Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



1 Rois / 1 Kings
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22








Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις , καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο .
1.2     καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾽ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς.
1.3     καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
1.4     καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
1.5     Καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω · καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
1.6     καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ.
1.7     καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Αδωνιου·
1.8     καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμει καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου .
1.9     καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα, παῖδας τοῦ βασιλέως·
1.10    καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν.
1.11    Καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ; καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω.
1.12    καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων·
1.13    δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας;
1.14    καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
1.15    καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
1.16    καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐστίν σοι;
1.17    ἡ δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν *κυρίῳ τῷ θεῷ σου τη δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου.
1.18    καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
1.19    καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
1.20    καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν.
1.21    καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί.
1.22    καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν.
1.23    καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθαν ὁ προφήτης · καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
1.24    καὶ εἶπεν Ναθαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου·
1.25    ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Αδωνιας.
1.26    καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
1.27    εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν;
1.28    καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
1.29    καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ *κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
1.30    ὅτι καθὼς ὤμοσά σοι ἐν *κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾽ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
1.31    καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα.
1.32    καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ Καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως.
1.33    καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾽ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων,
1.34    καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμων.
1.35    καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ᾽ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα.
1.36    καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι *κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως·
1.37    καθὼς ἦν *κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ.
1.38    καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων.
1.39    καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ, καὶ εἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμων.
1.40    καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην , καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν .
1.41    Καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ , καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;
1.42    ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν, καὶ εἶπεν Αδωνιας Εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.
1.43    καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων·
1.44    καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
1.45    καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνή, ἣν ἠκούσατε.
1.46    καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας,
1.47    καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες Ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ,
1.48    καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς *κύριος ὁ θεὸς Ισραηλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου , καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν.
1.49    Καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ.
1.50    καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.
1.51    καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες Ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ.
1.52    καὶ εἶπεν Σαλωμων Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.
1.53    καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων, καὶ εἶπεν αὐτῷ Σαλωμων Δεῦρο εἰς τὸν οἶκόν σου.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And king David [was] old and advanced in days, and they covered him with clothes, and he was not warmed.
1.2     And his servants said, Let them seek for the king a young virgin, and she shall wait on the king, and cherish him, and lie with him, and my lord the king shall be warmed.
1.3     So they sought for a fair damsel out of all the coasts of Israel; and they found Abisag the Somanite, and they brought her to the king.
1.4     And the damsel was extremely beautiful, and she cherished the king, and ministered to him, but the king knew her not.
1.5     And Adonias the son of Aggit exalted himself, saying, I will be king; and he prepared for himself chariots and horses, and fifty men to run before him.
1.6     And his father never at any time checked him, saying, Why hast thou done [thus]? and he was also very handsome in appearance, and his mother bore him after Abessalom.
1.7     And he conferred with Joab the son of Saruia, and with Abiathar the priest, and they followed after Adonias.
1.8     But Sadoc the priest, and Banaeas the son of Jodae, and Nathan the prophet, and Semei, and Resi, and the mighty men of David, did not follow Adonias.
1.9     And Adonias sacrificed sheep and calves and lambs by the stone of Zoelethi, which was near Rogel: and he called all his brethren, and all the adult [men] of Juda, servants of the king.
1.10    But Nathan the prophet, and Banaeas, and the mighty [men], and Solomon his brother, he did not call.
1.11    And Nathan spoke to Bersabee the mother of Solomon, saying, Hast thou not heard that Adonias the son of Aggith reigns, and our lord David knows it not?
1.12    And now come, let me, I pray, give thee counsel, and thou shalt rescue thy life, and the life of thy son Solomon.
1.13    Haste, and go in to king David, and thou shalt speak to him, saying, Hast not thou, my lord, O king, sworn to thine handmaid, saying, Thy son Solomon shall reign after me, and he shall sit upon my throne? why then does Adonias reign?
1.14    And behold, while thou art still speaking there with the king, I also will come in after thee, and will confirm thy words.
1.15    So Bersabee went in to the king into the chamber: and the king was very old, and Abisag the Somanite was ministering to the king.
1.16    And Bersabee bowed, and did obeisance to the king; and the king said, What is thy request?
1.17    And she said, My lord, thou didst swear by the Lord thy God to thine handmaid, saying, Thy son Solomon shall reign after me, and shall sit upon my throne.
1.18    And now, behold, Adonias reigns, and thou, my lord, O king, knowest [it] not.
1.19    And he has sacrificed calves and lambs and sheep in abundance, and has called all the king's sons, and Abiathar the priest and Joab the commander-in-chief of the host; but Solomon thy servant he has not called.
1.20    And thou, my lord, O king,-- the eyes of all Israel [are] upon thee, to tell them who shall sit upon the throne of my lord the king after him.
1.21    And it shall come to pass, when my lord the king shall sleep with his fathers, that I and Solomon my son shall be offenders.
1.22    And behold, while she was yet talking with the king, Nathan the prophet came. And it was reported to the king,
1.23    Behold, Nathan the prophet [is here]: and he came in to the king's presence, and did obeisance to the king with his face to the ground.
1.24    And Nathan said, My lord, O king, didst thou say, Adonias shall reign after me, and he shall sit upon my throne?
1.25    For he has gone down to-day, and has sacrificed calves and lambs and sheep in abundance, and has called all the king's sons, and the chiefs of the army, and Abiathar the priest; and, behold, they are eating and drinking before him, and they said, [Long] live king Adonias.
1.26    But he has not invited me thy servant, and Sadoc the priest, and Banaeas the son of Jodae, and Solomon thy servant.
1.27    Has this matter happened by the authority of my lord the king, and hast thou not made known to thy servant who shall sit upon the throne of my lord the king after him?
1.28    And king David answered and said, Call me Bersabee: and she came in before the king, and stood before him.
1.29    And the king swore, and said, [As] the Lord lives who redeemed my soul out of all affliction,
1.30    as I swore to thee by the Lord God of Israel, saying, Solomon thy son shall reign after me, and he shall sit upon my throne in my stead, so will I do this day.
1.31    And Bersabee bowed with her face to the ground, and did obeisance to the king, and said, Let my lord king David live for ever.
1.32    And king David said, Call me Sadoc the priest, and Nathan the prophet, and Banaeas the son of Jodae: and they came in before the king.
1.33    And the king said t them, Take the servants of your lord with you, and mount my son Solomon upon my own mule, and bring him down to Gion.
1.34    And there let Sadoc the priest and Nathan the prophet anoint him to be king over Israel, and do ye sound the trumpet, and ye shall say, Let king Solomon live.
1.35    And he shall sit upon my throne, and reign in my stead: and I have given charge that he should be for a prince over Israel and Juda.
1.36    And Banaeas the son of Jodae answered the king and said, So let it be: may the Lord God of my lord the king confirm [it].
1.37    As the Lord was with my lord the king, so let him be with Solomon, and let him exalt his throne beyond the throne of my lord king David.
1.38    And Sadoc the priest went down, and Nathan the prophet, and Banaeas son of Jodae, and the Cherethite, and the Phelethite, and they mounted Solomon upon the mule of king David, and led him away to Geon.
1.39    And Sadoc the priest took the horn of oil out of the tabernacle, and anointed Solomon, and blew the trumpet; and all the people said, Let king Solomon live.
1.40    And all the people went up after him, and they danced in choirs, and rejoiced with great joy, and the earth quaked with their voice.
1.41    And Adonias and all his guests heard, and they had [just] left off eating: and Joab heard the sound of the trumpet, and said, What [means] the voice of the city in tumult?
1.42    While he was yet speaking, behold, Jonathan the son of Abiathar the priest came in: and Adonias said, Come in, for thou art a mighty man, and [thou comest] to bring glad tidings.
1.43    And Jonathan answered and said, Verily our lord king David has made Solomon king:
1.44    and the king has sent with him Sadoc the priest, and Nathan the prophet, and Banaeas the son of Jodae, and the Cherethite, and the Phelethite, and they have mounted him on the king's mule;
1.45    and Sadoc the priest and Nathan the prophet have anointed him in Geon, and have gone up thence rejoicing, and the city resounded: this [is] the sound which ye have heard.
1.46    And Solomon is seated upon the throne of the kingdom.
1.47    And the servants of the king have gone in to bless our lord king David, saying, God make the name of Solomon better than thy name, and make his throne greater than thy throne; and the king worshipped upon his bed.
1.48    Moreover thus said the king, Blessed [be] the Lord God of Israel, who has this day appointed one of my seed sitting on my throne, and my eyes see it.
1.49    And all the guests of Adonias were dismayed, and every man went his way.
1.50    And Adonias feared because of Solomon, and arose, and departed, and laid hold on the horns of the altar.
1.51    And it was reported to Solomon, saying, Behold, Adonias fears king Solomon, and holds the horns of the altar, saying, Let Solomon swear to me this day, that he will not slay his servant with the sword.
1.52    And Solomon said, If he should be a valiant man, there shall not a hair of his fall to the ground; but if evil be found in him, he shall die.
1.53    And king Solomon sent, and they brought him away from the altar; and he went in and did obeisance to king Solomon: and Solomon said to him, Go to thy house.


- Chapitre / chapter 2 -
2.1     Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν, καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων
2.2     Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς · καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα
2.3     καὶ φυλάξεις τὴν φυλακὴν *κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι,
2.4     ἵνα στήσῃ *κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν, λέγων Οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ.
2.5     καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ, τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαι υἱῷ Ιεθερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ·
2.6     καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.
2.7     καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος , καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελφοῦ σου.
2.8     καὶ ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς , καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν *κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ·
2.9     καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
2.10    καὶ ἐκοιμήθη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ.
2.11    καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη.
2.12    Καὶ Σαλωμων ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
2.13    καὶ εἰσῆλθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη·
2.14    λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον .
2.15    καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ᾽ ἐμὲ ἔθετο πᾶς Ισραηλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ *κυρίου ἐγένετο αὐτῷ·
2.16    καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεε Λάλει.
2.17    καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανῖτιν εἰς γυναῖκα.
2.18    καὶ εἶπεν Βηρσαβεε Καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
2.19    καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
2.20    καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μῆτερ ἐμή , ὅτι οὐκ ἀποστρέψω σε.
2.21    καὶ εἶπεν Δοθήτω δὲ Αβισακ ἡ Σωμανῖτις τῷ Αδωνια τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
2.22    καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν , ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ , καὶ αὐτῷ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος.
2.23    καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ τοῦ *κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον·
2.24    καὶ νῦν ζῇ *κύριος, ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον, καθὼς ἐλάλησεν *κύριος, ὅτι σήμερον θανατωθήσεται Αδωνιας.
2.25    καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
2.26    Καὶ τῷ Αβιαθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.
2.27    καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ *κυρίου, πληρωθῆναι τὸ ῥῆμα *κυρίου , ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ηλι ἐν Σηλωμ.
2.28    καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ιωαβ τοῦ υἱοῦ Σαρουιας [ὅτι Ιωαβ ἦν κεκλικὼς ὀπίσω Αδωνιου, καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν], καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα τοῦ *κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου.
2.29    καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι Ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν τοῦ *κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων Τί γέγονέν σοι, ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ιωαβ Ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς *κύριον. καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων Πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν.
2.30    καὶ ἦλθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν τοῦ *κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει ὁ βασιλεύς Ἔξελθε. καὶ εἶπεν Ιωαβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι.
2.31    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν Ιωαβ, ἀπ᾽ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
2.32    καὶ ἀπέστρεψεν *κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα·
2.33    καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ *κυρίου.
2.34    καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
2.35    καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ᾽ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ· καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ. Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου . καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει . καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ· οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησεν τὴν ἄκραν. καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. Καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων Ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
2.36    καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμει καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ ·
2.37    καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
2.38    καὶ εἶπεν Σεμει πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμει ἐν Ιερουσαλημ τρία ἔτη.
2.39    καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμει πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ, καὶ ἀπηγγέλη τῷ Σεμει λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ·
2.40    καὶ ἀνέστη Σεμει καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμει καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεθ.
2.41    καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι Ἐπορεύθη Σεμει ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ.
2.42    καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμει καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ *κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
2.43    καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον *κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;
2.44    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν *κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·
2.45    καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος, καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον *κυρίου εἰς τὸν αἰῶνα.
2.46    καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε, καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν. Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός, καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες· καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ . καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων. ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφι ἕως Γάζης , ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ· καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες, ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων. καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων · Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραι ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος. καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων. καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ.

- Chapitre / chapter 2 -
2.1     And the days of David drew near that he should die: and he addressed his son Solomon, saying, I go the way of all the earth:
2.2     but be thou strong, and shew thyself a man;
2.3     and keep the charge of the Lord thy God, to walk in his ways, to keep the commandments and the ordinances and the judgements which are written in the law of Moses; that thou mayest understand what thou shalt do in all things that I command thee:
2.4     that the Lord may confirm his word which he spoke, saying, If thy children shall take heed to their way to walk before me in truth with all their heart, [I promise thee], saying, there shall not fail thee a man on the throne of Israel.
2.5     Moreover thou knowest all that Joab the son of Saruia did to me, what he did to the two captains of the forces of Israel, to Abenner the son of Ner, and to Amessai the son of Jether, that he slew them, and shed the blood of war in peace, and put innocent blood on hi girdle that was about his loins, and on his sandal that was on his foot.
2.6     Therefore thou shalt deal [with him] according to thy wisdom, and thou shalt not bring down his grey hairs in peace to the grave.
2.7     But thou shalt deal kindly with the sons of Berzelli the Galaadite, and they shall be among those that eat at thy table; for thus they drew nigh to me when I fled from the face of thy brother Abessalom.
2.8     And, behold, [there is] with thee Semei the son of Gera, a Benjamite of Baurim: and he cursed me with a grievous curse in the day when I went into the camp; and he came down to Jordan to meet me, and I swore to him by the Lord, saying, I will not put thee to death with the sword.
2.9     But thou shalt by no means hold him guiltless, for thou art a wise man, and wilt know what thou shalt do to him, and shalt bring down his grey hairs with blood to the grave.
2.10    And David slept with his fathers, and was buried in the city of David.
2.11    And the days which David reigned over Israel [were] forty years; he reigned seven years in Chebron, and thirty-three years in Jerusalem.
2.12    And Solomon sat on the throne of his father David, and his kingdom was established greatly.
2.13    And Adonias the son of Aggith came in to Bersabee the mother of Solomon, and did obeisance to her: and she said, Dost thou enter peaceably? and he said, Peaceably:
2.14    I have business with thee. And she said to him, Say on.
2.15    And he said to her, Thou knowest that the kingdom was mine, and all Israel turned their face toward me for a king; but the kingdom was turned [from me] and became my brother's: for it was [appointed] to him from the Lord.
2.16    And now I make one request of thee, do not turn away thy face. And Bersabee said to him, Speak [on].
2.17    And he said to her, Speak, I pray thee, to king Solomon, for he will not turn away his face from thee, and let him give me Abisag the Somanite for a wife.
2.18    And Bersabee said, Well; I will speak for thee to the king.
2.19    And Bersabee went in to king Solomon to speak to him concerning Adonias; and the king rose up to meet her, and kissed her, and sat on the throne, and a throne was set for the mother of the king, and she sat on his right hand.
2.20    And she said to him, I ask of thee one little request; turn not away my face from thee. And the king said to her, Ask, my mother, and I will not reject thee.
2.21    And she said, Let, I pray thee, Abisag the Somanite be given to Adonias thy brother to wife.
2.22    And king Solomon answered and said to his mother, And why hast thou asked Abisag for Adonias? ask for him the kingdom also; for he [is] my elder brother, and he has for his companion Abiathar the priest, and Joab the son of Saruia the commander-in-chief.
2.23    And king Solomon swore by the Lord, saying, God do so to me, and more also, [if it be not] that Adonias has spoken this word against his own life.
2.24    And now [as] the Lord lives who has established me, and set me on the throne of my father David, and he has made me a house, as the Lord spoke, this day shall Adonias be put to death.
2.25    So king Solomon sent by the hand of Banaeas the son of Jodae, and he slew him, and Adonias died in that day.
2.26    And the king said to Abiathar the priest, Depart thou quickly to Anathoth to thy farm, for thou art worthy of death this day; but I will not slay thee, because thou hast borne the ark of the covenant of the Lord before my father, and because thou was afflicted in all things wherein my father was afflicted.
2.27    And Solomon removed Abiathar from being a priest of the Lord, that the word of the Lord might be fulfilled, which he spoke concerning the house of Heli in Selom.
2.28    And the report came to Joab son of Saruia; for Joab had turned after Adonias, and he went not after Solomon: and Joab fled to the tabernacle of the Lord, and caught hold of the horns of the altar.
2.29    And it was told Solomon, saying, Joab has fled to the tabernacle of the Lord, and lo! he has hold of the horns of the altar. And king Solomon sent to Joab, saying, What ails thee, that thou hast fled to the altar and Joab said, Because I was afraid of thee, and fled for refuge to the Lord. And Solomon sent Banaeas son of Jodae, saying, Go and slay him, and bury him.
2.30    And Banaeas son of Jodae came to Joab to the tabernacle of the Lord, and said to him, Thus says the king, Come forth. And Joab said, I will not come forth, for I will die here. And Banaeas son of Jodae returned and spoke to the king, saying, Thus has Joab spoken, and thus has he answered me.
2.31    And the king said to him, Go, and do to him as he has spoken, and kill him: and thou shalt bury him, and thou shalt remove this day the blood which he shed without cause, from me and from the house of my father.
2.32    And the Lord has returned upon his own head the blood of his unrighteousness, inasmuch as he attacked two men more righteous and better than himself, and slew them with the sword, and my father David knew not of their blood, [even] Abenner the son of Ner the commander-in-chief of Israel, and Amessa the son of Jether the commander-in-chief of Juda.
2.33    And their blood is returned upon his head, and upon the head of his seed for ever: but to David, and his seed, and his house, and his throne, may there be peace for ever from the Lord.
2.34    So Banaeas son of Jodae went up, and attacked him, and slew him, and buried him in his house in the wilderness.
2.35    And the king appointed Banaeas son of Jodae in his place over the host; and the kingdom was established in Jerusalem; and [as for] Sadoc the priest, the king appointed him to be high priest in the room of Abiathar. And Solomon son of David reigned over Israel and Juda in Jerusalem: and the Lord gave understanding to Solomon, and very much wisdom, and largeness of heart, as the sand by the sea-shore.
2.36    And the king called Semei, and said to him, Build thee a house in Jerusalem, and dwell there, and thou shalt not go out thence any whither.
2.37    And it shall come to pass in the day that thou shalt go forth and cross over the brook Kedron, know assuredly that thou shalt certainly die: thy blood shall be upon thine head. And the king caused him to swear in that day.
2.38    And Semei said to the king, Good [is] the word that thou hast spoken, my lord O king: thus will thy servant do. And Semei dwelt in Jerusalem three years.
2.39    And it came to pass after the three years, that two servants of Semei ran away to Anchus son of Maacha king of Geth: and it was told Semei, saying, Behold, thy servants [are] in Geth.
2.40    And Semei rose up, and saddled his ass, and went to Geth to Anchus to seek out his servants: and Semei went, and brought his servants out of Geth.
2.41    And it was told Solomon, saying, Semei is gone out of Jerusalem to Geth, and has brought back his servants.
2.42    And the king sent and called Semei, and said to him, Did I not adjure thee by the Lord, and testify to thee, saying, In whatsoever day thou shalt go out of Jerusalem, and go to the right or left, know certainly that thou shalt assuredly die?
2.43    And why hast thou not kept the oath of the Lord, and the commandment which I commanded thee?
2.44    And the king said to Semei, Thou knowest all thy mischief which thy heart knows, which thou didst to David my father: and the Lord has recompensed thy mischief on thine [own] head.
2.45    And king Solomon [is] blessed, and the throne of David shall be established before the Lord for ever.
2.46    And Solomon commanded Banaeas the son of Jodae, and he went forth and slew him. And king Solomon was very prudent and wise: and Juda and Israel [were] very many, as the sand which is by the sea for multitude, eating, and drinking, and rejoicing: and Solomon was chief in all the kingdoms, and they brought gifts, and served Solomon all the days of his life. And Solomon began to open the domains of Libanus, and he built Thermae in the wilderness. And this was the daily provision of Solomon, thirty measures of fine flour, and sixty measures of ground meal, ten choice calves, and twenty oxen from the pastures, and a hundred sheep, besides stags, and does, and choice fed birds. For he ruled in all the country on this side the river, from Raphi unto Gaza, over all the kings on this side the river: and he was at peace on all sides round about; and Juda and Israel dwelt safely, every one under his vine and under his fig tree, eating and drinking and feasting, from Dan even to Bersabee, all the days of Solomon. And these [were] the princes of Solomon; Azariu son of Sadoc the priest, and Orniu son of Nathan chief of the officers, and he went to his house; and Suba the scribe, and Basa son of Achithalam recorder, and Abi son of Joab commander-in-chief, and Achire son of Edrai [was] over the levies, and Banaeas son of Jodae over the household and over the brickwork, and Cachur the son of Nathan [was] counsellor.

