Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



2 Chroniques / 2 Chronicles
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22 23 24 25 26 27 28 29 30
31 32 33 34 35 36




Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ *κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.
1.2     καὶ εἶπεν Σαλωμων πρὸς πάντα Ισραηλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ισραηλ, τοῖς ἄρχουσι τῶν πατριῶν,
1.3     καὶ ἐπορεύθη Σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ᾽ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ, ἣν ἐποίησεν Μωυσῆς παῖς *κυρίου ἐν τῇ ἐρήμῳ·
1.4     ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ,
1.5     καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς *κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία,
1.6     καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον *κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ᾽ αὐτὸ ὁλοκαύτωσιν χιλίαν.
1.7     ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ Σαλωμων καὶ εἶπεν αὐτῷ Αἴτησαι τί σοι δῶ.
1.8     καὶ εἶπεν Σαλωμων πρὸς τὸν θεόν Σὺ ἐποίησας μετὰ Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ᾽ αὐτοῦ·
1.9     καὶ νῦν, *κύριε ὁ θεός, πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς·
1.10    νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;
1.11    καὶ εἶπεν ὁ θεὸς πρὸς Σαλωμων Ἀνθ᾽ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ᾽ ὃν ἐβασίλευσά σε ἐπ᾽ αὐτόν,
1.12    τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.
1.13    καὶ ἦλθεν Σαλωμων ἐκ βαμα τῆς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ.
1.14    Καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.
1.15    καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
1.16    καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσθαι ἡγόραζον
1.17    καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And Solomon the son of David was established over his kingdom, and the Lord his God was with him, and increased him exceedingly.
1.2     And Solomon spoke to all Israel, to the captains of thousands, and to the captains of hundreds, and to the judges, and to all the rulers over Israel, even the heads of the families;
1.3     and Solomon and all the congregation went to the high place that was in Gabaon, where was God's tabernacle of witness, which Moses the servant of the Lord made in the wilderness.
1.4     But David had brought up the ark of God out of the city of Cariathiarim; for David had prepared a place for it, for he had pitched a tabernacle for it in Jerusalem.
1.5     And the brazen altar which Beseleel the son of Urias, the son of Or, had made, was there before the tabernacle of the Lord: and Solomon and the congregation enquired at it.
1.6     And Solomon brought [victims] thither to the brazen altar that was before the Lord in the tabernacle, and offered upon it a thousand whole-burnt-offerings.
1.7     In that night God appeared to Solomon, and said to him, Ask what I shall give thee.
1.8     And Solomon said to God, Thou hast dealt very mercifully with my father David, and hast made me king in his stead.
1.9     And now, O Lord God, let, I pray thee, thy name be established upon David my father; for thou hast made me king over a people numerous as the dust of the earth.
1.10    Now give me wisdom and understanding, that I may go out and come in before this people: for who shall judge this thy great people?
1.11    And God said to Solomon, Because this was in thy heart, and thou hast not asked great wealth, nor glory, nor the life of thine enemies, and thou hast not asked long life; but hast asked for thyself wisdom and understanding, that thou mightest judge my people, over whom I have made thee king:
1.12    I give thee this wisdom and understanding; and I will give thee wealth, and riches, and glory, so that there shall not have been [any] like thee among the kings before thee, neither shall there be such after thee.
1.13    And Solomon came from the high place that was in Gabaon to Jerusalem, [from] before the tabernacle of witness, and reigned over Israel.
1.14    And Solomon collected chariots and horsemen: and he had fourteen hundred chariots, and twelve thousand horsemen: and he set them in the cities of chariots, and the people [were] with the king in Jerusalem.
1.15    And the king made silver and gold in Jerusalem [to be] as stones, and cedars in Judea as sycamores in the plain for multitude.
1.16    And Solomon imported horses from Egypt, and the charge of the king's merchants for going [was as follows], and they traded,
1.17    and went and brought out of Egypt a chariot for six hundred [pieces] of silver, and a horse for a hundred and fifty [pieces] of silver: and so they brought for all the kings of the Chettites, and for the kings of Syria by their means.


- Chapitre / chapter 2 -
2.1     Καὶ εἶπεν Σαλωμων τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι *κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
2.2     καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ᾽ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.
2.3     καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων Ὡς ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
2.4     καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ *κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ.
2.5     καὶ ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας ὁ θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
2.6     καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ᾽ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ.
2.7     καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετ᾽ ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ, ὧν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου.
2.8     καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
2.9     πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας καὶ ἔνδοξος.
2.10    καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
2.11    καὶ εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων Ἐν τῷ ἀγαπῆσαι *κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ᾽ αὐτοὺς εἰς βασιλέα.
2.12    καὶ εἶπεν Χιραμ Εὐλογητὸς *κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ *κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
2.13    καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου
2.14    [ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δαν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυιδ κυρίου μου πατρός σου.
2.15    καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
2.16    καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ.
2.17    καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
2.18    καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.

- Chapitre / chapter 2 -
2.1     And Solomon said that he would build a house to the name of the Lord, and a house for his kingdom.
2.2     And Solomon gathered seventy thousand men that bore burdens, and eighty thousand hewers of stone in the mountain, and [there were] three thousand six hundred superintendents over them.
2.3     And Solomon sent to Chiram king of Tyre, saying, Whereas thou didst deal [favourably] with David my father, and didst send him cedars to build for himself a house to dwell in,
2.4     behold, I also his son am building a house to the came of the Lord my God, to consecrate it to him, to burn incense before him, and [to offer] shewbread continually, and to offer up whole-burnt-offerings continually morning and evening, and on the sabbaths, and at the new moons, and at the feasts of the Lord our God: this [is] a perpetual [statute] for Israel.
2.5     And the house which I am building [is to be] great: for the Lord our God [is] great beyond all gods.
2.6     And who will be able to build him a house? for the heaven and heaven of heavens do not bear his glory: and who am I, that I should build him a house, save only to burn incense before him?
2.7     And now send me a man wise and skilled to work in gold, and in silver, and in brass, and in iron, and in purple, and in scarlet, and in blue, and one that knows how to grave together with the craftsmen who are with me in Juda and in Jerusalem, which materials my father David prepared.
2.8     And send me from Libanus cedar wood, and wood of juniper, and pine; for I know that thy servants are skilled in cutting timber in Libanus: and, behold, thy servants shall go with my servants,
2.9     to prepare timber for me in abundance: for the house which I am building [must be] great and glorious.
2.10    And, behold, I have given freely to thy servants that work and cut the wood, corn for food, [even] twenty thousand measures of wheat, and twenty thousand measures of barley, and twenty thousand measures of wine, and twenty thousand measures of oil.
2.11    And Chiram king of Tyre answered in writing, and sent to Solomon, saying, Because the Lord loved his people, he made thee king over them.
2.12    And Chiram said, Blessed [be] the Lord God of Israel, who made heaven and earth, who has given to king David a wise son, and one endowed with knowledge and understanding, who shall build a house for the Lord, and a house for his kingdom.
2.13    And now I have sent thee a wise and understanding man [who belonged] to Chiram my father
2.14    (his mother [was] of the daughters of Dan, and his father [was] a Tyrian), skilled to work in gold, an in silver, and in brass, and in iron, and in stones and wood; and to weave with purple, and blue, and fine linen, and scarlet; and to engrave, and to understand every device, whatsoever thou shalt give him [to do] with thy craftsmen, and the craftsmen of my lord David thy father.
2.15    And now, the wheat, and the barley, and the oil, and the wine which my lord mentioned, let him send to his servants.
2.16    And we will cut timber out of Libanus according to all thy need, and we will bring it on rafts to the sea of Joppa, and thou shalt bring it to Jerusalem.
2.17    And Solomon gathered all the foreigners that were in the land of Israel, after the numbering with which David his father numbered them; and there were found a hundred and fifty-three thousand six hundred.
2.18    And he made of them seventy thousand burden-bearers, and eighty thousand hewers of stone, and three thousand six hundred taskmasters over the people.

- Chapitre / chapter 3 -
3.1     Καὶ ἤρξατο Σαλωμων τοῦ οἰκοδομεῖν τὸν οἶκον *κυρίου ἐν Ιερουσαλημ ἐν ὄρει τοῦ Αμορια, οὗ ὤφθη *κύριος τῷ Δαυιδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ᾧ ἡτοίμασεν Δαυιδ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
3.2     καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.
3.3     καὶ ταῦτα ἤρξατο Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὖρος πήχεων εἴκοσι.
3.4     καὶ αιλαμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
3.5     καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ᾽ αὐτοῦ φοίνικας καὶ χαλαστά.
3.6     καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουαιμ
3.7     καὶ ἐχρύσωσεν τὸν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τῶν τοίχων.
3.8     καὶ ἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὖρος πήχεων εἴκοσι, καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια.
3.9     καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ.
3.10    καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.
3.11    καὶ αἱ πτέρυγες τῶν χερουβιν τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·
3.12    καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·
3.13    καὶ αἱ πτέρυγες τῶν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι· καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.
3.14    καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ χερουβιν.
3.15    καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.
3.16    καὶ ἐποίησεν σερσερωθ ἐν τῷ δαβιρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων καὶ ἐποίησεν ῥοίσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν.
3.17    καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.

- Chapitre / chapter 3 -
3.1     And Solomon began to build the house of the Lord in Jerusalem in the mount of Amoria, where the Lord appeared to his father David, in the place which David had prepared in the threshing-floor of Orna the Jebusite.
3.2     And he began to build in the second month, in the fourth year of his reign.
3.3     And thus Solomon began to build the house of God: the length in cubits-- even the first measurement from end to end, was sixty cubits, and the breadth twenty cubits.
3.4     And the portico in front of the house, its length in front of the breadth of the house [was] twenty cubits, and its height a hundred and twenty cubits: and he gilded it within with pure gold.
3.5     And he lined the great house with cedar wood, and gilded it with pure gold, and carved upon it palm-trees and chains.
3.6     And he garnished the house with precious stones for beauty; and he gilded it with gold of the gold from Pharuim.
3.7     And he gilded the house, and its [inner] walls, and the door-posts, and the roofs, and the doors with gold; and he carved cherubs on the walls.
3.8     And he built the holy of holies, its length was according to te front [of the other house], the breadth of the house [was] twenty cubits, and the length twenty cubits: and he gilded [it] with pure gold for cherubs, to [the amount of] six hundred talents.
3.9     And the weight of the nails, [even] the weight of each was fifty shekels of gold: and he gilded the upper chamber with gold.
3.10    And he made two cherubs in the most holy house, wood-work, and he gilded them with gold.
3.11    And the wings of the cherubs were twenty cubits in length: and one wing of five cubits touched the wall of the house: and the other wing of five cubits touched the wing of the other cherub.
3.12    [vide]
3.13    And the wings of these cherubs expanded were of the length of twenty cubits: and they stood upon their feet, and their faces were toward the house.
3.14    And he made the vail of blue, and purple, and scarlet, and fine linen, and wove cherubs in it.
3.15    Also he made in front of the house two pillars, in height thirty-five cubits, and their chapters of five cubits.
3.16    And he made chains, [as] in the oracle, and put [them] on the heads of the pillars; and he made a hundred pomegranates, and put them on the chains.
3.17    And he set up the pillars in front of the temple, one on the right hand and the other on the left: and he called the name of the one on the right hand 'Stability,' and the name of the one on the left 'Strength.'

- Chapitre / chapter 4 -
4.1     Καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν, πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι, ὕψος πήχεων δέκα.
4.2     καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα.
4.3     καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν,
4.4     ᾗ ἐποίησαν αὐτούς, δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ᾽ ἀνατολάς, καὶ ἡ θάλασσα ἐπ᾽ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω.
4.5     καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσεν.
4.6     καὶ ἐποίησεν λουτῆρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς. καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.
4.7     καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.
4.8     καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων. καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν.
4.9     καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ.
4.10    καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.
4.11    καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν, ἣν ἐποίησεν Σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ,
4.12    στύλους δύο καὶ ἐπ᾽ αὐτῶν γωλαθ τῇ χωθαρεθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρεθ, ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων,
4.13    καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ, ἅ ἐστιν ἐπάνω τῶν στύλων.
4.14    καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ
4.15    καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς
4.16    καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτῶν, ἃ ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ *κυρίου χαλκοῦ καθαροῦ.
4.17    ἐν τῷ περιχώρῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα.
4.18    καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.
4.19    καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας [καὶ ἐπ᾽ αὐτῶν ἄρτοι προθέσεως]
4.20    καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβιρ χρυσίου καθαροῦ
4.21    καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ·
4.22    καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.

- Chapitre / chapter 4 -
4.1     And he made a brazen altar, the length of it twenty cubits, and the breadth twenty cubits, and the height ten cubits.
4.2     And he made the molten sea, in diameter ten cubits, entirely round, and the height of it five cubits, and the circumference thirty cubits.
4.3     And beneath it the likeness of calves, they compass it round about: ten cubits compass the laver round about, they cast the calves two rows in their casting,
4.4     wherein they made them twelve calves,-- three looking northwards, and three westwards, and three southwards, and three eastwards: and the sea was upon them above, [and] their hinder parts were inward.
4.5     And its thickness was a hand-breadth, and its brim as the brim of a cup, graven with flowers of lilies, holding three thousand measures: and he finished [it].
4.6     And he made ten lavers, and set five on the right hand, and five on the left, to wash in them the instruments of the whole-burnt-offerings, and to rinse [the vessels] in them; and the sea [was] for the priests to wash in.
4.7     And he made the ten golden candlesticks according to their pattern, and he put them in the temple, five on the right hand, and five on the left.
4.8     And he made ten tables, and put them in the temple, five on the right hand, and five on the left: and he made a hundred golden bowls.
4.9     Also he made the priests' court, and the great court, and doors to the court, and their panels [were] overlaid with brass.
4.10    And he set the sea at the corner of the house on the right, as it were fronting the east.
4.11    And Chiram made the fleshhooks, and the fire-pans, and the grate of the altar, and all its instruments: and Chiram finished doing all the work which he wrought for king Solomon in the house of God:
4.12    two pillars, and upon them an embossed work for the chapiters on the heads of the two pillars, and two nets to cover the heads of the chapiters which are on the heads of the pillars;
4.13    and four hundred golden bells for the two nets, and two rows of pomegranates in each net, to cover the two embossed rims of the chapiters which are upon the pillars.
4.14    And he made the ten bases, and he made the lavers upon the bases;
4.15    and the one sea, and the twelve calves under it;
4.16    and the foot-baths, and the buckets, and the caldrons, and the flesh-hooks, and all their furniture (which Chiram made, and brought to king Solomon in the house of the Lord) of pure brass.
4.17    In the country round about Jordan the king cast them, in the clay ground in the house of Socchoth, and between [that and] Saredatha.
4.18    So Solomon made all these vessels in great abundance, for the quantity of brass failed not.
4.19    And Solomon made all the vessels of the house of the Lord, and the golden altar, and the tables, and upon them [were to be] the loaves of shewbread;
4.20    also the candlesticks, and the lamps to give light according to the pattern, and in front of the oracle, of pure gold.
4.21    And their snuffers, and their lamps [were made], and [he made] the bowls, and the censers, and the fire-pans, of pure gold.
4.22    And [there was] the inner door of the house [opening] into the holy of holies, and [he made] the inner doors of the temple of gold. So all the work which Solomon wrought for the house of the Lord was finished.

- Chapitre / chapter 5 -
5.1     καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία, ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ *κυρίου. καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου.
5.2     Τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης *κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη Σιων]·
5.3     καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ Ισραηλ ἐν τῇ ἑορτῇ [οὗτος ὁ μὴν ἕβδομος],
5.4     καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν
5.5     καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται.
5.6     καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.
5.7     καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης *κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν,
5.8     καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν·
5.9     καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
5.10    οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες, ἃς ἔθηκεν Μωυσῆς ἐν Χωρηβ, ἃ διέθετο *κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
5.11    καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν, οὐκ ἦσαν διατεταγμένοι κατ᾽ ἐφημερίαν,
5.12    καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ασαφ, τῷ Αιμαν, τῷ Ιδιθουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας, ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ᾽ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν,
5.13    καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ *κυρίῳ, καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον Ἐξομολογεῖσθε τῷ *κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης *κυρίου,
5.14    καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησεν δόξα *κυρίου τὸν οἶκον τοῦ θεοῦ.

- Chapitre / chapter 5 -
5.1     And Solomon brought in the holy things of his father David, the silver, and the gold, and the [other] vessels, and put them in the treasury of the house of the Lord.
5.2     Then Solomon assembled all the elders of Israel, and all the heads of the tribes, [even] the leaders of the families of the children of Israel, to Jerusalem, to bring up the ark of the covenant of the Lord out of the city of David,-- this [is] Sion.
5.3     And all Israel were assembled [unto] the king in the feast, this [is] the seventh month.
5.4     And all the elders of Israel came; and all the Levites took up the ark,
5.5     and the tabernacle of witness, and all the holy vessels that were in the tabernacle; and the priests and the Levites brought it up.
5.6     And king Solomon, and all the elders of Israel, and the religious of them, and they of them that were gathered before the ark, [were] sacrificing calves and sheep, which could not be numbered or reckoned for multitude.
5.7     And the priests brought in the ark of the covenant of the Lord into its place, into the oracle of the house, [even] into the holy of holies, under the wings of the cherubs.
5.8     And the cherubs stretched out their wings over the place of the ark, and the cherubs covered the ark, and its staves above.
5.9     And the staves projected, and the heads of the staves were seen from the holy place in front of the oracle, they were not seen without: and there they were to this day.
5.10    There was nothing in the ark except the two tables which Moses placed [thee] in Choreb, which God gave in covenant with the children of Israel, when they went out of the land of Egypt.
5.11    And it came to pass, when the priests when out of the holy place, (for all the priests that were found were sanctified, they were not [then] arranged according to their daily course,)
5.12    that all the singing Levites [assigned] to the sons of Asaph, to Aeman, to Idithun, and to his sons, and to his brethren, of them that were clothed in linen garments, with cymbals and lutes and harps, [were] standing before the altar, and with them a hundred and twenty priests, blowing trumpets.
5.13    And there was one voice in the trumpeting and in the psalm-singing, and in the loud utterance with one voice to give thanks and praise the Lord; and when they raised their voice together with trumpets and cymbals, and instruments of music, and said, Give thanks to the Lord, for [it is] good, for his mercy [endures] for ever:-- then the house was filled with the cloud of the glory of the Lord.
5.14    And the priests could not stand to minister because of the cloud: for the glory of the Lord filled the house of God.

- Chapitre / chapter 6 -
6.1     τότε εἶπεν Σαλωμων *Κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ·
6.2     καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.
6.3     Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησεν τὴν πᾶσαν ἐκκλησίαν Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ παρειστήκει.
6.4     καὶ εἶπεν Εὐλογητὸς *κύριος ὁ θεὸς Ισραηλ, ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
6.5     Ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ·
6.6     καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἶναι ἐπάνω τοῦ λαοῦ μου Ισραηλ.
6.7     καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ Ισραηλ,
6.8     καὶ εἶπεν *κύριος πρὸς Δαυιδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου·
6.9     πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου, ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
6.10    καὶ ἀνέστησεν *κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν, καὶ ἐγενήθην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ισραηλ, καθὼς ἐλάλησεν *κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ Ισραηλ
6.11    καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτόν, ἐν ᾗ ἐκεῖ διαθήκη *κυρίου, ἣν διέθετο τῷ Ισραηλ.
6.12    Καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου *κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ,
6.13    ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκῆν καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔστη ἐπ᾽ αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
6.14    καὶ εἶπεν *Κύριε ὁ θεὸς Ισραηλ, οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ.
6.15    ἃ ἐφύλαξας τῷ παιδί σου Δαυιδ τῷ πατρί μου, ἃ ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.
6.16    καὶ νῦν, *κύριε ὁ θεὸς Ισραηλ, φύλαξον τῷ παιδί σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύθης ἐναντίον μου.
6.17    καὶ νῦν, *κύριε ὁ θεὸς Ισραηλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυιδ.
6.18    ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, καὶ τίς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα;
6.19    καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, *κύριε ὁ θεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον,
6.20    τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς, ἧς ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον.
6.21    καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ λαοῦ σου Ισραηλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.
6.22    ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ, καὶ λάβῃ ἐπ᾽ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,
6.23    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, τοῦ δικαιῶσαι δίκαιον τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
6.24    καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ισραηλ κατέναντι τοῦ ἐχθροῦ, ἐὰν ἁμάρτωσίν σοι, καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ,
6.25    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.
6.26    ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ αἰνέσουσιν τὸ ὄνομά σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτούς,
6.27    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθήν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.
6.28    λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πᾶν πόνον,
6.29    καὶ πᾶσα προσευχὴ καὶ πᾶσα δέησις, ἣ ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ισραηλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
6.30    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάσῃ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων,
6.31    ὅπως φοβῶνται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ προσώπου τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
6.32    καὶ πᾶς ἀλλότριος, ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χεῖρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,
6.33    καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου καὶ τοῦ φοβεῖσθαί σε ὡς ὁ λαός σου Ισραηλ καὶ τοῦ γνῶναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
6.34    ἐὰν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης, ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
6.35    καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.
6.36    ὅτι ἁμαρτήσονταί σοι [ὅτι οὐκ ἔσται ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται] καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς
6.37    καὶ ἐπιστρέψωσιν καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν, οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες Ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν,
6.38    καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
6.39    καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτόντι σοι.
6.40    νῦν, κύριε, ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου.
6.41    καὶ νῦν ἀνάστηθι, *κύριε ὁ θεός, εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου. οἱ ἱερεῖς σου, *κύριε ὁ θεός, ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.
6.42    *κύριε ὁ θεός, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσθητι τὰ ἐλέη Δαυιδ τοῦ δούλου σου.

