who bring wares and all [manner of] merchandise to sell on the sabbath-day, we [will] not buy of them on the sabbath or on the holy day: and we will leave the seventh year, and the exaction of every debt.
10.32   And we will impose ordinances upon ourselves, to levy on ourselves the third part of a didrachm yearly for the service of the house of our God;
10.33   the shewbread, and the continual meat-offering, and for the continual whole-burnt-offering, of the sabbaths, of the new moon, for the feast, and for the holy things, and the sin-offerings, to make atonement for Israel, and for the works of the house of our God.
10.34   And we cast lots for the office of wood-bearing, [we] the priests, and the Levites, and the people, to bring [wood] into the house of our God, according to the house of our families, at certain set times, year by year, to burn on the altar of the Lord our God, as it is written in the law:
10.35   and to bring the first-fruits of our land, and the first-fruits of the fruit of every tree, year by year, into the house of the Lord:
10.36   the first-born of our sons, and of our cattle, as it is written in the law, and the first-born of our herds and of our flocks, to bring to the house of our God, for the priests that minister in the house of our God.
10.37   And the first-fruits of our corn, and the fruit of every tree, of wine, and of oil, will we bring to the priests to the treasury of the house of God; and a tithe of our land to the Levites: for the Levites themselves shall receive tithes in all the cities of the land we cultivate.
10.38   And the priest the son of Aaron shall be with the Levites in the tithe of the Levite: and the Levites shall bring up the tenth part of [their] tithe to the house of our God, into the treasuries of the house of God.
10.39   For the children of Israel and the children of Levi shall bring into the treasuries the first-fruits of the corn, and wine, and oil; and there [are] the holy vessels, and the priests, and the ministers, and the porters, and the singers: and we will not forsake the house of our God.

- Chapitre / chapter 11 -
11.1    Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ιερουσαλημ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν.
11.2    καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ.
11.3    Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ιερουσαλημ· καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ισραηλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμων·
11.4    καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν Ιουδα καὶ ἀπὸ υἱῶν Βενιαμιν., ἀπὸ υἱῶν Ιουδα· Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱῶν Φαρες.
11.5    καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς τοῦ Σηλωνι.
11.6    πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως.
11.7    καὶ οὗτοι υἱοὶ Βενιαμιν· Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια·
11.8    καὶ ὀπίσω αὐτοῦ Γηβι, Σηλι, ἐννακόσιοι εἴκοσι ὀκτώ.
11.9    καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ᾽ αὐτούς, καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τῆς πόλεως δεύτερος.
11.10   ἀπὸ τῶν ἱερέων· καὶ Ιαδια υἱὸς Ιωριβ, Ιαχιν,
11.11   Σαραια υἱὸς Ελκια υἱὸς Μεσουλαμ υἱὸς Σαδδουκ υἱὸς Μαριωθ υἱὸς Αιτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ.
11.12   καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου· Αμασι υἱὸς Ζαχαρια υἱὸς Φασσουρ υἱὸς Μελχια,
11.13   ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο. καὶ Αμεσσαι υἱὸς Εσδριηλ,
11.14   καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ, καὶ ἐπίσκοπος ἐπ᾽ αὐτῶν Βαδιηλ.
11.15   καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασουβ υἱὸς Εζρι
11.16   (vide)
11.17   καὶ Μαθανια υἱὸς Μιχα καὶ Ωβηδ υἱὸς Σαμουι,
11.18   διακόσιοι ὀγδοήκοντα τέσσαρες.
11.19   καὶ οἱ πυλωροὶ Ακουβ, Τελαμιν, καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο.
11.20   (vide)
11.21   (vide)
11.22   καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανι, Οζι υἱὸς Ασαβια υἱὸς Μιχα. ἀπὸ υἱῶν Ασαφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ·
11.23   ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ᾽ αὐτούς.
11.24   καὶ Παθαια υἱὸς Βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ.
11.25   καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ
11.26   καὶ ἐν Ιησου
11.27   καὶ ἐν Βεηρσαβεε,
11.28   (vide)
11.29   (vide)
11.30   καὶ ἐπαύλεις αὐτῶν, Λαχις καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε.