- Chapitre / chapter 3 -
3.1     (vide)
3.2     πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς , ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ ὀνόματι *κυρίου ἕως νῦν.
3.3     καὶ ἠγάπησεν Σαλωμων τὸν *κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυιδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυεν καὶ ἐθυμία.
3.4     καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θῦσαι ἐκεῖ , ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων.
3.5     καὶ ὤφθη *κύριος τῷ Σαλωμων ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν *κύριος πρὸς Σαλωμων Αἴτησαί τι αἴτημα σαυτῷ.
3.6     καὶ εἶπεν Σαλωμων Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη·
3.7     καὶ νῦν, *κύριε ὁ θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου , καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου,
3.8     ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται,
3.9     καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;
3.10    καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ᾐτήσατο Σαλωμων τὸ ῥῆμα τοῦτο,
3.11    καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνθ᾽ ὧν ᾐτήσω παρ᾽ ἐμοῦ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾽ ᾐτήσω σαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρίμα,
3.12    ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.
3.13    καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν·
3.14    καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.
3.15    καὶ ἐξυπνίσθη Σαλωμων, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης *κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν αὐτοῦ.
3.16    Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
3.17    καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.
3.18    καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾽ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ .
3.19    καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾽ αὐτόν·
3.20    καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.
3.21    καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου , καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον.
3.22    καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.
3.23    καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέγεις Οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.
3.24    καὶ εἶπεν ὁ βασιλεύς Λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.
3.25    καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ.
3.26    καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν Ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· καὶ αὕτη εἶπεν Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε.
3.27    καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ.
3.28    καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

- Chapitre / chapter 3 -
3.1     And Solomon had forty thousand brood mares for his chariots, and twelve thousand horses. And he reigned over all the kings from the river and to the land of the Philistines, and to the borders of Egypt: so Solomon the son of David reigned over Israel and Juda in Jerusalem.
3.2     Nevertheless the people burnt incense on the high places, because a house had not yet been built to the Lord.
3.3     And Solomon loved the Lord, [so as] to walk in the ordinances of David his father; only he sacrificed and burnt incense on the high places.
3.4     And he arose and went to Gabaon to sacrifice there, for that [was] the highest place, and great: Solomon offered a whole-burnt-offering of a thousand [victims] on the altar in Gabaon.
3.5     And the Lord appeared to Solomon in a dream by night, and the Lord said to Solomon, Ask some petition for thyself.
3.6     And Solomon said, Thou hast dealt very mercifully with thy servant David my father according as he walked before thee in truth, and in righteousness, and in uprightness of heart with thee, and thou hast kept for him this great mercy, to set his son upon his throne, as [it is] this day.
3.7     And now, O Lord my God, thou hast appointed thy servant in the room of David my father; and I am a little child, and know not my going out an my coming in.
3.8     But thy servant [is] in the midst of thy people whom thou hast chosen, a great people, which cannot be numbered.
3.9     Thou shalt give therefore to thy servant a heart to hear and to judge thy people justly, and to discern between good and evil: for who will be able to judge this thy great people?
3.10    And it was pleasing before the Lord, that Solomon asked this thing.
3.11    And the Lord said to him, Because thou hast asked this thing of me, and hast not asked for thyself long life, and hast not asked wealth, nor hast asked the lives of thine enemies, but hast asked for thyself understanding to hear judgement;
3.12    behold, I have done according to thy word: behold, I have given thee an understanding and wise heart: there has not been [any one] like thee before thee, and after thee there shall not arise one like thee.
3.13    And I have given thee what thou hast not asked, wealth and glory, so that there has not been any one like thee among kings.
3.14    And if thou wilt walk in my way, to keep my commandments and my ordinances, as David thy father walked, then will I multiply thy days.
3.15    And Solomon awoke, and, behold, [it was] a dream: and he arose and came to Jerusalem, and stood before the altar that was in front of the ark of the covenant of the Lord in Sion: and he offered whole-burnt-offerings, and sacrificed peace-offerings, and made a great banquet for himself and all his servants.
3.16    Then there appeared two harlots before the king, and they stood before him.
3.17    And the one woman said, Hear me, [my] lord; I and this woman dwelt in one house, and we were delivered in the house.
3.18    And it came to pass on the third day after I was delivered, this woman also was delivered: and we [were] together; and there was no one with us besides our two selves in the house.
3.19    And this woman's child died in the night; because she overlaid it.
3.20    and she arose in the middle of the night, and took my son from my arms, and laid him in her bosom, and laid her dead son in my bosom.
3.21    and I arose in the morning to suckle my son, and he was dead: and, behold, I considered him in the morning, and, behold, it was not my son whom I bore.
3.22    And the other woman said, No, but the living [is] my son, and the dead [is] thy son. So they spoke before the king.
3.23    and the king said to them, Thou sayest, This [is] my son, [even] the living [one], and this woman's son [is] the dead one: and thou sayest, No, but the living [is] my son, and the dead [is] thy son.
3.24    And the king said, Fetch a sword. And they brought a sword before the king.
3.25    And the king said, Divide the live child, the suckling, in two; and give half of it to one, and half of it to the other.
3.26    And the woman whose the living child was, answered and said to the king, (for her bowels yearned over her son) and she said, I pray thee, [my] lord, give her the child, and in nowise slay it. But the other said, Let it be neither mine nor hers; divide [it].
3.27    Then the king answered and said, Give the child to her that said, 'Give it to her, and by no means slay it:' she [is] its mother.
3.28    and all Israel heard this judgement which the king judged, and they feared before the king; because they saw that the wisdom of God [was] in him, to execute judgement.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ.
4.2     καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ· Αζαριου υἱὸς Σαδωκ
4.3     καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων
4.4     καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖς
4.5     καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑταῖρος τοῦ βασιλέως
4.6     καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τῶν φόρων.
4.7     Καὶ τῷ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ · μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
4.8     καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενωρ ἐν ὄρει Εφραιμ, εἷς·
4.9     υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν, εἷς·
4.10    υἱὸς Εσωθ Βηρβηθνεμα, Λουσαμηνχα καὶ Ρησφαρα·
4.11    Χιναναδαβ καὶ Αναφαθι, ἀνὴρ Ταβληθ, θυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
4.12    Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς ὁ οἶκος Σαν ὁ παρὰ Σεσαθαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαφουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ, εἷς·
4.13    υἱὸς Γαβερ ἐν Ρεμαθ Γαλααδ, τούτῳ σχοίνισμα Ερεγαβα, ἣ ἐν τῇ Βασαν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
4.14    Αχιναδαβ υἱὸς Αχελ Μααναιν, εἷς·
4.15    Αχιμαας ἐν Νεφθαλι, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμαθ θυγατέρα Σαλωμων εἰς γυναῖκα, εἷς·
4.16    Βαανα υἱὸς Χουσι ἐν τῇ Μααλαθ, εἷς·
4.17    Ιωσαφατ υἱὸς Φουασουδ ἐν Ισσαχαρ.
4.18    Σαμαα υἱὸς Ηλα ἐν τῷ Βενιαμιν·
4.19    Γαβερ υἱὸς Αδαι ἐν τῇ γῇ Γαδ, γῇ Σηων βασιλέως τοῦ Εσεβων καὶ Ωγ βασιλέως τοῦ Βασαν· καὶ νασιφ εἷς ἐν γῇ Ιουδα·
4.20    (vide)
4.21    (vide)
4.22    καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου
4.23    καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά.
4.24    ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
4.25    (vide)
4.26    (vide)
4.27    Καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
4.28    (vide)
4.29    Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν,
4.30    καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου
4.31    καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραίτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ.
4.32    καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι.
4.33    καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.
4.34    καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. Καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ. τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ.

- Chapitre / chapter 4 -
4.1     And king Solomon reigned over Israel.
4.2     And these [are] the princes which he had; Azarias son of Sadoc.
4.3     Eliaph, and Achia son of Seba, scribes; and Josaphat son of Achilud, recorder.
4.4     And Banaeas son of Jodae over the host; and Sadoc and Abiathar [were] priests.
4.5     And Ornia the son of Nathan [was] over the officers; and Zabuth son of Nathan [was] the king's friend.
4.6     And Achisar was steward, and Eliac the [chief] steward; and Eliab the son of Saph [was] over the family: and Adoniram the son of Audon over the tribute.
4.7     And Solomon had twelve officers over all Israel, to provide for the king and his household; each one's turn came to supply for a month in the year.
4.8     And these [were] their names: Been the son of Or in the mount of Ephraim, one.
4.9     The son of Dacar, in Makes, and in Salabin, and Baethsamys, and Elon as far as Bethana, one.
4.10    The son of Esdi in Araboth; his [was] Socho, and all the land of Opher.
4.11    All Nephthador [belonged to] the son of Aminadab, Tephath daughter of Solomon was his wife, one.
4.12    Bana son of Achiluth [had] Ithaanach, and Mageddo, and [his was] the whole house of San which was by Sesathan below Esrae, and from Bethsan as far as Sabelmaula, as far as Maeber Lucam, one.
4.13    The son of Naber in Raboth Galaad, to him [fell] the lot of Ergab in Basan, sixty great cities with walls, and brazen bars, one.
4.14    Achinadab son of Saddo, [had] Maanaim.
4.15    Achimaas [was] in Nephthalim, and he took Basemmath daughter of Solomon to wife, one.
4.16    Baana son of Chusi, in Aser and in Baaloth, one,
4.17    Josaphat son of Phuasud [was] in Issachar.
4.18    Semei son of Ela, in Benjamin.
4.19    Gaber son of Adai in the land of Gad, [the land] of Seon king of Esebon, and of Og king of Basan, and one officer in the land of Juda.
4.20    [vide]
4.21    [vide]
4.22    And these [were] the requisite supplies for Solomon: in one day thirty measures of fine flour, and sixty measures of fine pounded meal,
4.23    and ten choice calves, and twenty pastured oxen, and a hundred sheep, besides stags, and choice fatted does.
4.24    For he had dominion on this side the river, and he was at peace on all sides round about.
4.25    [vide]
4.26    [vide]
4.27    And thus the officers provided king Solomon: and [they execute] every one in his month all the orders for the table of the king, they omit nothing.
4.28    And they carried the barley and the straw for the horses and the chariots to the place where the king might be, each according to his charge.
4.29    And the Lord gave understanding to Solomon, and very much wisdom, and enlargement of heart, as the sand on the seashore.
4.30    And Solomon abounded greatly beyond the wisdom of all the ancients, and beyond all the wise men of Egypt.
4.31    And he was wiser than all [other] men: and he was wiser than Gaethan the Zarite, and [than] Aenan, and [than] Chalcad and Darala the son of Mal.
4.32    And Solomon spoke three thousand proverbs, and his songs were five thousand.
4.33    And he spoke of trees, from the cedar in Libanus even to the hyssop which comes out through the wall: he spoke also of cattle, and of birds, and of reptiles, and of fishes.
4.34    And all the nations came to hear the wisdom of Solomon, and [ambassadors] from all the kings of the earth, as many as heard of his wisdom. And Solomon took to himself the daughter of Pharao to wife, and brought her into the city of David until he had finished the house of the Lord, and his own house, and the wall of Jerusalem. Then went up Pharao the king of Egypt, and took Gazer, and burnt it and the Chananite dwelling in Mergab; and Pharao gave them as a dowry to his daughter the wife of Solomon: and Solomon rebuilt Gazer.

- Chapitre / chapter 5 -
5.1     Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας.
5.2     καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων
5.3     Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι *κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
5.4     καὶ νῦν ἀνέπαυσε *κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν.
5.5     καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν *κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
5.6     καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς , ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
5.7     καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων , ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ *θεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
5.8     καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων Ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα·
5.9     οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
5.10    καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ.
5.11    καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ᾽ ἐνιαυτόν.
5.12    καὶ *κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν.
5.13    καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν .
5.14    καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου.
5.15    καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει
5.16    χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.
5.17    (vide)
5.18    καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.

- Chapitre / chapter 5 -
5.1     And Chiram king of Tyre sent his servants to anoint Solomon in the room of David his father, because Chiram always loved David.
5.2     And Solomon sent to Chiram, saying,
5.3     Thou knewest my father David, that he could not build a house to the name of the Lord my God because of the wars that compassed him about, until the Lord put them under the soles of his feet.
5.4     And now the Lord my God has given me rest round about; there is no one plotting against [me], and there is no evil trespass [against me].
5.5     And, behold, I intend to build a house to the name of the Lord my God, as the Lord God spoke to my father David, saying, Thy son whom I will set on thy throne in thy place, he shall build a house to my name.
5.6     And now command, and let [men] cut wood for me out of Libanus: and, behold, my servants [shall be] with thy servants, and I will give thee the wages of thy service, according to all that thou shalt say, because thou knowest that we have no one skilled in cutting timber like the Sidonians.
5.7     And it came to pass, as soon as Chiram heard the words of Solomon, that he rejoiced greatly, and said, Blessed [be] God to-day, who has given to David a wise son over this numerous people.
5.8     And he sent to Solomon, saying, I have listened concerning all that thou hast sent to me for I will do all thy will: [as for] timber of cedar and fir,
5.9     my servants shall bring them down from Libanus to the sea: I will form them [into] rafts, [and bring them] to the place which thou shalt send to me [about]; and I will land them there, and thou shalt take [them] up: and thou shalt do my will, in giving bread to my household.
5.10    So Chiram gave to Solomon cedars, and fir trees, and all his desire.
5.11    And Solomon gave to Chiram twenty thousand measures of wheat as food for his house, and twenty thousand baths of beaten oil thus Solomon gave to Chiram yearly.
5.12    And the Lord gave wisdom to Solomon as he promised him; and there was peace between Chiram and Solomon, and they made a covenant between them.
5.13    And the king raised a levy out of all Israel, and the levy was thirty thousand men.
5.14    And he sent them to Libanus, ten thousand taking turn every month: they were a month in Libanus and two months at home: and Adoniram [was] over the levy.
5.15    And Solomon had seventy thousand bearers of burdens, and eighty thousand hewers of stone in the mountain;
5.16    besides the rulers that were appointed over the works of Solomon, [there were] three thousand six hundred masters who wrought in the works.
5.17    [vide]
5.18    And they prepared the stones and the timber [during] three years.

- Chapitre / chapter 6 -
6.1     Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ισραηλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ, καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους· καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς. ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἶκον *κυρίου ἐν μηνὶ Νισω τῷ δευτέρῳ μηνί· ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βααλ [οὗτος ὁ μὴν ὁ ὄγδοος] συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.
6.2     καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σαλωμων τῷ *κυρίῳ, τεσσαράκοντα πήχεων μῆκος αὐτοῦ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ.
6.3     καὶ τὸ αιλαμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν.
6.4     καὶ ἐποίησεν τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς .
6.5     καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόθεν.
6.6     ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου , ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου .
6.7     καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη, καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν.
6.8     καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.
6.9     καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησεν τὸν οἶκον κέδροις.
6.10    καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι᾽ ὅλου τοῦ οἴκου , πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις.
6.11    (vide)
6.12    (vide)
6.13    (vide)
6.14    (vide)
6.15    Καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν δοκῶν καὶ ἕως τῶν τοίχων· ἐκοιλοστάθμησεν συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχεν τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις.
6.16    καὶ ᾠκοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ᾽ ἄκρου τοῦ οἴκου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἐκ τοῦ δαβιρ εἰς τὸ ἅγιον τῶν ἁγίων.
6.17    καὶ τεσσαράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον
6.18    (vide)
6.19    τοῦ δαβιρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης *κυρίου.
6.20    εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸν χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησεν θυσιαστήριον
6.21    κατὰ πρόσωπον τοῦ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίῳ .
6.22    καὶ ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου.
6.23    Καὶ ἐποίησεν ἐν τῷ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεθος ἐσταθμωμένον.
6.24    καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβ τοῦ ἑνός , καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ·
6.25    οὕτως τῷ χερουβ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις.
6.26    καὶ τὸ ὕψος τοῦ χερουβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον.
6.27    καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.
6.28    καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ.
6.29    καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.
6.30    καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου.
6.31    Καὶ τῷ θυρώματι τοῦ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλᾶς
6.32    καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ᾽ αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχεν χρυσίῳ, καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον .
6.33    καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς.
6.34    καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα·
6.35    ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.
6.36    καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. καὶ ᾠκοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αιλαμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.
6.37    (vide)
6.38    (vide)

- Chapitre / chapter 6 -
6.1     And it came to pass in the four hundred and fortieth year after the departure of the children of Israel out of Egypt, in the fourth year and second month of the reign of king Solomon over Israel, that the king commanded that they should take great [and] costly stones for the foundation of the house, and hewn stones. And the men of Solomon, and the men of Chiram hewed [the stones], and laid them [for a foundation]. In the fourth year he laid the foundation of the house of the Lord, in the month Ziu, even in the second month. In the eleventh year, in the month Baal, this [is] the eighth month, the house was completed according to all its plan, and according to all its arrangement.
6.2     And the house which the king built t the Lord [was] forty cubits in length, and twenty cubits in breadth, and its height five and twenty cubits.
6.3     And the porch in front of the temple-- twenty cubits [was] its length according to the breadth of the house in front of the house: and he built the house, and finished it.
6.4     And he made to the house secret windows inclining inward.
6.5     And against the wall of the house he set chambers round about the temple and the ark.
6.6     The under side [was] five cubits broad, and the middle [part] six, and the third [was] seven cubits broad; for he formed an interval to the house round about without the house, that they might not touch the walls of the house.
6.7     And the house was built in the construction of it with rough hewn stones: and there was not heard in the house in the building of it hammer or axe, or any iron tool.
6.8     And the porch of the under side [was] below the right wing of the house, and [there was] a winding ascent into the middle [chamber], and from the middle to the third story.
6.9     So he built the house and finished it; and he made the ceiling of the house with cedars.
6.10    And he made the partitions through all the house, each five cubits high, and enclosed each partition with cedar boards.
6.11    [vide]
6.12    [vide]
6.13    [vide]
6.14    [vide]
6.15    And he framed the walls of the house within with cedar boards, from the floor of the house and on to the inner walls and to the beams: he lined the parts enclosed with boards within, and compassed the inward parts of the house with planks of fir.
6.16    And he built the twenty cubits from the top of the wall, one side from the floor to the beams, and he made it from the oracle to the most holy place.
6.17    And the temple was forty cubits [in extent],
6.18    [vide]
6.19    in front of the oracle in the midst of the house within, [in order] to put there the ark of the covenant of the Lord.
6.20    The length [was] twenty cubits, and the breadth [was] twenty cubits, and the height of it was twenty cubits. And he covered it with perfect gold, and he made an altar in front of the oracle, and covered it with gold.
6.21    And he covered the whole house with gold, till he had finished [gilding] the whole house.
6.22    [vide]
6.23    And he made in the oracle two cherubs of ten cubits measured size.
6.24    And the wing of one cherub was five cubits, and his other wing was five cubits; ten cubits from the tip of one wing to the tip of the other wing.
6.25    Thus it was with the other cherub, both were alike finished with one measure.
6.26    And the height of the one cherub [was] ten cubits, and so [was it] with the second cherub.
6.27    And both the cherubs [were] in the midst of the innermost part of the house; and they spread out their wings, and one wing touched the wall, and the wing of the other cherub touched the other wall; and their wings in the midst of the house touched each other.
6.28    And he covered the cherubs with gold.
6.29    He graved all the walls of the house round about with the graving of cherubs, and [he sculptured] palm trees within and without [the house].
6.30    And he covered the floor of the house within and without with gold.
6.31    And for the door-way of the oracle he made doors of juniper wood, [there were] porches in a four-fold way.
6.32    [vide]
6.33    [vide]
6.34    In both the doors [were] planks of fir; the one door had two leaves and their hinges, and the other door had two leaves and turned [on hinges],
6.35    being carved with cherubs, and [there were] palm-trees and open flower-leaves, and it [was] overlaid with gold gilt upon the engraving.
6.36    And he built the inner court, three rows of hewn stones, and a row of wrought cedar round about, and he made the curtain of the court of the porch of the house that was in front of the temple.
6.37    [vide]
6.38    [vide]

- Chapitre / chapter 7 -
7.1     Καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν.
7.2     καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
7.3     καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε, δέκα καὶ πέντε ὁ στίχος·
7.4     καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς·
7.5     καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς .
7.6     καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει, ἐζυγωμένα, αιλαμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν.
7.7     καὶ τὸ αιλαμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αιλαμ τοῦ κριτηρίου.
7.8     καὶ οἶκος αὐτῷ, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραω, ἣν ἔλαβεν Σαλωμων, κατὰ τὸ αιλαμ τοῦτο.
7.9     πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
7.10    τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν,
7.11    καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις.
7.12    τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ.
7.13    Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου,
7.14    υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλι, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα.
7.15    καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα , καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος.
7.16    καὶ δύο ἐπιθέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου.
7.17    καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ.
7.18    καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ.
7.19    καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν.
7.20    καὶ μέλαθρον ἐπ᾽ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει.
7.21    καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ· καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ· καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ.
7.22    (vide)
7.23    Καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν.
7.24    καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν, ἀνιστᾶν τὴν θάλασσαν.
7.25    καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾽ αὐτῶν ἐπάνωθεν.
7.26    καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου , βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
7.27    Καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνωθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.
7.28    καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωθ· σύγκλειστον αὐτοῖς, καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων.
7.29    καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως .
7.30    καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ, καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων.
7.31    (vide)
7.32    καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωθ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
7.33    καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά.
7.34    αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωθ τῆς μιᾶς, ἐκ τῆς μεχωνωθ οἱ ὦμοι αὐτῆς.
7.35    καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ ἥμισυ τοῦ πήχεος μέγεθος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς.
7.36    καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν.
7.37    κατ᾽ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις.
7.38    καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνωθ τῆς μιᾶς ταῖς δέκα μεχωνωθ.
7.39    καὶ ἔθετο τὰς δέκα μεχωνωθ, πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾽ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.
7.40    Καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ *κυρίου,
7.41    στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων,
7.42    τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ᾽ ἀμφοτέροις τοῖς στύλοις,
7.43    καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωθ
7.44    καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης
7.45    καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ *κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου *κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησεν Χιραμ, χαλκᾶ ἄρδην·
7.46    ἐν τῷ περιοίκῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Σιρα.
7.47    οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῷ σταθμῷ τοῦ χαλκοῦ.
7.48    Καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμων τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ *κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐφ᾽ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν,
7.49    καὶ τὰς λυχνίας, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν κατὰ πρόσωπον τοῦ δαβιρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς
7.50    καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.
7.51    καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησεν Σαλωμων οἴκου *κυρίου, καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου *κυρίου.