- Chapitre / chapter 6 -
6.1     Then said Solomon, The Lord said that he would dwell in thick darkness.
6.2     But I have built a house to thy name, holy to thee, and prepared [for thee] to dwell in for ever.
6.3     And the king turned his face, and blessed all the congregation of Israel: and all the congregation of Israel stood by.
6.4     And he said, Blessed [be] the Lord God of Israel: he has even fulfilled with his hands as he spoke with his mouth to my father David, saying,
6.5     From the day when I brought up my people out of the land of Egypt, I chose no city of all the tribes of Israel, to build a house that my name should be there; neither did I choose a man to be a leader over my people Israel.
6.6     But I chose Jerusalem that my name should be there; and I chose David to be over my people Israel.
6.7     And it came into the heart of David my father, to build a house for the name of the Lord God of Israel.
6.8     But the Lord said to my father David, Whereas it came into thy heart to build a house for my name, thou didst well that it came into thy heart.
6.9     Nevertheless thou shalt not build the house; for thy son who shall come forth out of thy loins, he shall build the house for my name.
6.10    And the Lord has confirmed this word, which he spoke; and I am raised up in the room of my father David, and I sit upon the throne of Israel as the Lord said, and I have built the house for the name of the Lord God of Israel:
6.11    and I have set there the ark in which [is] the covenant of the Lord, which he made with Israel.
6.12    And he stood before the altar of the Lord in the presence of all the congregation of Israel, and spread out his hands.
6.13    For Solomon [had] made a brazen scaffold, and set it in the midst of the court of the sanctuary; the length of it [was] five cubits, and the breadth of it five cubits, and the height of it three cubits: and he stood upon it, and fell upon his knees before the whole congregation of Israel, and spread abroad his hands to heaven,
6.14    and said, Lord God of Israel, there is no God like thee in heaven, or on the earth; keeping covenant and mercy with thy servants that walk before thee with [their] whole heart.
6.15    Even as thou hast kept [them] with thy servant David my father, as thou hast spoken to him in words:-- thou hast both spoken with thy mouth, and hast fulfilled [it] with thy hands, as it is this day.
6.16    and now, Lord God of Israel, keep with thy servant David my father the things which thou spokest to him, saying, There shall not fail thee a man before me sitting on the throne of Israel, if only thy sons will take heed to their way to walk in my law, as thou didst walk before me.
6.17    And now, Lord God of Israel, let, I pray thee, thy word be confirmed, which thou hast spoken to thy servant David.
6.18    For will God indeed dwell with men upon the earth? if the heaven and the heaven of heavens will not suffice thee, what then is this house which I have built?
6.19    Yet thou shalt have respect to the prayer of thy servant, and to my petition, O Lord God, so as to hearken to the petition and the prayer which thy servant prays before thee this day:
6.20    so that thine eyes should be open over this house by day and by night, towards this place, whereon thou saidst thy name should be called, so as to hear the prayer which thy servant prays towards this house.
6.21    And thou shalt hear the supplication of thy servant, and of thy people Israel, whatsoever prayers they shall make towards this place: and thou shalt hearken in thy dwelling-place out of heaven, yea thou shalt hear, and be merciful.
6.22    If a man sin against his neighbour, and he bring an oath upon him so as to make him swear, and he come and swear before the altar in this house;
6.23    then shalt thou hearken out of heaven, and do, and judge thy servants, to recompense the transgressor, and to return his ways upon his head: and to justify the righteous, to recompense him according to his righteousness.
6.24    And if thy people Israel should be put to the worse before the enemy, if they should sin against thee, and [then] turn and confess to thy name, and pray and make supplication before thee in this house;
6.25    then shalt thou hearken out of heaven and shalt be merciful to the sins of thy people Israel, and thou shalt restore them to the land which thou gavest to them and to their fathers.
6.26    When heaven is restrained, and there is no rain, because they shall have sinned against thee, and [when] they shall pray towards this place, and praise thy name, and shall turn from their sins, because thou shalt afflict them;
6.27    then shalt thou hearken from heaven, and thou shalt be merciful to the sins of thy servants, and of thy people Israel; for thou shalt shew them the good way in which they shall walk; and thou shalt send rain upon thy land, which thou gavest to thy people for an inheritance.
6.28    If there should be famine upon the land, if there should be death, a pestilent wind an blight; if there should be locust and caterpillar, and if the enemy should harass them before their cities: in whatever plague and whatever distress [they may be];
6.29    Then whatever prayer and whatever supplication shall be made by any man and all thy people Israel, if a man should know his own plague and his own sickness, and should spread forth his hands toward this house;
6.30    then shalt thou hear from heaven, out of thy prepared dwelling-place, and shalt be merciful, and shalt recompense to the man according to his ways, as thou shalt know his heart [to be]; for thou alone knowest the heart of the children of men:
6.31    that they may reverence all thy ways all the days which they live upon the face of the land, which thou gavest to our fathers.
6.32    And every stranger who is not himself of thy people Israel, and who shall have come from a distant land because of thy great name, and thy mighty hand, and thy high arm; when they shall come and worship toward this place;--
6.33    then shalt thou hearken out of heaven, out of thy prepared dwelling-place, and shalt do according to all that the stranger shall call upon thee for; that all the nations of the earth may know thy name, and that they may fear thee, as thy people Israel [do], and that they may know that thy name is called upon this house which I have built.
6.34    And if thy people shall go forth to war against their enemies by the way by which thou shalt send them, and shall pray to thee toward this city which thou hast chosen, and [toward] the house which I have built to thy name;
6.35    then shalt thou hear out of heaven their prayer and their supplication, and maintain their cause.
6.36    Whereas if they shall sin against thee, (for there is no man who will not sin,) and thou shalt smite them, and deliver them up before their enemies, and they that take them captive shall carry them away into a land of enemies, to a land far off or near;
6.37    and [if] they shall repent in their land whither they were carried captive, and shall also turn and make supplication to thee in their captivity, saying, We have sinned, we have transgressed, we have wrought unrighteously;
6.38    and [if] they shall turn to thee with all their heart and all their soul in the land of them that carried them captives, whither they carried them captives, and shall pray toward their land which thou gavest to their fathers, and the city which thou didst choose, and the house which I built to thy name:--
6.39    then shalt thou hear out of heaven, out of thy prepared dwelling-place, their prayer and their supplication, and thou shalt execute justice, and shalt be merciful to thy people that sin against thee.
6.40    And now, Lord, let, I pray thee, thine eyes be opened, and thine ears be attentive to the petition [made in] this place.
6.41    And now, O Lord God, arise into thy resting-place, thou, and the ark of thy strength: let thy priests, O Lord God, clothe themselves with salvation, and thy sons rejoice in prosperity.
6.42    O Lord God, turn not away the face of thine anointed: remember the mercies of thy servant David.

- Chapitre / chapter 7 -
7.1     Καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα *κυρίου ἔπλησεν τὸν οἶκον.
7.2     καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον *κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησεν δόξα *κυρίου τὸν οἶκον.
7.3     καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα *κυρίου ἐπὶ τὸν οἶκον, καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ *κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
7.4     καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι *κυρίου.
7.5     καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν, μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας, καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός.
7.6     καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν *κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι *κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν, καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ισραηλ ἑστηκώς.
7.7     καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ *κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησεν Σαλωμων, οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα.
7.8     καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου.
7.9     καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν.
7.10    καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν *κύριος τῷ Δαυιδ καὶ τῷ Σαλωμων καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.
7.11    Καὶ συνετέλεσεν Σαλωμων τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως· καὶ πάντα, ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμων τοῦ ποιῆσαι ἐν οἴκῳ *κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ, εὐοδώθη.
7.12    καὶ ὤφθη ὁ *θεὸς τῷ Σαλωμων τὴν νύκτα καὶ εἶπεν αὐτῷ Ἤκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.
7.13    ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου,
7.14    καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου, ἐφ᾽ οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ᾽ αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
7.15    νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
7.16    καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.
7.17    καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήσῃς κατὰ πάντα, ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ,
7.18    καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου, ὡς διεθέμην Δαυιδ τῷ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
7.19    καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, ἃς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
7.20    καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν.
7.21    καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ Χάριν τίνος ἐποίησεν *κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
7.22    καὶ ἐροῦσιν Διότι ἐγκατέλιπον *κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ᾽ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.

- Chapitre / chapter 7 -
7.1     And when Solomon had finished praying, then the fire came down from heaven, and devoured the whole-burnt-offerings and the sacrifices; and the glory of the Lord filled the house.
7.2     And the priests could not enter into the house of the Lord at that time, for the glory of the Lord filled the house.
7.3     And all the children of Israel saw the fire descending, and the glory of the Lord was upon the house: and they fell upon their face to the ground on the pavement, and worshipped, and praised the Lord; for [it is] good [to do so], because his mercy [endures] for ever.
7.4     And the king and all the people [were] offering sacrifices before the Lord.
7.5     And king Solomon offered a sacrifice of calves twenty and two thousand, of sheep a hundred and twenty thousand: so the king and all the people dedicated the house of God.
7.6     And the priests were standing at their watches, and the Levites with instruments of music of the Lord, belonging to king David, to give thanks before the Lord, for his mercy [endures] for ever, with the hymns of David, by their ministry: and the priests were blowing the trumpets before them, and all Israel standing.
7.7     And Solomon consecrated the middle of the court that was in the house of the Lord: for he offered there the whole-burnt-offerings and the fat of the peace-offerings, for the brazen altar which Solomon had made was not sufficient to receive the whole-burnt-offerings, and the meat-offerings, and the fat.
7.8     And Solomon kept the feast at that time seven days, and all Israel with him, a very great assembly, from the entering in of Aemath, and as far as the river of Egypt.
7.9     And on the eighth day he kept a solemn assembly: for he kept a feast of seven days as the dedication of the altar.
7.10    And on the twenty-third day of the seventh month he dismissed the people to their tents, rejoicing, and with a glad heart because of the good deeds which the Lord had done to David, and to Solomon, and to Israel his people.
7.11    So Solomon finished the house of the Lord, and the king's house: and in whatever Solomon wished in his heart to do in the house of the Lord and in his own house, he prospered.
7.12    And the Lord appeared to Solomon by night, and said to him, I have heard thy prayer, and I have chosen this place to myself for a house of sacrifice.
7.13    If I should restrain the heaven and there should be no rain, and if I should command the locust to devour the trees, and if I should send pestilence upon my people;
7.14    then if my people, on whom my name is called, should repent, and pray, and seek my face, and turn from their evil ways, I also will hear from heaven, and I will be merciful to their sins, and I will heal their land.
7.15    And now my eyes shall be open, and my ears attentive to the prayer of this place.
7.16    And now I have chosen and sanctified this house, that my name should be there for ever: and my eyes and my heart shall be there always.
7.17    And if thou wilt walk before me as David thy father [did], and wilt do according to all that I have commanded thee, and wilt keep my ordinances and my judgments;
7.18    then will I establish he throne of thy kingdom, as I covenanted with David thy father, saying, There shall not fail thee a man ruling in Israel.
7.19    But if ye should turn away, and forsake my ordinances and my commandments, which I have set before you, and go and serve other gods, and worship them;
7.20    then will I remove you from the land which I gave them; and this house which I have consecrated to my name I will remove out of my sight, and I will make it a proverb and a by-word among all nations.
7.21    And [as for] this lofty house, every one that passes by it shall be amazed, and shall say, Wherefore has the Lord done [thus] to this land, and to this house?
7.22    And [men] shall say, Because they forsook the Lord God of their fathers, who brought them out of the land of Egypt, and they attached themselves to other gods, and worshipped them, and served them: and therefore he has brought upon them all this evil.

- Chapitre / chapter 8 -
8.1     Καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη, ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ,
8.2     καὶ τὰς πόλεις, ἃς ἔδωκεν Χιραμ τῷ Σαλωμων, ᾠκοδόμησεν αὐτὰς Σαλωμων καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ισραηλ.
8.3     καὶ ἦλθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν.
8.4     καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, ἃς ᾠκοδόμησεν ἐν Ημαθ.
8.5     καὶ ᾠκοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί,
8.6     καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς, αἳ ἦσαν τῷ Σαλωμων, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
8.7     πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου, οἳ οὔκ εἰσιν ἐκ τοῦ Ισραηλ
8.8     ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ᾽ αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ, , καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.
8.9     καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.
8.10    καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμων· πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.
8.11    Καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν Οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ τοῦ βασιλέως Ισραηλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς *κυρίου.
8.12    Τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τῷ *κυρίῳ ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ,
8.13    καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.
8.14    καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ, καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ·
8.15    οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.
8.16    καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ᾽ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμων τὸν οἶκον *κυρίου.
8.17    Τότε ᾤχετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γῇ Ιδουμαίᾳ.
8.18    καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμων.

- Chapitre / chapter 8 -
8.1     And it came to pass after twenty years, in which Solomon built the house of the Lord, and his own house,
8.2     that Solomon rebuilt the cities which Chiram had given to Solomon, and caused the children of Israel to dwell in them.
8.3     And Solomon came to Baesoba, and fortified it.
8.4     And he built Thoedmor in the wilderness, and all the strong cities which he built in Emath.
8.5     And he built Baethoron the upper, and Baethoron the lower, strong cities,-- they had walls, gates, and bars;
8.6     and Balaath, and all the strong cities which Solomon had, and all his chariot cities, and cities of horsemen, and all things that Solomon desired according to his desire of building, in Jerusalem, and in Libanus, and in all his kingdom.
8.7     [As for] all the people that was left of the Chettites, and the Amorites, and the Pherezites, and the Evites, and the Jebusites, who are not of Israel,
8.8     but were of the children of them whom the children Israel destroyed not, that were left after them in the land, even them did Solomon make tributaries to this day.
8.9     But Solomon did not make any of the children of Israel servants in his kingdom for, behold, [they were] warriors and rulers, and mighty [men], and captains of chariots and horsemen.
8.10    And these are the chiefs of the officers of king Solomon, two hundred and fifty overseeing the work among the people.
8.11    And Solomon brought up the daughter of Pharao from the city of David to the house which he had built for her: for he said, My wife shall not dwell in the city of David, the king of Israel, for [the place] is holy into which the ark of the Lord has entered.
8.12    Then Solomon offered up to the Lord whole-burnt-offerings on the altar which he had built to the Lord before the temple,
8.13    according to the daily rate, to offer up [sacrifices] according to the commandments of Moses, on the sabbaths, and at the new moons, and at the feasts, three times in the year, at the feast of unleavened bread, and at the feast of weeks, and at the feast of tabernacles.
8.14    And he established, according to the order of his father David, the courses of the priests, and [that] according to their public ministrations: and the Levites [were appointed] over their charges, to praise and minister before the priests according to the daily order: and the porters were appointed according to their courses to the different gates: for thus [were] the commandments of David the man of God.
8.15    They transgressed not the commandments of the king concerning the priests and the Levites with regard to everything else, and with regard to the treasures.
8.16    Now all the work had been prepared from the day when the foundation was laid, until Solomon finished the house of the Lord.
8.17    Then Solomon went to Gasion Gaber, and to Aelath near the sea in the land of Idumea.
8.18    And Chiram sent by the hand of his servants ships, and servants skilled in naval affairs; and they went with the servants of Solomon to Sophira, and brought thence four hundred and fifty talents of gold, and they came to king Solomon.

- Chapitre / chapter 9 -
9.1     Καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἦλθεν τοῦ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλῆθος καὶ λίθον τίμιον καὶ ἦλθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα, ὅσα ἐν τῇ ψυχῇ αὐτῆς.
9.2     καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς, καὶ οὐ παρῆλθεν λόγος ἀπὸ Σαλωμων, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
9.3     καὶ εἶδεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν,
9.4     καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἃ ἀνέφερεν ἐν οἴκῳ *κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
9.5     καὶ εἶπεν πρὸς τὸν βασιλέα Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου,
9.6     καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου, προσέθηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα·
9.7     μακάριοι οἱ ἄνδρες, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου·
9.8     ἔστω *κύριος ὁ θεός σου ηὐλογημένος, ὃς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ *κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι *κύριον τὸν θεόν σου τὸν Ισραηλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέν σε ἐπ᾽ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
9.9     καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων.
9.10    [καὶ οἱ παῖδες Σαλωμων καὶ οἱ παῖδες Χιραμ ἔφερον χρυσίον τῷ Σαλωμων ἐκ Σουφιρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον·
9.11    καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ *κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ιουδα.]
9.12    καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα τὰ θελήματα αὐτῆς, ἃ ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμων· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.
9.13    Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου
9.14    πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπῶν τῆς γῆς, ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμων.
9.15    καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ, ἑξακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·
9.16    καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην· καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.
9.17    καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
9.18    καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας,
9.19    καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ βασιλείᾳ.
9.20    καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμων χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν·
9.21    ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσις μετὰ τῶν παίδων Χιραμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσις τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.
9.22    καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.
9.23    καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκοῦσαι τῆς σοφίας αὐτοῦ, ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ.
9.24    καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ᾽ ἐνιαυτὸν ἐνιαυτόν.
9.25    καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.
9.26    καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου.
9.27    καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
9.28    καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμων καὶ ἐκ πάσης τῆς γῆς.
9.29    Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Αχια τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν Ιωηλ τοῦ ὁρῶντος περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.
9.30    καὶ ἐβασίλευσεν Σαλωμων ὁ βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη.
9.31    καὶ ἐκοιμήθη Σαλωμων, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 9 -
9.1     And the queen of Saba heard [of] the name of Solomon, and she came to Jerusalem with a very large force, to prove Solomon with hard questions, and [she had] camels bearing spices in abundance, and gold, and precious stones: and she came to Solomon, and told him all that was in her mind.
9.2     And Solomon told her all her words; and there passed not a word from Solomon which he told her not.
9.3     And the queen of Saba saw the wisdom of Solomon, and the house which he had built,
9.4     and the meat of the tables, and the sitting of his servants, and the standing of his ministers, and their raiment; and his cupbearers, and their apparel; and the whole-burnt-offerings which he offered up in the house of the Lord; then she was in ecstasy.
9.5     And she said to the king, [It was] a true report which I heard in my land concerning thy words, and concerning thy wisdom.
9.6     Yet I believed not the reports until I came, and my eyes saw: and, behold, the half of the abundance of thy wisdom was not told me: thou hast exceeded the report which I heard.
9.7     Blessed [are] thy men, blessed [are] these thy servants, who stand before thee continually, and hear thy wisdom.
9.8     Blessed be the Lord thy God, who took pleasure in thee, to set thee upon his throne for a king, to the Lord thy God: forasmuch as the Lord thy God loved Israel to establish them for ever, therefore he has set thee over them for a king to execute judgment and justice.
9.9     And she gave the king a hundred and twenty talents of gold, and spices in very great abundance, and precious stones: and there were not [any where else] such spices as those which the queen of Saba gave king Solomon.
9.10    And the servants of Solomon and the servants of Chiram brought gold to Solomon out of Suphir, and pine timber, and precious stones.
9.11    And the king made of the pine timber steps to the house of the Lord, and to the king's house, and harps and lutes for the singers: and such were not seen before in the land of Juda.
9.12    And king Solomon gave to the queen of Saba all that she requested, besides all that she brought to king Solomon: and she returned to her [own] land.
9.13    And the weight of the gld that was brought to Solomon in one year was six hundred and sixty-six talents of gold,
9.14    besides what the men who were regularly appointed and the merchants brought, and all the kings of Arabia and princes of the land: all brought gold and silver to king Solomon.
9.15    And king Solomon made two hundred shields of beaten gold: there were six hundred [shekels] of pure gold to one shield.
9.16    And three hundred buckles of beaten gold: [the weight] of three hundred gold shekels went to one buckler: and the king placed them in the house of the forest of Lebanon.
9.17    And the king made a great throne of ivory, and he gilded it with pure gold.
9.18    And [there were] six steps to the throne, riveted with gold, and elbows on either side of the seat of the throne, and two lions standing by the elbows:
9.19    and twelve lions standing there on the six steps on each side. There was not the like in any [other] kingdom.
9.20    And all king Solomon's vessels were of gold, and all the vessels of the house of the forest of Lebanon were covered with gold: silver was not thought anything of in the days of Solomon.
9.21    For a ship went for the king to Tharsis with the servants of Chiram: once every three years came vessels from Tharsis to the king, laden with gold, and silver, and ivory, and apes.
9.22    And Solomon exceeded all [other] kings both in riches and wisdom.
9.23    And all the kings of the earth sought the presence of Solomon, to hear his wisdom, which God had put in his heart.
9.24    And they brought every one his gifts, silver vessels and golden vessels, and raiment, myrrh and spices, horses and mules, a rate every year.
9.25    And Solomon had four thousand mares for chariots, and twelve thousand horsemen; and he put them in the chariot cities, and with the king in Jerusalem.
9.26    And he rules over all the kings from the river even to the land of the Philistines, and to the borders of Egypt.
9.27    And the king made gold and silver in Jerusalem as stones, and cedars as the sycamore trees in the plain for abundance.
9.28    And Solomon imported horses from Egypt, and from every [other] country.
9.29    And the rest of the acts of Solomon, the first and the last, behold, these are written in the words of Nathan the prophet, and in the words of Achia the Selonite, and in the visions of Joel the seer concerning Jeroboam the son of Nabat.
9.30    And Solomon reigned over all Israel forty years.
9.31    And Solomon fell asleep, and they buried him in the city of David his father: and Roboam his son reigned in his stead.

- Chapitre / chapter 10 -
10.1    Καὶ ἦλθεν Ροβοαμ εἰς Συχεμ, ὅτι εἰς Συχεμ ἤρχετο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν.
10.2    καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων τοῦ βασιλέως, καὶ κατῴκησεν Ιεροβοαμ ἐν Αἰγύπτῳ, , καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου.
10.3    καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
10.4    Ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
10.5    καὶ εἶπεν αὐτοῖς Πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με· καὶ ἀπῆλθεν ὁ λαός.
10.6    καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων Πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;
10.7    καὶ ἐλάλησαν αὐτῷ λέγοντες Ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.
10.8    καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ᾽ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.
10.9    καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες Ἄνες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾽ ἡμᾶς;
10.10   καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾽ αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων Ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ᾽ ἡμῶν, οὕτως ἐρεῖς Ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου·
10.11   καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
10.12   καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶς ὁ λαὸς πρὸς Ροβοαμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων Ἐπιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
10.13   καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων
10.14   καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ᾽ αὐτόν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
10.15   καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων Ἀνέστησεν *κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
10.16   καὶ παντὸς Ισραηλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι; εἰς τὰ σκηνώματά σου, Ισραηλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἐπορεύθη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ·
10.17   καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ᾽ αὐτῶν Ροβοαμ.
10.18   καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ροβοαμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ιερουσαλημ.
10.19   καὶ ἠθέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης.

- Chapitre / chapter 10 -
10.1    And Roboam came to Sychem: for all Israel came to Sychem to make him king.
10.2    And it came to pass when Jeroboam the son of Nabat heard [it], (now he was in Egypt, forasmuch as he had fled thither from the face of king Solomon, and Jeroboam dwelt in Egypt,) that Jeroboam returned out of Egypt.
10.3    And they sent and called him: and Jeroboam and all the congregation came to Roboam, saying,
10.4    Thy father made our yoke grievous: now then abate [somewhat] of thy father's grievous rule, and of his heavy yoke which he put upon us, and we will serve thee.
10.5    And he said to them, Go away for three days, and [then] come to me. So the people departed.
10.6    And king Roboam assembled the elders that stood before his father Solomon in his life-time, saying, How do ye counsel [me] to return an answer to this people?
10.7    And they spoke to him, saying, If thou wouldest this day befriend this people, and be kind to them, and speak to them good words, then will they be thy servants for ever.
10.8    But he forsook the advice of the old men, who took counsel with him, and he took counsel with the young men who had been brought up with him, who stood before him.
10.9    And he said to them, What do ye advise that I should answer this people, who spoke to me, saying, Ease [somewhat] of the yoke which thy father laid upon us?
10.10   And the young men that had been brought up with him spoke to him, saying, Thus shalt thou speak to the people that spoke to thee, saying, Thy father made our yoke heavy, and do thou lighten [somewhat of it] from us; thus salt thou say, My little finger [shall be] thicker than my father's loins.
10.11   And whereas my father chastised you with a heavy yoke, I will also add to your yoke: my father chastised you with whips, and I will chastise you with scorpions.
10.12   And Jeroboam and all the people came to Roboam on the third day, as the king had spoken, saying, Return to me on the third day.
10.13   And the king answered harshly; and king Roboam forsook the counsel of the old men,
10.14   and spoke to them according to the counsel of the young men, saying, My father made your yoke heavy, but I will add to it: my father chastised you with whips, but I will chastise you with scorpions.
10.15   And the king hearkened not to the people, for there was a change [of their minds] from God, saying, The Lord has confirmed his word, which he spoke by the hand of Achia the Selonite concerning Jeroboam the son of Nabat, and [concerning] all Israel;
10.16   for the king did not hearken to them. And the people answered the king, saying, What portion have we in David, or inheritance in the son of Jessae? to thy tents, O Israel: now see to thine own house, David. So all Israel went to their tents.
10.17   But the men of Israel, even those who dwelt in the cities of Juda, [remained] and made Roboam king over them.
10.18   And king Roboam sent to them Adoniram that was over the tribute; and the children of Israel stoned him with stones, and he died. And king Roboam hasted to mount [his] chariot, to flee to Jerusalem.
10.19   So Israel rebelled against the house of David until this day.