11.31   καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα, Μαχαμας.
11.32   (vide)
11.33   (vide)
11.34   (vide)
11.35   (vide)
11.36   καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ιουδα τῷ Βενιαμιν.


- Chapitre / chapter 11 -
11.1    And the chiefs of the people dwelt in Jerusalem: and the rest of the people cast lots, to bring one of [every] ten to dwell in Jerusalem the holy city, and nine parts in the [other] cities.
11.2    And the people blessed all the men that volunteered to dwell in Jerusalem.
11.3    Now these [are] the chiefs of the province who dwelt in Jerusalem, and in the cities of Juda; [every] man dwelt in his possession in their cities: Israel, the priests, and the Levites, and the Nathinim, and the children of the servants of Solomon.
11.4    And there dwelt in Jerusalem [some] of the children of Juda, and of the children of Benjamin. Of the children of Juda; Athaia son of Azia, the son of Zacharia, the son of Samaria, the son of Saphatia, the son of Maleleel, and [some] of the sons of Phares;
11.5    and Maasia son of Baruch, son of Chalaza, son of Ozia, son of Adaia, son of Joarib, son of Zacharias, son of Seloni.
11.6    All the sons of Phares who dwelt in Jerusalem [were] four hundred and sixty-eight men of might.
11.7    And these [were] the children of Benjamin; Selo son of Mesulam, son of Joad, son of Phadaia, son of Coleia, son of Maasias, son of Ethiel, son of Jesia.
11.8    And after him Gebe, Seli, nine hundred and twenty-eight.
11.9    And Joel son of Zechri [was] overseer over them: and Juda son of Asana was second in the city.
11.10   Of the priests: both Jadia son of Joarib, and Jachin.
11.11   Saraia, son of Elchia, son of Mesulam, son of Sadduc, son of Marioth, son of Aetoth, was over the house of God.
11.12   And their brethren doing the work of the house were eight hundred and twenty-two: and Adaia son of Jeroam, son of Phalalia, son of Amasi, son of Zacharia, son of Phassur, son of Melchia,
11.13   and his brethren, chiefs of families, two hundred and forty-two: and Amasia son of Esdriel, son of Mesarimith, son of Emmer,
11.14   and his brethren, mighty men of war, a hundred and twenty-eight: and [their] overseer [was] Badiel son of [one of the] great men.
11.15   And of the Levites; Samaia, son of Esricam,
11.16   [vide]
11.17   Matthanias son of Micha, and Jobeb son of Samui,
11.18   two hundred and eighty-four.
11.19   And the porters; Acub, Telamin, and their brethren, a hundred and seventy-two.
11.20   [vide]
11.21   [vide]
11.22   And the overseer of the Levites [was] the son of Bani, son of Ozi, son of Asabia, the son of Micha. Of the sons of Asaph the singers [some were] over the house of God,
11.23   For so was the king's commandment concerning them.
11.24   And Phathaia son of Baseza was in attendance on the king in every matter for the people,
11.25   and with regard to villages in their country district: and [some] of the children of Juda dwelt in Cariatharboc,
11.26   and in Jesu,
11.27   and in Bersabee:
11.28   [vide]
11.29   [vide]
11.30   And their villages [were] Lachis and her hands: and they pitched their tents in Bersabee.
11.31   And the children of Benjamin [dwelt] from Gabaa [to] Machmas.
11.32   [vide]
11.33   [vide]
11.34   [vide]
11.35   [vide]
11.36   And of the Levites there were divisions to Juda [and] to Benjamin.


- Chapitre / chapter 12 -
12.1    Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ· Σαραια, Ιερμια, Εσδρα,
12.2    Αμαρια, Μαλουχ,
12.3    Σεχενια·
12.4    (vide)
12.5    (vide)
12.6    (vide)
12.7    οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ.
12.8    καὶ οἱ Λευῖται· Ιησου, Βανουι, Καδμιηλ, Σαραβια, Ιουδα, Μαχανια· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ
12.9    εἰς τὰς ἐφημερίας.
12.10   καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ, καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ, καὶ Ελιασιβ τὸν Ιωδαε,
12.11   καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν, καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου.