- Chapitre / chapter 7 -
7.1     And Solomon built a house for himself in thirteen years.
7.2     And he built the house with the wood of Libanus; its length [was] a hundred cubits, and its breadth [was] fifty cubits, and its height [was] of thirty cubits, and [it was made] with three rows of cedar pillars, and the pillars had side-pieces of cedar.
7.3     And he formed the house with chambers above on the sides of the pillars, and the number of the pillars [was each] row forty and five,
7.4     and [there were] three chambers, and space against space in three rows.
7.5     And all the doors and spaces formed like chambers [were] square, and from door to door [was a correspondence] in three rows.
7.6     And [he made] the porch of the pillars, [they were] fifty [cubits] long and fifty broad, the porch joining them in front; and the [other] pillars and the thick beam [were] in front of the house by the porches.
7.7     And [there was] the Porch of seats where he would judge, the porch of judgement.
7.8     And their house where he would dwell, [had] one court communicating with these according to this work; and [he built] the house for the daughter of Pharao whom Solomon had taken, according to this porch.
7.9     All these [were] of costly stones, sculptured at intervals within even from the foundation even to the top, and outward to the great court,
7.10    founded with large costly stones, stones of ten cubits and eight cubits [long].
7.11    And above with costly stones, according to the measure of hewn stones, and with cedars.
7.12    [There were] three rows of hewn [stones] round about the great hall, and a row of sculptured cedar: and Solomon finished all his house.
7.13    And king Solomon sent, and took Chiram out of Tyre,
7.14    the son of a widow woman; and he [was] of the tribe of Nephthalim, and his father [was] a Tyrian; a worker in brass, and accomplished in art and skill and knowledge to work every work in brass: and he was brought in to king Solomon, and he wrought all the works.
7.15    And he cast the two pillars for the porch of the house: eighteen cubits [was] the height of [each] pillar, and a circumference of fourteen cubits encompassed it, even the thickness of the pillar: the flutings [were] four fingers [wide], and thus [was] the other pillar [formed].
7.16    And he made two molten chapiters to put on the heads of the pillars: five cubits [was] the height of one chapiter, and five cubits [was] the height of the other chapiter
7.17    And he made two ornaments of net-work to cover the chapiters of the pillars; even a net for one chapiter, and a net for the other chapiter.
7.18    And hanging work, two rows of brazen pomegranates, formed with net-work, hanging work, row upon row: and thus he framed [the ornaments] for the second chapiter.
7.19    And on the heads of the pillars he made lily-work against the porch, of four cubits,
7.20    and a chamber over both the pillars, and above the sides an addition [equal to] the chamber in width.
7.21    And he set up the pillars of the porch of the temple: and he set up the one pillar, and called its name Jachum: and he set up the second pillar, and called its name Boloz.
7.22    [vide]
7.23    And he made the sea, ten cubits from one rim to the other, the same was completely circular round about: its height [was] five cubits, and its circumference thirty-three cubits.
7.24    And stays underneath its rim round about compassed it ten cubits round;
7.25    And [there were] twelve oxen under the sea: three looking to the north, and three looking to the west, and three looking to the south, and three looking to the east: and all their hinder parts [were] inward, and the sea [was] above upon them.
7.26    and its rim [was] as the work of the rim of a cup, a lily-flower, and the thickness of it [was] a span.
7.27    And he made ten brazen bases: five cubits [was] the length of one base, and four cubits the breadth of it, and its height [was] six cubits.
7.28    And this work of the bases [was] formed with a border the them, and [there was] a border between the ledges.
7.29    And upon their borders between the projection [were] lions, and oxen, and cherubs: and on the projections, even so above, and also below [were] the places of lions and oxen, hanging work.
7.30    And [there were] four brazen wheels to one base; and [there were] brazen bases, and their four sides [answering to them], side pieces under the bases.
7.31    And [there were] axles in the wheels under the base.
7.32    And the height of one wheel [was] a cubit and a half.
7.33    And the work of the wheels [was] as the work of chariot wheels: their axles, and their felloes, and [the rest of] their work, [were] all molten.
7.34    The four side pieces were at the four corners of each base; its shoulders [were formed] of the base.
7.35    And on the top of the base half a cubit [was] the size of it, [there was] a circle on the top of the base, and [there was] the top of its spaces and its borders: and it was open at the top of its spaces.
7.36    And its borders [were] cherubs, and lions, and palm-trees, upright, each [was] joined in front [and] within and round about.
7.37    According to the same form he made all the ten bases, [even] one order and one measure to all.
7.38    And he made ten brazen lavers, each laver containing forty baths, [and] measuring four cubits, each laver [placed] on a several base throughout the ten bases.
7.39    And he put five bases on the right side of the house, and five on the left side of the house: and the sea was placed on the right side of the house eastward in the direction of the south.
7.40    And Chiram made the caldrons, and the pans, and the bowls; and Chiram finished making all the works that he wrought for king Solomon in the house of the Lord:
7.41    two pillars and the wreathen works of the pillars on the heads of the two pillars; and the two net-works to cover both the wreathen works of the flutings that were upon the pillars.
7.42    The four hundred pomegranates for both the net-works, two rows of pomegranates for one net-work, to cover both the wreathen works of the bases belonging to both pillars.
7.43    And the ten bases, and the ten lavers upon the bases.
7.44    And one sea, and the twelve oxen under the sea.
7.45    And the caldrons, and pans, and bowls, and all the furniture, which Chiram made for king Solomon for the house of the Lord: and [there were] eight and forty pillars of the house of the king and of the house of the Lord: all the works of the king which Chiram made were entirely of brass.
7.46    In the country round about Jordan did he cast them, in the clay land between Socchoth and Sira.
7.47    There was no reckoning of the brass of which he made all these works, from the very great abundance, there was no end of the weight of the brass.
7.48    And king Solomon took the furniture which [Chiram] made for the house of the Lord, the golden altar, and the golden table of shewbread.
7.49    And [he put] the five candlesticks on the left, and five on the right in front of the oracle, [being] of pure gold, and the lamp-stands, and the lamps, and the snuffers of gold.
7.50    And [there were made] the porches, and the nails, and the bowls, and the spoons, and the golden censers, of pure gold: and the panels of the doors of the innermost part of the house, [even] the holy of holies, and the golden doors of the temple.
7.51    So the work of the house of the Lord which Solomon wrought was finished; and Solomon brought in the holy things of David his father, and all the holy things of Solomon; he put the silver, and the gold, and the furniture, into the treasures of the house of the Lord.

- Chapitre / chapter 8 -
8.1     Καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης *κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη ἐστὶν Σιων]
8.2     ἐν μηνὶ Αθανιν.
8.3     καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν
8.4     καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου,
8.5     καὶ ὁ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα.
8.6     καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν·
8.7     ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν,
8.8     καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω.
8.9     οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρηβ, ἃ διέθετο *κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
8.10    καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον·
8.11    καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα *κυρίου τὸν οἶκον.
8.12    (vide)
8.13    (vide)
8.14    Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ εἱστήκει.
8.15    καὶ εἶπεν Εὐλογητὸς *κύριος ὁ θεὸς Ισραηλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
8.16    Ἀφ᾽ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην τὸν Δαυιδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ.
8.17    καὶ ἐγένετο ἐπὶ τῆς καρδίας Δαυιδ τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ Ισραηλ.
8.18    καὶ εἶπεν *κύριος πρὸς Δαυιδ τὸν πατέρα μου Ἀνθ᾽ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου·
8.19    πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾽ ἣ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
8.20    καὶ ἀνέστησεν *κύριος τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν, καὶ ἀνέστην ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ισραηλ, καθὼς ἐλάλησεν *κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι *κυρίου θεοῦ Ισραηλ.
8.21    καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη *κυρίου, ἣν διέθετο *κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
8.22    Καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον τοῦ θυσιαστηρίου *κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
8.23    καὶ εἶπεν *Κύριε ὁ θεὸς Ισραηλ, οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,
8.24    ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυιδ τῷ πατρί μου καὶ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.
8.25    καὶ νῦν, *κύριε ὁ θεὸς Ισραηλ, φύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ , πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ.
8.26    καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυιδ τῷ πατρί μου .
8.27    ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;
8.28    καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, *κύριε ὁ θεὸς Ισραηλ, ἀκούειν τῆς τέρψεως, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον ,
8.29    τοῦ εἶναι ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας Ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.
8.30    καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.
8.31    ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾽ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν , καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,
8.32    καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηθῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
8.33    ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ,
8.34    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν.
8.35    ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς,
8.36    καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ.
8.37    λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,
8.38    πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
8.39    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,
8.40    ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
8.41    καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος,
8.42    καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,
8.43    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβῶνταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
8.44    ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι *κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
8.45    καὶ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.
8.46    ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται, καὶ ἐπάξεις ἐπ᾽ αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς ,
8.47    καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν γῇ μετοικίας αὐτῶν λέγοντες Ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν,
8.48    καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω , καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,
8.49    καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου
8.50    καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτιρήσουσιν αὐτούς·
8.51    ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.
8.52    καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ισραηλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε,
8.53    ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, κύριε *κύριε. Τότε ἐλάλησεν Σαλωμων ὑπὲρ τοῦ οἴκου , ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ *κύριος, εἶπεν τοῦ κατοικεῖν ἐν γνόφῳ Οἰκοδόμησον οἶκόν μου, οἶκον ἐκπρεπῆ σαυτῷ , τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;
8.54    Καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος πρὸς *κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου *κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.
8.55    καὶ ἔστη καὶ εὐλόγησεν πᾶσαν ἐκκλησίαν Ισραηλ φωνῇ μεγάλῃ λέγων
8.56    Εὐλογητὸς *κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραηλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησεν λόγος εἷς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ Μωυσῆ δούλου αὐτοῦ.
8.57    γένοιτο *κύριος ὁ θεὸς ἡμῶν μεθ᾽ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς
8.58    ἐπικλῖναι καρδίας ἡμῶν πρὸς αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.
8.59    καὶ ἔστωσαν οἱ λόγοι οὗτοι, οὓς δεδέημαι ἐνώπιον *κυρίου θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς *κύριον θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ σου Ισραηλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ ,
8.60    ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι *κύριος ὁ θεός, αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι.
8.61    καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς *κύριον θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.
8.62    Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἔθυσαν θυσίαν ἐνώπιον *κυρίου.
8.63    καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμων τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσεν τῷ *κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισεν τὸν οἶκον *κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ.
8.64    τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου *κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον *κυρίου μικρὸν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.
8.65    καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημαθ ἕως ποταμοῦ Αἰγύπτου , ἐνώπιον *κυρίου θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον *κυρίου θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας.
8.66    καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλθον ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν *κύριος τῷ Δαυιδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.

- Chapitre / chapter 8 -
8.1     And it came to pass when Solomon had finished building the house of the Lord and his own house after twenty years, then king Solomon assembled all the elders of Israel in Sion, to bring the ark of the covenant of the Lord out of the city of David, this is Sion,
8.2     in the month of Athanin.
8.3     And the priests took up the ark,
8.4     and the tabernacle of testimony, and the holy furniture that was in the tabernacle of testimony.
8.5     And the king and all Israel [were occupied] before the ark, sacrificing sheep [and] oxen, without number.
8.6     And the priests bring in the ark into its place, into the oracle of the house, even into the holy of holies, under the wings of the cherubs.
8.7     For the cherubs spread out their wings over the place of the ark, and the cherubs covered the ark and its holy things above.
8.8     And the holy staves projected, and the ends of the holy staves appeared out of the holy places in front of the oracle, and were not seen without.
8.9     There was nothing in the ark except the two tables of stone, the tables of the covenant which Moses put [there] in Choreb, which [tables] the Lord made [as a covenant] with the children of Israel in their going forth from the land of Egypt.
8.10    And it came to pass when the priests departed out of the holy place, that the cloud filled the house.
8.11    And the priests could not stand to minister because of the cloud, because the glory of the Lord filled the house.
8.12    [vide]
8.13    [vide]
8.14    And the king turned his face, and the king blessed all Israel, (and the whole assembly of Israel stood:)
8.15    and he said, Blessed [be] the Lord God of Israel to-day, who spoke by his mouth concerning David my father, and has fulfilled it with his hands, saying,
8.16    From the day that I brought out my people Israel out of Egypt, I have not chosen a city in [any] one tribe of Israel to build a house, so that my name should be there: but I chose Jerusalem that my name should be there, and I chose David to be over my people Israel.
8.17    And it was in the heart of my father to build a house to the name of the Lord God of Israel.
8.18    And the Lord said to David my father, Forasmuch as it came into thine heart to build a house to my name, thou didst well that it came upon thine heart.
8.19    Nevertheless thou shalt not build the house, but thy son that has proceeded out of thy bowels, he shall build the house to my name.
8.20    And the Lord has confirmed the word that he spoke, and I am risen up in the place of my father David, and I have sat down on the throne of Israel, as the Lord spoke, and I have built the house to the name of the Lord God of Israel.
8.21    And I have set there a place for the ark, in which is the covenant of the Lord, which the Lord made with our fathers, when he brought them out of the land of Egypt.
8.22    And Solomon stood up in front of the altar before all the congregation of Israel; and he spread out his hands toward heaven:
8.23    and he said, Lord God of Israel, there is no God like thee in heaven above and on the earth beneath, keeping covenant and mercy with thy servant who walks before thee with all his heart;
8.24    which thou hast kept toward thy servant David my father: for thou hast spoken by thy mouth and thou hast fulfilled it with thine hands, as [at] this day.
8.25    And now, O Lord God of Israel, keep for thy servant David my father, [the promises] which thou hast spoken to him, saying, There shall not be taken from thee a man sitting before me on the throne of Israel, provided only thy children shall take heed to their ways, to walk before me as thou hast walked before me.
8.26    And now, O Lord God of Israel, let, I pray thee, thy word to David my father be confirmed.
8.27    But will God indeed dwell with men upon the earth? if the heaven and heaven of heavens will not suffice thee, how much less even this house which I have built to thy name?
8.28    Yet, O Lord God of Israel, thou shalt look upon my petition, to hear the prayer which thy servant prays to thee in thy presence this day,
8.29    that thine eyes may be open toward this house day and night, even toward the place which thou saidst, My name shall be there, to hear the prayer which thy servant prays at this place day and night.
8.30    And thou shalt hearken to the prayer of thy servant, and of thy people Israel, which they shall pray toward this place; and thou shalt hear in thy dwelling-place in heaven, and thou shalt do and be gracious.
8.31    Whatsoever trespasses any [one] shall commit against his neighbor,-- and if he shall take upon him an oath so that he should swear, and he shall come and make confession before thine altar in this house,
8.32    then shalt thou hear from heaven, and do, and thou shalt judge thy people Israel, that the wicked should be condemned, to recompense his way upon his head; and to justify the righteous, to give to him according to his righteousness.
8.33    When thy people Israel falls before enemies, because they shall sin against thee, and they shall return and confess to thy name, and they shall pray and supplicate in this house,
8.34    then shalt thou hear from heaven, and be gracious to the sins of thy people Israel, and thou shalt restore them to the land which thou gavest to their fathers.
8.35    When the heaven is restrained, and there is no rain, because they shall sin against thee, and the shall pray toward this place, and they shall make confession to thy name, and shall turn from their sins when thou shalt have humbled them,
8.36    then thou shalt hear from heaven, and be merciful to the sins of thy servant and of thy people Israel; for thou shalt shew them the good way to walk in it, and thou shalt give rain upon the earth which thou hast given to thy people for an inheritance.
8.37    If there should be famine, if there should be death, because there should be blasting, locust, or if there be mildew, and if their enemy oppress them in [any] one of their cities, [with regard to] every calamity, every trouble,
8.38    every prayer, every supplication whatever shall be made by any man, as they shall know each the plague of his heart, and shall spread abroad his hands to this house,
8.39    then shalt thou hearken from heaven, out of thine established dwelling-place, and shalt be merciful, and shalt do, and recompense to [every] man according to his ways, as thou shalt know his heart, for thou alone knowest the heart of all the children of men:
8.40    that they may fear thee all the days that they live upon the land, which thou hast given to our fathers.
8.41    And for the stranger who is not of thy people,
8.42    when they shall come and pray toward this place,
8.43    then shalt thou hear [them] from heaven, out of thine established dwelling-place, and thou shalt do according to all that the stranger shall call upon thee for, that all the nations may know thy name, and fear thee, as [do] thy people Israel, and may know that thy name has been called on this house which I have builded.
8.44    [If it be] that thy people shall go forth to war against their enemies in the way by which thou shalt turn them, and pray in the name of the Lord toward the city which thou hast chosen, and the house which I have built to thy name,
8.45    then shalt thou hear from heaven their supplication and their prayer, and shalt execute judgment for them.
8.46    [If it be] that they shall sin against thee, (for there is not a man who will not sin,) and thou shalt bring them and deliver them up before their enemies, and they that take [them] captive shall carry [them] to a land far or near,
8.47    and they shall turn their hearts in the land whither they have been carried captives, and turn in the land of their sojourning, and supplicate thee, saying, We have sinned, we have done unjustly, we have transgressed,
8.48    and they shall turn to thee with all their heart, and with all their soul, in the land of their enemies whither thou hast carried them captives, and shall pray to thee toward their land which thou hast given to their fathers, and the city which thou hast chosen, and the house which I have built to thy name:
8.49    then shalt thou hear from heaven thine established dwelling-place,
8.50    and thou shalt be merciful to their unrighteousness wherein they have trespassed against thee, and according to all their transgressions wherewith they have transgressed against thee, and thou shalt cause them to be pitied before them that carried them captives, and they shall have compassion on them:
8.51    for [they are] thy people and thine inheritance, whom thou broughtest out of the land of Egypt, out of the midst of the furnace of iron.
8.52    And let thine eyes and thine ears be opened to the supplication of thy servant, and to the supplication of thy people Israel, to hearken to them in all things for which they shall call upon thee.
8.53    Because thou hast set them apart for an inheritance to thyself out of all the nations of the earth, as thou spokest by the hand of thy servant Moses, when thou broughtest our fathers out of the land of Egypt, O Lord God.-- Then spoke Solomon concerning the house, when he had finished building it-- He manifested the sun in the heaven: the Lord said he would dwell in darkness: build thou my house, a beautiful house for thyself to dwell in anew. Behold, is not this written in the book of the song?
8.54    And it came to pass when Solomon had finished praying to the Lord all this prayer and supplication, that he rose up from before the altar of the Lord, [after] having knelt upon his knees, and his hands [were] spread out towards heaven.
8.55    And he stood, and blessed all the congregation of Israel with a loud voice, saying,
8.56    Blessed [be] the Lord this day, who has given rest to his people Israel, according to all that he said: there has not failed one word among all his good words which he spoke by the hand of his servant Moses.
8.57    May the Lord our God be with us, as he was with our fathers; let him not desert us nor turn from us,
8.58    that he may turn our hearts toward him to walk in all his ways, and to keep all his commandments, and his ordinances which he commanded our fathers.
8.59    And let these words, which I have prayed before the Lord our God, [be] near to the Lord our God day and night, to maintain the cause of thy servant, and the cause of thy people Israel for ever.
8.60    that all the nations of the earth may know that the Lord God, he [is] God, and there is none beside.
8.61    And let our hearts be perfect toward the Lord our God, to walk also holily in his ordinances, and to keep his commandments, as at this day.
8.62    And the king and all the children of Israel offered sacrifice before the Lord.
8.63    And king Solomon offered for the sacrifices of peace-offering which he sacrificed to the Lord, two and twenty thousand oxen, and hundred and twenty thousand sheep: and the king and all the children of Israel dedicated the house of the Lord.
8.64    In that day the king consecrated the middle of the court in the front of the house of the Lord; for there he offered the whole-burnt-offering, and the sacrifices, and the fat of the peace-offerings, because the brazen altar which was before the Lord [was too] little to bear the whole-burnt-offering and the sacrifices of peace-offerings.
8.65    And Solomon kept he feast in that day, and all Israel with him, even a great assembly from the entering in of Hemath to the river of Egypt, before the Lord our God in the house which he built, eating and drinking, and rejoicing before the Lord our God seven days.
8.66    And on the eighth day he sent away the people: and they blessed the king, and each departed to his tabernacle rejoicing, and [their] heart [was] glad because of the good things which the Lord had done to his servant David, and to Israel his people.