- Chapitre / chapter 11 -
11.1    Καὶ ἦλθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν, ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ.
11.2    καὶ ἐγένετο λόγος *κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
11.3    Εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων
11.4    Τάδε λέγει *κύριος Οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾽ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου *κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ιεροβοαμ.
11.5    Καὶ κατῴκησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ.
11.6    καὶ ᾠκοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε
11.7    καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ
11.8    καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ
11.9    καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα
11.10   καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων, ἥ ἐστιν τοῦ Ιουδα καὶ Βενιαμιν, πόλεις τειχήρεις.
11.11   καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,
11.12   κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ιουδα καὶ Βενιαμιν.
11.13   καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ Ισραηλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·
11.14   ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ, ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν *κυρίῳ
11.15   καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ιεροβοαμ,
11.16   καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ισραηλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι *κύριον θεὸν Ισραηλ, καὶ ἦλθον εἰς Ιερουσαλημ θῦσαι *κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
11.17   καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν τοῦ Σαλωμων εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυιδ καὶ Σαλωμων ἔτη τρία.
11.18   Καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱοῦ Δαυιδ, Αβαιαν θυγατέρα Ελιαβ τοῦ Ιεσσαι,
11.19   καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ.
11.20   καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ, καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ.
11.21   καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα.
11.22   καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν·
11.23   καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.


- Chapitre / chapter 11 -
11.1    And Roboam came to Jerusalem; and he assembled Juda and Benjamin, a hundred and eighty thousand young men fit for war, and he waged war with Israel to recover the kingdom to Roboam.
11.2    And the Word of the Lord came to Samaias the man of God, saying,
11.3    Speak to Roboam the [son] of Solomon, and to all Juda and Benjamin, saying,
11.4    Thus saith the Lord, Ye shall not go up, and ye shall not war against your brethren: return every one to his home; for this thing is of me. Ad they hearkened to the word of the Lord, and returned from going against Jeroboam.
11.5    And Roboam dwelt in Jerusalem, and he built walled cities in Judea.
11.6    And he built Bethleem, and Aetan and Thecoe,
11.7    and Baethsura, and Sochoth, and Odollam,
11.8    and Geth, and Marisa, and Ziph,
11.9    and Adorai, and Lachis, and Azeca,
11.10   and Saraa, and Aelom, and Chebron, which belong to Juda and Benjamin, walled cities.
11.11   And he fortified them with walls, and placed in them captains, and stores of provisions, oil and wine,
11.12   shields and spears in every several city, and he fortified them very strongly, and he had on his side Juda and Benjamin.
11.13   And the priests and the Levites who were in all Israel were gathered to him out of all the coasts.
11.14   For the Levites left the tents of their possession, and went to Juda to Jerusalem, because Jeroboam and his sons had ejected them so that they should not minister to the Lord.
11.15   And he made for himself priests of the high places, and for the idols, and for the vanities, and for the calves which Jeroboam made.
11.16   And he cast out from the tribes of Israel those who set their heart to seek the Lord God of Israel: and they came to Jerusalem, to sacrifice to the Lord God of their fathers.
11.17   And they strengthened the kingdom of Juda; and [Juda] strengthened Roboam the [son] of Solomon for three years, for he walked three years in the ways of David and Solomon.
11.18   And Roboam took to himself for a wife, Moolath daughter of Jerimuth the son of David, and Abigaia daughter of Heliab the son of Jessae.
11.19   And she bore him sons; Jeus, and Samoria, and Zaam.
11.20   And afterwards he took to himself Maacha the daughter of Abessalom; and she bore him Abia, and Jetthi, and Zeza, and Salemoth.
11.21   And Roboam loved Maacha the daughter of Abessalom more than all his wives and all his concubines: for he had eighteen wives and sixty concubines; and he begot twenty-eight sons, and sixty daughters.
11.22   And he made Abia the son of Maacha chief, [even] a leader among his brethren, for he intended to make him king.
11.23   And he was exalted beyond all his [other] sons in all the coasts of Juda and Benjamin, and in the strong cities; and he gave them provisions in great abundance: and he desired many wives.


- Chapitre / chapter 12 -
12.1    Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπεν τὰς ἐντολὰς *κυρίου καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ.
12.2    καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ, ὅτι ἥμαρτον ἐναντίον *κυρίου,
12.3    ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ᾽ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγλοδύται καὶ Αἰθίοπες.
12.4    καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ιουδα, καὶ ἦλθεν εἰς Ιερουσαλημ.
12.5    καὶ Σαμαιας ὁ προφήτης ἦλθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν *κύριος Ὑμεῖς ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ.
12.6    καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν Δίκαιος ὁ *κύριος.
12.7    καὶ ἐν τῷ ἰδεῖν *κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος *κυρίου πρὸς Σαμαιαν λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ιερουσαλημ,
12.8    ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
12.9    καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ *κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησεν Σαλωμων,
12.10   καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκοῦς ἀντ᾽ αὐτῶν. καὶ κατέστησεν ἐπ᾽ αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως·
12.11   καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον *κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
12.12   καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ᾽ αὐτοῦ ὀργὴ *κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαθοί.
12.13   Καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν· καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τῇ πόλει, ᾗ ἐξελέξατο *κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ισραηλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμα ἡ Αμμανῖτις.
12.14   καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν *κύριον.
12.15   καὶ λόγοι Ροβοαμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαια τοῦ προφήτου καὶ Αδδω τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας.
12.16   καὶ ἀπέθανεν Ροβοαμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβια υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 12 -
12.1    And it came to pass when the kingdom of Roboam was established, and when he had grown strong, [that] he forsook the commandments of the Lord, and all Israel with him.
12.2    And it came to pass in the fifth year of the reign of Roboam, Susakim king of Egypt came up against Jerusalem, because they had sinned against the Lord,
12.3    with twelve hundred chariots, and sixty thousand horses: and there was no number of the multitude that came with him from Egypt; Libyans, Trogodytes, and Ethiopians.
12.4    And they obtained possession of the strong cities, which were in Juda, and came to Jerusalem.
12.5    And Samaias the prophet came to Roboam, and to the princes of Juda that were gathered to Jerusalem for fear of Susakim, and said to them, Thus said the Lord, Ye have left me, and I will leave you in the hand of Susakim.
12.6    And the elders of Israel and the king were ashamed, and said, The Lord [is] righteous.
12.7    And when the Lord saw that they repented, then came the word of the Lord to Samaias, saying, They have repented; I will not destroy them, but I will set them in safety for a little while, and my wrath shall not be poured out on Jerusalem.
12.8    Nevertheless they shall be servants, and know my service, and the service of the kings of the earth.
12.9    So Susakim king of Egypt went up against Jerusalem, and took the treasures that were in the house of the Lord, and the treasures that were in the king's house: he took all; and he took the golden shields which Solomon had made.
12.10   And king Roboam made brazen shields instead of them. And Susakim set over him captains of footmen, as keepers of the gate of the king.
12.11   And it came to pass, when the king went into the house of the Lord, the guards and the footmen went in, and they that returned to meet the footmen.
12.12   And when he repented, the anger of the Lord turned from him, and did not destroy him utterly; for there were good things in Juda.
12.13   So king Roboam strengthened [himself] in Jerusalem, and reigned: and Roboam was forty and one years old when he began to reign, and he reigned seventeen years in Jerusalem, in the city which the Lord chose out of all the tribes of the children of Israel to call his name there: and his mother's name was Noomma the Ammanitess.
12.14   And he did evil, for he directed not his heart to seek the Lord.
12.15   And the acts of Roboam, the first and the last, behold, are they not written in the book of Samaia the prophet, and Addo the seer, with his achievements.
12.16   And Roboam made war with Jeroboam all [his] days. And Roboam died with his fathers, and was buried in the city of David: and Abia his son reigned in his stead.

- Chapitre / chapter 13 -
13.1    Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν·
13.2    ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων. καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ.
13.3    καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεως.
13.4    καὶ ἀνέστη Αβια ἀπὸ τοῦ ὄρους Σομορων, ὅ ἐστιν ἐν τῷ ὄρει Εφραιμ, καὶ εἶπεν Ἀκούσατε, Ιεροβοαμ καὶ πᾶς Ισραηλ.
13.5    οὐχ ὑμῖν γνῶναι ὅτι *κύριος ὁ θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα τῷ Δαυιδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλός;
13.6    καὶ ἀνέστη Ιεροβοαμ ὁ τοῦ Ναβατ ὁ παῖς Σαλωμων τοῦ Δαυιδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.
13.7    καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων, καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.
13.8    καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας *κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ· καὶ ὑμεῖς πλῆθος πολύ, καὶ μεθ᾽ ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς θεούς.
13.9    ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς *κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς; πᾶς ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.
13.10   καὶ ἡμεῖς *κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ *κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν·
13.11   θυμιῶσιν τῷ *κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς *κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.
13.12   καὶ ἰδοὺ μεθ᾽ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ᾽ ὑμᾶς. οἱ υἱοὶ τοῦ Ισραηλ, πολεμήσετε πρὸς *κύριον θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδωθήσεται ὑμῖν.
13.13   καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν Ιουδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.
13.14   καὶ ἀπέστρεψεν Ιουδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς *κύριον καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.
13.15   καὶ ἐβόησαν ἄνδρες Ιουδα, καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα.
13.16   καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν.
13.17   καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.
13.18   καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα, ὅτι ἤλπισαν ἐπὶ *κύριον θεὸν τῶν πατέρων αὐτῶν.
13.19   καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ᾽ αὐτοῦ πόλεις, τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς.
13.20   καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια, καὶ ἐπάταξεν αὐτὸν *κύριος, καὶ ἐτελεύτησεν.
13.21   Καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ.
13.22   καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Αδδω.

- Chapitre / chapter 13 -
13.1    In the eighteenth year of the reign of Jeroboam Abia began to reign over Juda.
13.2    He reigned three years in Jerusalem. And his mother's name [was] Maacha, daughter of Uriel of Gabaon. And there was war between Abia and Jeroboam.
13.3    And Abia set the battle in array with an army, with mighty men of war, [even] four hundred thousand mighty men: and Jeroboam set the battle in array against him with eight hundred thousand, [they were] mighty warriors of the host.
13.4    And Abia rose up from the mount Somoron, which is in mount Ephraim, and said, Hear ye, Jeroboam, and all Israel:
13.5    [Is it] not for you to know that the Lord God of Israel has given a king over Israel for ever to David, and to his sons, by a covenant of salt?
13.6    But Jeroboam the [son] of Nabat, the servant of Solomon [the son] of David, is risen up, and has revolted from his master:
13.7    and there are gathered to him pestilent men, transgressors, and he has risen up against Roboam the [son] of Solomon, while Roboam was young and fearful in heart, and he withstood him not.
13.8    And now ye profess to resist the kingdom of the Lord in the hand of the sons of David; and ye [are] a great multitude, and with you are golden calves, which Jeroboam made you for gods.
13.9    Did ye not cast out the priests of the Lord, the sons of Aaron, and the Levites, and make to yourselves priests of the people of any [other] land? whoever came to consecrate himself with a calf of the heard and seven rams, he forthwith became a priest to that which is no god.
13.10   But we have not forsaken the Lord our God, and his priests, the sons of Aaron, and the Levites, minister to the Lord; and in their daily courses
13.11   they sacrifice to the Lord whole-burnt-offering, morning and evening, and compound incense, and [set] the shewbread on the pure table; and [there is] the golden candlestick, and the lamps for burning, to light in the evening: for we keep the charge of the Lord God of our fathers; but ye have forsaken him.
13.12   And, behold, the Lord and his priests are with us at our head, and the signal trumpets to sound an alarm over us. Children of Israel, fight not against the Lord God of our fathers; for ye shall not prosper.
13.13   Now Jeroboam had caused an ambush to come round upon him from behind: and he [himself] was before Juda, and the ambush behind.
13.14   And Juda looked back, and, behold, the battle [was] against them before and behind: and they cried to the Lord, and the priests sounded with the trumpets.
13.15   And the men of Juda shouted: and it came to pass, when the men of Juda shouted, that the Lord smote Jeroboam and Israel before Abia and Juda.
13.16   And the children of Israel fled from before Juda; and the Lord delivered them into their hands.
13.17   And Abia and his people smote them with a great slaughter: and there fell slain of Israel five hundred thousand mighty men.
13.18   So the children of Israel were brought low in that day, and the children of Juda prevailed, because they trusted on the Lord God of their fathers.
13.19   And Abia pursued after Jeroboam, and he took from him the cities, Baethel and her towns, and Jesyna and her towns, and Ephron and her towns.
13.20   And Jeroboam did not recover strength again all the days of Abia: and the Lord smote him, and he died.
13.21   But Abia strengthened himself, and took to himself fourteen wives, and he begot twenty-two sons, and sixteen daughters.
13.22   And the rest of the acts of Abia, and his deeds, and his sayings, are written in the book of the prophet Addo.

- Chapitre / chapter 14 -
14.1    καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκα.
14.2    καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον *κυρίου θεοῦ αὐτοῦ.
14.3    καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
14.4    καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν *κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς.
14.5    καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν·
14.6    πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ *κύριος.
14.7    καὶ εἶπεν τῷ Ιουδα Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν *κύριον θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν.
14.8    καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.
14.9    Καὶ ἐξῆλθεν ἐπ᾽ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισα.
14.10   καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης.
14.11   καὶ ἐβόησεν Ασα πρὸς *κύριον θεὸν αὐτοῦ καὶ εἶπεν *Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, *κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· *κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος.
14.12   καὶ ἐπάταξεν *κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα, καὶ ἔφυγον οἱ Αἰθίοπες·
14.13   καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον *κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά.
14.14   καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ, ὅτι ἐγενήθη ἔκστασις *κυρίου ἐπ᾽ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·
14.15   καί γε σκηνὰς κτήσεων, τοὺς Αμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ.

- Chapitre / chapter 14 -
14.1    And Abia died with his fathers, and they buried him in the city of David; and Asa his son reigned in his stead. In the days of Asa the land of Juda had rest ten years.
14.2    And he did that which was good and right in the sight of the Lord his God.
14.3    And he removed the altars of the strange [gods], and the high places, and broke the pillars in pieces, and cut down the groves:
14.4    and he told Juda to seek earnestly the Lord God of their fathers, and to perform the law and commandments.
14.5    And he removed from all the cities of Juda the altars and the idols, and established in quietness
14.6    fortified cities in the land of Juda; for the land was quiet, and he had no war in these years; for the Lord gave him rest.
14.7    And he said to Juda, Let us fortify these cities, and make walls, and towers, and gates, and bars: we shall prevail over the land, for as we have sought out the Lord our God, he has sought out us, and has given us rest round about, and prospered us.
14.8    And Asa had a force of armed men bearing shields and spears in the land of Juda, [even] three hundred thousand, and in the land of Benjamin two hundred and eighty thousand targeteers and archers: all these were mighty warriors.
14.9    And Zare the Ethiopian went out against them, with a force of a million, and three hundred chariots; and came to Maresa.
14.10   And Asa went out to meet him, and set the battle in array in the valley north of Maresa.
14.11   And Asa cried to the Lord his God, and said, O Lord, it is not impossible with thee to save by many or by few: strengthen us, O Lord our God; for we trust in thee, and in thy name have we come against this great multitude. O Lord our God, let not man prevail against thee.
14.12   And the ord smote the Ethiopians before Juda; and the Ethiopians fled.
14.13   And Asa and his people pursued them to Gedor; and the Ethiopians fell, so that they could not recover themselves; for they were crushed before the Lord, and before his host; and they took many spoils.
14.14   And they destroyed their towns roundabout Gedor; for a terror of the Lord was upon them: and they spoiled all their cities, for they had much spoil.
14.15   Also they destroyed the tents of cattle, and the Alimazons, and took many sheep and camels, and returned to Jerusalem.

- Chapitre / chapter 15 -
15.1    Καὶ Αζαριας υἱὸς Ωδηδ, ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου,
15.2    καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν Ἀκούσατέ μου, Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν· *κύριος μεθ᾽ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ᾽ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.
15.3    καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ·
15.4    καὶ ἐπιστρέψει ἐπὶ *κύριον θεὸν Ισραηλ, καὶ εὑρεθήσεται αὐτοῖς.
15.5    καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.
15.6    καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.
15.7    καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.
15.8    καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν ἐν ὄρει Εφραιμ, καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον *κυρίου, ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ *κυρίου.
15.9    καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ᾽ αὐτοῦ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι *κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ.
15.10   καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα.
15.11   καὶ ἔθυσεν τῷ *κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων, ὧν ἤνεγκαν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.
15.12   καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι *κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς·
15.13   καὶ πᾶς, ὃς ἐὰν μὴ ἐκζητήσῃ *κύριον θεὸν Ισραηλ, ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.
15.14   καὶ ὤμοσαν ἐν τῷ *κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις.
15.15   καὶ ηὐφράνθησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς *κύριος κυκλόθεν.
15.16   καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων.
15.17   πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ· ἀλλ᾽ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.
15.18   καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.
15.19   Καὶ πόλεμος οὐκ ἦν μετ᾽ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα.

- Chapitre / chapter 15 -
15.1    And Azarias the son of Oded-- upon him came the Spirit of the Lord,
15.2    and he went out to meet Asa, and all Juda and Benjamin, and said, Hear me, Asa, and all Juda and Benjamin. The Lord [is] with you, while ye are with him; and if ye seek him out, he will be found of you; but if ye forsake him, he will forsake you.
15.3    And Israel [has been] a long time without the true God, and without a priest to expound [the truth], and without the law.
15.4    But he shall turn them to the Lord God of Israel, and he will be found of them.
15.5    And in that time there is no peace to one going out, or to one coming in, for the terror of the Lord is upon all that inhabit the lands.
15.6    And nation shall fight against nation, and city against city; for God has confounded them with every [kind of] affliction.
15.7    But be ye strong, and let not your hands be weakened: for there is a reward for your work.
15.8    And when [Asa] heard these words, and the prophesy of Adad the prophet, then he strengthened himself, and cast out the abominations from all the land of Juda and Benjamin, and from the cities which Jeroboam possessed, in mount Ephraim, and he renewed the altar of the Lord, which was before the temple of the Lord.
15.9    And he assembled Juda and Benjamin, and the strangers that dwelt with him, of Ephraim, and of Manasse, and of Symeon: for many of Israel were joined to him, when they saw that the Lord his God was with him.
15.10   And they assembled at Jerusalem in the third month, I the fifteenth year of the reign of Asa.
15.11   And he sacrificed to the Lord in that day of the spoils which they brought, seven hundred calves and seven thousand sheep.
15.12   And he entered into a covenant that they should seek the Lord God of their fathers with all their heart and with all their soul.
15.13   And that whoever should not seek the Lord God of Israel, should die, whether young or old, whether man or woman.
15.14   And they swore to the Lord with a loud voice, and with trumpets, and with cornets.
15.15   And all Juda rejoiced concerning the oath: for they swore with all their heart, and they sought him with all their desires; and he was found of them: and the Lord gave them rest round about.
15.16   And he removed Maacha his mother from being priestess to Astarte; and he cut down the idol, and burnt it in the brook of Kedron.
15.17   Nevertheless they removed not the high places: they still existed in Israel: nevertheless the heart of Asa was perfect all his days.
15.18   And he brought in the holy things of David his father, and the holy things of the house of God, silver, and gold, and vessels.
15.19   And there was no war [waged] with him until the thirty-fifth year of the reign of Asa.

- Chapitre / chapter 16 -
16.1    καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ Ιουδα.
16.2    καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου *κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων
16.3    Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ᾽ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ᾽ ἐμοῦ.
16.4    καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεφθαλι.
16.5    καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ.
16.6    καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαε καὶ τὴν Μασφα.
16.7    καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἶπεν αὐτῷ Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ *κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.
16.8    οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ *κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου.
16.9    ὅτι οἱ ὀφθαλμοὶ *κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.
16.10   καὶ ἐθυμώθη Ασα τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.
16.11   Καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
16.12   καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν *κύριον, ἀλλὰ τοὺς ἰατρούς.
16.13   καὶ ἐκοιμήθη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ,
16.14   καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

- Chapitre / chapter 16 -
16.1    And in the thirty-eighth year of the reign of Asa, the king of Israel went up against Juda, and built Rama, so as not to allow egress or ingress to Asa king of Juda.
16.2    And Asa took silver and gold out of the treasures of the house of the Lord, and of the king's house, and sent [them] to the son of Ader king of Syria, which dwelt in Damascus, saying,
16.3    Make a covenant between me and thee, and between my father and thy father: behold, I have sent thee gold and silver: come, and turn away from me Baasa king of Israel, and let him depart from me.
16.4    And the son of Ader hearkened to king Asa, and sent the captains of his host against the cities of Israel; and smote Aeon, and Dan, and Abelmain, and all the country round Nephthali.
16.5    And it came to pass when Baasa heard [it] he left off building Rama, and put a stop to his work:
16.6    then king Asa took all Juda, and took the stones of Rama, and its timber, [with] which Baasa [had] built; and he built with them Gabae and Maspha.
16.7    And at that time came Anani the prophet to Asa king of Juda, and said to him, Because thou didst trust on the king of Syria, and didst not trust on the Lord thy God, therefore the army of Syria is escaped out of thy hand.
16.8    Were not the Ethiopians and Libyans a great force, in courage, in horsemen, in great numbers? and did not He deliver them into thy hands, because thou trustedst in the Lord?
16.9    For the eyes of the Lord look upon all the earth, to strengthen every heart that is perfect toward him. In this thou hast done foolishly; henceforth there shall be war with thee.
16.10   And Asa was angry with the prophet, and put him in prison, for he was angry at this: and Asa vexed some of the people at that time.
16.11   And, behold, the acts of Asa, the first and the last, [are] written in the book of the kings of Juda and Israel.
16.12   And Asa was diseased [in] his feet in the thirty-ninth year of his reign, until he was very ill: but in his disease he sought not to the Lord, but to the physicians.
16.13   And Asa slept with his fathers, and died in the fortieth year of his reign.
16.14   And they buried him in the sepulchre which he had dug for himself in the city of David, and they laid him on a bed, and filled [it] with spices and [all] kinds of perfumes of the apothecaries; and they made for him a very great funeral.

- Chapitre / chapter 17 -
17.1    Καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ.
17.2    καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ, ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ.
17.3    καὶ ἐγένετο *κύριος μετὰ Ιωσαφατ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα,
17.4    ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα.
17.5    καὶ κατηύθυνεν *κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.
17.6    καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ *κυρίου, καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα.
17.7    καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν, διδάσκειν ἐν πόλεσιν Ιουδα,
17.8    καὶ μετ᾽ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται, καὶ μετ᾽ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς,
17.9    καὶ ἐδίδασκον ἐν Ιουδα, καὶ μετ᾽ αὐτῶν βύβλος νόμου *κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν.
17.10   καὶ ἐγένετο ἔκστασις *κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ·
17.11   καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.
17.12   καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς.
17.13   καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ.
17.14   καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· τῷ Ιουδα χιλίαρχοι, Εδνας ὁ ἄρχων καὶ μετ᾽ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·
17.15   καὶ μετ᾽ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ᾽ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·
17.16   καὶ μετ᾽ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ *κυρίῳ καὶ μετ᾽ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.
17.17   καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ᾽ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·
17.18   καὶ μετ᾽ αὐτὸν Ιωζαβαδ καὶ μετ᾽ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.
17.19   οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ.