12.12   καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαραια, τῷ Ιερμια Ανανια,
12.13   τῷ Εσδρα Μεσουλαμ, τῷ Αμαρια Ιωαναν,
12.14   τῷ Μαλουχ Ιωναθαν, τῷ Σεχενια Ιωσηφ,
12.15   τῷ Αρεμ Αδνας, τῷ Μαριωθ Ελκαι,
12.16   τῷ Αδδαι Ζαχαριας, τῷ Γαναθων Μοσολλαμ,
12.17   τῷ Αβια Ζεχρι, τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι,
12.18   τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν,
12.19   τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι,
12.20   τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ,
12.21   τῷ Ελκια Ασαβιας, τῷ Ιεδειου Ναθαναηλ.
12.22   οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·
12.23   υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.
12.24   καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν
12.25   ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
12.26   ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς.
12.27   Καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.
12.28   καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
12.29   καὶ ἀπὸ ἀγρῶν· ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ.
12.30   καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.
12.31   καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας,
12.32   καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
12.33   καὶ Αζαριας, Εσδρας καὶ Μεσουλαμ,
12.34   Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
12.35   καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ
12.36   καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ, καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν·
12.37   ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.
12.38   καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ ἐγὼ ὀπίσω αὐτῆς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
12.39   καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.
12.40   καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ᾽ ἐμοῦ
12.41   καὶ οἱ ἱερεῖς Ελιακιμ, Μαασιας, Βενιαμιν, Μιχαιας, Ελιωηναι, Ζαχαριας, Ανανιας ἐν σάλπιγξιν
12.42   καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ, καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.
12.43   καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν.
12.44   Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.
12.45   καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ·
12.46   ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ᾽ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ,
12.47   καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων.

- Chapitre / chapter 12 -
12.1    Now these [are] the priests and the Levites that went up with Zorobabel the son of Salathiel and Jesus: Saraia, Jeremia, Esdra,
12.2    Amaria, Maluch,
12.3    Sechenia.
12.4    [vide]
12.5    [vide]
12.6    [vide]
12.7    These [were] the chiefs of the priests, and their brethren in the days of Jesus.
12.8    And the Levites [were], Jesus, Banui, Cadmiel, Sarabia, Jodae, Matthania: he [was] over the bands,
12.9    and his brethren [were appointed] to the daily courses.
12.10   And Jesus begot Joakim, and Joakim begot Eliasib, and Eliasib [begot] Jodae,
12.11   and Jodae begot Jonathan, and Jonathan begot Jadu.
12.12   And in the days of Joakim, his brethren the priests and the heads of families [were, belonging] to Saraia, Amaria; to Jeremia, Anania;
12.13   to Esdra, Mesulam; to Amaria, Joanan;
12.14   to Amaluch, Jonathan; to Sechenia, Joseph;
12.15   to Are, Mannas; to Marioth, Elcai;
12.16   to Adadai, Zacharia; to Ganathoth, Mesolam;
12.17   to Abia, Zechri; to Miamin, Maadai; to Pheleti, [one];
12.18   to Balgas, Samue; to Semia, Jonathan;
12.19   to Joarib, Matthanai; to Edio, Ozi;
12.20   to Salai, Callai; to Amec, Abed;
12.21   to Elkia, Asabias; to Jedeiu, Nathanael.
12.22   The Levites in the days of Eliasib, Joada, and Joa, and Joanan, and Idua, [were] recorded heads of families: also the priests, in the reign of Darius the Persian.
12.23   And the sons of Levi, heads of families, [were] written in the book of the chronicles, even to the days of Joanan son of Elisue.
12.24   And the heads of the Levites [were] Asabia, and Sarabia, and Jesu: and the sons of Cadmiel, and their brethren over against them, were to sing hymns of praise, according to the commandment of David the man of God, course by course.
12.25   When I gathered the porters,
12.26   [it was] in the days of Joakim son of Jesus, son of Josedec, and in the days of Neemia: and Esdras the priest [was] scribe.
12.27   And at the dedication of the wall of Jerusalem they sought the Levites in their places, to bring them to Jerusalem, to keep a feast of dedication and gladness with thanksgiving, and they sounded cymbals with songs, and [had] psalteries and harps.