- Chapitre / chapter 9 -
9.1     Καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομεῖν τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμων, ὅσα ἠθέλησεν ποιῆσαι,
9.2     καὶ ὤφθη *κύριος τῷ Σαλωμων δεύτερον, καθὼς ὤφθη ἐν Γαβαων,
9.3     καὶ εἶπεν πρὸς αὐτὸν *κύριος Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον , ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
9.4     καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,
9.5     καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
9.6     ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾽ ἐμοῦ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
9.7     καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου , καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
9.8     καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν Ἕνεκα τίνος ἐποίησεν *κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
9.9     καὶ ἐροῦσιν Ἀνθ᾽ ὧν ἐγκατέλιπον *κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν *κύριος ἐπ᾽ αὐτοὺς τὴν κακίαν ταύτην.
9.10    Εἴκοσι ἔτη, ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τοὺς δύο οἴκους, τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,
9.11    Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιραμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ.
9.12    καὶ ἐξῆλθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμων, καὶ οὐκ ἤρεσαν αὐτῷ·
9.13    καὶ εἶπεν Τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης.
9.14    καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου
9.15    Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον *κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεθερμαθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ.
9.16    (vide)
9.17    (vide)
9.18    (vide)
9.19    (vide)
9.20    πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾽ αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.
9.21    (vide)
9.22    καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.
9.23    (vide)
9.24    Τότε ἀνήγαγεν Σαλωμων τὴν θυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
9.25    (vide)
9.26    καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Εδωμ .
9.27    καὶ ἀπέστειλεν Χιραμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμων.
9.28    καὶ ἦλθον εἰς Σωφηρα καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμων.

- Chapitre / chapter 9 -
9.1     And it came to pass when Solomon had finished building the house of the Lord, and the king's house, and all the work of Solomon, whatever he wished to perform,
9.2     that the Lord appeared to Solomon a second time, as he appeared in Gabaon.
9.3     And the Lord said to him, I have heard the voice of thy prayer, and thy supplication which thou madest before me: I have done for thee according to all thy prayer: I have hallowed this house which thou hast built to put my name there for ever, and mine eyes and my heart shall be there always.
9.4     And if thou wilt walk before me as David thy father walked, in holiness of heart and uprightness, and so as to do according to all that I commanded him, and shalt keep my ordinances and my commandments:
9.5     then will I establish the throne of thy kingdom in Israel for ever, as I spoke to David thy father, saying, There shall not fail thee a man to rule in Israel.
9.6     But if ye or your children do in any wise revolt from me, and do not keep my commandments and my ordinances, which Moses set before you, and ye go and serve other gods, and worship them:
9.7     then will I cut off Israel from the land which I have given them, and this house which I have consecrated to my name I will cast out of my sight; and Israel shall be a desolation and a by-word to all nations.
9.8     And this house, which is high, shall be [so that] every one that passes by it shall be amazed, and shall hiss; and they shall say, Wherefore has the Lord done thus to this land, and to this house?
9.9     And [men] shall say, Because they forsook the Lord their God, who brought out their fathers from Egypt, out of the house of bondage, and they attached themselves to strange gods, and worshipped them, and served them: therefore the Lord has brought this evil upon them.
9.10    [During] twenty years in which Solomon was building the two houses, the house of the Lord, and the house of the king,
9.11    Chiram king of Tyre helped Solomon with cedar wood, and fir wood, and with gold, and all that he wished for: then the king gave Chiram twenty cities in the land of Galilee.
9.12    So Chiram departed from Tyre, and went into Galilee to see the cities which Solomon gave to him; and they pleased him not. And he said,
9.13    What [are] these cities which thou hast given me, brother? And he called them Boundary until this day.
9.14    And Chiram brought to Solomon a hundred and twenty talents of gold,
9.15    This was the arrangement of the provision which king Solomon fetched to build the house of the Lord, and the house of the king, and the wall of Jerusalem, and the citadel; to fortify the city of David, and Assur, and Magdal, and Gazer, and Baethoron the upper, and Jethermath, and all the cities of the chariots, and all the cities of the horsemen, and the fortification of Solomon which he purposed to build in Jerusalem and in all the land,
9.16    [vide]
9.17    [vide]
9.18    [vide]
9.19    [vide]
9.20    so that none of the people should rule over him that was left of the Chettite and the Amorite, and the Pherezite, and the Chananite, and the Evite, and the Jebusite, and the Gergesite, who were not of the children of Israel, their descendants who had been left with him in the land, whom the children of Israel could not utterly destroy; and Solomon made them tributaries until this day.
9.21    [vide]
9.22    But of the children of Israel Solomon made nothing; for they were the warriors, and his servants and rulers, and captains of the third order, and the captains of his chariots, and his horsemen.
9.23    [vide]
9.24    Then Solomon brought up the daughter of Pharao out of the city of David into his house which he built for himself in those days,
9.25    [vide]
9.26    even that for which king Solomon built a ship in Gasion Gaber near Aelath on the shore of the extremity of the sea in the land of Edom.
9.27    And Chiram sent in the ship together with the servants of Solomon servants of his own, mariners to row, men acquainted with the sea.
9.28    And they came to Sophira, and took thence a hundred and twenty talents of gold, and brought them to king Solomon.

- Chapitre / chapter 10 -
10.1    Καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα *κυρίου καὶ ἦλθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν·
10.2    καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτῷ πάντα, ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς.
10.3    καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
10.4    καὶ εἶδεν βασίλισσα Σαβα πᾶσαν φρόνησιν Σαλωμων καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν,
10.5    καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ *κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
10.6    καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμων Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου,
10.7    καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι, προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου·
10.8    μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι᾽ ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου·
10.9    γένοιτο *κύριος ὁ θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ισραηλ · διὰ τὸ ἀγαπᾶν *κύριον τὸν Ισραηλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ᾽ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.
10.10   καὶ ἔδωκεν τῷ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων.
10.11   [καὶ ἡ ναῦς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον·
10.12   καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου *κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης.]
10.13   καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων , ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμων· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς.
10.14   Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου
10.15   χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.
10.16   καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσᾶ ἐλατά, τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν
10.17   καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά, τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν, καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.
10.18   καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
10.19   ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας,
10.20   καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ.
10.21   καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμων χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμων·
10.22   ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.
10.23   Καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει.
10.24   καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.
10.25   καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους, τὸ κατ᾽ ἐνιαυτὸν ἐνιαυτόν.
10.26   καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ. καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
10.27   καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
10.28   καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι·
10.29   καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιιν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.

- Chapitre / chapter 10 -
10.1    And the queen of Saba heard of the name of Solomon, and the name of the Lord, and she came to try him with riddles.
10.2    And she came to Jerusalem with a very great train; and [there came] camels bearing spices, and very much gold, and precious stones: and she came in to Solomon, and told him all that was in her heart.
10.3    And Solomon answered all her questions: and there was not a question overlooked by the king which he did not answer her.
10.4    And the queen of Saba saw all the wisdom of Solomon, and the house which he built,
10.5    and the provision of Solomon and the sitting of his attendants, and the standing of his servants, and his raiment, and his cup-bearers, and his whole-burnt-offering which he offered in the house of the Lord, and she was utterly amazed.
10.6    And she said to king Solomon, [It was] a true report which I heard in my land of thy words and thy wisdom.
10.7    But I believed not them that told me, until I came and my eyes saw: and, behold, the words as they reported to me are not the half: thou hast exceeded in goodness all the report which I heard in my land.
10.8    Blessed [are] thy wives, blessed [are] these thy servants who stand before thee continually, who hear all thy wisdom.
10.9    Blessed be the Lord thy God, who has taken pleasure in thee, to set thee upon the throne of Israel, because the Lord loved Israel to establish [him] for ever; and he has made thee king over them, to execute judgment with justice, and in their causes.
10.10   And she gave to Solomon a hundred and twenty talents of gold, and very many spices, and precious stones: there hd not come any other spices so abundant as those which the queen of Saba gave to king Solomon.
10.11   And the ship of Chiram which brought the gold from Suphir, brought very much hewn timber and precious stones.
10.12   And the king made the hewn timber [into] buttresses of the house of the Lord and the king's house, and lyres and harps for singers: such hewn timber had not come upon the earth, nor have been seen anywhere until this day.
10.13   And king Solomon gave to the queen of Saba all that she desired, whatsoever she asked, besides all that he had given her by the hand of king Solomon: and she returned, and came into her own land, she and her servants.
10.14   And the weight of gold that came to Solomon in one year was six hundred and sixty-six talents of gold.
10.15   Besides the tributes of them that were subjects, both merchants and all the kings of the [country] beyond [the river], and of the princess of the land.
10.16   And Solomon made three hundred spears of beaten gold: three hundred shekels of gold were upon one spear.
10.17   And three hundred shields of beaten gold: and three pounds of gold were in one shield: and the king put them in the house of the forest of Lebanon.
10.18   And the king made a great ivory throne, and gilded it with pure gold.
10.19   The throne [had] six steps, and calves in bold relief to the throne behind it, and side-pieces on either hand of the place of the seat, and two lions standing by the side-pieces,
10.20   and twelve lions standing there on the six steps on either side: it was not so done in any [other] kingdom.
10.21   And all the vessels made by Solomon [were] of gold, and the lavers [were] golden, and all the vessels of the house of the forest of Lebanon were of pure gold; there was no silver, for it was not accounted of in the days of Solomon.
10.22   For Solomon had a ship of Tharsis in the sea with the ships of Chiram: one ship came to the king every three years out of Tharsis, [laden with] gold and silver, and wrought stones, and hewn stones. This was the arrangement of the provision which king Solomon fetched to build the house of the Lord, and the house of the king, and the wall of Jerusalem, and the citadel; to fortify the city of David, and Assur, and Magdal, and Gazer, and Baethoron the upper, and Jethermath, and all the cities of the chariots, and all the cities of the horsemen, and the fortification of Solomon which he purposed to build in Jerusalem and in all the land, so that none of the people should rule over him that was left of the Chettite and the Amorite, and the Pherezite, and the Chananite, and the Evite, and the Jebusite, and the Gergesite, who were not of the children of Israel, their descendants who had been left with him in the land, whom the children of Israel could not utterly destroy; and Solomon made them tributaries until this day. But of the children of Israel Solomon made nothing; for they were the warriors, and his servants and rulers, and captains of the third order, and the captains of his chariots, and his horsemen.
10.23   And Solomon increased beyond all the kings of the earth in wealth and wisdom.
10.24   And all the kings of the earth sought the presence of Solomon, to hear his wisdom which the Lord [had] put into his heart.
10.25   And they brought every one their gifts, vessels of gold, and raiment, and stacte, and spices, and horses, and mules, a rate year by year.
10.26   And Solomon had four thousand mares for his chariots, and twelve thousand horsemen: and he put them in the cities of his chariots, and with the king in Jerusalem: and he ruled over all the kings from the river to the land of the Philistines, and to the borders of Egypt.
10.27   And the king made gold and silver in Jerusalem as stones, and he made cedars as the sycamores in the plain for multitude.
10.28   And the goings forth of Solomon's horsemen [was] also out of Egypt, and the king's merchants [were] of Thecue; and they received them out of Thecue at a price.
10.29   And that which proceeded out of Egypt went up [thus, even] a chariot for a hundred [shekels] of silver, and a horse fr fifty [shekels] of silver: and thus for all the kings of the Chettians, and the kings of Syria, they came out by sea.

- Chapitre / chapter 11 -
11.1    Καὶ ὁ βασιλεὺς Σαλωμων ἦν φιλογύναιος. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραω, Μωαβίτιδας, Αμμανίτιδας, Σύρας καὶ Ιδουμαίας, Χετταίας καὶ Αμορραίας,
11.2    ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπεν *κύριος τοῖς υἱοῖς Ισραηλ Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων τοῦ ἀγαπῆσαι.
11.3    (vide)
11.4    καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ *κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
11.5    καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων,
11.6    καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον *κυρίου, οὐκ ἐπορεύθη ὀπίσω *κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
11.7    τότε ᾠκοδόμησεν Σαλωμων ὑψηλὸν τῷ Χαμως εἰδώλῳ Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμων
11.8    καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν ·
11.9    καὶ ὠργίσθη *κύριος ἐπὶ Σαλωμων, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ *κυρίου θεοῦ Ισραηλ τοῦ ὀφθέντος αὐτῷ δὶς
11.10   καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ *κύριος ὁ θεός,
11.11   καὶ εἶπεν *κύριος πρὸς Σαλωμων Ἀνθ᾽ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
11.12   πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν.
11.13   πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυιδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην.
11.14   Καὶ ἤγειρεν *κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾽ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ· καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων. καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ·
11.15   καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευθῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ
11.16   ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίασ
11.17   καὶ ἀπέδρα Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, καὶ Αδερ παιδάριον μικρόν·
11.18   καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ᾽ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραω, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
11.19   καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ , ἀδελφὴν Θεκεμινας τὴν μείζω·
11.20   καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω, καὶ ἦν Γανηβαθ ἐν μέσῳ υἱῶν Φαραω.
11.21   καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Αδερ πρὸς Φαραω Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
11.22   καὶ εἶπεν Φαραω τῷ Αδερ Τίνι σὺ ἐλαττονῇ μετ᾽ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Αδερ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με. καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ.
11.23   (vide)
11.24   (vide)
11.25   αὕτη ἡ κακία, ἣν ἐποίησεν Αδερ· καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ.
11.26   Καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων,
11.27   καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
11.28   καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει, καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ .
11.29   καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ, καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ.
11.30   καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾽ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
11.31   καὶ εἶπεν τῷ Ιεροβοαμ Λαβὲ σεαυτῷ δέκα ῥήγματα , ὅτι τάδε λέγει *κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα,
11.32   καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ,
11.33   ἀνθ᾽ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
11.34   καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυιδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.
11.35   καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
11.36   τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει , ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ.
11.37   καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ.
11.38   καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καθὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυιδ.
11.39   (vide)
11.40   καὶ ἐζήτησεν Σαλωμων θανατῶσαι τὸν Ιεροβοαμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανεν Σαλωμων.
11.41   Καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα , ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων;
11.42   καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ, τεσσαράκοντα ἔτη.
11.43   καὶ ἐκοιμήθη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, , κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ . καὶ ὁ βασιλεὺς Σαλωμων ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.


- Chapitre / chapter 11 -
11.1    And king Solomon was a lover of women. And he took strange women, as well as the daughter of Pharao, Moabitish, Ammanitish women, Syrians and Idumeans, Chettites, and Amorites;
11.2    of the nations concerning whom the Lord forbade the children of Israel, [saying], Ye shall not go in to them, and they shall not come in to you, lest they turn away your hearts after their idols: Solomon clave to these in love.
11.3    And he had seven hundred wives, princesses, and three hundred concubines. And the strange women turned away his heart after their gods.
11.4    And it came to pass in the time of the old age of Solomon, that his heart was not perfect with the Lord his God, as [was] the heart of David his father.
11.5    and to Astarte the abomination of the Sidonians.
11.6    And Solomon did that which was evil in the sight of the Lord: he went not after the Lord, as David his father.
11.7    Then Solomon built a high place to Chamos the idol of Moab, and to their king the idol of the children of Ammon,
11.8    And thus he acted towards all his strange wives, who burnt incense and sacrificed to their idols.
11.9    And the Lord was angry with Solomon, because he turned away his heart from the Lord God of Israel, who had appeared twice to him,
11.10   and charged him concerning this matter, by no means to go after other gods, but to take heed to do what the Lord God commanded him; neither was his heart perfect with the Lord, according to the heart of David his father.
11.11   And the Lord said to Solomon, Because it has been thus with thee, and thou hast not kept my commandments and my ordinances which I commanded thee, I will surely rend thy kingdom out of thy hand, and give it to thy servant.
11.12   Only in thy days I will not do it for David thy father's sake: [but] I will take it out of the hand of thy son.
11.13   Only I will not take away the whole kingdom: I will give one tribe to thy son for David my servant's sake, and for the sake of Jerusalem, the city which I have chosen.
11.14   And the Lord raised up and enemy to Solomon, Ader the Idumaean, and Esrom son of Eliadae who [dwelt] in Raama, [and] Adadezer king of Suba his master; (and men gathered to him, and he was head of the conspiracy, and he seized on Damasec,) and they were adversaries to Israel all the days of Solomon: and Ader the Idumaean [was] of the seed royal in Idumaea.
11.15   And it happened, that while David was utterly destroying Edom, while Joab captain of the host was going to bury the dead, when they slew every male in Idumaea;
11.16   (for Joab and all Israel abode there six months in Idumaea, until he utterly destroyed every male in Idumaea;)
11.17   that Ader ran away, he and all the Idumaeans of the servants of his father with him; and they went into Egypt; and Ader [was then] a little child.
11.18   And there rise up men out of the city of Madiam, and they come to Pharan, and take men with them, and come to Pharao king of Egypt: and Ader went in to Pharao, and he gave him a house, and appointed him provision.
11.19   And Ader found great favour in the sight of Pharao, and he gave him his wife's sister in marriage, the elder sister of Thekemina.
11.20   And the sister of Thekemina bore to him, [even] to Ader, Ganebath her son; and Thekemina brought him up in the midst of the sons of Pharao, and Ganebath was in the midst of the sons of Pharao.
11.21   And Ader heard in Egypt that David slept with his fathers, and that Joab the captain of the host was dead; and Ader said to Pharao, Let me go, and I will return to my country.
11.22   And Pharao said to Ader, What lackest thou with me? that lo! thou seekest to depart to thy country? and Ader said to him, By all means let me go.
11.23   [vide]
11.24   [vide]
11.25   So Ader returned to his country; this [is] the mischief which Ader did, and he was a bitter enemy of Israel, and he reigned in the land of Edom.
11.26   And Jeroboam the son of Nabat, the Ephrathite of Sarira, the son of a widow, [was] servant of Solomon.
11.27   And this [was the occasion of his lifting up [his] hands against king Solomon: now king Solomon built the citadel, he completed the fortification of the city of David his father.
11.28   And the man Jeroboam was very strong; and Solomon saw the young man that he was active, and he set him over the levies of the house of Joseph.
11.29   And it came to pass at that time, that Jeroboam went forth from Jerusalem, and Achia the Selonite the prophet found him in the way, and caused him to turn aside out of the way: and Achia was clad with a new garment, and they two [were] alone in the field.
11.30   And Achia laid hold of his new garment that was upon him, and tore it [into] twelve pieces:
11.31   and he said to Jeroboam, Take to thyself ten pieces, for thus saith the Lord God of Israel, Behold, I rend the kingdom out of the hand of Solomon, and will give thee ten tribes.
11.32   Yet he shall have two tribes, for my servant David's sake, and for the sake of Jerusalem, the city which I have chosen out of all the tribes of Israel.
11.33   Because he forsook me, and sacrificed to Astarte the abomination of the Sidonians, and to Chamos, and to the idols of Moab, and to their king the abomination of the children of Ammon, and he walked not in my ways, to do that which was right before me, as David his father [did].
11.34   Howbeit I will not take the whole kingdom out of his hand, (for I will certainly resist him all the days of his life,) for David my servant's sake, whom I have chosen.
11.35   But I will take the kingdom out of the hand of his son, and give thee ten tribes.
11.36   But to his son I will give the two [remaining] tribes, that my servant David may have an establishment continually before me in Jerusalem, the city which I have chosen for myself to put my name there.
11.37   And I will take thee, and thou shalt reign as thy soul desires, and thou shalt be king over Israel.
11.38   And it shall come to pass, if thou wilt keep all the commandments that I shall give thee, and wilt walk in my ways, and do that which is right before me, to keep my ordinances and my commandments, as David my servant did, that I will be with thee, and will build thee a sure house, as I built to David.
11.39   [vide]
11.40   And Solomon sought to slay Jeroboam: but he arose and fled into Egypt, to Susakim king of Egypt, and he was in Egypt until Solomon died.
11.41   And the rest of the history of Solomon, and all that he did, and all his wisdom, behold are not these things written in the book of the life of Solomon?
11.42   And the days [during] which Solomon reigned in Jerusalem over all Israel [were] forty years.
11.43   And Solomon slept with his fathers, and they buried him in the city of David his father. And it came to pass when Jeroboam son of Nabat heard [of it], even while he was yet in Egypt as he fled from the face of Solomon and dwelt in Egypt, he straightway comes into his own city, into the land of Sarira in the mount of Ephraim. And king Solomon slept with his fathers, and Roboam his son reigned in his stead.