- Chapitre / chapter 17 -
17.1    And Josaphat his son reigned in his stead, Josaphat strengthened himself against Israel.
17.2    And he put garrisons in all the strong cities of Juda, and appointed captains in all the cities of Juda, and in the cities of Ephraim, which Asa his father had taken.
17.3    And the Lord was with Josaphat, for he walked in the first ways of his father, and did not seek to idols;
17.4    but he sought to the Lord God of his father, and walked in the commandments of his father, and not according to the works of Israel.
17.5    And the Lord prospered the kingdom in his hand; and all Juda gave gifts to Josaphat; and he had great wealth and glory.
17.6    And his heart was exalted in the way of the Lord; and he removed the high places and the groves from the land of Juda.
17.7    And in the third year of his reign, he sent his chief men, and his mighty men, Abdias and Zacharias, and Nathanael, and Michaias, to teach in the cities of Juda.
17.8    And with them [were] the Levites, Samaias, and Nathanias, and Zabdias, and Asiel, and Semiramoth, and Jonathan, and Adonias, and Tobias, and Tobadonias, Levites, and with them Elisama and Joram, the priests.
17.9    And they taught in Juda, and [there was] with them the book of the law of the Lord, and they passed through the cities of Juda, and taught the people.
17.10   And a terror of the Lord was upon all the kingdoms of the land round about Juda, and they made no war against Josaphat.
17.11   And [some] of the Philistines brought to Josaphat gifts, and silver, and presents; and the Arabians brought him seven thousand seven hundred rams.
17.12   And Josaphat increased in greatness exceedingly, and built in Judea places of abode, and strong cities.
17.13   And he had many works in Judea: and the mighty men of war, [the men] of strength, [were] in Jerusalem.
17.14   And this [is] their number according to the houses of their fathers; even the captains of thousands in Juda [were], Ednas the chief, and with him mighty men of strength three hundred thousand.
17.15   And after him, Joanan the captain, and with him two hundred eighty thousand.
17.16   And after him Amasias the [son] of Zari, who was zealous for the Lord; and with him two hundred thousand mighty men of strength.
17.17   And out of Benjamin [there was] a mighty man of strength, even Eliada, and with him two hundred thousand archers and targeteers.
17.18   And after him Jozabad, and with him a hundred and eighty thousand mighty men of war.
17.19   These were the king's servants besides those whom the king put in the strong cities in all Judea.

- Chapitre / chapter 18 -
18.1    Καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ.
18.2    καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ᾽ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος.
18.3    καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Πορεύσῃ μετ᾽ ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.
18.4    καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Ζήτησον δὴ σήμερον τὸν *κύριον.
18.5    καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας, τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.
18.6    καὶ εἶπεν Ιωσαφατ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ *κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ᾽ αὐτοῦ;
18.7    καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν *κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.
18.8    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα.
18.9    καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.
18.10   καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει *κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως ἂν συντελεσθῇ.
18.11   καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ, καὶ δώσει *κύριος εἰς χεῖρας τοῦ βασιλέως.
18.12   καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.
18.13   καὶ εἶπεν Μιχαιας Ζῇ *κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με, αὐτὸ λαλήσω.
18.14   καὶ ἦλθεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.
18.15   καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι *κυρίου;
18.16   καὶ εἶπεν Εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν *κύριος Οὐκ ἔχουσιν ἡγούμενον, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
18.17   καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ᾽ ἢ κακά;
18.18   καὶ εἶπεν Οὐχ οὕτως, ἀκούσατε λόγον *κυρίου· εἶδον τὸν *κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
18.19   καὶ εἶπεν *κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωθ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως.
18.20   καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον *κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν *κύριος Ἐν τίνι;
18.21   καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως.
18.22   καὶ νῦν ἰδοὺ ἔδωκεν *κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ *κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
18.23   καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα *κυρίου παρ᾽ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;
18.24   καὶ εἶπεν Μιχαιας Ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.
18.25   καὶ εἶπεν βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
18.26   καὶ ἐρεῖς Οὕτως εἶπεν ὁ βασιλεύς Ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
18.27   καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν *κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.
18.28   Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ.
18.29   καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
18.30   καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ᾽ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ᾽ ἢ τὸν βασιλέα Ισραηλ μόνον.
18.31   καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ιωσαφατ, καὶ *κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ᾽ αὐτοῦ.
18.32   καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ.
18.33   καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
18.34   καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου.

- Chapitre / chapter 18 -
18.1    And Josaphat had yet great wealth and glory, and he connected himself by marriage with the house of Achaab.
18.2    And he went down after a term of years to Achaab to Samaria: and Achaab slew for him sheep and calves, in abundance, and for the people with him, and he much desired him to go up with him to Ramoth of the country of Galaad.
18.3    And Achaab king of Israel said to Josaphat king of Juda, Wilt thou go with me to Ramoth of the country of Galaad? And he said to him, As I [am], so also [art] thou, as thy people, [so] also [is] my people with thee for the war.
18.4    And Josaphat said to the king of Israel, Seek, I pray thee, the Lord to-day.
18.5    And the king of Israel gathered the prophets, four hundred men, and said to them, Shall I go to Ramoth Galaad to battle, or shall I forbear? And they said, Go up, and God shall deliver [it] into the hands of the king.
18.6    And Josaphat said, Is there not here a prophet of the Lord besides, that we may enquire of him?
18.7    And the king of Israel said to Josaphat, There is yet one man by whom to enquire of the Lord; but I hate him, for he does not prophesy concerning me for good, for all his days [are] for evil: this [is] Michaias the son of Jembla. And Josaphat said, Let not the king say so.
18.8    And the king called an eunuch, and said, [Fetch] quickly Michaias the son of Jembla.
18.9    And the king of Israel and Josaphat king of Juda were sitting each on his throne, and clothed in their robes, sitting in the open space at the entrance of the gate of Samaria: and all the prophets were prophesying before them.
18.10   And Sedekias son of Chanaan made for himself iron horns, and said, Thus saith the Lord, With these thou shalt thrust Syria until it be consumed.
18.11   And all the prophets prophesied so, saying, Go up to Ramoth Galaad, and thou shalt prosper; and the Lord shall deliver it into the hands of the king.
18.12   And the messenger that went to call Michaias spoke to him, saying, Behold, the prophets have spoken favourably concerning the king with one mouth; let now, I pray thee, thy words be as [the words] of one of them, and do thou speak good things.
18.13   And Michaias said, [As] the Lord lives, whatever God shall say to me, that will I speak.
18.14   And he came to the king, and the king said to him, Michaias, shall I go up to Ramoth Galaad to battle, or shall I forbear? And he said, Go up, and thou shalt prosper, and they shall be given into your hands.
18.15   And the king said to him, How often shall I solemnly charge thee that thou speak to me nothing but truth in the name of the Lord?
18.16   And he said, I saw Israel scattered on the mountains, as sheep without a shepherd: and the Lord said, These have no commander; let each return to his home in peace.
18.17   And the king of Israel said to Josaphat, Said I not to thee, that he would not prophesy concerning me good, but evil?
18.18   But he said, Not so. Hear ye the word of the Lord: I saw the Lord sitting on his throne, and all the host of heaven stood by on his right hand and on his left.
18.19   And the Lord said, Who will deceive Achaab king of Israel, that he may go up, and fall in Ramoth Galaad? And one spoke this way, and another spoke that way.
18.20   And there came forth a spirit, and stood before the Lord, and said, I will deceive him. And the Lord said, Whereby?
18.21   And he said, I will go forth, and will be a lying spirit in the mouth of all his prophets. And [the Lord] said, Thou shalt deceive [him], and shalt prevail: go forth, and do so.
18.22   And now, behold, the Lord has put a false spirit in the mouth of these thy prophets, and the Lord has spoken evil against thee.
18.23   Then Sedekias the son of Chanaan drew near, and smote Michaias on the cheek, and said to him, By what way passed the Spirit of the Lord from me to speak to thee?
18.24   And Michaias said, Behold, thou shalt see in that day, when thou shalt go from chamber to chamber to hide thyself.
18.25   And the king of Israel said, Take Michaias, and carry him back to Emer the governor of the city, and to Joas the captain, the king's son;
18.26   and ye shall say, Thus said the king, Put this fellow into the prison house, and let him eat the bread of affliction, and [drink] the water of affliction, until I return in peace.
18.27   And Michaias said, If thou do at all return in peace, the Lord has not spoken by me. And he said, Hear, all ye people.
18.28   So the king of Israel, and Josaphat king of Juda, went up to Ramoth Galaad.
18.29   And the king of Israel said to Josaphat, Disguise me, and I will enter into the battle: and do thou put on my raiment. so the king of Israel disguised himself, and entered into the battle.
18.30   Now the king of Syria had commanded the captains of the chariots that were with him, saying, Fight neither against small nor great, but only against the king of Israel.
18.31   And it came to pass, when the captains of the chariots saw Josaphat, that they said, It is the king of Israel: and they compassed him about to fight against him: and Josaphat cried out, and the Lord delivered him; and God turned them away from him.
18.32   And it came to pass, when the captains of the chariots saw that it was not the king of Israel, that they turned away from him.
18.33   And a man drew a bow with a good aim, and smote the king of Israel between the lungs and the breast-plate: and he said to the charioteer, Turn thine hand, drive me out of the battle, for I am wounded.
18.34   And the battle turned in that day; and the king of Israel remained on the chariot against Syria until evening, and died at sunset.

- Chapitre / chapter 19 -
19.1    Καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ.
19.2    καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαφατ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ *κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ *κυρίου·
19.3    ἀλλ᾽ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.
19.4    καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ *κύριον θεὸν τῶν πατέρων αὐτῶν.
19.5    καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει
19.6    καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ᾽ ἢ τῷ *κυρίῳ, καὶ μεθ᾽ ὑμῶν λόγοι τῆς κρίσεως·
19.7    καὶ νῦν γενέσθω φόβος *κυρίου ἐφ᾽ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ *κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.
19.8    καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν *κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ.
19.9    καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ *κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ·
19.10   πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ᾽ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ *κυρίῳ, καὶ οὐκ ἔσται ἐφ᾽ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε.
19.11   καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾽ ὑμᾶς εἰς πᾶν λόγον *κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται *κύριος μετὰ τοῦ ἀγαθοῦ.

- Chapitre / chapter 19 -
19.1    And Josaphat king of Juda returned to his house at Jerusalem.
19.2    And there went out to meet him Jeu the prophet the son of Anani, and said to him, King Josaphat, doest thou help a sinner, or act friendly towards one hated of the Lord? Therefore has wrath come upon thee from the Lord.
19.3    Nevertheless [some] good things have been found in thee, forasmuch as thou didst remove the groves from the land of Juda, and didst direct thine heart to seek after the Lord.
19.4    And Josaphat dwelt in Jerusalem: and he again went out among the people from Bersabee to the mount of Ephraim, and turned them back to the Lord God of their fathers.
19.5    And he appointed judges in all the strong cities of Juda, city by city.
19.6    And he said to the judges, Take good heed what ye do: for ye judge not for man, but for the Lord, and with you are matters of judgment.
19.7    And now let the fear of the Lord be upon you, and be wary, and do [your duty]: for there is no unrighteousness with the Lord our God, neither [is it for him] to respect persons, nor take bribes.
19.8    Moreover Josaphat appointed in Jerusalem some of the priests, and Levites, and heads of houses of Israel, for the judgment of the Lord, and to judge the dwellers in Jerusalem.
19.9    And he charged them, saying, Thus shall ye do in the fear of the Lord, in truth and with a perfect heart.
19.10   Whatsoever man of your brethren that dwell in their cities [shall bring] the cause that comes before you, between blood [and] blood, and between precept and commandment, and ordinances and judgments, ye shall even decide for them; so they shall not sin against the Lord, and there shall not be wrath upon you, and upon your brethren: thus ye shall do, and ye shall not sin.
19.11   And, behold, Amarias the priest is head over you in every matter of the Lord; and Zabdias the son of Ismael is head over the house of Juda in every matter of the king; and the scribes and Levites are before you: be strong and active, and the Lord shall be with the good.

- Chapitre / chapter 20 -
20.1    Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ᾽ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον.
20.2    καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ιωσαφατ λέγοντες Ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ [αὕτη ἐστὶν Ενγαδδι].
20.3    καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν *κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα.
20.4    καὶ συνήχθη Ιουδας ἐκζητῆσαι τὸν *κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδα ἦλθον ζητῆσαι τὸν *κύριον.
20.5    καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησίᾳ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκῳ *κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
20.6    καὶ εἶπεν *Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι;
20.7    οὐχὶ σὺ εἶ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;
20.8    καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες
20.9    Ἐὰν ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά, ῥομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.
20.10   καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δι᾽ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς,
20.11   καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ᾽ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.
20.12   κύριε ὁ θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ᾽ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.
20.13   καὶ πᾶς Ιουδας ἑστηκὼς ἔναντι *κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες.
20.14   καὶ τῷ Οζιηλ τῷ τοῦ Ζαχαριου τῶν υἱῶν Βαναιου τῶν υἱῶν Ελεηλ τοῦ Μανθανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ασαφ, ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα *κυρίου ἐν τῇ ἐκκλησίᾳ,
20.15   καὶ εἶπεν Ἀκούσατε, πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ, τάδε λέγει *κύριος ὑμῖν αὐτοῖς Μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ᾽ ἢ τῷ θεῷ.
20.16   αὔριον κατάβητε ἐπ᾽ αὐτούς· ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας, καὶ εὑρήσετε αὐτοὺς ἐπ᾽ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ.
20.17   οὐχ ὑμῖν ἐστιν πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν *κυρίου μεθ᾽ ὑμῶν, Ιουδα καὶ Ιερουσαλημ· μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ *κύριος μεθ᾽ ὑμῶν.
20.18   καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ ἔπεσαν ἔναντι *κυρίου προσκυνῆσαι *κυρίῳ.
20.19   καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν *κυρίῳ θεῷ Ισραηλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.
20.20   Καὶ ὤρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωε, καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἶπεν Ἀκούσατέ μου, Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ· ἐμπιστεύσατε ἐν *κυρίῳ θεῷ ὑμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.
20.21   καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον Ἐξομολογεῖσθε τῷ *κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
20.22   καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν *κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν, καὶ ἐτροπώθησαν.
20.23   καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι.
20.24   καὶ Ιουδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σῳζόμενος.
20.25   καὶ ἦλθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς, καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.
20.26   καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν *κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.
20.27   καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφρανεν αὐτοὺς *κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν,
20.28   καὶ εἰσῆλθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον *κυρίου.
20.29   καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν *κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ.
20.30   καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ, καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν.
20.31   Καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σαλι.
20.32   καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον *κυρίου·
20.33   ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν.
20.34   καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι, ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ.
20.35   Καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ [καὶ οὗτος ἠνόμησεν]
20.36   ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβερ.
20.37   καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ τοῦ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων Ὡς ἐφιλίασας τῷ Οχοζια, ἔθραυσεν *κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θαρσις.

- Chapitre / chapter 20 -
20.1    And after this came the children of Moab, and the children of Ammon, and with them [some] of the Kinaeans, against Josaphat to battle.
20.2    And they came and told Josaphat, saying, There is come against thee a great multitude from Syria, from beyond the sea; and, behold, they are in Asasan Thamar, this is Engadi.
20.3    And Josaphat was alarmed, and set his face to seek the Lord earnestly, and he proclaimed a fast in all Juda.
20.4    And Juda gathered themselves together to seek after the Lord: even from all the cities of Juda they came to seek the Lord.
20.5    And Josaphat stood up in the assembly of Juda in Jerusalem, in the house of the Lord, in front of the new court.
20.6    And he said, O Lord God of my fathers, art not thou God in heaven above, and art not thou Lord of all the kingdoms of the nations? and [is there] not in thy hand the might of dominion, and there is no one who can resist thee?
20.7    Art not thou the Lord that didst destroy the inhabitants of this land before the face of thy people Israel, and didst give it to thy beloved seed of Abraham for ever?
20.8    And they dwelt in it, and built in it a sanctuary to thy name, saying,
20.9    If there should come upon us evils, sword, judgment, pestilence, famine, we will stand before this house, and before thee, (for thy name [is] upon this house,) and we will cry to thee because of the affliction, and thou shalt hear, and deliver.
20.10   And now, behold, the children of Ammon, and Moab, and mount Seir, with regard to whom thou didst not permit Israel to pass through their border, when they had come out of the land of Egypt, (for they turned away from them, and did not destroy them;)--
20.11   yet now, behold, they make attempts against us, to come forth to cast us out from our inheritance which thou gavest us.
20.12   O Lord our God, wilt thou not judge them? for we have no strength to resist this great multitude that is come against us; and we know not what we shall do to them: but our eyes are toward thee.
20.13   And all Juda was standing before the Lord, and their children, and their wives.
20.14   And Oziel the [son] of Zacharias, of the children of Banaias, of the sons of Eleiel, the sons of Matthanias the Levite, of the sons of Asaph,-- upon him came the Spirit of the Lord in the assembly:
20.15   and he said, Hear ye, all Juda, and the dwellers in Jerusalem, and king Josaphat: Thus saith the Lord to you, even you, Fear not, neither be alarmed, before all this great multitude; for the battle is not years, but God's.
20.16   To-morrow go ye down against them: behold, they come up by the ascent of Assis, and ye shall find them at the extremity of the river of the wilderness of Jeriel.
20.17   It is not for you to fight: understand these things, and see the deliverance of the Lord with you, Juda and Jerusalem: fear not, neither be afraid to go forth to-morrow to meet them; and the Lord shall be with you.
20.18   And Josaphat bowed with his face [to the ground] with all Juda and the dwellers in Jerusalem, [and] they fell before the Lord to worship the Lord.
20.19   And the Levites of the children of Caath, and [they] of the sons of Core, rose up to praise the Lord God of Israel with a loud voice on high.
20.20   And they rose early in the morning and went out to the wilderness of Thecoe: and as they went out, Josaphat stood and cried, and said, Hear me, Juda, and the dwellers in Jerusalem; put your trust in the Lord God, and your trust shall be honored; trust in his prophet, and ye shall prosper.
20.21   And he took counsel with the people, and set appointed men to sing psalms and praises, to give thanks, and sing the holy songs of praise in going forth before the host: and they said, Give thanks to the Lord, for his mercy [endures] for ever.
20.22   And when they began the praise and thanksgiving, the Lord caused the children of Ammon to fight against Moab, and [the inhabitants of] mount Seir that came out against Juda; and they were routed.
20.23   Then the children of Ammon and Moab rose up against the dwellers in mount Seir, to destroy and consume them; and when they had made an end of [destroying] the inhabitants of Seir, they rose up against one another so that they were utterly destroyed.
20.24   And Juda came to the watch-tower of the wilderness, and looked, and saw the multitude, and, behold, [they were] all fallen dead upon the earth, not one escaped.
20.25   And Josaphat and his people went out to spoil them, and they found much cattle, and furniture, and spoils, and precious things: and they spoiled them, and they were three days gathering the spoil, for it was abundant.
20.26   And it came to pass on the fourth day they were gathered to the Valley of Blessing; for there they blessed the Lord: therefore hey called the name of the place the Valley of Blessing, until this day.
20.27   And all the men of Juda returned to Jerusalem, and Josaphat led them with great joy; for the Lord gave them joy over their enemies.
20.28   And they entered into Jerusalem with lutes and harps and trumpets, [going] into the house of the lord.
20.29   And there was a terror of the Lord upon all the kingdoms of the land, when they heard that the Lord fought against the enemies of Israel.
20.30   And the kingdom of Josaphat was at peace; and his God gave him rest round about.
20.31   And Josaphat reigned over Juda, being thirty-five years [old] when he began to reign, and he reigned twenty-five years in Jerusalem: and his mother's name was Azuba, daughter of Sali.
20.32   And he walked in the ways of his father Asa, and turned not aside from doing that which was right in the sight of the Lord.
20.33   nevertheless the high places yet remained; and as yet the people did not direct their heart to the Lord God of their fathers.
20.34   And the rest of the acts of Josaphat, the first and the last, behold, they are written in the history of Jeu [the son] of Anani, who wrote the book of the kings of Israel.
20.35   And afterwards Josaphat king of Juda entered into an alliance with Ochozias king of Israel, (now this was an unrighteous man,)
20.36   by acting [with] and going to him, to build ships to go to Tharsis: and he built ships in Gasion Gaber.
20.37   And Eliezer thee [son] of Dodia of Marisa prophesied against Josaphat, saying, Forasmuch as thou hast allied thyself with Ochozias, the Lord has broken thy work, and thy vessels have been wrecked. And they could not go to Tharsis.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
21.2    καὶ αὐτῷ ἀδελφοὶ υἱοὶ Ιωσαφατ ἕξ, Αζαριας καὶ Ιιηλ καὶ Ζαχαριας καὶ Αζαριας καὶ Μιχαηλ καὶ Σαφατιας· πάντες οὗτοι υἱοὶ Ιωσαφατ βασιλέως Ιουδα.
21.3    καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα· καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ιωραμ, ὅτι οὗτος ὁ πρωτότοκος.
21.4    καὶ ἀνέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων Ισραηλ.
21.5    ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
21.6    καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ισραηλ, ὡς ἐποίησεν οἶκος Αχααβ, ὅτι θυγάτηρ Αχααβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον *κυρίου.
21.7    καὶ οὐκ ἐβούλετο *κύριος ἐξολεθρεῦσαι τὸν οἶκον Δαυιδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαυιδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
21.8    ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ τοῦ Ιουδα καὶ ἐβασίλευσαν ἐφ᾽ ἑαυτοὺς βασιλέα.
21.9    καὶ ᾤχετο Ιωραμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἡ ἵππος μετ᾽ αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
21.10   καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνα ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπεν *κύριον θεὸν τῶν πατέρων αὐτοῦ.
21.11   καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν.
21.12   καὶ ἦλθεν αὐτῷ ἐγγραφὴ παρὰ Ηλιου τοῦ προφήτου λέγων Τάδε λέγει *κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἀνθ᾽ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ιωσαφατ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ασα βασιλέως Ιουδα
21.13   καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ, ὡς ἐξεπόρνευσεν οἶκος Αχααβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
21.14   ἰδοὺ *κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου,
21.15   καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.
21.16   καὶ ἐπήγειρεν *κύριος ἐπὶ Ιωραμ τοὺς ἀλλοφύλους καὶ τοὺς Ἄραβας καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων,
21.17   καὶ ἀνέβησαν ἐπὶ Ιουδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευήν, ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱὸς ἀλλ᾽ ἢ Οχοζιας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.
21.18   καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν *κύριος εἰς τὴν κοιλίαν μαλακίᾳ, ἐν ᾗ οὐκ ἔστιν ἰατρεία·
21.19   καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλθεν καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.
21.20   ἦν τριάκοντα καὶ δύο ἐτῶν, ὅτε ἐβασίλευσεν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ ἐπορεύθη ἐν οὐκ ἐπαίνῳ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.