12.28   And the sons of the singers were assembled both from the neighbourhood round about to Jerusalem, and from the villages,
12.29   and from the country: for the singers built themselves villages by Jerusalem.
12.30   And the priests and the Levites purified themselves, and they purified the people, and the porters, and the wall.
12.31   And they brought up the princes of Juda on the wall, and they appointed two great [companies] for thanksgiving, and they passed on the right hand on the wall of the dung-gate.
12.32   And after them went Osaia, and half the princes of Juda,
12.33   and Azarias, and Esdras, an Mesollam,
12.34   and Juda, and Benjamin, and Samaias and Jeremia.
12.35   And [some] of the sons of the priest with trumpets, Zacharias son of Jonathan, son of Samaias, son of Matthania, son of Michaia, son of Zacchur, son of Asaph:
12.36   and his brethren, Samaia, and Oziel, Gelol, Jama, Aia, Nathanael, and Juda, Anani, to praise with the hymns of David the man of God; and Esdras the scribe [was] before them,
12.37   at the gate, to praise before them, and they went up by the steps of the city of David, in the ascent of the wall, above the house of David, even to the water-gate
12.38   [vide]
12.39   of Ephraim, and to the fish-gate, and by the tower of Anameel, and as far as the sheep-gate.
12.40   [vide]
12.41   [vide]
12.42   And the singers were heard, and were numbered.
12.43   And in that day they offered great sacrifices, and rejoiced; for God had made them very joyful: and their wives and their children rejoiced: and the joy in Jerusalem was heard from afar off.
12.44   And in that day they appointed men over the treasuries, for the treasures, the first-fruits, and the tithes, and [for] the chiefs of the cities who were assembled among them, [to furnish] portions for the priests and Levites: for [there was] joy in Juda over the priests and over the Levites that waited.
12.45   And they kept the charges of their God, and the charges of the purification, and [ordered] the singers and the porters, according to the commandments of David and his son Solomon.
12.46   For in the days of David Asaph was originally first of the singers, and [they sang] hymns and praise to God.
12.47   And all Israel in the days of Zorobabel, and in the days of Neemias, gave the portions of the singers and the porters, a daily rate: and consecrated them to the Levites: and the Levites consecrated them to the sons of Aaron.

- Chapitre / chapter 13 -
13.1    Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ, καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος,
13.2    ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ᾽ αὐτὸν τὸν Βαλααμ καταράσασθαι, καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν.
13.3    καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ.
13.4    Καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
13.5    καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων.
13.6    καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ, ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
13.7    καὶ ἦλθον εἰς Ιερουσαλημ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ.
13.8    καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου·
13.9    καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ, τὴν μαναα καὶ τὸν λίβανον.
13.10   Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.
13.11   καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.
13.12   καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
13.13   ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ᾽ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.
13.14   μνήσθητί μου, ὁ θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ.
13.15   Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν.
13.16   καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ.
13.17   καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου;
13.18   οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν; καὶ ἤνεγκεν ἐπ᾽ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ᾽ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην· καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον.
13.19   καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου.
13.20   καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς.
13.21   καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς Διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ.
13.22   καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
13.23   Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Αμμανίτιδας, Μωαβίτιδας
13.24   καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαιστί,
13.25   καὶ ἐμαχεσάμην μετ᾽ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ Ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν.
13.26   οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ; καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ. καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι.
13.27   καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας;
13.28   καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ᾽ ἐμοῦ.
13.29   μνήσθητι αὐτοῖς, ὁ θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας.
13.30   καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ,
13.31   καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου, ὁ θεὸς ἡμῶν, εἰς ἀγαθωσύνην.

- Chapitre / chapter 13 -
13.1    In that day they read in the book of Moses in the ears of the people; and it was found written in it, that the Ammonites and Moabites should not enter into the congregation of God for ever;
13.2    because they met not the children of Israel with bread and water, but hired Balaam against them to curse them: but our God turned the curse into a blessing.