- Chapitre / chapter 12 -
12.1    Καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα, ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν.
12.2    (vide)
12.3    καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες
12.4    Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
12.5    καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον.
12.6    καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον;
12.7    καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
12.8    καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾽ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ
12.9    καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾽ ἡμᾶς;
12.10   καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾽ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾽ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου ·
12.11   καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
12.12   καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
12.13   καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ,
12.14   καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν , ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
12.15   καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ *κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.
12.16   καὶ εἶδον πᾶς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαι· ἀπότρεχε, Ισραηλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἀπῆλθεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ.
12.17   (vide)
12.18   καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶς Ισραηλ ἐν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ροβοαμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ιερουσαλημ.
12.19   καὶ ἠθέτησεν Ισραηλ εἰς τὸν οἶκον Δαυιδ ἕως τῆς ἡμέρας ταύτης.
12.20   καὶ ἐγένετο ὡς ἤκουσεν πᾶς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι.
12.21   καὶ Ροβοαμ εἰσῆλθεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκῆπτρον Βενιαμιν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱῷ Σαλωμων.
12.22   καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
12.23   Εἰπὸν τῷ Ροβοαμ υἱῷ Σαλωμων βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων
12.24   Τάδε λέγει *κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ· ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου *κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα *κυρίου. Καὶ ὁ βασιλεὺς Σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααναν θυγάτηρ Αναν υἱοῦ Ναας βασιλέως υἱῶν Αμμων· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Εφραιμ δοῦλος τῷ Σαλωμων, καὶ ὄνομα αὐτῷ Ιεροβοαμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρα γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ, καὶ ᾠκοδόμησεν τῷ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εφραιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εφραιμ, οὗτος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. καὶ ἐζήτει Σαλωμων θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾽ αὐτοῦ, ἕως ἀπέθανεν Σαλωμων. καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμων, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακιμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι. καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελφὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ. καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ Ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εφραιμ · καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εφραιμ· καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα. Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα· καὶ ἐπορεύθη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. καὶ ἄνθρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα *κυρίου μετ᾽ αὐτοῦ. καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν. καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται, καὶ ἐγένετο εἰσελθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ Ἔξελθε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ Εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει *κύριος Σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ. καὶ εἰσῆλθεν Ανω πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, καὶ εἶπεν αὐτῇ Αχια Ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾽ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέθνηκεν. ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόψονται Οὐαὶ *κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ *κυρίου. καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσεν, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρα, καὶ τὸ παιδάριον ἀπέθανεν, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. Καὶ ἐπορεύθη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ισραηλ, καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων. καὶ λόγος *κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων Λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος Λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ιεροβοαμ· καὶ εἶπεν Σαμαιας Τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ισραηλ. Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα. καὶ εἶπεν Ροβοαμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ᾽ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν, καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ Οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός. καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις. καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια. καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι· εἰς τὰ σκηνώματά σου, Ισραηλ, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλημ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν. καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα. καὶ ἐγένετο ῥῆμα *κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων Εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραηλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου *κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα *κυρίου.
12.25   Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ.
12.26   καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ·
12.27   ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίας ἐν οἴκῳ *κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς *κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με.
12.28   καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ θεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
12.29   καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν.
12.30   καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν.
12.31   καὶ ἐποίησεν οἴκους ἐφ᾽ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι.
12.32   καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθηλ , τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησεν.
12.33   καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ , καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

- Chapitre / chapter 12 -
12.1    And king Roboam goes to Sikima;
12.2    for all Israel were coming to Sikima to make him king.
12.3    And the people spoke to king Roboam, saying, Thy father made our yoke heavy;
12.4    but do thou now lighten somewhat of the hard service of thy father, and of his heavy yoke which he put upon us, and we will serve thee.
12.5    And he said to them, Depart for three days, and return to me. And they departed.
12.6    And the king referred [the matter] to the elders, who stood before Solomon his father while he was yet living, saying, How do ye advise that I should answer this people?
12.7    And they spoke to him, saying, If thou wilt this day be a servant to this people, and wilt serve them, and wilt speak to them good words, then will they be thy servants continually.
12.8    But he forsook the counsel of the old men which they gave him, and consulted with the young men who were brought up with him, who stood in his presence.
12.9    And he said to them, What counsel do ye give? And what shall I answer to this people who speak to me, saying, Lighten somewhat of the yoke which hy father has put upon us?
12.10   And the young men who had been brought up with him, who stood before his face, spoke to him, saying, Thus shalt thou say to this people who have spoken to thee, saying, Thy father made our yoke heavy, and do thou now lighten it from off us: thus shalt say to them, My little [finger shall be] thicker than my father's loins.
12.11   And whereas my father did lade you with a heavy yoke, I also will add to your yoke: my father chastised you with whips, but I will chastise you with scorpions.
12.12   And all Israel came to king Roboam on the third day, as the king spoke to them, saying, Return to me on the third day.
12.13   And the king answered the people harshly; and Roboam forsook the counsel of the old men which they counseled him.
12.14   And he spoke to them according to the counsel of the young men, saying, My father made your yoke heavy, and I will add to your yoke: my father chastised you with whips, but I will chastise you with scorpions.
12.15   And the king hearkened not to the people, because the change was from the Lord, that he might establish his word which he spoke by Achia the Selonite concerning Jeroboam the son of Nabat.
12.16   And all Israel saw that the king did not hearken to them: and the people answered the king, saying, What portion have we in David? neither have we any inheritance in the son of Jessae. Depart, O Israel, to thy tents: now feed thine own house, David.
12.17   So Israel departed to his tents.
12.18   And the king sent Adoniram who was over the tribute; and they stoned him with stones, and he died: and king Roboam made haste to rise to flee to Jerusalem.
12.19   So Israel rebelled against the house of David until this day.
12.20   And it came to pass when all Israel heard that Jeroboam had returned out of Egypt, that they sent and called him to the assembly, and they made him king over Israel: and none followed the house of David except the tribe of Juda and Benjamin only.
12.21   And Roboam went into Jerusalem, and he assembled the congregation of Juda, and the tribe of Benjamin, a hundred and twenty thousand young men, warriors, to fight against the house of Israel, to recover the kingdom to Roboam the son of Solomon.
12.22   And the word of the Lord came to Samaia the man of God, saying,
12.23   Speak to Roboam the son of Solomon, king of Juda, and to all the house of Juda and Benjamin, and to the remnant of the people, saying,
12.24   Thus saith the Lord, Ye shall not go up, neither shall ye fight with your brethren the sons of Israel: return each man to his own home; for this thing is from me; and they hearkened to the word of the Lord, and they ceased from going up, according to the word of the Lord. So king Solomon sleeps with his fathers, and is buried with his fathers in the city of David; and Roboam his son reigned in his stead in Jerusalem, being sixteen years old when he began to reign, and he reigned twelve years in Jerusalem: and his mother's name [was] Naanan, daughter of Ana son of Naas king of the children of Ammon. And he did that which was evil in the sight of the Lord, and walked not in the way of David his father. And there was a man of mount Ephraim, a servant to Solomon, and his name [was] Jeroboam; and the name of his mother [was] Sarira, a harlot; and Solomon made him head of the levies of the house of Joseph: and he built for Solomon Sarira in mount Ephraim; and he had three hundred chariots of horses: he built the citadel with the levies of the house of Ephraim; he fortified the city of David, and aspired to the kingdom. And Solomon sought to kill him; and he was afraid, and escaped to Susakim king of Egypt, and was with him until Solomon died. And Jeroboam heard in Egypt that Solomon was dead; and he spoke in the ears of Susakim king of Egypt, saying, Let me go, and I will depart into my land; and Susakim said to him, Ask any request, and I will grant it thee. And Susakim gave to Jeroboam Ano the eldest sister of Thekemina his wife, to be his wife: she was great among the daughters of the king, and she bore to Jeroboam Abia his son: and Jeroboa said to Susakim, Let me indeed go, and I will depart. And Jeroboam departed out of Egypt, and came into the land of Sarira that was in mount Ephraim, and thither the whole tribe of Ephraim assembles, and Jeroboam built a fortress there. And his young child was sick with a very severe sickness; and Jeroboam went to enquire concerning the child: and he said to Ano his wife, Arise, go, enquire of God concerning the child, whether he shall recover from his sickness. Now there was a man in Selom, and his name [was] Achia: and he was sixty years old, and the word of the Lord [was] with him. And Jeroboam said to his wife, Arise, and take in thine hand loaves for the man of God, and cakes for his children, and grapes and a pot of honey. And the woman arose, and took in her hand bread, and two cakes, and grapes, and a pot of honey, for Achia: and the man [was] old, and his eyes were dim, so that he could not see. And she arose up from Sarira and went; and it came to pass when she had come into the city of Achia the Selonite, that Achia said to his servant, Go out now to meet Ano the wife of Jeroboam, and thou shalt say to her, Come in, and stand not [still]: for thus saith the Lord, I send grievous tidings to thee. And Ano went in to the man of God; and Achia said to her, Why hast thou brought me bread and grapes, and cakes, and a pot of honey? Thus saith the Lord, Behold, thou shalt depart from me, and it shall come to pass when thou hast entered into the city, [even] into Sarira, that thy maidens shall come out to meet thee, and shall say to thee, The child is dead: for thus saith the Lord, Behold, I will destroy every male of Jeroboam, and there shall be the dead of Jeroboam in the city, [them] the dogs shall eat, and him that has died in the field shall the birds of the air eat, and he shall lament for the child, [saying], Woe is [me], Lord! for there has been found in him some good thing touching the Lord. And the woman departed, when she heard this: and it came to pass as she entered into Sarira, that the child did; and there came forth a wailing to meet [her]. And Jeroboam went to Sikima in mount Ephraim, and assembled there the tribes of Israel; and Roboam the son of Solomon went up thither. And the word of the Lord came to Samaias son of Enlami, saying, Take to thyself a new garment which has not gone into the water, and rend it [into] twelve pieces; and thou shalt give [some] to Jeroboam, and shalt say to him, Thus saith the Lord, Take to thyself ten pieces to cover thee: and Jeroboam took [them]: and Samaias said, Thus saith the Lord concerning the ten tribes of Israel. And the people said to Roboam the son of Solomon, Thy father made his yoke heavy upon us, and made the meat of his table heavy; and now thou shalt lighten them upon us, and we will serve thee. And Roboam said to the people, Wait three days, and I will return an answer: and Roboam said, Bring in to me the elders, and I will take counsel with them what I shall answer to the people on the third day. So Roboam spoke in their ears, as the people sent to him to [say]: and the elders of the people said, Thus the people have spoken to thee. And Roboam rejected their counsel, and it pleased him not: and he sent and brought in those who had been brought up with him; and he said to them, Thus and thus has the people sent to me to say: and they that had been brought up with him said, Thus shalt thou speak to the people, saying, My little [finger] shall be thicker than my father's loins; my father scourged you with whips, but I will rule you with scorpions. And the saying pleased Roboam, and he answered the people as the young men, they that were brought up with him, counseled him: and all the people spoke as one man, every one to his neighbor, and they cried out all together, saying, We have no part in David, nor inheritance in the son of Jessae: to thy tents, O Israel, every one; for this man [is] not for a prince or a ruler over us. And all the people was dispersed from Sikima, and they departed every one to his tent: and Roboam strengthened himself and departed, and mounted his chariot, and entered into Jerusalem: and there follow him the whole tribe of Juda, and the whole tribe of Benjamin. And it came to pass at the beginning of the year, that Roboam gathered all the men of Juda and Benjamin, and went up to fight with Jeroboam at Sikima. And the word of the Lord came to Samaeas the man of God, saying, Speak to Roboam king of Juda, and to all the house of Juda and Benjamin, and to the remnant of the people, saying, Thus saith the Lord, Ye shall not go up, neither shall ye fight with your brethren the sons of Israel: return every man to his house, for this thing is from me. And they hearkened to the word of the Lord, and forbore to go up, according to the word of the Lord.
12.25   And Jeroboam built Sikima in mount Ephraim and dwelt in it, and went forth thence and built Phanuel.
12.26   And Jeroboam said in his heart, Behold, now the kingdom will return to the house of David.
12.27   If this people shall go up to offer sacrifice in the house of the Lord at Jerusalem, then the heart of the people will return to the Lord, and to their master, to Roboam king of Juda, and they will slay me.
12.28   And the king took counsel, and went, and made two golden heifers, and said to the people, Let it suffice you to have gone [hitherto] to Jerusalem: behold thy gods, O Israel, who brought thee up out of the land of Egypt.
12.29   And he put one in Bethel, and he put the other in Dan.
12.30   And this thing became a sin; and the people went before one as far as Dan, and left the house of the Lord.
12.31   And he made houses on the high places, and made priests of any part of the people, who were not of the sons of Levi.
12.32   And Jeroboam appointed a feast in the eighth month, on the fifteenth day of the month, according to the feast in the land of Juda;
12.33   and went up to the altar which he made in Baethel to sacrifice to the heifers which he made, and he placed in Baethel the priests of the high places which he had made. And he went up to the altar which he had made, on the fifteenth dy in the eighth month, at the feast which he devised out of his own heart; and he made a feast to the children of Israel, and went up to the altar to sacrifice.

- Chapitre / chapter 13 -
13.1    Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ιουδα παρεγένετο ἐν λόγῳ *κυρίου εἰς Βαιθηλ, καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.
13.2    καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ *κυρίου καὶ εἶπεν Θυσιαστήριον θυσιαστήριον, τάδε λέγει *κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ, Ιωσιας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.
13.3    καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν *κύριος λέγων Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ᾽ αὐτῷ.
13.4    καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾽ αὐτόν, καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν,
13.5    καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ *κυρίου.
13.6    καὶ εἶπεν ὁ βασιλεὺς Ιεροβοαμ τῷ ἀνθρώπῳ τοῦ θεοῦ Δεήθητι τοῦ προσώπου *κυρίου τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου *κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.
13.7    καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ Εἴσελθε μετ᾽ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.
13.8    καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ πρὸς τὸν βασιλέα Ἐάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ.
13.9    ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ *κύριος λέγων Μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
13.10   καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθηλ.
13.11   Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθηλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ ἅπαντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθηλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησεν τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.
13.12   καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων Ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν, ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐξ Ιουδα .
13.13   καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾽ αὐτόν.
13.14   καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐληλυθὼς ἐξ Ιουδα; καὶ εἶπεν αὐτῷ Ἐγώ .
13.15   καὶ εἶπεν αὐτῷ Δεῦρο μετ᾽ ἐμοῦ καὶ φάγε ἄρτον.
13.16   καὶ εἶπεν Οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
13.17   ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ *κύριος λέγων Μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ ἐκεῖ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
13.18   καὶ εἶπεν πρὸς αὐτόν Κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι *κυρίου λέγων Ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.
13.19   καὶ ἐπέστρεψεν αὐτόν, καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ.
13.20   καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης καὶ ἐγένετο λόγος *κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
13.21   καὶ εἶπεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ τὸν ἥκοντα ἐξ Ιουδα λέγων Τάδε λέγει *κύριος Ἀνθ᾽ ὧν παρεπίκρανας τὸ ῥῆμα *κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι *κύριος ὁ θεός σου,
13.22   καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησεν πρὸς σὲ λέγων Μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.
13.23   καὶ ἐγένετο μετὰ τὸ φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψεν.
13.24   καὶ ἀπῆλθεν, καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾽ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.
13.25   καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ.
13.26   καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν Ὁ ἄνθρωπος τοῦ θεου οὗτός ἐστιν, ὃς παρεπίκρανε τὸ ῥῆμα *κυρίου.
13.27   (vide)
13.28   καὶ ἐπορεύθη καὶ εὗρεν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ οὐ συνέτριψεν τὸν ὄνον.
13.29   καὶ ἦρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν
13.30   ἐν τῷ τάφῳ ἑαυτοῦ· καὶ ἐκόψαντο αὐτόν Οὐαὶ ἀδελφέ.
13.31   καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ λέγων Ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ, οὗ ὁ ἄνθρωπος τοῦ θεοῦ τέθαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ·
13.32   ὅτι γινόμενον ἔσται τὸ ῥῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ *κυρίου ἐπὶ τοῦ θυσιαστηρίου τοῦ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
13.33   Καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος, ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.
13.34   καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

- Chapitre / chapter 13 -
13.1    And behold, there came a man of God out of Juda by the word of the Lord to Baethel, and Jeroboam stood at the altar to sacrifice.
13.2    And he cried against the altar by the word of the Lord, and said, O altar, altar, thus saith the Lord, Behold, a son is [to be] born to the house of David, Josias by name; and he shall offer upon thee the priests of the high places, [even] of them that sacrifice upon thee, and [he] shall burn men's bones upon thee.
13.3    And in that day one shall give a sign, saying, This [is] the word which the Lord has spoken, saying, Behold, the altar is rent, and the fatness upon it shall be poured out.
13.4    And it came to pass when king Jeroboam heard the words of the man of God who called on the altar that was in Baethel, that the king stretched forth his hand from the altar, saying, Take hold of him. And, behold, his hand, which he stretched forth against him, withered, and he could not draw it back to himself.
13.5    And the altar was rent, and the fatness was poured out from the altar, according to the sign which the man of God gave by the word of the Lord.
13.6    And king Jeroboam said to the man of God, Intreat the Lord thy God, and let my hand be restored to me. And the man of God intreated the Lord, and he restored the king's hand to him, and it became as before.
13.7    And the king said to the man of God, Enter with me into the house, and dine, and I will give thee a gift.
13.8    And the man of God said to the king, If thou shouldest give me the half of thine house, I would not go in with thee, neither will I eat bread, neither will I drink water in this place; for thus the Lord charged me by [his] word, saying,
13.9    Eat no bread, and drink no water, and return not by the way by which thou camest.
13.10   So he departed by another way, and returned not by the way by which he came to Baethel.
13.11   And there dwelt an old prophet in Baethel; and his sons came and told him all the works that the man of God did on that day in Baethel, and the words which he spoke to the king: and they turned the face of their father.
13.12   And their father spoke to them, saying, Which way went he? and his sons shew him the way by which the man of God who came out of Juda went up.
13.13   And he said to his sons, Saddle me the ass: and they saddled him the ass, and he mounted it,
13.14   and went after the man of God, and found him sitting under an oak: and he said to him, Art thou the man of God that came out of Juda? And he said to him, I [am].
13.15   And he said to him, Come with me, and eat bread.
13.16   And he said, I shall not by any means be able to return with thee, neither will I eat bread, neither will I drink water in this place.
13.17   For thus the Lord commanded me by word, saying, Eat not bread there, and drink not water, and return not thither by the way by which thou camest.
13.18   And he said to him, I also am a prophet as thou [art]; and an angel spoke to me by the word of the Lord, saying, Bring him back to thee into thy house, and let him eat bread and drink water: but he lied to him.
13.19   And he brought him back, and he ate bread and drank water in his house.
13.20   And it came to pass while they were sitting at the table, that the word of the Lord came to the prophet that brought him back;
13.21   and he spoke to the man of God that came out of Juda, saying, Thus saith the Lord, Because thou hast resisted the word of the Lord, and hast not kept the commandment which the Lord thy God commanded thee,
13.22   but hast returned, and eaten bread and drunk water in the place of which he spoke to thee, saying, Thou shalt not eat bread, and shalt not drink water; [therefore] thy body shall in nowise enter into the sepulchre of thy fathers.
13.23   And it came to pass after he had eaten bread and drunk water, that he saddled the ass for him, and he turned and departed.
13.24   And a lion found him in the way, and slew him; and his body was cast out in the was, and the ass was standing by it, and the lion [also] was standing by the body.
13.25   And, behold, men [were] passing by, and saw the carcase cast in the way, and the lion was standing near the carcase: and they went in and spoke [of it] in the city where the old prophet dwelt.
13.26   And [the prophet] that turned him back out of the way heard, and said, This is the man of God who rebelled against the word of the Lord.
13.27   {vide]
13.28   And he went and found the body cast in the way, and the ass and the lion were standing by the body: and the lion had not devoured the body of the man of God, and had not torn the ass.
13.29   And the prophet took up the body of the man of God, and laid it on his ass; and the prophet brought him back to his city, to bury him in his own tomb,
13.30   and they bewailed him, [saying], Alas, brother.
13.31   And it came to pass after he had lamented him, that he spoke to his sons, saying, Whenever I die, bury me in this tomb wherein the man of God is buried; lay me by his bones, that my bones may be preserved with his bones.
13.32   For the word will surely come to pass which he spoke by the word of the Lord against the altar in Baethel, and against the high houses in Samaria.
13.33   And after this Jeroboam turned not from his sin, but he turned and made of part of the people priests of the [high places]: whoever would, he consecrated him, and he became a priest for the high places.
13.34   And this thing became sin to the house of Jeroboam, even to its destruction and its removal from the face of the earth.