- Chapitre / chapter 21 -
21.1    And Josaphat slept with his fathers, and was buried in the city of David: and Joran his son reigned in his stead.
21.2    And he had brothers, the six sons of Josaphat, Azarias, and Jeiel, and Zacharias, and Azarias, and Michael, and Zaphatias: all these [were] the sons of Josaphat king of Juda.
21.3    And their father gave them many gifts, silver, and gold, and arms, together wit fortified cities in Juda: but he gave the kingdom to Joram, for he [was] the first-born.
21.4    And Joram entered upon his kingdom, and strengthened himself, and slew all his brothers with the sword, and [some] of the princes of Israel.
21.5    When he was thirty and two years old, Joram succeeded to his kingdom, and he reigned eight years in Jerusalem.
21.6    And he walked in the way of the kings of Israel, as did the house of Achaab; for a daughter of Achaab was his wife: and he did that which was evil in the sight of the Lord:
21.7    nevertheless the Lord would not utterly destroy the house of David, because of the covenant which he made with David, and as he said to him that he would give a light to him and his sons for ever.
21.8    In those days Edom revolted from Juda, and they made a king over themselves.
21.9    And Joram went with the princes, and all the cavalry with him: and it came to pass that he arose by night, and smote Edom that compassed him about, and the captains of the chariots, and the people fled to their tents.
21.10   And Edom revolted from Juda until this day. Then Lomna at that time revolted from [under] his hand, because he forsook the Lord God of his fathers.
21.11   For he built high places in the cities of Juda, and caused the dwellers in Jerusalem to go a-whoring, and led Juda astray.
21.12   And there came to him [a message] in writing from Eliu the prophet, saying, Thus saith the Lord God of thy father David, Because thou hast not walked in the way of thy father Josaphat, nor in the ways of Asa king of Juda,
21.13   but hast walked in the ways of the kings of Israel, and hast caused Juda and the dwellers in Jerusalem to go a-whoring, as the house of Achaab caused [Israel] to go a-whoring, and thou hast slain thy brethren, the sons of thy father, who were better than thyself;
21.14   behold, the Lord shall smite thee with a great plague among thy people, and thy sons, and thy wives, and all thy store:
21.15   and thou [shalt be afflicted] with a grievous disease, with a disease of the bowels, until thy bowels shall fall out day by day with the sickness.
21.16   So the Lord stirred up the Philistines against Joram, and the Arabians, and those who bordered on the Aethiopians:
21.17   and they went up against Juda, and prevailed against them, and took away all the store which they found in the house of the king, and his sons, and his daughters; and there was no son left to him but Ochozias the youngest of his sons.
21.18   And after all these things the Lord smote him in the bowels with an incurable disease.
21.19   And it continued from day to day: and when the time of the days came [to] two years, his bowels fell out with the disease, and he died by a grievous distemper: and his people performed no funeral, like the funeral of his fathers.
21.20   He was thirty and two years old when he began to reign, and he reigned eight years in Jerusalem. And he departed without honour, and was buried in the city of David, but not in the tombs of the kings.


- Chapitre / chapter 22 -
22.1    Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ᾽ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ᾽ αὐτούς, οἱ Ἄραβες καὶ οἱ Αλιμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα.
22.2    ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Αμβρι.
22.3    καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Αχααβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·
22.4    καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον *κυρίου ὡς οἶκος Αχααβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,
22.5    καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ.
22.6    καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευθῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ, ὅτι ἠρρώστει.
22.7    καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ᾽ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν *κυρίου τὸν οἶκον Αχααβ.
22.8    καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ, καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς.
22.9    καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ιωσαφατ ἐστίν, ὃς ἐζήτησεν τὸν *κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
22.10   Καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα.
22.11   καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.
22.12   καὶ ἦν μετ᾽ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

- Chapitre / chapter 22 -
22.1    And the inhabitants of Jerusalem made Ochozias his youngest son king in his stead: for the band of robbers that came against them, even the Arabians and the Alimazonians, had slain all the elder ones. So Ochozias son of Joram king of Juda reigned.
22.2    Ochozias began to reign when he was twenty years old, and he reigned one year in Jerusalem: and his mother's name was Gotholia, the daughter of Ambri.
22.3    And he walked in the way of the house of Achaab; for his mother was his counsellor to do evil.
22.4    And he did that which was evil in the sight of the Lord as the house of Achaab [had done]: for they were his counselors after the death of his father to his destruction.
22.5    And he walked in their counsels, and he went with Joram son of Achaab king of Israel to war against Azael king of Syria to Ramoth Galaad: and the archers smote Joram.
22.6    And Joram returned to Jezrael to be healed of the wounds wherewith the Syrians smote him in Ramoth, when he fought against Azael king of Syria. And Ochozias son of Joram, king of Juda, went down to see Joram the son of Achaab at Jezrel because he was sick.
22.7    And destruction from God came upon Ochozias in [his] coming to Joram; for when he had come, Joram went out with him against Jeu the son of Namessei, the anointed of the Lord against the house of Achaab.
22.8    And it came to pass, when Jeu was taking vengeance on the house of Achaab, that he found the princes of Juda and the brethren of Ochozias ministering to Ochozias, and he slew them.
22.9    And he gave orders to seek Ochozias: and they took him while he was healing his wounds in Samaria, and they brought him to Jeu, and he slew him; and they buried him, for they said, He is the son of Josaphat, who sought the Lord with all his heart. So there was none in the house of Ochozias to secure their power in the kingdom.
22.10   And Gotholia the mother of Ochozias saw that her son was dead, and she arose and destroyed all the seed royal in the house of Juda.
22.11   But Josabeeth, the daughter of the king, took Joas the son of Ochozias and rescued him secretly out of the midst of the sons of the king that were put to death, and she placed him and his nurse in a bedchamber. So Josabeeth daughter of king Joram, sister of Ochozias, wife of Jodae the priest, hid him, and she [even] hid him from Gotholia, and she did not slay him.
22.12   And he was with him hid in the house of God six years; and Gotholia reigned over the land.

- Chapitre / chapter 23 -
23.1    Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαφαν υἱὸν Ζαχαρια, μετ᾽ αὐτοῦ εἰς οἶκον.
23.2    καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ, καὶ ἦλθον εἰς Ιερουσαλημ.
23.3    καὶ διέθεντο πᾶσα ἐκκλησία Ιουδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησεν *κύριος ἐπὶ τὸν οἶκον Δαυιδ.
23.4    νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,
23.5    καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου *κυρίου.
23.6    καὶ μὴ εἰσελθέτω εἰς οἶκον *κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσιν, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς *κυρίου.
23.7    καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου.
23.8    καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα, ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ᾽ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας.
23.9    καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἃ ἦν τοῦ βασιλέως Δαυιδ, ἐν οἴκῳ τοῦ θεοῦ.
23.10   καὶ ἔστησεν πάντα τὸν λαόν, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.
23.11   καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ιωδαε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν Ζήτω ὁ βασιλεύς.
23.12   καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τοῦ λαοῦ τῶν τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα εἰς οἶκον *κυρίου.
23.13   καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ἐν ταῖς σάλπιγξιν καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον· καὶ διέρρηξεν Γοθολια τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν καὶ εἶπεν Ἐπιτιθέμενοι ἐπιτίθεσθε.
23.14   καὶ ἐξῆλθεν Ιωδαε ὁ ἱερεύς, καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς Ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Μὴ ἀποθανέτω ἐν οἴκῳ *κυρίου.
23.15   καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.
23.16   καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ *κυρίῳ.
23.17   καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθαν ἱερέα τῆς Βααλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.
23.18   καὶ ἐνεχείρησεν Ιωδαε ὁ ἱερεὺς τὰ ἔργα οἴκου *κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλεν Δαυιδ ἐπὶ τὸν οἶκον *κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα *κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυιδ.
23.19   καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου *κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.
23.20   καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἀνεβίβασαν τὸν βασιλέα εἰς οἶκον *κυρίου, καὶ εἰσῆλθεν διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τῆς βασιλείας.
23.21   καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοθολιαν ἐθανάτωσαν μαχαίρᾳ.

- Chapitre / chapter 23 -
23.1    And in the eighth year Jodae strengthened [himself], and took the captains of hundreds, Azarias the son of Joram, and Ismael the son of Joanan, and Azarias the son of Obed, and Maasaeas the son of Adia, and Elisaphan the son of Zacharias, with him unto the house of the Lord.
23.2    And they went round about Juda, and gathered the Levites out of all the cities of Juda, and heads of the families of Israel, and they came to Jerusalem.
23.3    and all the congregation of Juda made a covenant with the king in the house of God. And he shewed them the king's son, and said to them, Lo, let the king's son reign, as the Lord said concerning the house of David.
23.4    Now this [is] the thing which ye shall do. Let a third part of you, [even] of the priests and of the Levites, enter in on the sabbath, even into the gates of the entrances;
23.5    and let a third part be in the house of the king; and another third at the middle gate: and all the people in the courts of the Lord's house.
23.6    And let not [any one] enter into the house of the Lord, except the priests and the Levites, and the servants of the Levites; they shall enter in, because they are holy: and let all the people keep the watch of the Lord.
23.7    And the Levites shall compass the king round about, every man's weapon in his hand; and whoever [else] goes into the house shall die: but they shall be with the king when he goes out, and when he comes in.
23.8    And the Levites and all Juda did according to all that the priest Jodae commanded them, and they took each his men from the beginning of the sabbath to the end of the sabbath, for Jodae the priest did not dismiss the courses.
23.9    And Jodae gave to the men the swords, and the shields, and the arms, which [had] belonged to King David, in the house of God.
23.10   And he set the whole people, every man with his arms, from the right side of the house to the left side of the altar and the house, over against the king round about.
23.11   And he brought out the king's son, and put on him the crown and the testimony, and Jodae the priest and his sons proclaimed him king, and anointed him, and said, Long live the king!
23.12   And Gotholia heard the sound of the people running, and acknowledging and praising the king: and she went in to the king into the house of the Lord.
23.13   And she looked, and, behold, the king [stood] in his place, and the princes and trumpets were at the entrance, and the princes were round the king: and all the people of the land rejoiced, and sounded the trumpets, and there were the singers singing with instruments, and singing hymns of praise. and Gotholia rent her robe, and cried, ye surely are plotting against [me].
23.14   And Jodae the priest went forth, and Jodae the priest charged the captains of hundreds, even the captains of the host, and said to them, Thrust her forth outside the house, and follow her, and let her be slain with the sword. For the priest said, Let her not be slain in the house of the Lord.
23.15   So they let her go [out]; and she went through the horsemen's gate of the house of the king, and they slew her there.
23.16   And Jodae made a covenant between himself, and the people, and the king, that the people should be the Lord's.
23.17   And all the people of the land went into the house of Baal, and tore down it and its altars, and they ground his images to powder, and they slew Matthan the priest of Baal before his altars.
23.18   And Jodae the priest committed the works of the house of the Lord into the and of the priests and Levites, and he re-established the courses of the priests and Levites which David appointed over the house of the Lord, and [he appointed them] to offer whole-burnt-offerings to the Lord, as it is written in the law of Moses, with gladness, and with songs by the hand of David.
23.19   And the porters stood at the gates of the house of the Lord, that no one unclean in any respect should enter in.
23.20   And he took the heads of families, and the mighty men, and the chiefs of the people, and all the people of the land, and they conducted the king into the house of the Lord; and he went through the inner gate into the king's house, and they seated the king on the throne of the kingdom.
23.21   And all the people of the land rejoiced; and the city was quiet: and they slew Gotholia.

- Chapitre / chapter 24 -
24.1    Ὢν ἑπτὰ ἐτῶν Ιωας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβια ἐκ Βηρσαβεε.
24.2    καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον *κυρίου πάσας τὰς ἡμέρας Ιωδαε τοῦ ἱερέως.
24.3    καὶ ἔλαβεν αὐτῷ Ιωδαε γυναῖκας δύο, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
24.4    καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἐπὶ καρδίαν Ιωας ἐπισκευάσαι τὸν οἶκον *κυρίου.
24.5    καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς Ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχῦσαι τὸν οἶκον κυρίου ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται.
24.6    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ Διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ, ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;
24.7    ὅτι Γοθολια ἦν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ, καὶ γὰρ τὰ ἅγια οἴκου *κυρίου ἐποίησαν ταῖς Βααλιμ.
24.8    καὶ εἶπεν ὁ βασιλεύς Γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου *κυρίου ἔξω·
24.9    καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι *κυρίῳ, καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ισραηλ ἐν τῇ ἐρήμῳ.
24.10   καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον, ἕως οὗ ἐπληρώθη.
24.11   καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ.
24.12   καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ιωδαε ὁ ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου *κυρίου, καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον *κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον *κυρίου.
24.13   καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν, καὶ ἀνέστησαν τὸν οἶκον κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν.
24.14   καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον *κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσᾶς καὶ ἀργυρᾶς. καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ *κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε.
24.15   Καὶ ἐγήρασεν Ιωδαε πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν·
24.16   καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ τοῦ θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
24.17   καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιωδαε εἰσῆλθον οἱ ἄρχοντες Ιουδα καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς.
24.18   καὶ ἐγκατέλιπον τὸν *κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις· καὶ ἐγένετο ὀργὴ ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ταύτῃ.
24.19   καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς *κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύραντο αὐτοῖς, καὶ οὐκ ἤκουσαν.
24.20   καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Αζαριαν τὸν τοῦ Ιωδαε τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν Τάδε λέγει *κύριος Τί παραπορεύεσθε τὰς ἐντολὰς *κυρίου ;καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν *κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
24.21   καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι᾽ ἐντολῆς Ιωας τοῦ βασιλέως ἐν αὐλῇ οἴκου *κυρίου.
24.22   καὶ οὐκ ἐμνήσθη Ιωας τοῦ ἐλέους, οὗ ἐποίησεν μετ᾽ αὐτοῦ Ιωδαε ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν Ἴδοι *κύριος καὶ κρινάτω.
24.23   καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ᾽ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ.
24.24   ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας, καὶ ὁ *θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον *κύριον θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ Ιωας ἐποίησεν κρίματα.
24.25   καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ᾽ αὐτοῦ ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ιωδαε τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.
24.26   καὶ οἱ ἐπιθέμενοι ἐπ᾽ αὐτὸν Ζαβεδ ὁ τοῦ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ τοῦ Σομαρωθ ὁ Μωαβίτης
24.27   καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 24 -
24.1    Joas was seven years old when he began to reign, and he reigned forty years in Jerusalem: and his mother's name was Sabia of Bersabee.
24.2    And Joas did that which right in the sight of the Lord all the days of Jodae the priest.
24.3    And Jodae took to himself two wives, and they bore sons and daughters.
24.4    And it came to pass afterward that it came into the heart of Joas to repair the house of the Lord.
24.5    And he gathered the priests and the Levites, and said o them, Go out into the cities of Juda, and collect money of all Israel to repair the house of the Lord from year to year, and make haste to speak [of it]. But the Levites hasted not.
24.6    And king Joas called Jodae the chief, and said to him, Why hast thou not looked after the Levites, so that they should bring from Juda and Jerusalem that which was prescribed by Moses the man of God, when he assembled Israel at the tabernacle of witness?
24.7    For Gotholia was a transgressor, and her sons tore down the house of God; for they offered the holy things of the house of the Lord to Baalim.
24.8    And the king said, Let a box be made, and let it be put at the gate of the house of the Lord without.
24.9    And let [men] proclaim in Juda an in Jerusalem, that [the people] should bring to the Lord, as Moses the servant of God spoke concerning Israel in the wilderness.
24.10   And all the princes and all the people gave, and brought in, and cast into the box until it was filled.
24.11   And it came to pass, when they brought in the box to the officers of the king by the hand of the Levites, and when they saw that the money was more than sufficient, then came the king's scribe, and the officer of the high priest, and emptied the box, and restored it to its place. Thus they did day by day, and collected much money.
24.12   And the king and Jodae the priest gave it to the workmen employed in the service of the house of the Lord, and they hired masons and carpenters to repair the house of the Lord, also smiths and braziers to repair the house of the Lord.
24.13   And the workmen wrought, and the works prospered in their hands, and they established the house of the Lord on its foundation, and strengthened [it].
24.14   And when they had finished [it], they brought to the king and to Jodae the remainder of the money, and they made vessels for the house of the Lord, vessels of service for whole-burnt-offerings, and gold and silver [censers]: and they offered up whole-burnt-offerings in the house of the Lord continually all the days of Jodae
24.15   And Jodae grew old, being full of days, and he died, being a hundred and thirty years old at his death.
24.16   And they buried him with the kings in the city of David, because he had dealt well with Israel, and with God and his house.
24.17   And it came to pass after the death of Jodae, [that] the princes of Juda went in, and did obeisance to the king. Then the king hearkened to them.
24.18   And they forsook the house of the Lord God of their fathers, and served the Astartes and idols: and there was wrath upon Juda and Jerusalem in that day.
24.19   yet he sent prophets to them, to turn them to the Lord; but they hearkened not: and he testified to them, but they obeyed not.
24.20   And the Spirit of God came upon Azarias the son of Jodae the priest, and he stood up above the people, and said, Thus saith the Lord, Why do ye transgress the commandments of the Lord? so shall ye not prosper; for ye have forsaken the Lord, and he will forsake you.
24.21   And they conspired against him, and stone him by command of king Joas in the court of the Lord's house.
24.22   So Joas remembered not the kindness which his father Jodae had exercised towards him, but slew his son. And as he died, he said, The Lord look upon [it], and judge.
24.23   And it came to pass after the end of the year, [that] the host of Syria went up against him, and came against Juda and Jerusalem: and they slew all the chiefs of the people among the people, and all their spoils they sent to the king of Damascus.
24.24   For the army of Syria came with few men, yet God gave into their hands a very large army, because they had forsaken the God of their fathers; and he brought judgments on Joas.
24.25   And after they had departed from him, when they had left him in sore diseases, then his servants conspired against him because of the blood of the son of Jodae the priest, and slew him on his bed, and he died, and they buried him in the city of David, but they buried him not in the sepulchre of the kings.
24.26   And they that conspired against him were Zabed the on of Samaath the Ammanite, and Jozabed the son of Samareth the Moabite.
24.27   And all his sons, and the five came to him: and the other [matters], behold, they are written in the book of the kings. And Amasias his son reigned in his stead.

- Chapitre / chapter 25 -
25.1    Ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ.
25.2    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον *κυρίου, ἀλλ᾽ οὐκ ἐν καρδίᾳ πλήρει.
25.3    καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ·
25.4    καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου *κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο *κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ᾽ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
25.5    καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ θυρεόν.
25.6    καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου.
25.7    καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ, ὅτι οὐκ ἔστιν *κύριος μετὰ Ισραηλ, πάντων τῶν υἱῶν Εφραιμ·
25.8    ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.
25.9    καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ *κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.
25.10   καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.
25.11   καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας·
25.12   καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
25.13   καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ᾽ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.
25.14   καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν.
25.15   καὶ ἐγένετο ὀργὴ *κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου;
25.16   καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
25.17   καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις.
25.18   καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων Ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ.
25.19   εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ;
25.20   καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων.
25.21   καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς, ἥ ἐστιν τοῦ Ιουδα.
25.22   καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα.
25.23   καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·
25.24   καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
25.25   καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε.
25.26   καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ;
25.27   καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Αμασιας ἀπὸ *κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
25.28   καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.

- Chapitre / chapter 25 -
25.1    Amasias began to reign when he was twenty and five years old, and he reigned twenty-nine years in Jerusalem; and his mother's name [was] Joadaen of Jerusalem.
25.2    And he did that which was right in the sight of the Lord, but not with a perfect heart.
25.3    And it came to pass, when the kingdom was established in his hand, that he slew his servants who had slain the king his father.
25.4    But he slew not their sons, according to the covenant of the law of the Lord, as it is written, [and] as the Lord commanded, saying, The fathers shall not die for the children, and the sons shall not die for the fathers, but they shall die each for his own sin.
25.5    And Amasias assembled the house of Juda, and appointed them according to the houses of their families for captains of thousands and captains of hundreds in all Juda and Jerusalem: and he numbered them from twenty years old and upwards, and found them three hundred thousand able to go out to war, holding spear and shield.
25.6    Also he hired of Israel a hundred thousand mighty [men for] a hundred talents of silver.
25.7    And there came a man of God to him, saying, O king, let not the host of Israel go with thee; for the Lord is not with Israel, [even] all the sons of Ephraim.
25.8    For if thou shalt undertake to strengthen [thyself] with these, then the lord shall put thee to flight before the enemies: for it is of the Lord both to strengthen and to put to flight.
25.9    And Amasias said to the man of God, But what shall I do [for] the hundred talents which I have given to the army of Israel? And the man of God said, The Lord can give thee much more than these.
25.10   And Amasias separated from the army that came to him from Ephraim, that they might go away to their place; and they were very angry with Juda, and they returned to their place with great wrath.
25.11   And Amasias strengthened [himself], and took his people, and went to the valley of salt, and smote there the children of Seir ten thousand.
25.12   And the children of Juda took ten thousand prisoners, and they carried them to the top of the precipice, and cast them headlong from the top of the precipice, and they were all dashed to pieces.
25.13   And the men of the host whom Amasias sent back so that they should not go with him to battle, [went] and attacked the cities of Juda, from Samaria to Baethoron; and they smote three thousand among them, and took much spoil.
25.14   And it came to pass, after Amasias had returned from smiting Idumea, that he brought home the gods of the children of Seir, and set them up for himself as gods, and bowed down before them, and he sacrificed to them.
25.15   And the anger of the Lord came upon Amasias, and he sent him a prophet, and he said to him, Why hast thou sought the gods of the people, which have not rescued their own people out of thine hand?
25.16   And it came to pass when the prophet was speaking to him, that he said to him, have I made thee king's counsellor? take heed lest thou be scourged: and the prophet forebore, and said, I know that [God] is disposed against thee to destroy thee, because thou hast done this thing, and hast not hearkened to my counsel.
25.17   And Amasias king of Juda took counsel, and sent to Joas, son of Joachaz, son of Jeu, king of Israel, saying, Come, and let us look one another in the face.
25.18   And Joas king of Israel sent to Amasias king of Juda, saying, The thistle that was in Libanus sent to the cedar that was in Libanus, saying, Give thy daughter to my son to wife; but, behold, thy wild beasts of the field that are in Libanus shall come: and the wild beasts did come, and trod down the thistle.
25.19   Thou hast said, Behold, I have smitten Idumea, and thy stout heart exalts thee: now stay at home; for why dost thou implicate thyself in mischief, that thou shouldest fall, and Juda with thee.
25.20   Nevertheless Amasias hearkened not, for it was of the Lord to deliver him into [the enemy's] hands, because he sought after the gods of the Idumeans.
25.21   So Joas king of Israel went up; and they saw one another, he and Amasias king of Juda, in Baethsamys, which is of Juda.
25.22   And Juda was put to flight before Israel, and they fled every man to his tent.
25.23   And Joas king of Israel took prisoner Amasias king of Juda, [son] of Joas, son of Joachaz, in Baethsamys, and brought him to Jerusalem; and he pulled down [part] of the wall of Jerusalem from the gate of Ephraim to the corner gate, four hundred cubits.
25.24   And [he took] all the gold and the silver, and all the vessels that were found in the house of the Lord and with Abdedom, and the treasures of the king's house, and the hostages, and he returned to Samaria.
25.25   And Amasias the [son] of Joas king of Juda lived after the death of Joas the [son] of Joachaz king of Israel fifteen years.
25.26   And the rest of the acts of Amasias, the first and the last, Lo! are they not written in the book of the kings of Juda and Israel?
25.27   And at the time when Amasias departed from the Lord, then they formed a conspiracy against him; and he fled from Jerusalem to Lachis: and they sent after him to Lachis, and slew him there.
25.28   And they took him up on horses, and buried him with his fathers in the city of David.