13.3    And it came to pass, when they heard the law, that they were separated, [even] every alien in Israel.
13.4    And before this time Eliasib the priest dwelt in the treasury of the house of our God, connected with Tobias;
13.5    and he made himself a great treasury, and there they were formerly in the habit of bestowing the offerings, and the frankincense, and the vessels, and the tithe of the corn, and the wine, and the oil, the ordered portion of the Levites, and singers, and porters; and the first-fruits of the priests.
13.6    But in all this [time] I was not in Jerusalem; for in the thirty-second year of Arthasastha king of Babylon I came to the king, and after a certain time I made my request of the king;
13.7    and I came to Jerusalem, and I understood the mischief which Eliasib had done in the case of Tobias, in making for him a treasury in the court of the house of God.
13.8    And it appeared very evil to me: so I cast forth all the furniture of the house of Tobias from the treasury.
13.9    And I gave orders, and they purified the treasuries: and I restored thither the vessels of the house of God, [and] the offerings, and the frankincense.
13.10   And I understood that the portion of the Levites had not been given: and they had fled every one to his field, the Levites and the singers doing the work.
13.11   And I strove with the commanders, and said, Wherefore has the house of God been abandoned? and I assembled them, and set them in their place.
13.12   And all Juda brought a tithe of the wheat and the wine and the oil into the treasuries,
13.13   to the charge of Selemia the priest, and Sadoc the scribe, and Phadaea of the Levites: and next to them [was] Anan the son of Zacchur, son of Matthanias; for they were accounted faithful: [it was] their office to distribute to their brethren.
13.14   Remember me, O God, in this, and let not my kindness be forgotten which I have wrought in [regard to] the house of the Lord God.
13.15   In those days I saw in Juda [men] treading wine-presses on the sabbath, and carrying sheaves, and loading asses with both wine, and grapes, and figs, and every [kind of] burden, and bringing them into Jerusalem on the sabbath-day:
13.16   and I testified in the day of their sale. Also their dwelt in it [men] bringing fish, and selling every [kind of] merchandise to the children of Juda and in Jerusalem on the sabbath.
13.17   And I strove with the free children of Juda, and said to them, What [is] this evil thing which ye do, and profane the sabbath-day?
13.18   Did not your fathers thus, and our God brought upon them and upon us and upon this city all these evils? and do ye bring additional wrath upon Israel by profaning the sabbath?
13.19   And it came to pass, when the gates were set up in Jerusalem, before the sabbath, that I spoke, and they shut the gates; and I gave orders that they should not be opened till after the sabbath: and I set [some] of my servants at the gates, that none should bring [in] burdens on the sabbath-day.
13.20   So all [the merchants] lodged, and carried on traffic without Jerusalem once or twice.
13.21   Then I testified against them, and said to them, Why do ye lodge in front of the wall? if ye do so again, I will stretch out my hand upon you. From that time they came not on the sabbath.
13.22   and I told the Levites who were purifying themselves, and came and kept the gates, that they should sanctify the sabbath-day. Remember me, O God, for these things, and spare me according to the abundance of thy mercy.
13.23   And in those days I saw the Jews who had married women of Ashdod, of Ammon, [and] of Moab:
13.24   and their children spoke half in the language of Ashdod, and did not know how to speak in the Jewish language.
13.25   And I strove with them and cursed them; and I smote some of them, and plucked off their hair, and made them swear by God, [saying,] Ye shall not give your daughters to their sons, and ye shall not take of their daughters to your sons.
13.26   Did not Solomon king o Israel sin thus? though there was no king like him among many nations, and he was beloved of God, and God made him king over all Israel; yet strange women turned him aside.
13.27   So we will not hearken to you to do all this evil, to break covenant with our God,-- to marry strange wives.
13.28   and Elisub the high priest, [one] of the sons of Joada, [being] son-in-law of Sanaballat the Uranite, I chased him away from me.
13.29   Remember them, O God, for their [false] connection with the priesthood, and [the breaking] the covenant of the priesthood, and [for defiling] the Levites.
13.30   So I purged them from all foreign connection, and established courses for the priests and the Levites, [every] man according to his work.
13.31   And the offering of the wood-bearers [was] at certain set times, and in the [times of the] first-fruits. Remember me, O our God, for good.

- FIN / END -

^▲^