- Chapitre / chapter 14 -
14.1    (vide)
14.2    (vide)
14.3    (vide)
14.4    (vide)
14.5    (vide)
14.6    (vide)
14.7    (vide)
14.8    (vide)
14.9    (vide)
14.10   (vide)
14.11   (vide)
14.12   (vide)
14.13   (vide)
14.14   (vide)
14.15   (vide)
14.16   (vide)
14.17   (vide)
14.18   (vide)
14.19   (vide)
14.20   (vide)
14.21   Καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ροβοαμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελέξατο *κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ισραηλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμα ἡ Αμμανῖτις.
14.22   καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον *κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν, οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν, αἷς ἥμαρτον,
14.23   καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου·
14.24   καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, ὧν ἐξῆρεν *κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
14.25   καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ
14.26   καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου *κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τῶν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ, τὰ πάντα ἔλαβεν, ὅπλα τὰ χρυσᾶ.
14.27   καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ᾽ αὐτῶν. καὶ ἐπέθεντο ἐπ᾽ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου τοῦ βασιλέως.
14.28   καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον *κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεε τῶν παρατρεχόντων.
14.29   καὶ τὰ λοιπὰ τῶν λόγων Ροβοαμ καὶ πάντα , ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
14.30   καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας.
14.31   καὶ ἐκοιμήθη Ροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

- Chapitre / chapter 14 -
14.1    [vide]
14.2    [vide]
14.3    [vide]
14.4    [vide]
14.5    [vide]
14.6    [vide]
14.7    [vide]
14.8    [vide]
14.9    [vide]
14.10   [vide]
14.11   [vide]
14.12   [vide]
14.13   [vide]
14.14   [vide]
14.15   [vide]
14.16   [vide]
14.17   [vide]
14.18   [vide]
14.19   [vide]
14.20   [vide]
14.21   And Roboam son of Solomon ruled over Juda. Roboam was forty and one years old when he began to reign, and he reigned seventeen years in the city Jerusalem, which the Lord chose to put his name there out of all the tribes of Israel: and his mother's name [was] Naama the Ammonitess.
14.22   And Roboam did evil in the sight of the Lord; and he provoked him in al the things which their fathers did in their sins which they sinned.
14.23   And they built for themselves high places, and pillars, and [planted] groves on every high hill, and under every shady tree.
14.24   And there was a conspiracy in the land, and they did according to all the abominations of the nations which the Lord removed from before the children of Israel.
14.25   And it came to pass in the fifth year of the reign of Roboam, Susakim king of Egypt came up against Jerusalem;
14.26   and took all the treasures of the house of the Lord, and the treasures of the king's house, and the golden spears which David took out of the hand of the sons of Adrazaar king of Suba, and brought them into Jerusalem, even all that he took, [and] the golden shields which Solomon had made, [[and carried them away into Egypt.]]
14.27   And king Roboam made brazen shields instead of them; and the chiefs of the body guard, who kept the gate of the house of the king, were placed in charge over them.
14.28   And it came to pass when the king went into the house of the Lord, that the body guard took them up, and fixed them in the chamber of the body guard.
14.29   And the rest of the history of Roboam, and all that he did, behold, are they not written in the book of the chronicles of the kings of Juda?
14.30   And there was war between Roboam and Jeroboam continually.
14.31   And Roboam slept with his fathers, and was buried with his fathers in the city of David: and Abiu his son reigned in his stead.

- Chapitre / chapter 15 -
15.1    Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱοῦ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
15.2    καὶ ἓξ ἔτη ἐβασίλευσεν, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχα θυγάτηρ Αβεσσαλωμ.
15.3    καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ *κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ.
15.4    ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτῷ *κύριος κατάλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ᾽ αὐτὸν καὶ στήσῃ τὴν Ιερουσαλημ,
15.5    ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον *κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
15.6    (vide)
15.7    καὶ τὰ λοιπὰ τῶν λόγων Αβιου καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ.
15.8    καὶ ἐκοιμήθη Αβιου μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ιεροβοαμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ασα υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
15.9    Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν
15.10   καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ανα θυγάτηρ Αβεσσαλωμ.
15.11   καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον *κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
15.12   καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.
15.13   καὶ τὴν Ανα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ Κεδρων.
15.14   τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν· πλὴν ἡ καρδία Ασα ἦν τελεία μετὰ *κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.
15.15   καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον *κυρίου, ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη.
15.16   καὶ πόλεμος ἦν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας.
15.17   καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ασα βασιλεῖ Ιουδα.
15.18   καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱοῦ Αζιν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων
15.19   Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον, δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ, καὶ ἀναβήσεται ἀπ᾽ ἐμοῦ.
15.20   καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῶν δυνάμεων τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πᾶσαν τὴν Χεζραθ ἕως πάσης τῆς γῆς Νεφθαλι.
15.21   καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα, καὶ διέλιπεν τοῦ οἰκοδομεῖν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα.
15.22   καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ, καὶ αἴρουσιν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ασα πᾶν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν.
15.23   καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ.
15.24   καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
15.25   Καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρῳ τοῦ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο.
15.26   καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ.
15.27   καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἶκον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τῇ τῶν ἀλλοφύλων, καὶ Ναδαβ καὶ πᾶς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων.
15.28   καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτῳ τοῦ Ασα υἱοῦ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν.
15.29   καὶ ἐγένετο ὡς ἐβασίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ιεροβοαμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα *κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Αχια τοῦ Σηλωνίτου
15.30   περὶ τῶν ἁμαρτιῶν Ιεροβοαμ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισεν τὸν *κύριον θεὸν τοῦ Ισραηλ.
15.31   καὶ τὰ λοιπὰ τῶν λόγων Ναδαβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ ;
15.32   (vide)
15.33   Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη.
15.34   καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον *κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ.

- Chapitre / chapter 15 -
15.1    And in the eighteenth year of the reign of Jeroboam son of Nabat, Abiu son of Roboam reigns over Juda.
15.2    And he reigned three years over Jerusalem: and his mother's name [was] Maacha, daughter of Abessalom.
15.3    And he walked in the sins of his father which he wrought in his presence, and his heart was not perfect with the Lord his God, as [was] the heart of his father [David].
15.4    Howbeit for David's sake the Lord gave him a remnant, that he might establish his children after him, and might establish Jerusalem.
15.5    Forasmuch as David did that which was right in the sight of the Lord: he turned not from any thing that he commanded him all the days of his life.
15.6    [vide]
15.7    And the rest of the history of Abiu, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? And there was war between Abiu and Jeroboam.
15.8    And Abiu slept with his fathers in the twenty-fourth year of Jeroboam; and he is buried with his fathers in the city of David: And Asa his son reigns in his stead.
15.9    In the four and twentieth year of Jeroboam king of Israel, Asa begins to reign over Juda.
15.10   And he reigned forty-one years in Jerusalem: and his mother's name [was] Ana, daughter of Abessalom.
15.11   And Asa did that which was right in the sight of the Lord, as David his father.
15.12   And he removed the sodomites out of the land, and abolished all the practices which his fathers had kept up.
15.13   And he removed Ana his mother from being queen, forasmuch as she gathered a meeting in her grove: and Asa cut down her retreats, and burnt them with fire in the brook of Kedron.
15.14   But he removed not the high places; nevertheless the heart of Asa was perfect with the Lord all his days.
15.15   And he brought in the pillars of his father, he even brought in his gold and silver pillars into the house of the Lord, and [his] vessels.
15.16   And there was war between Asa and Baasa king of Israel all their days.
15.17   And Baasa king of Israel went up against Juda, and built Rama, so that no one should go out or come in for Asa king of Juda.
15.18   And Asa took all the silver and the gold that was found in the treasures of the house of the Lord, and in the treasures of the king's house, and gave them into the hands of his servants; and king Asa sent them out to the son of Ader, the son of Taberema son of Azin king of Syria, who dwelt in Damascus, saying,
15.19   Make a covenant between me and thee, and between my father and thy father: lo! I have sent forth to thee gold and silver [for] gifts: come, break thy league with Baasa king of Israel, that he may go up from me.
15.20   And the son of Ader hearkened to king Asa, and sent the chiefs of his forces to the cities of Israel; and they smote Ain, Dan, and Abel of the house of Maacha, and all Chennereth, as far as the whole land of Nephthali.
15.21   And it came to pass when Baasa heard it, that he left off building Rama, and returned to Thersa.
15.22   And king Asa charged all Juda without exception: and they take up the stones of Rama and its timbers [with] which Baasa was building; and king Asa built with them upon the whole hill of Benjamin, and the watch-tower.
15.23   And the rest of the history of Asa, and all his mighty deeds which he wrought, and the cities which he built, behold, are not these written in the book of the chronicles of the kings of Juda? Nevertheless in the time of his old age he was diseased in his feet.
15.24   And Asa slept with his fathers, and was buried with his fathers in the city of David his father: and Josaphat his son reigns in his stead.
15.25   And Nabat son of Jeroboam reigns over Israel in the second year of Asa king of Juda, and he reigned two years in Israel.
15.26   And he did that which was evil in the sight of the Lord, and walked in the way of his father, and in his sins wherein he caused Israel to sin.
15.27   And Baasa son of Achia, [who was] over the house of Belaan son of Achia, conspired against him, and smote him in Gabathon of the Philistines; for Nabat and all Israel were besieging Gabathon.
15.28   And Baasa slew him in the third year of Asa son of Asa king of Juda; and reigned in his stead.
15.29   And it came to pass when he reigned, that he smote the whole house of Jeroboam, and left none that breathed of Jeroboam, until he has destroyed him utterly, according to the word of the Lord which he spoke by his servant Achia the Selonite,
15.30   for the sins of Jeroboam, who led Israel into sin, even by his provocation wherewith he provoked the Lord God of Israel.
15.31   And the rest of the history of Nabat, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Israel?
15.32   [vide]
15.33   And in the third year of Asa king of Juda, Baasa the son of Achia begins to reign over Israel in Thersa, twenty and four years.
15.34   And he did that which was evil in the sight of the Lord, and walked in the way of Jeroboam the son of Nabat, and in his sins, as he caused Israel to sin.

- Chapitre / chapter 16 -
16.1    καὶ ἐγένετο λόγος *κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα
16.2    Ἀνθ᾽ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,
16.3    ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ·
16.4    τὸν τεθνηκότα τοῦ Βαασα ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.
16.5    καὶ τὰ λοιπὰ τῶν λόγων Βαασα καὶ πάντα, ἃ ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
16.6    καὶ ἐκοιμήθη Βαασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσα, καὶ βασιλεύει Ηλα υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ασα .
16.7    καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν *κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον *κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
16.8    Καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα.
16.9    καὶ συνέστρεψεν ἐπ᾽ αὐτὸν Ζαμβρι ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεθύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα·
16.10   καὶ εἰσῆλθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ.
16.11   καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα
16.12   κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν *κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προφήτην
16.13   περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι *κύριον τὸν θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν .
16.14   καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
16.15   Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τῶν ἀλλοφύλων ,
16.16   καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.
16.17   καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα.
16.18   καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾽ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν
16.19   ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον *κυρίου πορευθῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ.
16.20   καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
16.21   Τότε μερίζεται ὁ λαὸς Ισραηλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνι υἱοῦ Γωναθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Αμβρι.
16.22   ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱοῦ Γωναθ, καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι.
16.23   ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη . ἐν Θερσα βασιλεύει ἓξ ἔτη·
16.24   καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων.
16.25   καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον *κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ·
16.26   καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν *κύριον θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν.
16.27   καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
16.28   καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελει. καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. καὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ , ἐξῆρεν ἀπὸ τῆς γῆς. καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ.καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαφατ. καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
16.29   Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.
16.30   καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον *κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ·
16.31   καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ.
16.32   καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ,
16.33   καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
16.34   ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς κατὰ τὸ ῥῆμα *κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη.

- Chapitre / chapter 16 -
16.1    And the word of the Lord came by the hand of Ju son of Anani to Baasa, [saying],
16.2    Forasmuch as I lifted thee up from the earth, and made thee ruler over my people Israel; and thou hast walked in the way of Jeroboam, and hast caused my people Israel to sin, to provoke me with their vanities;
16.3    Behold, I raise up [enemies] after Baasa, and after his house; and I will make thy house as the house of Jeroboam son of Nabat.
16.4    Him the dies of Baasa in the city the dogs shall devour, and him that dies of his in the field the birds of the sky shall devour.
16.5    Now the rest of the history of Baasa, and all that he did, and his mighty acts, behold, are not these written in the book of the chronicles of the kings of Israel?
16.6    And Baasa slept with his fathers, and they bury him in Thersa; and Ela his son reigns in his stead.
16.7    And the Lord spoke by Ju the son of Anani against Baasa, and against his house, [even] all the evil which he wrought before the Lord to provoke him to anger by the works of his hands, in being like the house of Jeroboam; and because he smote him.
16.8    And Ela son of Baasa reigned over Israel two years in Thersa.
16.9    And Zambri, captain of half his cavalry, conspired against him, while he was in Thersa, drinking himself drunk in the house of Osa the steward at Thersa.
16.10   And Zambri went in and smote him and slew him, and reigned in his stead.
16.11   And it came to pass when he reigned, when he sat upon his throne,
16.12   that he smote all the house of Baasa, according to the word which the Lord spoke against the house of Baasa, and to Ju the prophet,
16.13   for all the sins of Baasa and Ela his son, as he led Israel astray to sin, to provoke the Lord God of Israel with their vanities.
16.14   And the rest of the deeds of Ela which he did, behold, are not these written in the book of the chronicles of the kings of Israel?
16.15   And Zambri reigned in Thersa seven days: and the army of Israel [was] encamped against Gabathon of the Philistines.
16.16   And the people heard in the army, saying, Zambri has conspired and smitten the king: and the people of Israel made Ambri the captain of the host king in that day in the camp over Israel.
16.17   And Ambri went up, and all Israel with him, out of Gabathon; and they besieged Thersa.
16.18   And it came to pass when Zambri saw that his city was taken, that he goes into the inner chamber of the house of the king, and burnt the king's house over him, and died.
16.19   Because of his sins which he committed, doing that which was evil in the sight of the Lord, so as to walk in the way of Jeroboam the son of Nabat, and in his sins wherein he caused Israel to sin.
16.20   And the rest of the history of Zambri, and his conspiracies wherein he conspired, behold, are not these written in the book of the chronicles of the kings of Israel?
16.21   Then the people of Israel divides; half the people goes after Thamni the son of Gonath to make him king; and half the people goes after Ambri.
16.22   The people that followed Ambri overpowered the people that followed Thamni son of Gonath; and Thamni died and Joram his brother at that time, and Ambri reigned after Thamni.
16.23   In the thirty-first year of king Asa, Ambri begins to reign over Israel twelve years: he reigns six years in Thersa.
16.24   And Ambri bought the mount Semeron of Semer the lord of the mountain for two talents of silver; and he built [upon] the mountain, and they called the name of the mountain [on] which he built, after the name of Semer the lord of the mount, Semeron.
16.25   And Ambri did that which was evil in the sight of the Lord, and wrought wickedly beyond all that were before him.
16.26   And he walked in all the way of Jeroboam the son f Nabat, and in his sins wherewith he caused Israel to sin, to provoke the Lord God of Israel by their vanities.
16.27   And the rest of the acts of Ambri, and all that he did, and all his might, behold, [are] not these things written in the book of the chronicles of the kings of Israel?
16.28   And Ambri slept with his fathers, and is buried in Samaria; and Achaab his son reigns in his stead. And in the eleventh year of Ambri Josaphat the son of Asa reigns, [being] thirty-five years old in the beginning of his reign, and he reigned twenty-five years in Jerusalem: and his mother's name [was] Gazuba, daughter of Seli. And he walked in the way of Asa his father, and turned not from it, [even] from doing right in the eyes of the Lord: only they removed not [any] of the high places; they sacrificed and burnt incense on the high places. Now the engagements which Josaphat made with the king of Israel, and all his mighty deeds which he performed, and the enemies whom he fought against, behold, [are] not these written in the book of the chronicles of the kings of Juda? and the remains of the prostitution which they practiced in the days of Asa his father, he removed out of the land: and there was no king in Syria, [but] a deputy. Then the king of Israel said to Josaphat, I will send forth thy servants and my servants in the ship: but Josaphat would not. And Josaphat slept with his fathers, and is buried with his fathers in the city of David: and Joram his son reigned in his stead.
16.29   In the second year of Josaphat king of Juda, Achaab son of Ambri reigned over Israel in Samaria twenty-two years.
16.30   And Achaab did that which was evil in the sight of the Lord, and did more wickedly than all that were before him.
16.31   And it was not enough for him to walk in the sins of Jeroboam the son of Nabat, but he took to wife, Jezabel the daughter of Jethebaal king of the Sidonians; and he went and served Baal, and worshiped him.
16.32   And he set up an alter to Baal, in the house of his abominations, which he built in Samaria.
16.33   And Achaab made a grove; and Achaab did yet more abominably, to provoke the Lord God of Israel, and [to sin against] his own life so that he should be destroyed: he did evil above all the kings of Israel that were before him.
16.34   And in his days Achiel the Baethelite built Jericho: he laid the foundation of it in Abiron his first-born, and he set up the doors of it in Segub his younger son, according to the word of the Lord which he spoke by Joshua the son of Naue.