- Chapitre / chapter 26 -
26.1    Καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Οζιαν, καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμασιου.
26.2    αὐτὸς ᾠκοδόμησεν τὴν Αιλαθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
26.3    υἱὸς δέκα ἓξ ἐτῶν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἀπὸ Ιερουσαλημ.
26.4    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον *κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτοῦ.
26.5    καὶ ἦν ἐκζητῶν τὸν *κύριον ἐν ταῖς ἡμέραις Ζαχαριου τοῦ συνίοντος ἐν φόβῳ *κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησεν τὸν *κύριον, καὶ εὐόδωσεν αὐτῷ *κύριος.
26.6    καὶ ἐξῆλθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησεν πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.
26.7    καὶ κατίσχυσεν αὐτὸν κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.
26.8    καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Οζια, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.
26.9    καὶ ᾠκοδόμησεν Οζιας πύργους ἐν Ιερουσαλημ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν.
26.10   καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλα καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι φιλογέωργος ἦν.
26.11   καὶ ἐγένετο τῷ Οζια δυνάμεις ποιοῦσαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ιιηλ τοῦ γραμματέως καὶ Μαασαιου τοῦ κριτοῦ διὰ χειρὸς Ανανιου τοῦ διαδόχου τοῦ βασιλέως.
26.12   πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,
26.13   καὶ μετ᾽ αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.
26.14   καὶ ἡτοίμαζεν αὐτοῖς Οζιας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.
26.15   καὶ ἐποίησεν ἐν Ιερουσαλημ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσιν καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθηθῆναι, ἕως οὗ κατίσχυσεν.
26.16   Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν *κυρίῳ θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν *κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.
26.17   καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Αζαριας ὁ ἱερεὺς καὶ μετ᾽ αὐτοῦ ἱερεῖς τοῦ *κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ
26.18   καὶ ἔστησαν ἐπὶ Οζιαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ Οὐ σοί, Οζια, θυμιάσαι τῷ *κυρίῳ, ἀλλ᾽ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ααρων τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ *κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ *κυρίου θεοῦ.
26.19   καὶ ἐθυμώθη Οζιας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ *κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.
26.20   καὶ ἐπέστρεψεν ἐπ᾽ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν *κύριος.
26.21   καὶ ἦν Οζιας ὁ βασιλεὺς λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ αφφουσωθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου *κυρίου· καὶ Ιωαθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.
26.22   καὶ οἱ λοιποὶ λόγοι Οζιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ιεσσιου τοῦ προφήτου.
26.23   καὶ ἐκοιμήθη Οζιας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι Λεπρός ἐστιν· καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 26 -
26.1    Then all the people of the land took Ozias, and he was sixteen years old, and they made him king in the room of his father Amasias.
26.2    He built Aelath, he recovered it to Juda, after the king slept with his fathers.
26.3    Ozias began to reign at the age of sixteen years, and he reigned fifty-two years in Jerusalem: and his mother's name was Jechelia of Jerusalem.
26.4    And he did that which was right in the sight of the Lord, according to all that Amasias his father did.
26.5    And he sought the Lord in the days of Zacharias, who understood the fear of the Lord; and in his days he sought the Lord, and the Lord prospered him.
26.6    And he went out and fought against the Philistines, and pulled down the walls of Geth, and the walls of Jabner, and the walls of Azotus, and he built cities [near] Azotus, and among the Philistines.
26.7    And the Lord strengthened him against the Philistines, and against the Arabians that dwelt on the rock, and against the Kinaeans.
26.8    And the Kinaeans gave gifts to Ozias; and his fame spread as far as the entering in of Egypt, for he strengthened [himself] exceedingly.
26.9    And Ozias built towers in Jerusalem, both at the gate of the corners, and at the valley gate, and at the corners and he fortified them.
26.10   And he built towers in the wilderness, and dug many wells, for he had many cattle in the low country and in the plain; and vinedressers in the mountain country and in Carmel: for he was a husbandman.
26.11   And Ozias had a host of warriors, and that went out orderly to war, and returned orderly in number; and their number was [made] by the hand of Jeiel the scribe, and Maasias the judge, by the hand of Ananias the king's deputy.
26.12   The whole number of the chiefs of families of the mighty men of war [was] two thousand six hundred;
26.13   and with them was a warrior force, three hundred thousand and seven thousand and five hundred: these waged war mightily to help the king against [his] enemies.
26.14   And Ozias prepared for them, [even] for all the host, shields, and spears, and helmets, and breastplates, and bows, and slings for stones.
26.15   And he made in Jerusalem machines invented by a wise contriver, to be upon the towers and upon the corners, to cast darts and great stones: and [the fame] of their preparation was heard at a distance; for he was wonderfully helped, till he was strong.
26.16   And when he was strong, his heart was lifted up to his destruction; and he transgressed against the Lord his God, and went into the temple of the Lord to turn incense on the altar of incense.
26.17   And there went in after him Azarias the priest, and with him eighty priests of the Lord, mighty men.
26.18   And they withstood Ozias the kin, and said to him, [It is] not for thee, Ozias, to burn incense to the Lord, but only for the priests the sons of Aaron, who are consecrated to sacrifice: go forth of the sanctuary, for thou hast departed from the Lord; and this shall not be for glory to thee from the Lord god.
26.19   And Ozias was angry, and in his hand [was] the censer to burn incense in the temple: and when he was angry with the priests, then the leprosy rose up in his forehead before the priests in the house of the Lord, over the altar of incense.
26.20   And Azarias the chief priest, and the [other] priests, turned [to look] at him, and, behold, he [was] leprous in his forehead; and they got him hastily out thence, for he also hasted to go out, because the Lord had rebuked him.
26.21   And Ozias the king was a leper to the day of his death, and he dwelt [as] a leper in a separate house; for he was cut off from the house of the Lord: and Joathan his son [was set] over his kingdom, judging the people of the land.
26.22   And the rest of the acts of Ozias, the first and the last, [are] written by Jessias the prophet.
26.23   And Ozias slept with his fathers, and they buried him with his fathers in the field of the burial [place] of the kings, for they said, He is a leper; and Joatham his son reigned in his stead.

- Chapitre / chapter 27 -
27.1    Υἱὸς εἴκοσι πέντε ἐτῶν Ιωαθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσα θυγάτηρ Σαδωκ.
27.2    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον *κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ, ἀλλ᾽ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν *κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.
27.3    αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου *κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Οφλα ᾠκοδόμησεν πολλά·
27.4    καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ιουδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.
27.5    αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Αμμων καὶ κατίσχυσεν ἐπ᾽ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Αμμων κατ᾽ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Αμμων κατ᾽ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.
27.6    καὶ κατίσχυσεν Ιωαθαμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι *κυρίου θεοῦ αὐτοῦ.
27.7    καὶ οἱ λοιποὶ λόγοι Ιωαθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
27.8    (vide)
27.9    καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 27 -
27.1    Joatham [was] twenty and five years old when he began to reign, and he reigned sixteen years in Jerusalem: and his mother's name [was] Jerusa, daughter of Sadoc.
27.2    And he did that which was right in the sight of the Lord, according to all that his father Ozias did: but he went not into the temple of the Lord. And still the people corrupted themselves.
27.3    He built the high gate of the house of the Lord, and he built much in the wall of Opel.
27.4    In the mountain of Juda, and in the woods, [he built] both dwelling-places and towers.
27.5    He fought against the king of the children of Ammon, and prevailed against him: and the children of Ammon gave him even annually a hundred talents of silver, and ten thousand measures of wheat, an ten thousand of barley. These the king of the children of Ammon brought to him annually in the first and second and third years.
27.6    Joatham grew strong, because he prepared his ways before the Lord his God.
27.7    And the rest of the acts of Joatham, and his war, and his deeds, behold, [they are] written in the book of the kings of Juda and Israel.
27.8    [vide]
27.9    And Joatham slept with his fathers, and was buried in the city of David: and Achaz his son reigned in his stead.

- Chapitre / chapter 28 -
28.1    Υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον *κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
28.2    καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
28.3    καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλέθρευσεν *κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ,
28.4    καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
28.5    καὶ παρέδωκεν αὐτὸν *κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
28.6    καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν *κύριον θεὸν τῶν πατέρων αὐτῶν.
28.7    καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως.
28.8    καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας, υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.
28.9    καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ *κυρίου, Ωδηδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ *κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.
28.10   καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθ᾽ ὑμῶν μαρτυρῆσαι *κυρίῳ θεῷ ὑμῶν;
28.11   καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ *κυρίου ἐφ᾽ ὑμῖν.
28.12   καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ, Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
28.13   καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ *κυρίῳ ἐφ᾽ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ *κυρίου ἐπὶ τὸν Ισραηλ.
28.14   καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.
28.15   καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
28.16   Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ
28.17   καὶ ἐν τούτῳ, ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
28.18   καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ.
28.19   ὅτι ἐταπείνωσεν *κύριος τὸν Ιουδαν δι᾽ Αχαζ βασιλέα Ιουδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ *κυρίου.
28.20   καὶ ἦλθεν ἐπ᾽ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν.
28.21   καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ *κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ.
28.22   ἀλλ᾽ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ *κυρίου καὶ εἶπεν ὁ βασιλεύς
28.23   Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήμψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ.
28.24   καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου *κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου *κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ·
28.25   καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν *κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν.
28.26   καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
28.27   καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ· καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 28 -
28.1    Achaz was five and twenty years old when he began to reign, and he reigned sixteen years in Jerusalem: and he did not that which was right in the sight of the Lord, as David his father.
28.2    But he walked in the ways of the kings of Israel, for he made graven images.
28.3    And [he sacrificed] to their idols in the valley of Benennom, and passed his children through the fire, according to the abominations of the heathen, whom the Lord cast out from before the children of Israel.
28.4    And he burnt incense upon the high places, and upon the roofs, and under every shady tree.
28.5    And the Lord his God delivered him into the hand of the king of Syria; and he smote him, and took captive of them a great band of prisoners, and carried him to Damascus. Also [God] delivered him into the hands of the king of Israel, who smote him with a great slaughter.
28.6    And Phakee the son of Romelias king of Israel, slew in Juda in one day a hundred and twenty thousand mighty men; because they had forsaken the Lord God of their fathers.
28.7    And Zechri, a mighty man of Ephraim, slew Maasias the king's son, and Ezrican the chief of his house, and Elcana the king's deputy.
28.8    And the children of Israel took captive of their brethren three hundred thousand, women, and sons, and daughters, and they spoiled them of much property, and brought the spoils to Samaria.
28.9    And there was there a prophet of the Lord, his name [was] Oded: and he went out to meet the host that were coming to Samaria, and said to them, Behold, the wrath of the Lord God of your fathers [I] upon Juda, and he has delivered them into your hands, and ye have slain them in wrath, and it has reached even to heaven.
28.10   And now ye talk of keeping the children of Juda and Jerusalem for servants and handmaidens. Lo, am I not with you to testify for the Lord your God?
28.11   And now hearken to me, and restore the prisoners of your brethren whom ye have taken: for the fierce anger of the Lord [is] upon you.
28.12   And the chiefs of the sons of Ephraim rose up, Udias the son of Joanas, and Barachias the son of Mosolamoth, and Ezekias the son of Sellem, and Amasias the son of Eldai, against those that came from the war,
28.13   and said to them, Ye shall not bring in hither the prisoners to us, for whereas sin against the Lord [is] upon us, ye mean to add to our sins, and to our trespass: for our sin [is] great, and the fierce anger of the Lord [is] upon Israel.
28.14   So the warriors left the prisoners and the spoils before the princes and all the congregation.
28.15   And the men who were called by name rose up, and took hold of the prisoners, and clothed all the naked from the spoils, and gave them garments and shoes, and gave them [food] to eat, and [oil] to anoint themselves [with], and they helped also every one that was weak with asses, and placed them in Jericho, the city of palm-trees, with their brethren; and they returned to Samaria.
28.16   At that time king Achaz sent to the king of Assyria to help him, and on this occasion,
28.17   because the Idumeans had attacked [him], and smitten Juda, and taken a number of prisoners.
28.18   Also the Philistines had made an attack on the cities of the plain country, and the cities of the south of Juda, and taken Baethsamys, and [[the things in the house of the Lord, and the things in the house of the king, and of the princes: and they gave to the king]] Aelon, and Galero, and Socho and her villages, and Thamna and her villages, and Gamzo and her villages: and they dwelt there.
28.19   For the Lord humbled Juda because of Achaz king of Juda, because he grievously departed from the Lord.
28.20   And there came against him Thalgaphellasar king of Assyria, and he afflicted him.
28.21   And Achaz took the things [that were] in the house of the Lord, and the things in the house of the king, and of the princes, and gave them to the king of Assyria: but he was no help to him,
28.22   but only [troubled him] in his affliction: and he departed yet more from the Lord, and king Achaz said,
28.23   I will seek after the gods of Damascus that smite me. And he said, Forasmuch as the gods of the king of Syria themselves strengthen them, therefore will I sacrifice to them, and they will help me. But they became a stumbling-block to him, and to all Israel.
28.24   And Achaz removed the vessels of the house of the Lord, and cut them in pieces, and shut the doors of the house of the Lord, and made to himself altars in every corner in Jerusalem:
28.25   and in each several city in Juda he made high places to burn incense to strange gods: and they provoked the Lord God of their fathers.
28.26   And the rest of his acts, and his deeds, the first and the last, behold, [they are] written in the book of the kings of Juda and Israel.
28.27   And Achaz slept with his fathers, and was buried in the city of David; for they did not bring him into the sepulchres of the kings of Israel: and Ezekias his son reigned in his stead.

- Chapitre / chapter 29 -
29.1    Καὶ Εζεκιας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αββα θυγάτηρ Ζαχαρια.
29.2    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον *κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ.
29.3    καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου *κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
29.4    καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς
29.5    καὶ εἶπεν αὐτοῖς Ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον *κυρίου θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·
29.6    ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον *κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς *κυρίου καὶ ἔδωκαν αὐχένα
29.7    καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ισραηλ.
29.8    καὶ ὠργίσθη ὀργῇ *κύριος ἐπὶ τὸν Ιουδαν καὶ ἐπὶ τὴν Ιερουσαλημ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
29.9    καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
29.10   ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην *κυρίου θεοῦ Ισραηλ, καὶ ἀποστρέψει τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφ᾽ ἡμῶν.
29.11   καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικεν *κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.
29.12   καὶ ἀνέστησαν οἱ Λευῖται, Μααθ ὁ τοῦ Αμασι καὶ Ιωηλ ὁ τοῦ Αζαριου ἐκ τῶν υἱῶν Κααθ, καὶ ἐκ τῶν υἱῶν Μεραρι Κις ὁ τοῦ Αβδι καὶ Αζαριας ὁ τοῦ Ιαλλεληλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνι Ιωα ὁ τοῦ Ζεμμαθ καὶ Ιωδαν ὁ τοῦ Ιωαχα,
29.13   καὶ τῶν υἱῶν Ελισαφαν Σαμβρι καὶ Ιιηλ, καὶ τῶν υἱῶν Ασαφ Ζαχαριας καὶ Μαθθανιας,
29.14   καὶ τῶν υἱῶν Αιμαν Ιιηλ καὶ Σεμει, καὶ τῶν υἱῶν Ιδιθων Σαμαιας καὶ Οζιηλ,
29.15   καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος *κυρίου καθαρίσαι τὸν οἶκον *κυρίου.
29.16   καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον *κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ *κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου *κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω.
29.17   καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν *κυρίου καὶ ἥγνισαν τὸν οἶκον *κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
29.18   καὶ εἰσῆλθαν ἔσω πρὸς Εζεκιαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ *κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς·
29.19   καὶ πάντα τὰ σκεύη, ἃ ἐμίανεν Αχαζ ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου *κυρίου.
29.20   καὶ ὤρθρισεν Εζεκιας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον *κυρίου
29.21   καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἶπεν τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον *κυρίου.
29.22   καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεον τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ·
29.23   καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ᾽ αὐτούς,
29.24   καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ισραηλ, ὅτι περὶ παντὸς Ισραηλ, εἶπεν ὁ βασιλεύς, ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
29.25   καὶ ἔστησεν τοὺς Λευίτας ἐν οἴκῳ *κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυιδ τοῦ βασιλέως καὶ Γαδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Ναθαν τοῦ προφήτου, ὅτι δι᾽ ἐντολῆς *κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν·
29.26   καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυιδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν.
29.27   καὶ εἶπεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν *κυρίῳ, καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ.
29.28   καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ αἱ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.
29.29   καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.
29.30   καὶ εἶπεν Εζεκιας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν *κύριον ἐν λόγοις Δαυιδ καὶ Ασαφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.
29.31   καὶ ἀπεκρίθη Εζεκιας καὶ εἶπεν Νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν *κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἶκον *κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἶκον *κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
29.32   καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν *κυρίῳ πάντα ταῦτα.
29.33   καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.
29.34   ἀλλ᾽ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο δεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἡγνίσθησαν παρὰ τοὺς ἱερεῖς.
29.35   καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ *κυρίου.
29.36   καὶ ηὐφράνθη Εζεκιας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.

- Chapitre / chapter 29 -
29.1    And Ezekias began to reign at the age of twenty-five years, and he reigned twenty-nine years in Jerusalem: and his mother's name was Abia, daughter of Zacharias.
29.2    And he did that which was right in the sight of the Lord, according to all that his father David had done.
29.3    And it came to pass, when he was established over his kingdom, in the first month, he opened the doors of the house of the Lord, and repaired them.
29.4    And he brought in the priests and the Levites, and put them on the east side,
29.5    and said to them, Hear, ye Levites: now sanctify yourselves, and sanctify the house of the Lord God of your fathers, and cast out the impurity from the holy places.
29.6    For our father have revolted, and done that which was evil before the Lord our God, and have forsaken him, and have turned away their face from the tabernacle of the Lord, and have turned [their] back.
29.7    And they have shut up the doors of the temple, and put out the lamps, and have not burnt incense, and have not offered whole-burnt-offerings in the holy [place] to the God of Israel.
29.8    And the Lord was very angry with Juda and Jerusalem, and made them an astonishment, and a desolation, and a hissing, as ye see with your eyes.
29.9    And, behold, your fathers have been smitten with the sword, and your sons and your daughters and your wives are in captivity in a land not their own, as it is even now.
29.10   Therefore it is now in my heart to make a covenant, a covenant with the Lord God of Israel, that he may turn away his fierce wrath from us.
29.11   And now be not wanting [to your duty], for the Lord has chosen you to stand before him to minister, and to be ministers and burners of incense to him.
29.12   Then the Levites rose up, Maath the son of Amasi, and Joel the son of Azarias, of the sons of Caath: and of the sons of Merari, Kis the son of Abdi, and Azarias the son of Haelel: and of the sons of Gedsoni, Jodaad the son of Zemmath, and Joadam: these [were] the sons of Joacha.
29.13   And of the sons of Elisaphan; Zambri, and Jeiel: and of the sons of Asaph; Zacharias, and Matthanias:
29.14   and of the sons of Aeman; Jeiel, and Semei: and of the sons of Idithun; Samaisa, and Oziel.
29.15   And they gathered their brethren, and they purified themselves according to the king's command by the order of the Lord, to purify the house of the Lord.
29.16   And the priests entered into the house of the Lord, to purify [it], and they cast out all the uncleanness that was found in the house of the Lord, even into the court of the house of the Lord: and the Levites received [it] to cast into the brook of Kedron without.
29.17   And [Ezekias] began on the first day, [even] on the new moon of the first month, to purify, and on the eighth day of the month they entered into the temple of the Lord: and they purified the house of the Lord in eight days; and on the thirteenth day of the first month they finished [the work].
29.18   And they went in to king Ezekias, and said, We have purified all the things in the house of the Lord, the altar of whole-burnt-offering, and its vessels, and the table of shew-bread, and its vessels;
29.19   and all the vessels which king Achaz polluted in his reign, in his apostasy, we have prepared and purified: behold, they are before the altar of the Lord.
29.20   And kin Ezekias rose early in the morning, and gathered the chief men of the city, and went up to the house of the Lord.
29.21   And he brought seven calves, seven rams, seven lambs, seven kids of goats for a sin-offering, for the kingdom, and for the holy things, and for Israel: and he told the priests the sons of Aaron to go up to the altar of the Lord.
29.22   And they slew the calves, and the priests received the blood, and poured it on the altar: and they slew the rams, and poured the blood upon the altar: also they slew the lambs, and poured the blood round the altar.
29.23   And they brought the goats for a sin-offering before the king and the congregation; and laid their hands upon them.
29.24   And the priests slew them, and offered their blood as a propitiation on the altar; and they made atonement for all Israel: for the king said, The whole-burnt-offering, and the sin-offering [are] for all Israel.
29.25   And he stationed the Levites in the house of the Lord with cymbals, and lutes, and harps, according to the commandment of king David, and of Gad the king's seer, and Nathan the prophet: for by the commandment of the Lord the order [was] in the hand of the prophets.
29.26   And the Levites stood with the instruments of David, and the priests with the trumpets.
29.27   And Ezekias told [them] to offer up the whole-burnt-offering on the altar: and when they began to offer the whole-burnt-offering, they began to sing to the Lord, and the trumpets [accompanied] the instrument of David king of Israel.
29.28   And all the congregation worshipped, and the psalm-singers [were] singing, and the trumpets sounding, until the whole-burnt-sacrifice had been completely offered.
29.29   And when they had done offering [it], the king and all that were present bowed, and worshipped.
29.30   And king Ezekias and the princes told the Levites to sing hymns to the Lord in the words of David, and of Asaph the prophet: and they sang hymns with gladness, and fell down and worshipped.
29.31   Then Ezekias answered and said, Now ye have consecrated yourselves to the Lord, bring near and offer sacrifices of praise in the house of the Lord. And the congregation brought sacrifices and thank-offerings into the house of the Lord; and every one who was ready in his heart [brought] whole-burnt-offerings.
29.32   And the number of the whole-burnt-offerings which the congregation brought, was seventy calves, a hundred rams, two hundred lambs: all these [were] for a whole-burnt-offering to the Lord.
29.33   And the consecrated calves were six hundred, [and] the sheep three thousand.
29.34   But the priests were few, and could not flay the whole-burnt-offering, so their brethren the Levites helped them, until the work was finished, and until the priests had purified themselves: for the Levites [more] zealously purified [themselves] than the priests.
29.35   And the whole-burnt-offering [was] abundant, with the fat of the complete peace-offering, and the drink-offerings of the whole-burnt-sacrifice. So the service was established in the house of the Lord.
29.36   And Ezekias and all the people rejoiced, because God has prepared the people: for the thing was done suddenly.

- Chapitre / chapter 30 -
30.1    Καὶ ἀπέστειλεν Εζεκιας ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Εφραιμ καὶ Μανασση ἐλθεῖν εἰς οἶκον *κυρίου εἰς Ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ *κυρίῳ θεῷ Ισραηλ·
30.2    καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἡ ἐν Ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ μηνὶ τῷ δευτέρῳ·
30.3    οὐ γὰρ ἠδυνάσθησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ιερουσαλημ.
30.4    καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
30.5    καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ισραηλ ἀπὸ Βηρσαβεε ἕως Δαν ἐλθόντας ποιῆσαι τὸ φασεκ *κυρίῳ θεῷ Ισραηλ ἐν Ιερουσαλημ, ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν.
30.6    καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες Υἱοὶ Ισραηλ, ἐπιστρέψατε πρὸς θεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσῳσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ·
30.7    καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ *κυρίου θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καθὼς ὑμεῖς ὁρᾶτε.
30.8    καὶ νῦν μὴ σκληρύνητε τοὺς τραχήλους ὑμῶν· δότε δόξαν *κυρίῳ τῷ θεῷ καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτοῦ, ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ *κυρίῳ θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφ᾽ ὑμῶν θυμὸν ὀργῆς.
30.9    ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς *κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτίρμων *κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ἡμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν.
30.10   καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι·
30.11   ἀλλὰ ἄνθρωποι Ασηρ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Ζαβουλων ἐνετράπησαν καὶ ἦλθον εἰς Ιερουσαλημ.
30.12   καὶ ἐν Ιουδα ἐγένετο χεὶρ κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ *κυρίου,
30.13   καὶ συνήχθησαν εἰς Ιερουσαλημ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.
30.14   καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ιερουσαλημ· καὶ πάντα, ἐν οἷς ἐθυμιῶσαν τοῖς ψευδέσιν, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων.
30.15   καὶ ἔθυσαν τὸ φασεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἶκον *κυρίου.
30.16   καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν.
30.17   ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ *κυρίῳ.
30.18   ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Εφραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσθησαν, ἀλλὰ ἔφαγον τὸ φασεκ παρὰ τὴν γραφήν. καὶ προσηύξατο Εζεκιας περὶ αὐτῶν λέγων *Κύριος ὁ ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ
30.19   πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι *κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
30.20   καὶ ἐπήκουσεν *κύριος τῷ Εζεκια καὶ ἰάσατο τὸν λαόν.
30.21   καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ *κυρίῳ ἡμέραν καθ᾽ ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ *κυρίῳ.
30.22   καὶ ἐλάλησεν Εζεκιας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ *κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τῷ *κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν.
30.23   καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
30.24   ὅτι Εζεκιας ἀπήρξατο τῷ Ιουδα τῇ ἐκκλησίᾳ μόσχους χιλίους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
30.25   καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἡ ἐκκλησία Ιουδα καὶ οἱ εὑρεθέντες ἐξ Ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ισραηλ καὶ οἱ κατοικοῦντες ἐν Ιουδα.
30.26   καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ιερουσαλημ· ἀπὸ ἡμερῶν Σαλωμων υἱοῦ Δαυιδ βασιλέως Ισραηλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ιερουσαλημ.
30.27   καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ ηὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.

- Chapitre / chapter 30 -
30.1    And Ezekias sent to all Israel and Juda, and wrote letters to Ephraim and Manasse, that they should come into the house of the Lord to Jerusalem, to keep the passover to the Lord God of Israel.
30.2    For the king, and the princes, and all the congregation in Jerusalem, designed to keep the passover in the second month.
30.3    For they could not keep it at that time, because a sufficient number of priest had not purified themselves, and the people was not gathered to Jerusalem.
30.4    And the proposal pleased the king and the congregation.
30.5    And they established a decree that a proclamation should go through all Israel, from Bersabee to Dan, that they should come and keep the passover to the Lord God of Israel at Jerusalem: for the multitude had not done it lately according to the scripture.
30.6    And the posts went with the letters from the king and the princes to all Israel and Juda, according to the command of the king, saying, Children of Israel, return to the Lord God of Abraam, and Isaac, and Israel, and bring back them that have escaped [even] those that were left of the hand of the king of Assyria.
30.7    And be not as your fathers, and your brethren, who revolted from the Lord God of their fathers, and he gave them up to desolation, as ye see.
30.8    And now harden not your hearts, as your fathers [did]: give glory to the Lord God, and enter into his sanctuary, which he has sanctified for ever: and serve the Lord your God, and he shall turn away [his] fierce anger from you.
30.9    For when ye turn to the Lord, your brethren and your children shall be pitied before all that have carried them captives, and he will restore [you] to this land: for the Lord our God is merciful and pitiful, and will not turn away his face from you, if we return to him.
30.10   So the posts went through from city to city in mount Ephraim, and Manasse, and as far as Zabulon: and they as it were laughed them to scorn, and mocked them.
30.11   But the men of Aser, and [some] of Manasses and of Zabulon, were ashamed, and came to Jerusalem and Juda.
30.12   And the hand of the Lord was [present] to give them one heart to come, to do according to the commands of the king and of the princes, by the word of the Lord.
30.13   And a great multitude were gathered to Jerusalem to keep the feast of unleavened bread in the second month, a very great congregation.
30.14   And they arose, and took away the altars that were in Jerusalem, and all on which they burnt incense to false [gods] they tore down and cast into the brook Kedron.
30.15   Then they killed the passover on the fourteenth day of the second month: and the priests and the Levites repented, and purified [themselves], and brought whole-burnt-offerings into the house of the Lord.
30.16   And they stood at their post, according to their ordinance, according to the commandment of Moses the man of God: and the priests received the blood from the hand of the Levites.
30.17   For a great part of the congregation was not sanctified; and the Levites were [ready] to kill the passover for every one who could not sanctify himself to the Lord.
30.18   For the greatest part of the people of Ephraim, and Manasse, and Issachar, and Zabulon, had not purified [themselves], but ate the passover contrary to the scripture. On this account also Ezekias prayed concerning them, saying,
30.19   The good Lord be merciful with regard to every heart that sincerely seeks the Lord God of their fathers, and [is] not [purified] according to the purification of the sanctuary.
30.20   And the Lord hearkened to Ezekias, and healed the people.
30.21   And the children of Israel who were present in Jerusalem kept the feast of unleavened bread seven days with great joy; and they continued to sing hymns to the Lord daily, and the priests and the Levites [played] on instruments to the Lord.
30.22   And Ezekias encouraged all the Levites, and those that had good understanding of the Lord: and they completely kept the feast of unleavened bread seven days, offering peace-offerings, and confessing to the Lord God of their fathers.
30.23   And the congregation purposed together to keep other seven days: and they kept seven days with gladness.
30.24   For Ezekias set apart for Juda, [even] for the congregation, a thousand calves and seven thousand sheep; and the princes set apart for the people a thousand calves and ten thousand sheep: and the holy things of the priests abundantly.
30.25   And all the congregation, the priests and the Levites, rejoiced, and all the congregation of Juda, and they that were present of Jerusalem, and the strangers that came from the land of Israel, and the dwellers in Juda.
30.26   And there was great joy in Jerusalem: from the days of Solomon the son of David king of Israel there was not such a feast in Jerusalem.
30.27   Then the priests the Levites rose up and blessed the people: and their voice was heard, and their prayer came into his holy dwelling-place, [even] into heaven.

- Chapitre / chapter 31 -
31.1    Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος, καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.
31.2    καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου *κυρίου.
31.3    καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ *κυρίου.
31.4    καὶ εἶπεν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου *κυρίου.
31.5    καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν
31.6    οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα. καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ *κυρίῳ θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς·
31.7    ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν.
31.8    καὶ ἦλθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν *κύριον καὶ τὸν λαὸν αὐτοῦ Ισραηλ.
31.9    καὶ ἐπυνθάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν,
31.10   καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν Ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον *κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν· ὅτι *κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἔτι τὸ πλῆθος τοῦτο.
31.11   καὶ εἶπεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον *κυρίου, καὶ ἡτοίμασαν.
31.12   καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπ᾽ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης, καὶ Σεμει ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος,
31.13   καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμει τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου.
31.14   καὶ Κωρη ὁ τοῦ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς *κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων
31.15   διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ Ἰησοῦς καὶ Σεμει καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν
31.16   ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον *κυρίου εἰς λόγον ἡμερῶν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν.
31.17   οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ᾽ οἴκους πατριῶν, καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει
31.18   ἐν καταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον
31.19   τοῖς υἱοῖς Ααρων τοῖς ἱερατεύουσιν, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις.
31.20   καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ *κυρίου θεοῦ αὐτοῦ.
31.21   καὶ ἐν παντὶ ἔργῳ, ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη.


- Chapitre / chapter 31 -
31.1    And when all these things were finished, all Israel that were found in the cities of Juda went out, and broke in pieces the pillars, and cut down the groves, and tore down the high places and the altars out of all Judea and Benjamin, also of Ephraim and Manasse, till they made an end: and all Israel returned, every one to his inheritance, and to their cities.
31.2    And Ezekias appointed the courses of the priests and the Levites, and the courses of each one according to his ministry, to the priests and to the Levites, for the whole-burnt-offering, and for the peace-offering, and to praise, and to give thanks, and to minister in the gates, [and] in the courts of the house of the Lord.
31.3    And the king's proportion out of his substance [was appointed] for the whole-burnt-offerings, the morning and the evening one, and the whole-burnt-offerings for the sabbaths, and for the new moons, and for the feasts that were ordered in the law of the Lord.
31.4    And they told the people who dwelt in Jerusalem, to give the portion of the priests and the Levites, that they might be strong in the ministry of the house of the Lord.
31.5    And as he gave the command, Israel brought abundantly first-fruits of corn, and wine, and oil, and honey, and every fruit of the field: and the children of Israel and Juda brought tithes of everything abundantly.
31.6    And they that dwelt in the cities of Juda themselves also brought tithes of calves and sheep, and tithes of goats, and consecrated them to the Lord their God, and they brought them and laid tem in heaps.
31.7    In the third month the heaps began to be piled, and in the seventh month they were finished.
31.8    And Ezekias and the princes came and saw the heaps, and blessed the Lord, and his people Israel.
31.9    Then Ezekias enquired of the priests and the Levites concerning the heaps.
31.10   And Azarias the priest, the chief over the house of Sadoc, spoke to him, and said, From the time that the first-fruits began to be brought into the house of the Lord, we have eaten and drunk, and left even abundantly; for the Lord has blessed his people, and we have left to this amount.
31.11   And Ezekias told them yet farther to prepare chambers for the house of the Lord; and they prepared [them],
31.12   and they brought thither the first-fruits and the tithes faithfully: and Chonenias the Levite was superintendent over them, and Semei his brother was next.
31.13   and Jeiel, and Ozias, and Naeth, and Asael, and Jerimoth, and Jozabad, and Eliel, and Samachia, and Maath, and Banaias, and his sons, were appointed by Chonenias and Semei his brother, as Ezekias the king, and Azarias who was over the house of the Lord commanded.
31.14   And Core, the [son] of Jemna the Levite, the porter eastward, [was] over the gifts, to distribute the first-fruits of the Lord, and the most holy things,
31.15   by the hand of Odom, and Benjamin, and Jesus, and Semei, and Amarias, and Sechonias, by the hand of the priests faithfully, to give to their brethren according to the courses, as well to great as small;
31.16   besides the increase of males from three years old and upward, to every one entering into the house of the Lord, [a portion] according to a daily rate, for service in the daily courses of their order.
31.17   This [is] the distribution of the priests according to the houses of their families; and the Levites in their daily courses from twenty years old and upward [were] in [their] order,
31.18   to assign stations for all the increase of their sons and their daughters, for the whole number: for they faithfully sanctified the holy place.
31.19   As for the sons of Aaron that executed the priests' office,-- even those from their cities the men in each several city who were named expressly,-- [were appointed] to give a portion to every male among the priests, and to every one reckoned among the Levites.
31.20   And Ezekias did so through all Juda, and did that which was good and right before the Lord his God.
31.21   And in every work which he began in service in the house of the Lord, and in the law, and in the ordinances, he sought his God with all his soul, and wrought, and prospered.


- Chapitre / chapter 32 -
32.1    Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς.
32.2    καὶ εἶδεν Εζεκιας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ιερουσαλημ,
32.3    καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.
32.4    καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων Μὴ ἔλθῃ βασιλεὺς Ασσουρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.
32.5    καὶ κατίσχυσεν Εζεκιας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυιδ καὶ κατεσκεύασεν ὅπλα πολλά.
32.6    καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν εἰς τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων
32.7    Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ασσουρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ᾽ αὐτοῦ, ὅτι μεθ᾽ ἡμῶν πλείονες ἢ μετ᾽ αὐτοῦ·
32.8    μετ᾽ αὐτοῦ βραχίονες σάρκινοι, μεθ᾽ ἡμῶν δὲ *κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Εζεκιου βασιλέως Ιουδα.
32.9    καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ιερουσαλημ, καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πᾶσα ἡ στρατιὰ μετ᾽ αὐτοῦ, καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων
32.10   Οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τίνι ὑμεῖς πεποίθατε καὶ κάθησθε ἐν τῇ περιοχῇ ἐν Ιερουσαλημ;
32.11   οὐχὶ Εζεκιας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων *Κύριος ὁ θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως Ασσουρ;
32.12   οὐχ οὗτός ἐστιν Εζεκιας, ὃς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ᾽ αὐτῷ θυμιάσετε.
32.13   οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;
32.14   τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου; μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;
32.15   νῦν μὴ ἀπατάτω ὑμᾶς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.
32.16   καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ *κύριον θεὸν καὶ ἐπὶ Εζεκιαν παῖδα αὐτοῦ.
32.17   καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν *κύριον θεὸν Ισραηλ καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Εζεκιου λαὸν αὐτοῦ ἐκ χειρός μου.
32.18   καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαιστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.
32.19   καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.
32.20   καὶ προσηύξατο Εζεκιας ὁ βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
32.21   καὶ ἀπέστειλεν *κύριος ἄγγελον, καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ασσουρ, καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ.
32.22   καὶ ἔσωσεν *κύριος Εζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.
32.23   καὶ πολλοὶ ἔφερον δῶρα τῷ *κυρίῳ εἰς Ιερουσαλημ καὶ δόματα τῷ Εζεκια βασιλεῖ Ιουδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.
32.24   Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου· καὶ προσηύξατο πρὸς *κύριον, καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ.
32.25   καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ, ἀνταπέδωκεν Εζεκιας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.
32.26   καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ *κυρίου ἐν ταῖς ἡμέραις Εζεκιου.
32.27   καὶ ἐγένετο τῷ Εζεκια πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν ἑαυτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ
32.28   καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια
32.29   καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὑτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ κύριος ἀποσκευὴν πολλὴν σφόδρα.
32.30   αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυιδ· καὶ εὐοδώθη Εζεκιας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
32.31   καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ᾽ αὐτοῦ τὸ τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.
32.32   καὶ τὰ κατάλοιπα τῶν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ησαιου υἱοῦ Αμως τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ.
32.33   καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυιδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ· καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 32 -
32.1    And after these things and this faithful dealing, came Sennacherim king of the Assyrians, and he came to Juda, and encamped against the fortified cities, and intended to take them for himself.
32.2    And Ezekias saw that Sennacherim was come, and [that] his face [was set] to fight against Jerusalem.
32.3    And he took counsel with his elders and his mighty [men] to stop the wells of water which were without the city: and they helped him.
32.4    And he collected many people, and stopped the wells of water, and the river that flowed through the city, saying, Lest the king of Assyria come, and find much water, and strengthen [himself].
32.5    And Ezekias strengthened [himself], and built all the wall that had been pulled down, and the towers, and another wall in front without, and fortified the strong place of the city of David, and prepared arms in abundance.
32.6    And he appointed captains of war over the people, and they were gathered to [meet] him to the open place of the gate of the valley, and he encouraged them, saying,
32.7    Be strong and courageous, and fear not, neither be dismayed before the King of Assyria, and before all the nation that [is] with him: for [there are] more with us than with him.
32.8    With him [are] arms of flesh; but with us [is] the Lord our God to save [us], and to fight our battle. And the people were encouraged at the words of Ezekias king of Juda.
32.9    And afterward Sennacherim king of the Assyrians sent his servants to Jerusalem; and [he wet] himself against Lachis, and all his army with him, and sent to Ezekias king of Juda, and to all Juda that [was] in Jerusalem, saying,
32.10   Thus says Sennacherim king of the Assyrians, On what do ye trust, that ye will remain in the siege in Jerusalem?
32.11   Does not Ezekias deceive you, to deliver you to death and famine and thirst, saying, The Lord our God will deliver us out of the hand of the king of Assyria?
32.12   Is not this Ezekias who has taken down his altars and his high places and has spoken to Juda and the dwellers in Jerusalem, saying, Ye shall worship before this altar and burn incense upon it?
32.13   Know ye not what I and my fathers have done to all the nations of the countries? Could the gods of the nations of all the earth at all rescue their people out of my hand?
32.14   Who is there among all the gods of those nations whom my fathers utterly destroyed, [worthy of trust]? Could they deliver their people out of my hand, that your God should deliver you out of my hand?
32.15   Now then, let not Ezekias deceive you, and let him not make you thus confident, and believe him not: for no god of any kingdom or nation is at all able to deliver his people out of my hand, or the hand of my fathers: therefore your God shall not deliver you out of my hand.
32.16   And his servants continued to speak against the Lord God, and against his servant Ezekias.
32.17   And he wrote a letter to reproach the Lord God of Israel, and spoke concerning him, saying, As the gods of the nations of the earth have not delivered their people out of my hand, so the God of Ezekias shall by no means deliver his people out of my hand.
32.18   And he cried with a loud voice in the Jews' language to the people of Jerusalem on the wall, [calling them] to assist them, and pull down [the walls], that they might take the city.
32.19   And he spoke against the God of Jerusalem, even as against the gods of the nations of the earth, the works of the hands of men.
32.20   And king Ezekias and Esaias the prophet the son of Amos prayed concerning these things, and they cried to heaven.
32.21   And the Lord sent an angel, and he destroyed every mighty man and warrior, and leader and captain in the camp of the king of Assyria: and he returned with shame of face to his own land and came into the house of his god: and [some] of them that came out of his bowels slew him with the sword.
32.22   So the Lord delivered Ezekias and the dwellers in Jerusalem out of the hand of Sennacherim King of Assyria, and out of the hand of all [his enemies], and gave them rest round about.
32.23   And many brought gifts to the Lord to Jerusalem, and presents to Ezekias king of Juda; and he was exalted in the eyes of all the nations after these things.
32.24   In those days Ezekias was sick even to death, and prayed to the Lord: and he hearkened to him, and gave him a sign.
32.25   But Ezekias did not recompense the Lord according to the return which he made him, but his heart was lifted up: and wrath came upon him, and upon Juda and Jerusalem.
32.26   And Ezekias humbled himself after the exaltation of his heart, he and the dwellers in Jerusalem; and the wrath of the Lord did not come upon them in the days of Ezekias.
32.27   And Ezekias had wealth and very great glory: and he made for himself treasuries of gold, and silver, and precious stones, also for spices, and stores for arms, and for precious vessels;
32.28   and cities for the produce of corn, and wine, and oil; and stalls and mangers for every [kind of] cattle, and folds for flocks;
32.29   and cities which he built for himself, and store of sheep and oxen in abundance, for the Lord gave him a very great store.
32.30   The same Ezekias stopped up the course of the water of Geon above, and brought the water down straight south of the city of David. And Ezekias prospered in all his works.
32.31   Notwithstanding, in regard to the ambassadors of the princes of Babylon, who were sent to him to enquire of him [concerning] the prodigy which came upon the land, the Lord left him, to try him, to know what was in his heart.
32.32   And the rest of the acts of Ezekias, and his kindness, behold, they are written in the prophecy of Esaias the son of Amos the prophet, and in the book of the kings of Juda and Israel.
32.33   And Ezekias slept with his fathers, and they buried him in a high place among the sepulchres of the sons of David: and all Juda and the dwellers in Jerusalem gave him glory and honour at his death. And Manasses his son reigned in his stead.


- Chapitre / chapter 33 -
33.1    Ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
33.2    καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον *κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλέθρευσεν *κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
33.3    καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.
33.4    καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ *κυρίου, οὗ εἶπεν *κύριος Ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
33.5    καὶ ᾠκοδόμησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου *κυρίου.
33.6    καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι-βαναι-εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς· ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον *κυρίου τοῦ παροργίσαι αὐτόν.
33.7    καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ θεοῦ, οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα·
33.8    καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα, ἃ ἐνετειλάμην αὐτοῖς, κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.
33.9    καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη, ἃ ἐξῆρεν *κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
33.10   καὶ ἐλάλησεν *κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν.
33.11   καὶ ἤγαγεν *κύριος ἐπ᾽ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ, καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα.
33.12   καὶ ὡς ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον *κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ·
33.13   καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσης ὅτι *κύριος αὐτός ἐστιν ὁ θεός.
33.14   καὶ μετὰ ταῦτα ᾠκοδόμησεν τεῖχος ἔξω τῆς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς τὸ Οφλα καὶ ὕψωσεν σφόδρα. καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ιουδα.
33.15   καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου *κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου *κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεως.
33.16   καὶ κατώρθωσεν τὸ θυσιαστήριον *κυρίου καὶ ἐθυσίασεν ἐπ᾽ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπεν τῷ Ιουδα τοῦ δουλεύειν *κυρίῳ θεῷ Ισραηλ·
33.17   πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν, πλὴν *κύριος ὁ θεὸς αὐτῶν.
33.18   καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ᾽ ὀνόματι *κυρίου θεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγων
33.19   προσευχῆς αὐτοῦ, καὶ ὡς ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ αἱ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐφ᾽ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.
33.20   καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Αμων υἱὸς αὐτοῦ.
33.21   Ὢν εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
33.22   καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου, ὡς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ, καὶ πᾶσιν τοῖς εἰδώλοις, οἷς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ, ἔθυεν Αμων καὶ ἐδούλευσεν αὐτοῖς.
33.23   καὶ οὐκ ἐταπεινώθη ἐναντίον *κυρίου, ὡς ἐταπεινώθη Μανασσης ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ Αμων ἐπλήθυνεν πλημμέλειαν.
33.24   καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ.
33.25   καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 33 -
33.1    Manasses was twelve years old when he began to reign, and he reigned fifty-five years in Jerusalem.
33.2    And he did that which was evil in the sight of the Lord, according to all the abominations of the heathen, whom the Lord destroyed from before the face of the children of Israel.
33.3    And he returned and built the high places, which his father Ezekias had pulled down, and set up images to Baalim, and made groves, and worshipped all the host of heaven, and served them.
33.4    And he built altars in the house of the Lord, concerning which the Lord said, In Jerusalem shall be my name for ever.
33.5    And he built altars to all the host of heaven in the two courts of the house of the Lord.
33.6    He also passed his children through the fire in the valley of Benennom; and he divined, and used auspices, and sorceries, and appointed those who had divining spirits, and enchanters, and wrought abundant wickedness before the Lord, to provoke him.
33.7    And he set the graven [image], the molten [statue], the idol which he made, in the house of God, of which God had said to David and to Solomon his son, In this house, and Jerusalem, which I have chosen out of all the tribes of Israel, I will put my name for ever;
33.8    and I will not again remove the foot of Israel from the land which I gave to their fathers, if only they will take heed to do all things which I have commanded them, according to all the law and the ordinances and the judgments [given] by the hand of Moses.
33.9    So Manasses led astray Juda and the inhabitants of Jerusalem, to do evil beyond all the nations which the Lord cast out from before the children of Israel.
33.10   And the Lord spoke to Manasses, and to his people: but they hearkened not.
33.11   And the Lord brought upon them the captains of the host of the king of Assyria, and they took Manasses in bonds, and bound him in fetters, and brought him to Babylon.
33.12   And when he was afflicted, he sought the face of the Lord his God, and was greatly humbled before the face of the God of his fathers;
33.13   and he prayed to him: and he hearkened to him, and listened to his cry, and brought him back to Jerusalem to his kingdom: and Manasses knew that the Lord he is God.
33.14   And afterward he built a wall without the city of David, from the southwest southward in the valleys and at the entrance through the fish-gate, as men go out by the gate round about, even as far as Opel: and he raised it much, and set captains of the host in all the fortified cities in Juda.
33.15   And he removed the strange gods, and the graven [image] out of the house of the Lord, and all the altars which he had built in the mount of the house of the Lord, and in Jerusalem, and without the city.
33.16   And he repaired the altar of the Lord, and offered upon it a sacrifice of peace-offering and thank-offering, and he told Juda to serve the Lord God of Israel.
33.17   Nevertheless the people still sacrificed on the high places, only to the Lord their God.
33.18   And the rest of the acts of Manasses, and his prayer to God, and the words of the seers that spoke to him in the name of the God of Israel,
33.19   behold, [they are] in the account of his prayer; and [God] hearkened to him. And all his sins, and his backslidings, and the spots on which he built the high places, and set there groves and graven images, before he repented, behold, they are written in the books of the seers.
33.20   And Manasses slept with his fathers, and they buried him in the garden of his house: and Amon his son reigned in his stead.
33.21   Amon was twenty and two years old when he began to reign, and he reigned two years in Jerusalem.
33.22   And he did that which was evil in the sight of the Lord, as his father Manasses did: and Amon sacrificed to all the idols which his father Manasses had made, and served them.
33.23   And he was not humbled before the Lord as his father Manasses was humbled; for his son Amon abounded in transgression.
33.24   And his servants conspired against him, and slew him in his house.
33.25   And the people of the land slew the men who had conspired against king Amon; and the people of the land made Josias his son king in his stead.