- Chapitre / chapter 17 -
17.1    Καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ Ζῇ *κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
17.2    καὶ ἐγένετο ῥῆμα *κυρίου πρὸς Ηλιου
17.3    Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορραθ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου ·
17.4    καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
17.5    καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα *κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορραθ ἐπὶ προσώπου τοῦ Ιορδάνου.
17.6    καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
17.7    Καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
17.8    καὶ ἐγένετο ῥῆμα *κυρίου πρὸς Ηλιου
17.9    Ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε .
17.10   καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ Λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
17.11   καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου.
17.12   καὶ εἶπεν ἡ γυνή Ζῇ *κύριος ὁ θεός σου, εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
17.13   καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου Θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾽ ἐσχάτου·
17.14   ὅτι τάδε λέγει *κύριος Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι *κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
17.15   καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
17.16   καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα *κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου.
17.17   Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
17.18   καὶ εἶπεν πρὸς Ηλιου Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου.
17.19   καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ.
17.20   καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν Οἴμμοι, *κύριε ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
17.21   καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν *κύριον καὶ εἶπεν *Κύριε ὁ θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
17.22   καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον.
17.23   καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ηλιου Βλέπε, ζῇ ὁ υἱός σου .
17.24   καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου Ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα *κυρίου ἐν στόματί σου ἀληθινόν.

- Chapitre / chapter 17 -
17.1    And Eliu the prophet, the Thesbite of Thesbae of Galaad, said to Achaab, As the Lord God of hosts, the God of Israel, lives, before whom I stand, there shall not be these years dew nor rain, except by the word of my mouth.
17.2    And the word of the Lord came to Eliu, [saying],
17.3    Depart hence eastward, and hide thee by the brook of Chorrath, that is before Jordan.
17.4    And it shall be [that] thou shalt drink water of the brook, and I will charge the ravens to feed thee there.
17.5    And Eliu did according to the word of the Lord, and he sat by the brook of Chorrath before Jordan.
17.6    And the ravens brought him loaves in the morning, and flesh in the evening and he drank water of the brook.
17.7    And it came to pass after some time, that the brook was dried up, because there had been no rain upon the earth.
17.8    And the word of the Lord came to Eliu, [saying],
17.9    Arise, and go to Sarepta of the Sidonian [land]: behold, I have there commanded a widow-woman to maintain thee.
17.10   And he arose and went to Sarepta, and came to the gate of the city: and, behold, a widow-woman was there gathering sticks; and Eliu cried after her, and said to her, Fetch me, I pray thee, a little water in a vessel, that I may drink.
17.11   And she went to fetch it; and Eliu cried after her, and said, Bring me, I pray thee, a morsel of the bread that is in thy hand.
17.12   And the woman said, [As] the Lord thy God lives, I have not a cake, but only a handful of meal in the pitcher, and a little oil in a cruse, and, behold, I am going to gather two sticks, and I hall go in and dress it for myself and my children, and we shall eat it and die.
17.13   And Eliu said to her, Be of good courage, go in and do according to thy word: but make me thereof a little cake, and thou shalt bring [it] out to me first, and thou shalt make [some] for thyself and thy children last.
17.14   For thus saith the Lord, The pitcher of meal shall not fail, and the cruse of oil shall not diminish, until the day that the Lord gives rain upon the earth.
17.15   And the woman went and did [so], and did eat, she, and he, and her children.
17.16   And the pitcher of meal failed not, and the cruse of oil was not diminished, according to the word of the Lord which he spoke by the hand of Eliu.
17.17   And it came to pass afterward, that the son of the woman the mistress of the house was sick; and his sickness was very severe, until there was no breath left in him.
17.18   And she said to Eliu, What have I to do with thee, O man of God? hast thou come in to me to bring my sins to remembrance, and to slay my son?
17.19   And Eliu said to the woman, Give me thy son. And he took him out of her bosom, and took him up to the chamber in which he himself lodged, and laid him on the bed.
17.20   And Eliu cried aloud, and said, Alas, O Lord, the witness of the widow with whom I sojourn, thou hast wrought evil [for her] in slaying her son.
17.21   And he breathed on the child thrice, and called on the Lord, and said, O Lord my God, let, I pray thee, the soul of this child return to him.
17.22   And it was so, and the child cried out,
17.23   and he brought him down from the upper chamber into the house, and gave him to his mother; and Eliu said, See, thy son lives.
17.24   And the woman said to Eliu, Behold, I know that thou [art] a man of God, and the word of the Lord in thy mouth [is] true.

- Chapitre / chapter 18 -
18.1    Καὶ ἐγένετο μεθ᾽ ἡμέρας πολλὰς καὶ ῥῆμα *κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
18.2    καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ., καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
18.3    καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ Αβδιου ἦν φοβούμενος τὸν *κύριον σφόδρα,
18.4    καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας *κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·]
18.5    καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν.
18.6    καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
18.7    καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου;
18.8    καὶ εἶπεν Ηλιου αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου.
18.9    καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με;
18.10   ζῇ *κύριος ὁ θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε.
18.11   καὶ νῦν σὺ λέγεις Πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου·
18.12   καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα *κυρίου ἀρεῖ σε εἰς γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν *κύριον ἐκ νεότητος αὐτοῦ.
18.13   ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας *κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν *κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
18.14   καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με.
18.15   καὶ εἶπεν Ηλιου Ζῇ *κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
18.16   καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου.
18.17   Καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ;
18.18   καὶ εἶπεν Ηλιου Οὐ διαστρέφω τὸν Ισραηλ, ὅτι ἀλλ᾽ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν *κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ·
18.19   καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ .
18.20   καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
18.21   καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ηλιου Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν *κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βααλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
18.22   καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ *κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
18.23   δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ·
18.24   καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι *κυρίου τοῦ θεοῦ μου, καὶ ἔσται ὁ θεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός, καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας .
18.25   καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε .
18.26   καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ Βααλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν.
18.27   καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν , καὶ ἅμα μήποτε χρηματίζει αὐτός, ἢ μήποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
18.28   καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾽ αὐτούς·
18.29   καὶ ἐπροφήτευον, ἕως οὗ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή, καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον.
18.30   καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Προσαγάγετε πρός με· καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν.
18.31   καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ᾽ ἀριθμὸν φυλῶν τοῦ Ισραηλ, ὡς ἐλάλησεν θεου πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου.
18.32   καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι *κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
18.33   καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον.
18.34   καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.
18.35   καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θααλα ἔπλησαν ὕδατος.
18.36   καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν *Κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ *κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
18.37   ἐπάκουσόν μου, *κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ *κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
18.38   καὶ ἔπεσεν πῦρ παρὰ *κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ.
18.39   καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς *κύριός ἐστιν ὁ θεός, αὐτὸς ὁ θεός.
18.40   καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοῦ Βααλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν · καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
18.41   Καὶ εἶπεν Ηλιου τῷ Αχααβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ .
18.42   καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ.
18.43   καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν Ηλιου Καὶ σὺ ἐπίστρεψον ἑπτάκι· καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι.
18.44   καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ Ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
18.45   καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ.
18.46   καὶ χεὶρ *κυρίου ἐπὶ τὸν Ηλιου, καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ.

- Chapitre / chapter 18 -
18.1    And it came to pass after many days, that the word of the Lord came to Eliu in the third year, saying, Go, and appear before Achaab, and I will bring rain upon the face of the earth.
18.2    And Eliu went to appear before Achaab: and the famine [as] severe in Samaria.
18.3    And Achaab called Abdiu the steward. Now Abdiu feared the Lord greatly.
18.4    And it came to pass when Jezabel smote the prophets of the Lord, that Abdiu took a hundred prophets, and hid them by fifty in a cave, and fed them with bread and water.
18.5    And Achaab said to Abdiu, Come, and let us go through the land, and to the fountains of water, and to the brooks, if by any means we may find grass, and may save the horses and mules, and so they will not perish from the tents.
18.6    And they made a division of the way between them to pass through it: Achaab went one way, and Abdiu went by another way alone.
18.7    And Abdiu was alone in the way; and Eliu came alone to meet him: and Abdiu hasted, and fell upon his face, and said, My lord Eliu, art thou [indeed] he?
18.8    And Eliu said to him, I [am]: go say to thy master, Behold, Eliu [is here].
18.9    And Abdiu said, What sin have I committed, that thou givest thy servant into the hand of Achaab to slay me?
18.10   [As] the Lord thy God lives, there is not a nation or kingdom, whither my lord has not sent to seek thee; and if they said, He is not [here], then has he set fire to the kingdom and its territories, because he has not found thee.
18.11   And now thou sayest, Go, tell thy lord, Behold, Eliu [is here].
18.12   And it shall come to pass when I shall have departed from thee, that the Spirit of the Lord shall carry thee to a land which I know not, and I shall go in to tell the matter to Achaab, and he will not find thee and will slay me: yet thy servant fears the Lord from his youth.
18.13   Has it not been told to thee my lord, what I did when Jezabel slew the prophets of the Lord, that I hid a hundred men of the prophets of the Lord, by fifty in a cave, and fed them with bread and water?
18.14   And now thou sayest to me, Go, say to thy master, Behold, Eliu [is here]: and he shall slay me.
18.15   And Eliu said, [As] the Lord of Hosts before whom I stand lives, to-day I will appear before him.
18.16   And Abdiu went to meet Achaab, and told him: an Achaab hasted forth, and went to meet Eliu.
18.17   And it came to pass when Achaab saw Eliu, that Achaab said to Eliu, Art thou he that perverts Israel?
18.18   And Eliu said, I do not pervert Israel; but it is thou and thy father's house, in that ye forsake the Lord your God, and thou hast gone after Baalim.
18.19   And now send, gather to me all Israel to mount Carmel, and the prophets of shame four hundred and fifty, and the prophets of the groves four hundred, that eat [at] Jezabel's table.
18.20   And Achaab sent to all Israel, and gathered all the prophets to mount Carmel.
18.21   And Eliu drew near to them all: and Eliu said to them, How long wilt ye halt on both feet? if the Lord be God, follow him; but if Baal, follow him. And the people answered not a word.
18.22   And Eliu said to the people, I am left, the only one prophet of the Lord; and the prophets of Baal [are] four hundred and fifty men, and the prophets of the groves four hundred.
18.23   Let them give us two oxen, and let them choose one for themselves, and cut it in pieces, and lay it on the wood, and put no fire [on] the wood: and I will dress the other bullock, and put on no fire.
18.24   And do ye call loudly on the name of your gods, and I will call on the name of the Lord my God, and it shall come to pass that the God who shall answer by fire, he [is] God. And all the people answered and said, The word which thou hast spoken [is] good.
18.25   And Eliu said to the prophets of shame, Choose to yourselves one calf, and dress it first, for ye [are] many; and call ye on the name of your god; but apply no fire.
18.26   And they took the calf and drest it, and called on the name of Baal from morning till noon, and said, hear us, O Baal, hear us. And there was no voice, neither was there hearing, and they ran up and down on the alter which they [had] made.
18.27   And it was noon, and Eliu the Thesbite mocked them, and said, Call with a loud voice, for he is a god; for he is meditating, or else perhaps he is engaged in business, or perhaps he is asleep, and I to be awaked.
18.28   And they cried with a loud voice, and cut themselves according to their custom with knives and lancets until the blood gushed out upon them.
18.29   And they prophesied until the evening came; and it came to pass as it was the time of the offering of the sacrifice, that Eliu the Thesbite spoke to the prophets of the abominations, saying, Stand by for the present, and I will offer my sacrifice. And they stood aside and departed.
18.30   And Eliu said to the people, Come near to me. And all the people came near to him.
18.31   And Eliu took twelve stones, according to the number of the tribes of Israel, as the Lord spoke to him, saying, Israel shall be thy name.
18.32   And he built up the stones in the name of the Lord, and repaired the altar that had been broken down; and he made a trench that would hold two measures of seed round about the altar.
18.33   And he piled the cleft wood on the altar which he [had] made, and divided the whole-burnt-offering, and laid [it] on the wood, and laid [it] in order on the altar, and said, Fetch me four pitchers of water, and pour [it] on the whole-burnt-offering, and on the wood. And they did so.
18.34   And he said, Do it the second time. And they did it the second time. And he said, Do it the third time. And they did it the third time.
18.35   And the water ran round about the altar, and they filled the trench with water.
18.36   And Eliu cried aloud to the heaven, and said, Lord God of Abraam, and Isaac, and Israel, answer me, O Lord, answer me this day by fire, and let all this people know that thou art the Lord, the God of Israel, and I [am] thy servant, and for thy sake I have wrought these works.
18.37   Hear me, O Lord, hear me, and let this people know that thou art the Lord God, and thou hast turned back the heart of this people.
18.38   Then fire fell from the Lord out of heaven, and devoured the whole-burnt-offerings, and the wood and the water that was in the trench, and the fire licked up the stones and the earth.
18.39   And all the people fell upon their faces, and said, Truly the Lord [is] God; he [is] God.
18.40   And Eliu said to the people, Take the prophets of Baal; let not one of them escape. And they took them; and Eliu brings them down to the brook Kisson, and he slew them there.
18.41   And Eliu said to Achaab, Go up, and eat and drink, for [there is] a sound of the coming of rain.
18.42   And Achaab went up to eat and to drink; and Eliu went up to Carmel, and stooped to the ground, and put his face between his knees,
18.43   and said to his servant, Go up, and look toward the sea. And the servant looked, and said, There is nothing: and Eliu said, Do thou then go again seven times.
18.44   And the servant went again seven times: and it came to pass at the seventh time, that, behold, a little cloud like the sole of a man's foot brought water; and he said, Go up, and say to Achaab, make ready thy chariot, and go down, lest the rain overtake thee.
18.45   And it came to pass in the meanwhile, that the heaven grew black with clouds and wind, and there was a great rain. And Achaab wept, and went to Jezrael.
18.46   And the hand of the Lord [was] upon Eliu, and he girt up his loins, and ran before Achaab to Jezrael.

- Chapitre / chapter 19 -
19.1    Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα , ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.
19.2    καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
19.3    καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ ·
19.4    καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, *κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
19.5    καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.
19.6    καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήθη.
19.7    καὶ ἐπέστρεψεν ὁ ἄγγελος *κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα φάγε , ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
19.8    καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ.
19.9    καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα *κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
19.10   καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ *κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν .
19.11   καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον *κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται *κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον *κυρίου, οὐκ ἐν τῷ πνεύματι *κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ *κύριος·
19.12   καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ *κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς , κακεῖ *κύριος.
19.13   καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ηλιου;
19.14   καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ *κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
19.15   καὶ εἶπεν *κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας·
19.16   καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
19.17   καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε.
19.18   καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ.
19.19   Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν, δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα, , καὶ ἐπῆλθεν ἐπ᾽ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾽ αὐτόν.
19.20   καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.
19.21   καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.

- Chapitre / chapter 19 -
19.1    And Achaab told Jezabel his wife all that Eliu [had] done, and how he [had] slain the prophets with the sword.
19.2    And Jezabel sent to Eliu, and said, If thou art Eliu and I am Jezabel, God do so to me, and more also, if I do not make thy life by this time to-morrow as the life of one of them.
19.3    And Eliu feared, and rose, and departed for his life: and he comes to Bersabee [to] the land of Juda, and he left his servant there.
19.4    And he himself went a day's journey in the wilderness, and came and sat under a juniper tree; and asked concerning his life that he might die, and said, Let it be enough now, O Lord, take, I pray thee, my life from me; for I am no better than my fathers.
19.5    And he lay down and slept there under a tree; and behold, some one touched him, and said to him, Arise and eat.
19.6    And Eliu looked, and, behold, at his head there was a cake of meal and a cruse of water; and he arose, and ate and drank, and returned and lay down.
19.7    And the angel of the Lord returned again, and touched him, and said to him, Arise, and eat, for the journey [is] far from thee.
19.8    And he arose, and ate and drank, and went in the strength of that meat forty days and forty nights to mount Choreb.
19.9    And he entered there into a cave, and rested there; and, behold, the word of the Lord [came] to him, and he said, What [doest] thou here, Eliu?
19.10   And Eliu said, I have been very jealous for the Lord Almighty, because the children of Israel have forsaken thee: they have digged down thine altars, and have slain thy prophets with the sword; and I only am left alone, and they seek my life to take it.
19.11   And he said, Thou shalt go forth to-morrow, and shalt stand before the Lord in the mount; behold, the Lord will pass by. And, behold, a great [and] strong wind rending the mountains, and crushing the rocks before the Lord; [but] the Lord [was] not in the wind; and after the wind an earthquake; [but] the Lord [was] not in the earthquake:
19.12   and after the earthquake a fire; [but] the Lord [was] not in the fire: and after the fire the voice of a gentle breeze.
19.13   And it came to pass when Eliu heard, that he wrapped his face in his mantle, and went forth and stood in the cave: and, behold, a voice [came] to him and said, What [doest] thou here, Eliu?
19.14   And Eliu said, I have been very jealous for the Lord Almighty; for the children of Israel have forsaken thy covenant, and they have overthrown thine altars, and have slain thy prophets with the sword! and I am left entirely alone, and they seek my life to take it.
19.15   And the Lord said to him, Go, return, and thou shalt come into the way of the wilderness of Damascus: and thou shalt go and anoint Azael to be king over Syria.
19.16   And Ju the son of Namessi shalt thou anoint to be king over Israel; and Elisaie the son of Saphat shalt thou anoint to be prophet in thy room.
19.17   And it shall come to pass that him that escapes from the sword of Azael, Ju shall slay; and him that escapes from the sword of Ju, Elisaie shall slay.
19.18   And thou shalt leave in Israel seven thousand men, all the knees which had not bowed themselves to Baal, and every mouth which had not worshipped him.
19.19   And he departed thence, and finds Elisaie the son of Saphat, and he was ploughing with oxen; [there were] twelve yoke before him, and he with the twelve, and he passed by to him, and cast his mantle upon him.
19.20   And Elisaie left the cattle, and ran after Eliu and said, I will kiss my father, and follow after thee. And Eliu said, Return, for I have done [a work] for thee.
19.21   And he returned from following him, and took a yoke of oxen, and slew them, and boiled them with the instruments of the oxen, and gave to the people, and they ate: and he arose, and went after Eliu, and ministered to him.