- Chapitre / chapter 34 -
34.1    Ὢν ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ.
34.2    καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον *κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.
34.3    καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον, ἤρξατο τοῦ ζητῆσαι κύριον τὸν θεὸν Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν χωνευτῶν
34.4    καὶ κατέσπασεν κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλιμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ᾽ αὐτῶν καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς
34.5    καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια καὶ ἐκαθάρισεν τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ.
34.6    καὶ ἐν πόλεσιν Εφραιμ καὶ Μανασση καὶ Συμεων καὶ Νεφθαλι καὶ τοῖς τόποις αὐτῶν κύκλῳ
34.7    καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα κατέκοψεν λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ισραηλ καὶ ἀπέστρεψεν εἰς Ιερουσαλημ.
34.8    Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλεν τὸν Σαφαν υἱὸν Εσελια καὶ τὸν Μαασιαν ἄρχοντα τῆς πόλεως καὶ τὸν Ιουαχ υἱὸν Ιωαχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ κραταιῶσαι τὸν οἶκον *κυρίου τοῦ θεοῦ αὐτοῦ.
34.9    καὶ ἦλθον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εφραιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱῶν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ,
34.10   καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκῳ *κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ *κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον·
34.11   καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλέθρευσαν βασιλεῖς Ιουδα·
34.12   καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ᾽ αὐτῶν ἐπίσκοποι Ιεθ καὶ Αβδιας οἱ Λευῖται ἐξ υἱῶν Μεραρι καὶ Ζαχαριας καὶ Μοσολλαμ ἐκ τῶν υἱῶν Κααθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης πᾶς συνίων ἐν ὀργάνοις ᾠδῶν
34.13   καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
34.14   καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον *κυρίου εὗρεν Χελκιας ὁ ἱερεὺς βιβλίον νόμου *κυρίου διὰ χειρὸς Μωυσῆ.
34.15   καὶ ἀπεκρίθη Χελκιας καὶ εἶπεν πρὸς Σαφαν τὸν γραμματέα Βιβλίον νόμου εὗρον ἐν οἴκῳ *κυρίου· καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον τῷ Σαφαν.
34.16   καὶ εἰσήνεγκεν Σαφαν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον,
34.17   καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ *κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων ἐργασίαν.
34.18   καὶ ἀπήγγειλεν Σαφαν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων Βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφαν ἐναντίον τοῦ βασιλέως.
34.19   καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.
34.20   καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια καὶ τῷ Αχικαμ υἱῷ Σαφαν καὶ τῷ Αβδων υἱῷ Μιχαια καὶ τῷ Σαφαν τῷ γραμματεῖ καὶ τῷ Ασαια παιδὶ τοῦ βασιλέως λέγων
34.21   Πορεύθητε ζητήσατε τὸν *κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ισραηλ καὶ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος· ὅτι μέγας ὁ θυμὸς *κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων *κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
34.22   καὶ ἐπορεύθη Χελκιας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς Ολδαν τὴν προφῆτιν γυναῖκα Σελλημ υἱοῦ Θακουαθ υἱοῦ Χελλης φυλάσσουσαν τὰς στολάσ, καὶ αὕτη κατῴκει ἐν Ιερουσαλημ ἐν μασανα, καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.
34.23   καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν *κύριος ὁ θεὸς Ισραηλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
34.24   Οὕτως λέγει *κύριος Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ιουδα,
34.25   ἀνθ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
34.26   καὶ ἐπὶ βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν *κύριον, οὕτως ἐρεῖτε αὐτῷ Οὕτως λέγει *κύριος ὁ θεὸς Ισραηλ Τοὺς λόγους, οὓς ἤκουσας
34.27   καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσά φησιν *κύριος·
34.28   ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσιν τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον.
34.29   καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ.
34.30   καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον *κυρίου καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικροῦ· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν τοὺς πάντας λόγους βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ *κυρίου.
34.31   καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέθετο διαθήκην ἐναντίον *κυρίου τοῦ πορευθῆναι ἐνώπιον *κυρίου τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια αὐτοῦ καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ.
34.32   καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ Βενιαμιν, καὶ ἐποίησαν οἱ κατοικοῦντες Ιερουσαλημ διαθήκην ἐν οἴκῳ κυρίου θεοῦ πατέρων αὐτῶν.
34.33   καὶ περιεῖλεν Ιωσιας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν Ισραηλ, καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ ἐν Ισραηλ τοῦ δουλεύειν *κυρίῳ θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν *κυρίου θεοῦ πατέρων αὐτοῦ.

- Chapitre / chapter 34 -
34.1    Josias was eight years old when he began to reign, and he reigned thirty-one years in Jerusalem.
34.2    And he did that which was right in the sight of the Lord, and walked in the ways of his father David, and turned not aside to the right hand or to the left.
34.3    And in the eighth year of his reign, and he [being] yet a youth, he began to seek the Lord God of his father David: and in the twelfth year of his reign he began to purge Juda and Jerusalem from the high places, and the groves, and the ornaments for the altars, and the molten images.
34.4    And he pulled down the altars of Baalim that were before his face, and the high places that were above them; and he cut down the groves, and the graven images, and broke in pieces the molten images, and reduced them to powder, and cast [it] upon the surface of the tombs of those who [had] sacrificed to them.
34.5    And he burnt the bones of the priests upon the altars, and purged Juda and Jerusalem.
34.6    And [he did so] in the cities of Manasse, and Ephraim, and Symeon, and Nephthali, and the places round about them.
34.7    And he pulled down the altars and the groves, and he cut the idols in small pieces, and cut off all the high places from all the land of Israel, and returned to Jerusalem.
34.8    And in the eighteenth year of his reign, after having cleansed the land, and the house, he sent Saphan the son of Ezelias, and Maasa prefect of the city, and Juach son of Joachaz his recorder, to repair the house of the Lord his God.
34.9    And they came to Chelcias the high priest, and gave he money that was brought into the house of God, which the Levites who kept the gate collected of the hand of Manasse and Ephraim, and of the princes, and of every one that was left in Israel, and of the children of Juda and Benjamin, and of the dwellers in Jerusalem.
34.10   And they gave it into the hand of the workmen, who were appointed in the house of the Lord, and they gave it to the workmen who wrought in the house of the Lord, to repair and strengthen the house.
34.11   They gave [it] also to the carpenters and builders, to buy squared stones, and timber for beams to cover the houses which the kings of Juda had destroyed.
34.12   And the men [were] faithfully [engaged] in the works: and over them were superintendents, Jeth and Abdias, Levites of the sons of Merari, and Zacharias and Mosollam, of the sons of Caath, [appointed] to oversee; and every Levite, and every one that understood [how] to play on musical instruments.
34.13   And [overseers were] over the burden-bearers, and over all the workmen in the respective works; and of the Levites [were appointed] scribes, and judges, and porters.
34.14   And when they brought forth the money that had been brought into the house of the Lord, Chelcias the priest found a book of the law of the Lord [given] by the hand of Moses.
34.15   And Chelcias answered and said to Saphan the scribe, I have found a book of the law in the house of the Lord. And Chelcias gave the book to Saphan.
34.16   And Saphan brought in the book to the king, and moreover gave an account to the king, [saying, This is] all the money given into the hand of thy servants that work.
34.17   And they have collected the money that was found in the house of the Lord, and given it into the hand of the overseers, and into the hand of them that do the work.
34.18   And Saphan the scribe brought word to the king, saying, Chelcias the priest has given me a book. And Saphan read it before the king.
34.19   And it came to pass, when the king heard the words of the law, that he rent his garments.
34.20   And the king commanded Chelcias, and Achicam the son of Saphan, and Abdom the son of Michaias, and Saphan the scribe, and Asia the servant of the king, saying,
34.21   Go, enquire of the Lord for me, and for every one that is left in Israel and Juda, concerning the words of the book that is found: for great is the wrath of the Lord [which] has been kindled amongst us, because our fathers have not hearkened to the words of the Lord, to do according to all the things written in this book.
34.22   And Chelcias went, and [the others] whom the king told, to Olda the prophetess, the wife of Sellem son of Thecoe, son of Aras, who kept the commandments; and she dwelt in Jerusalem in the second [quarter]: and they spoke to her accordingly.
34.23   And she said to them, Thus has the Lord God of Israel said, Tell the man who sent you to me,
34.24   Thus saith the Lord, Behold, I bring evil upon this place, [even] all the words that are written in the book that was read before the king of Juda:
34.25   because they have forsaken me, and burnt incense to strange gods, that they might provoke me by all the works of their hands; and my wrath is kindled against this place, and it shall not be quenched.
34.26   And concerning the king of Juda, who sent you to seek the Lord,-- thus shall ye say to him, Thus saith the Lord God of Israel, [As for] the words which thou has heard,
34.27   forasmuch as thy heart was ashamed, and thou was humbled before me when thou heardest my words against this place, and against the inhabitants of it, and thou wast humbled before me, and didst rend thy garments, and didst weep before me; I also have heard, saith the Lord.
34.28   Behold, I [will] gather thee to thy fathers, and thou shalt be gathered to thy grave in peace, and thine eyes shall not look upon all the evils which I am bringing upon this place, and upon the inhabitants of it. And they brought back word to the king.
34.29   And the king sent and gathered the elders of Juda and Jerusalem.
34.30   And the king went up to the house of the Lord, [he] and all Juda, and the inhabitants of Jerusalem, and the priests, and the Levites, and all the people great and small: and he read in their ears all the words of the book of the covenant that were found in the house of the Lord.
34.31   And the king stood at a pillar, and made a covenant before the Lord, to walk before the Lord, to keep his commandments and testimonies, and his ordinances, with all [his] heart and with all [his] soul, so as to perform the words of the covenant that were written in this book.
34.32   And he caused all that were found in Jerusalem and Benjamin to stand; and the inhabitants of Jerusalem made a covenant in the house of the Lord God of their fathers.
34.33   And Josias removed all the abominations out of the whole land which belonged to the children of Israel, and caused all that were found in Jerusalem and in Israel, to serve the Lord their God all his days: he departed not from following the Lord God of his fathers.

- Chapitre / chapter 35 -
35.1    Καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τῷ *κυρίῳ θεῷ αὐτοῦ, καὶ ἔθυσαν τὸ φασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
35.2    καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου *κυρίου.
35.3    καὶ εἶπεν τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ισραηλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ *κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν Σαλωμων υἱὸς Δαυιδ τοῦ βασιλέως Ισραηλ. καὶ εἶπεν ὁ βασιλεύς Οὐκ ἔστιν ὑμῖν ἆραι ἐπ᾽ ὤμων οὐθέν· νῦν οὖν λειτουργήσατε τῷ *κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ισραηλ
35.4    καὶ ἑτοιμάσθητε κατ᾽ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱοῦ αὐτοῦ
35.5    καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις,
35.6    καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον *κυρίου διὰ χειρὸς Μωυσῆ.
35.7    καὶ ἀπήρξατο Ιωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας, εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως.
35.8    καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις· ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου τοῦ θεοῦ τοῖς ἱερεῦσιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους.
35.9    καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτοῦ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους.
35.10   καὶ κατωρθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως.
35.11   καὶ ἔθυσαν τὸ φασεχ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν.
35.12   καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ᾽ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ *κυρίῳ, ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωί.
35.13   καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν· καὶ εὐοδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.
35.14   καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων.
35.15   καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ασαφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
35.16   καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία *κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον *κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ιωσια.
35.17   καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.
35.18   καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προφήτου, καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ, ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ
35.19   τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιωσια. καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ, ἃ ἦν ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ, ἐνεπύρισεν ὁ βασιλεὺς Ιωσιας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου. ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾽ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ· πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ιουδα ἐπὶ πάντα τὰ παροργίσματα, ἃ παρώργισεν Μανασσης. καὶ εἶπεν κύριος Καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ισραηλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην, τὴν Ιερουσαλημ, καὶ τὸν οἶκον, ὃν εἶπα Ἔσται τὸ ὄνομά μου ἐκεῖ.
35.20   Καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτῷ.
35.21   καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ιουδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι, καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ᾽ ἐμοῦ, μὴ καταφθείρῃ σε.
35.22   καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ αὐτοῦ, ἀλλ᾽ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων.
35.23   καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.
35.24   καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ· καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν,
35.25   καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ιωσιαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.
35.26   καὶ ἦσαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ *κυρίου·
35.27   καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ισραηλ καὶ Ιουδα.

- Chapitre / chapter 35 -
35.1    And Josias kept a passover to the Lord his God; and sacrificed the passover on the fourteenth day of the first month.
35.2    And he appointed the priests at their charges, and encouraged them for the services of the house of the Lord.
35.3    And he told the Levites that were able [to act] in all Israel, that they should consecrate themselves to the Lord: and they put the holy ark in the house which Solomon the son of David king of Israel built: and the king said, Ye must not carry anything on your shoulders: now then minister to the Lord your God, and to his people Israel.
35.4    And prepare yourselves according to the houses of your families, and according to your daily courses, according to the writing of David king of Israel, and [the order] by the hand of his son Solomon.
35.5    And stand ye in the house according to the divisions of the houses of your families for your brethren the sons of the people; [so] also let there be for the Levites a division of the house of their family.
35.6    And kill ye the passover, and prepare [it] for your brethren, to do according to the word of the Lord, by the hand of Moses.
35.7    And Josias gave as an offering to the children of the people, sheep, and lambs, and kids of the young of the goats, all for the passover, [even for] all that were found, in number [amounting to] thirty thousand, and three thousand calves, these [were] of the substance of the king.
35.8    And his princes gave an offering to the people, and to the priests, and to the Levites: and Chelcias and Zacharias and Jeiel the chief men gave to the priests of the house of God, they even gave for the passover sheep, and lambs, and kids, two thousand six hundred, and three hundred calves.
35.9    And Chonenias, and Banaeas, and Samaeas, and Nathanael his brother, and Asabias, and Jeiel, and Jozabad, heads of the Levites, gave an offering to the Levites for the passover, of five thousand sheep and five hundred calves.
35.10   And the service was duly ordered, and the priests stood in their place, and the Levites in their divisions, according to the command of the king.
35.11   And they slew the passover, and the priests sprinkled the blood from their hand, and the Levites flayed [the victims].
35.12   And they prepared the whole-burnt-offering to give to them, according to the division by the houses of families, [even] to the sons of the people, to offer to the Lord, as it is written in the book of Moses.
35.13   And thus [they did] till the morning. And they roasted the passover with fire according to the ordinance; and boiled the holy [pieces] in copper vessels and caldrons, and [the feast] went on well, and they quickly served all the children of the people.
35.14   And after they had prepared for themselves and for the priests, for the priests [were engaged] in offering the whole-burnt-offerings and the fat until night, then the Levites prepared for themselves, and for their brethren the sons of Aaron.
35.15   And the sons of Asaph the psalm-singers [were] at their post according to the commands of David, and Asaph, and Aeman, and Idithom, the prophets of the king: also, the chiefs and the porters of the several gates;-- it was not for them to stir from the service of the holy things, for their brethren the Levites prepared for them.
35.16   So all the service of the Lord was duly ordered and prepared in that day, for keeping the passover, and offering the whole-burnt-sacrifices on the altar of the Lord, according to the command of kin Josias.
35.17   And the children of Israel that were present kept the passover at that time, and the feast of unleavened bread seven days.
35.18   And there was no passover like it in Israel from the days of Samuel the prophet, or any king of Israel: they kept not such a passover as Josias, and the priests, and the Levites, and all Juda and Israel that were present, and the dwellers in Jerusalem, kept to the Lord.
35.19   In the eighteenth year of the reign of Josias this passover was kept, after all these things that Josias did in the house. And king Josias burnt those who had in them a divining spirit, and the wizards, and the images, and the idols, and the sodomites which were in the land of Juda and in Jerusalem, that he might confirm the words of the law that were written in the book which Chelcias the priest found in the house of the Lord. There was no [king] like him before him, who turned to the Lord with all his heart, and all his soul, and all his strength, according to all the law of Moses, and after him there rose up none like him. Nevertheless the Lord turned not from the anger of his fierce wrath, wherewith the Lord was greatly angry against Juda, for all the provocations wherewith Manasses provoked him: and the Lord said, I will even remove Juda also from my presence, as I have removed Israel, and I have rejected the city which I chose, [even] Jerusalem, and the house of which I said, My name shall be there.
35.20   And Pharao Nechao king of Egypt went up against the king of the Assyrians to the river Euphrates, and king Josias went to meet him.
35.21   And he sent messengers to him, saying, What have I to do with thee, O king of Juda? I am not come to-day to war against thee; and God has told me o hasten: beware of the God that is with me, lest he destroy thee.
35.22   However, Josias turned not his face from him, but strengthened himself to fight against him, and hearkened not to the words of Nechao by the mouth of God, and he came to fight in the plain of Mageddo.
35.23   And the archers shot at king Josias; and the king said to his servants, Take me away, for I am severely wounded.
35.24   And his servants lifted him out of the chariot, and put him in the second chariot which he had, and brought him to Jerusalem; and he died, and was buried with his fathers: and all Juda and Jerusalem lamented over Josias.
35.25   And Jeremias mourned over Josias, and all the chief men and chief women uttered a lamentation over Josias until this day: and they made it an ordinance for Israel, and, behold, it is written in the lamentations.
35.26   And the rest of the acts of Josias, and his hope, are written in the law of the Lord.
35.27   And his acts, the first and the last, behold, [they are] written in the book of the kings of Israel and Judah.

- Chapitre / chapter 36 -
36.1    Καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἐν Ιερουσαλημ.
36.2    υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ιωαχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. καὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ,
36.3    καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.
36.4    καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ· καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω.
36.5    Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον *κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ. καὶ ἀπέστειλεν *κύριος ἐπ᾽ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Αμμων καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον *κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. πλὴν θυμὸς *κυρίου ἦν ἐπὶ Ιουδαν τοῦ ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασση ἐν πᾶσιν, οἷς ἐποίησεν, καὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν Ιωακιμ καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι αὐτούς.
36.6    καὶ ἀνέβη ἐπ᾽ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
36.7    καὶ μέρος τῶν σκευῶν οἴκου *κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
36.8    καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
36.9    Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου.
36.10   καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου *κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ.
36.11   Ἐτῶν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
36.12   καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος *κυρίου
36.13   ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς *κύριον θεὸν Ισραηλ.
36.14   καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον *κυρίου τὸν ἐν Ιερουσαλημ.
36.15   καὶ ἐξαπέστειλεν *κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ προφητῶν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ·
36.16   καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς *κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.
36.17   καὶ ἤγαγεν ἐπ᾽ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν.
36.18   καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
36.19   καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.
36.20   καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων
36.21   τοῦ πληρωθῆναι λόγον *κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι· πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
36.22   Ἔτους πρώτου Κύρου βασιλέως Περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα *κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν *κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων
36.23   Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι *κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ ἐν τῇ Ιουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήτω.

- Chapitre / chapter 36 -
36.1    And the people of the land took Joachaz the son of Josias, and anointed him, and made him king over Jerusalem in the room of his father.
36.2    Joachaz [was] twenty-three years old when he began to reign, and he reigned three months in Jerusalem: and his mother's name was Amital, daughter of Jeremias of Lobna. And he did that which was evil in the sight of the Lord, according to all that his fathers had done. And Pharao Nechao bound him in Deblatha in the land of Aemath, that he might not reign in Jerusalem.
36.3    And the king brought him over to Egypt; and imposed a tribute on the land, a hundred talents of silver and a talent of gold.
36.4    And Pharao Nechao made Eliakim the son of Josias king over Juda in the room of his father Josias, and changed his name [to] Joakim. And Pharao Nechao took his brother Joachaz and brought him into Egypt, and he died there: but [he] had given the silver and gold to Pharao. At that time the land began to be taxed to give the money at the command f Pharao; and every one as he could borrowed the silver and the gold of the people of the land, to give to Pharao Nechao.
36.5    Joachim was twenty-five years old when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother's name [was] Zechora, daughter of Nerias of Rama. And he did that which was evil in the sight of the Lord, according to all that his fathers did. In his days came Nabuchodonosor king of Babylon into the land, and he served him three years, and [then] revolted from him. And the Lord sent against them the Chaldeans, and plundering parties of Syrians, and plundering parties of the Moabites, and of the children of Ammon, and of Samaria; but after this they departed, according to the word of the Lord by the hand of his servants the prophets. Nevertheless the wrath of the Lord was upon Juda, so that they should be removed from his presence, because of the sins of Manasses in all that he did, and for the innocent blood which Joakim shed, for he had filled Jerusalem with innocent blood; yet the Lord would not utterly destroy them.
36.6    And Nabuchodonosor king of Babylon came up against him, and bound him with brazen fetters, and carried him away to Babylon.
36.7    And he carried away a part of the vessels of the house of the Lord to Babylon, and put them in his temple in Babylon.
36.8    And the rest of the acts of Joakim, and all that he did, behold, [are] not these things written in the book of the chronicles of the kings of Juda? And Joakim slept with his fathers, and was buried with his fathers in Ganozae: and Jechonias his son reigned in his stead.
36.9    Jechonias [was] eight years old when he began to reign, and he reigned three months and ten days in Jerusalem, and did that which was evil in the sight of the Lord.
36.10   And at the turn of the year, king Nabuchodonosor sent, and brought him to Babylon, with the precious vessels of the house of the Lord, and made Sedekias his father's brother king over Juda and Jerusalem.
36.11   Sedekias [was] twenty-one years old when he began to reign, and be reigned eleven years in Jerusalem.
36.12   And he did that which was evil in the sight of the Lord his God: he was not ashamed before the prophet Jeremias, nor because of the word of the Lord;
36.13   in that he rebelled against king Nabuchodonosor, which he adjured him by God [not to do]: but he stiffened his neck, and hardened his heart, so as not to return to the Lord God of Israel.
36.14   And all the great men of Juda, and the priests, and the people of the land transgressed abundantly in the abominations of the heathen, and polluted the house of the Lord which [was] in Jerusalem.
36.15   And the Lord God of their fathers sent by the hand of his prophets; rising early and sending his messengers, for he spared his people, and his sanctuary.
36.16   Nevertheless they sneered at his messengers, and set at nought his words, and mocked his prophets, until the wrath of the Lord rose up against his people, till there was no remedy.
36.17   And he brought against them the king of the Chaldeans, and slew their young men with the sword in the house of his sanctuary, and did not spare Sedekias, and had no mercy upon their virgins, and they led away their old men: he delivered all things into their hands.
36.18   And all the vessels of the house of God, the great and the small, and the treasures of the house of the Lord, and all the treasures of the king and the great men; he brought all to Babylon.
36.19   And he burnt the house of the Lord, and broke down the wall of Jerusalem, and burnt its palaces with fire, and [utterly destroyed] every beautiful vessel.
36.20   And he carried away the remnant to Babylon; and they were servants to him and to his sons until [the establishment of] the kingdom of the Medes.
36.21   That the word of the Lord by the mouth of Jeremias might be fulfilled, until the land should enjoy its sabbaths in resting [and] sabbath keeping all the days of its desolation, till the accomplishment of seventy years.
36.22   In the first year of Cyrus king of the Persians, after the fulfillment of the word of he Lord by the mouth of Jeremias, the Lord stirred up the spirit of Cyrus king of the Persians, and told him to make proclamation in writing throughout all his kingdom, saying,
36.23   Thus says Cyrus king of the Persians to all the kingdoms of the earth, The Lord God of heaven has given me [power], and he has commanded me to build a house to him in Jerusalem, in Judea. Who [is there] of you of all his people? his God shall be with him, and let him go up.

- FIN / END -

^▲^