- Chapitre / chapter 20 -
20.1    Καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾽ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν.
20.2    καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν
20.3    καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.
20.4    καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
20.5    καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί·
20.6    ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, ἐφ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.
20.7    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ.
20.8    καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς.
20.9    καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
20.10   καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
20.11   καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός.
20.12   καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ᾽ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.
20.13   Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει *κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ *κύριος.
20.14   καὶ εἶπεν Αχααβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει *κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον ; καὶ εἶπεν Σύ.
20.15   καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας.
20.16   καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾽ αὐτοῦ.
20.17   καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.
20.18   καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς·
20.19   καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν
20.20   ἐπάταξεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ, καὶ ἔφυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ᾽ ἵππου ἱππέως.
20.21   καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.
20.22   καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
20.23   Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς .
20.24   καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας,
20.25   καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
20.26   καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ.
20.27   καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.
20.28   καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει *κύριος Ἀνθ᾽ ὧν εἶπεν Συρία Θεὸς ὀρέων *κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ *κύριος.
20.29   καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
20.30   καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων., καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
20.31   καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
20.32   καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελφός μού ἐστιν.
20.33   καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
20.34   καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ · καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.
20.35   Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ *κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.
20.36   καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ᾽ ὧν οὐκ ἤκουσας τῆς φωνῆς *κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾽ ἐμοῦ , καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν .
20.37   καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν.
20.38   καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
20.39   καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις·
20.40   καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ᾽ ἐμοὶ ἐφόνευσας.
20.41   καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.
20.42   καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει *κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
20.43   καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

- Chapitre / chapter 20 -
20.1    And the son of Ader gathered all his forces, and went up and besieged Samaria, [he] and thirty-two kings with him, and all [his] horse and chariots: and they went up and besieged Samaria, and fought against it.
20.2    And he sent into the city to Achaab king of Israel, and said to him, Thus says the son of Ader,
20.3    Thy silver and thy gold are mine, and thy wives and thy children are mine.
20.4    And the king of Israel answered and said, As thou hast said, my lord, O king, I am thine, and all mine [also].
20.5    And the messengers came again, and said, Thus says the son of Ader, I sent to thee, saying, Thou shalt give me thy silver and thy gold, and thy wives and thy children.
20.6    For at this time to-morrow I will send my servants to thee, and they shall search thy house, and the houses of thy servants, and it shall be that all the desirable objects of their eyes on which they shall lay their hands, they shall even take [them].
20.7    And the king of Israel called all the elders of the land, and said, Take notice now and consider, that this man seeks mischief: for he has sent to me concerning my wives, and concerning my sons an concerning my daughters: I have not kept back from him my silver and my gold.
20.8    And the elders and all the people said to him, Hearken not, and consent not.
20.9    And he said to the messengers of the son of Ader, Say to your master, All things that thou hast sent to thy servant about at first I will do; but this thing I shall not be able to do. And the men departed, and carried back the answer to him.
20.10   And the son of Ader sent to him, saying, So do God to me, and more also, if the dust of Samaria shall suffice for foxes to all the people, even my infantry.
20.11   And the king of Israel answered and said, Let it be sufficient; let not the humpbacked boast as he that is upright.
20.12   And it came to pass when he returned him this answer, he and all the kings with him were drinking in tents: and he said to his servants, Form a trench. And they made a trench against the city.
20.13   And, behold, a prophet came to Achaab king of Israel, and said, Thus saith the Lord, Hast thou seen this great multitude? behold, I give it this day into thine hands; and thou shalt know that I [am] the Lord.
20.14   And Achaab said, Whereby? And he said, Thus saith the Lord, by the young men of the heads of the districts. And Achaab said, Who shall begin the battle? and he said, Thou.
20.15   And Achaab numbered the young men the heads of the districts, and they were two hundred and thirty: and afterwards he numbered the people, [even] every man fit for war, seven thousand.
20.16   And he went forth at noon, an the son of Ader was drinking [and] getting drunk in Socchoth, he and the kings, [even] thirty and two kings, his allies.
20.17   And the young men the heads of the districts went forth first; and they send and report to the king of Syria, saying, There are men come forth out of Samaria.
20.18   And he said to them, If they come forth peaceably, take them alive; and if they come forth to war, take them alive:
20.19   and let not the young men the heads of the districts go forth of the city. And the force that was behind them
20.20   smote each one the man next to him; and each one a second time smote the man next to him: and Syria fled, and Israel pursued them; and the son of Ader, [even] the king of Syria, escapes on the horse of a horseman.
20.21   And the king of Israel went forth, and took all the horses and the chariots, and smote [the enemy] with a great slaughter in Syria.
20.22   And the prophet came to the king of Israel, and said, Strengthen thyself, and observe, and see what thou shalt do; for at the return of the year the son of Ader king of Syria comes up against thee.
20.23   And the servants of the king of Syria, even they said, The God of Israel [is] a God of mountains, and not a God of valleys; therefore has he prevailed against us: but if we should fight against them in the plain, verily we shall prevail against them.
20.24   And do thou this thing: Send away the kings, each one to his place, and set princes in their stead.
20.25   And we will give thee [another] army according to the army that was destroyed, and cavalry according to the cavalry, and chariots according to the chariots, and we will fight against them in the plain, and we shall prevail against them. And he hearkened to their voice, and did so.
20.26   And it came to pass at the return of the year, that the son of Ader reviewed Syria, and went up to Apheca to war against Israel.
20.27   And the children of Israel were numbered, and came to meet them: and Israel encamped before them as two little flocks of goats, but Syria filled the land.
20.28   And there came the man of God, and said to the king of Israel, Thus saith the Lord, Because Syria has said, The Lord God of Israel [is] a God of the hills, and he [is] not a God of the valleys, therefore will I give this great army into thy hand, and thou shalt know that I [am] the Lord.
20.29   And they encamp one over against the other before them seven days. And it came to pass on the seventh day that the battle drew on, and Israel smote Syria, [even] a hundred thousand footmen in one day.
20.30   And the est fled to Apheca, into the city; and the wall fell upon twenty-seven thousand men that were left: and the son of Ader fled, and entered into an inner chamber, into a closet.
20.31   And he said to his servants, I know that the kings of Israel are merciful kings: let us now put sackcloth upon our loins, and ropes upon our heads, and let us go forth to the king of Israel, if by any means he will save our souls alive.
20.32   So they girt sackcloth upon their loins, and put ropes upon their heads, and said to the king of Israel, Thy servant the son of Ader says, Let our souls live, I pray thee. And he said, Does he yet live? He is my brother.
20.33   And the men divined, and offered drink-offerings; and they caught the word out of his mouth, and said, Thy brother the son of Ader. And he said, Go ye in and fetch him. And the son of Ader went out to him, and they cause him to go up to him into the chariot.
20.34   And he said to him, The cities which my father took from thy father I will restore to thee; and thou shalt make streets for thyself in Damascus, as my father made streets in Samaria; and I will let thee go with a covenant. And he made a covenant with him, and let him go.
20.35   And a certain man of the sons of the prophets said to his neighbour by the word of the Lord, Smite me, I pray, And the man would not smite him.
20.36   And he said to him, Because thou hast not hearkened to the voice of the Lord, therefore, behold, as thou departest from me, a lion shall smite thee: and he departed from him, and a lion found him, and smote him.
20.37   And he finds another man, and says, Smite me, I pray thee. And the man smote him, and in smiting wounded [him].
20.38   And the prophet went and stood before the king of Israel by the way, and bound his eyes with a bandage.
20.39   And it came to pass as the king passed by, that he cried aloud to the king, and said, Thy servant went out to war, and, behold, a man brought [another] man to me, and said to me, Keep his man; and if he should by any means escape, then thy life shall go for his life, or thou shalt pay a talent of silver.
20.40   And it came to pass, that thy servant looked round this way and that way, and the man was gone. And the king of Israel said to him, Behold, thou hast also destroyed snares [set] for me.
20.41   And he hasted, and took away the bandage from his eyes; and the king of Israel recognized him, that he was one of the prophets.
20.42   And he said to him, Thus saith the Lord, Because thou hast suffered to escape out of thine hand a man appointed to destruction, therefore thy life shall go for his life, and thy people for his people.
20.43   And the king of Israel departed confounded and discouraged, and came to Samaria.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας.
21.2    καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου , καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων.
21.3    καὶ εἶπεν Ναβουθαι πρὸς Αχααβ Μή μοι γένοιτο παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί.
21.4    καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον.
21.5    καὶ εἰσῆλθεν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον ;
21.6    καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾽ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου.
21.7    καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ; ἀνάστηθι φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου.
21.8    καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαι.
21.9    καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ·
21.10   καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες Ηὐλόγησεν θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν, καὶ ἀποθανέτω.
21.11   καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ, καθὰ γέγραπται ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλεν πρὸς αὐτούς.
21.12   ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ,
21.13   καὶ ἦλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν.
21.14   καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες Λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν.
21.15   καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ, καὶ εἶπεν πρὸς Αχααβ Ἀνάστα κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου, ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουθαι ζῶν, ὅτι τέθνηκεν.
21.16   καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου κληρονομῆσαι αὐτόν.
21.17   Καὶ εἶπεν *κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
21.18   Ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ τοῦ ἐν Σαμαρείᾳ· ἰδοὺ οὗτος ἐν ἀμπελῶνι Ναβουθαι, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν.
21.19   καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει *κύριος Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει *κύριος Ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαι, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου .
21.20   καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον *κυρίου παροργίσαι αὐτόν.
21.21   τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ·
21.22   καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ.
21.23   καὶ τῇ Ιεζαβελ ἐλάλησεν *κύριος λέγων Οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ιεζραελ.
21.24   τὸν τεθνηκότα τοῦ Αχααβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.
21.25   πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον *κυρίου, ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ·
21.26   καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ Αμορραῖος, ὃν ἐξωλέθρευσεν *κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
21.27   καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην,
21.28   καὶ ἐγένετο ῥῆμα *κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου περὶ Αχααβ, καὶ εἶπεν κύριος
21.29   Ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ᾽ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.


- Chapitre / chapter 21 -
21.1    And Nabuthai the Jezraelite had a vineyard, near the threshingfloor of Achaab king of Samaria.
21.2    And Achaab spoke to Nabuthai, saying, Give me thy vineyard, and I will have it for a garden of herbs, for it [is] near my house: and I will give thee another vineyard better than it; or if it please thee, I will give thee money, the price of this thy vineyard, and I will have it for a garden of herbs.
21.3    And Nabuthai said to Achaab, My God forbid me that I should give thee the inheritance of my fathers.
21.4    And the spirit of Achaab was troubled, and he lay down upon his bed, and covered his face, and ate no bread.
21.5    And Jezabel his wife went in to him, and spoke to him, [saying], Why [is] thy spirit troubled, and [why] dost thou eat no bread?
21.6    And he said to her, Because I spoke to Nabuthai the Jezraelite, saying, Give me thy vineyard for money; or if thou wilt, I will give thee another vineyard for it: and he said, I will not give thee the inheritance of my fathers.
21.7    And Jezabel his wife said to him, Dost thou now thus act the king over Israel? arise, and eat bread, and be thine own [master], and I will give thee the vineyard of Nabuthai the Jezraelite.
21.8    And she wrote a letter in the name of Achaab, and sealed it with his seal, and sent the letter to the elders, and to the freemen who dwelt with Nabuthai
21.9    And it was written in the letters, saying, Keep a fast, and set Naboth in a chief place among the people.
21.10   And set two men, sons of transgressors, before him, and let them testify against him, saying, He blessed God and the king: and let them lead him forth, and stone him, and let them die.
21.11   And the men of his city, the elders, and the nobles who dwelt in his city, did as Jezabel sent to them, and as it had been written in the letters which she sent to them.
21.12   And they proclaimed a fast, and set Nebuthai in a chief place among the people.
21.13   And two men, sons of transgressors, came in, and sat opposite him, and bore witness against him, saying, Thou hast blessed God and the king. And they led him forth out of the city, and stoned him with stones, and he died.
21.14   And they sent to Jezabel, saying, Nabuthai is stoned, and is dead.
21.15   And it came to pass, when Jezabel heard [it], that she said to Achaab, Arise, take possession of the vineyard of Nabuthai the Jezraelite, who would not sell it to thee: for Nebuthai is not alive, for he is dead.
21.16   And it came to pass, when Achaab heard that Nabuthai the Jezraelite was dead, that he rent his garments, and put on sackcloth. And it came to pass afterward, that Achaab arose and went down to the vineyard of Nabuthai the Jezraelite, to take possession of it.
21.17   And the Lord spoke to Eliu the Thesbite, saying,
21.18   Arise, and go down to meet Achaab king of Israel, who is in Samaria, for he [is] in the vineyard of Nabuthai, for he has gone down thither to take possession of it.
21.19   And thou shalt speak to him, saying, Thus saith the Lord, Forasmuch as thou hast slain and taken possession, therefore thus saith the Lord, In every place where the swine and the dogs have licked the blood of Nabuthai, there shall the dogs lick thy blood; and the harlots shall wash themselves in thy blood.
21.20   And Achaab said to Eliu, Hast thou found me, mine enemy? and he said, I have found [thee]: because thou hast wickedly sold thyself t work evil in the sight of the Lord, to provoke him to anger;
21.21   behold, I bring evil upon thee: and I will kindle a fire after thee, and I will utterly destroy every male of Achaab, and him that is shut up and him that is left in Israel.
21.22   And I will make thy house as the house of Jeroboam the son of Nabat, and as the house of Baasa son of Achia, because of the provocations wherewith thou hast provoked [me], and caused Israel to sin.
21.23   And the Lord spoke of Jezabel, saying, The dogs shall devour her within the fortification of Jezrael.
21.24   Him that is dead of Achaab in the city shall the dogs eat, and him that is dead of him in the field shall the birds of the sky eat.
21.25   But Achaab [did] wickedly, in that he sold himself to do that which was evil in the sight of the Lord, as his wife Jezabel led him astray.
21.26   And he did very abominably in following after the abominations, according to all that the Amorite did, whom the Lord utterly destroyed from before the children of Israel.
21.27   And because of the word, Achaab was pierced with sorrow before the Lord, and he both went weeping, and rent his garment, and girt sackcloth upon his body, and fasted; he put on sackcloth also in the day that he smote Nabuthai the Jezraelite, and went his way.
21.28   And the word of the Lord came by the hand of his servant Eliu concerning Achaab, and the Lord said,
21.29   Hast thou seen how Achaab has been pricked [to the heart] before me? I will not bring on the evil in his days, but in his son's days will I bring on the evil.


- Chapitre / chapter 22 -
22.1    Καὶ ἐκάθισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ.
22.2    καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ .
22.3    καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαθ Γαλααδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας ;
22.4    καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἀναβήσῃ μεθ᾽ ἡμῶν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον; καὶ εἶπεν Ιωσαφατ Καθὼς ἐγὼ οὕτως καὶ σύ, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου.
22.5    καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ Ἐπερωτήσατε δὴ σήμερον τὸν *κύριον.
22.6    καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
22.7    καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ *κυρίου καὶ ἐπερωτήσομεν τὸν *κύριον δι᾽ αὐτοῦ;
22.8    καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν *κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾽ ἢ κακά, Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.
22.9    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα.
22.10   καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.
22.11   καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει *κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ.
22.12   καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ, καὶ εὐοδώσει καὶ δώσει *κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
22.13   καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.
22.14   καὶ εἶπεν Μιχαιας Ζῇ *κύριος ὅτι ἃ ἂν εἴπῃ *κύριος πρός με, ταῦτα λαλήσω.
22.15   καὶ ἦλθεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ ἀναβῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει καὶ δώσει *κύριος εἰς χεῖρα τοῦ βασιλέως.
22.16   καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι *κυρίου;
22.17   καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον , ᾧ οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν *κύριος Οὐ κύριος τούτοις, ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
22.18   καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾽ ἢ κακά;
22.19   καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ῥῆμα *κυρίου, οὐχ οὕτως· εἶδον τὸν *κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
22.20   καὶ εἶπεν *κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαθ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.
22.21   καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον *κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν *κύριος Ἐν τίνι;
22.22   καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει, ἔξελθε καὶ ποίησον οὕτως.
22.23   καὶ νῦν ἰδοὺ ἔδωκεν *κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ *κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
22.24   καὶ προσῆλθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα *κυρίου τὸ λαλῆσαν ἐν σοί;
22.25   καὶ εἶπεν Μιχαιας Ἰδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμίειον τοῦ ταμιείου τοῦ κρυβῆναι.
22.26   καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως· καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως
22.27   εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
22.28   καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν *κύριος ἐν ἐμοί.
22.29   Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ᾽ αὐτοῦ εἰς Ρεμμαθ Γαλααδ.
22.30   καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον , καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
22.31   καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ισραηλ μονώτατον.
22.32   καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ισραηλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ιωσαφατ.
22.33   καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ.
22.34   καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
22.35   καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
22.36   καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,
22.37   ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
22.38   καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα *κυρίου, ὃ ἐλάλησεν.
22.39   καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα, ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησεν, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
22.40   καὶ ἐκοιμήθη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
22.41   Καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα. ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν.
22.42   Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σελει.
22.43   (22.43a) καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς *κυρίου·
22.44   (22.43b) πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
22.45   (22.44) καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ.
22.46   (22.45) καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαφατ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα;
22.47   (22.46) (vide)
22.48   (22.47) (vide)
22.49   (22.48) (vide)
22.50   (22.49) (vide)
22.51   (22.50) καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
22.52   (22.51) Καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα· καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο.
22.53   (22.52) καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον *κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
22.54   (22.53) καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν *κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

- Chapitre / chapter 22 -
22.1    And he rested three years, and there was no war between Syria and Israel.
22.2    And it came to pass in the third year, that Josaphat king of Juda went down to the king of Israel.
22.3    And the king of Israel said to his servants, Know ye that Remmath Galaad [is] ours, and we are slow to take it out of the hand of the king of Syria?
22.4    And the king of Israel said to Josaphat, Wilt thou go up with us to Remmath Galaad to battle?
22.5    And Josaphat said, As I [am], so [art] thou also; as my people, [so is] thy people; as my horses, [so are] thy horses. And Josaphat king of Juda said to the king of Israel, Enquire, I pray thee, of the Lord to-day.
22.6    And the king of Israel gathered all the prophets together, about four hundred men; and the king said to them, Shall I go up to Remmath Galaad to battle, or shall I forbear? and they said, Go up, and the Lord will surely give [it] into the hands of the king.
22.7    And Josaphat said to the king of Israel, Is there not here a prophet of the Lord, that we may enquire of the Lord by him?
22.8    And the king of Israel said to Josaphat, There is one man here [for us] to enquire of the Lord by; but I hate him, for he does not speak good of me, but only evil; Michaias son of Jemblaa. And Josaphat king of Juda said, Let not the king say so.
22.9    And the king of Israel called a eunuch and said, [Bring hither] quickly Michaias son of Jemblaa.
22.10   And the king of Israel and Josaphat king of Juda sat, each on his throne, armed in the gates of Samaria; and all the prophets prophesied before them.
22.11   And Sedekias son of Chanaan made for himself iron horns, and said, Thus saith the Lord, With these thou shalt push Syria, until it be consumed.
22.12   And all the prophets prophesied in like manner, saying, Go up to Remmath Galaad, and [the thing] shall prosper, and the Lord shall deliver it and the king of Syria into thine hands.
22.13   And the messenger that went to call Michaias spoke to him, saying, Behold now, all the prophets speak with one mouth good concerning the king, let now thy words be like the words of one of them, and speak good things.
22.14   And Michaias said, [As] the Lord lives, whatsoever the Lord shall say to me, that will I speak.
22.15   And he came to the king: and the king said to him, Michaias, shall I go up to Remmath Galaad to battle, or shall I forbear? and he said, Go up, and the Lord shall deliver it into the hand of the king.
22.16   And the king said to him, How often shall I adjure thee, that thou speak to me truth in the name of the Lord?
22.17   And he said, Not so. I saw all Israel scattered on the mountains as a flock without a shepherd: and the Lord said, [Is] not God lord of these? let each one return to his home in peace.
22.18   And the king of Israel said to Josaphat king of Juda, Did I not say to thee that this man does not prophesy good to me, for [he speaks] nothing but evil?
22.19   And Michaias said, Not so, [it is] not I: hear the word of the Lord; [it is] not so. I saw the God of Israel sitting on his throne, and all the host of heaven stood about him on his right hand and on his left.
22.20   And the Lord said, Who will deceive Achaab king of Israel, that he may go up and fall in Remmath Galaad? and one spoke one way, and another another way.
22.21   And there came forth a spirit and stood before the Lord, and said, I will deceive him.
22.22   And the Lord said to him, Whereby? And he said, I will go forth, and will be a false spirit in the mouth of all his prophets. And he said, Thou shalt deceive him, yea, and shalt prevail: go forth, and do so.
22.23   And now, behold, the Lord has put a false spirit in the mouth of all these thy prophets, and the Lord has spoken evil against thee.
22.24   And Sedekias the son of Chanaan came near and smote Michaias on the cheek, and said, What sort of a spirit of the Lord [has] spoken in thee?
22.25   And Michaias said, Behold, thou shalt see in that day, when thou shalt go into an innermost chamber to hide thyself there.
22.26   And the king of Israel said, Take Michaias, and convey him away to Semer the keeper of the city;
22.27   and tell Joas the king's son to put this [fellow] in prison, and to feed him with bread of affliction and water of affliction until I return in peace.
22.28   And Michaias said, If thou return at all in peace, the Lord has not spoken by me.
22.29   So the king of Israel went up, and Josaphat king of Juda with him to Remmath Galaad.
22.30   And the king of Israel said to Josaphat king of Juda, I will disguise myself, and enter into the battle, and do thou put on my raiment.. So the king of Israel disguised himself, and went into the battle.
22.31   And the king of Syria had charged the thirty-two captains of his chariots, saying, Fight not [against] small or great, but against the king of Israel only.
22.32   And it came to pass, when the captains of the chariots saw Josaphat king of Juda, that they said, this seems [to be] the king of Israel. And they compassed him about to fight [against] him; and Josaphat cried out.
22.33   And it came to pass, when the captains of the chariots saw that this was not the king of Israel, that they returned from him.
22.34   And one drew a bow with a good aim, and smote the king of Israel between the lungs and the breast-plate: and he said to his charioteer, Turn thine hands, and carry me away out of the battle, for I am wounded.
22.35   And the war was turned in that day, and the king was standing on the chariot, against Syria from morning till evening; and he shed the blood out of his wound, into the bottom of the chariot, and died at even, and the blood ran out of the wound into the bottom of the chariot.
22.36   And the herald of the army stood at sunset, saying, Let every man go to his own city and his own land,
22.37   for the king is dead. And they came to Samaria, and buried the king in Samaria.
22.38   And they washed the chariot at the fountain of Samaria; and the swine and the dogs licked up the blood, and the harlots washed themselves in the blood, according to the word of the Lord which he spoke.
22.39   And the rest of the acts of Achaab, and all that he did, and the ivory house which he built, and all the cities which he built, behold, [are] not these things written in the book of the chronicles of the kings of Israel?
22.40   And Achaab slept with his fathers, and Ochozias his son reigned in his stead.
22.41   And Josaphat the son of Asa reigned over Juda: in the fourth year of Achaab king of Israel began Josaphat to reign.
22.42   Thirty and five years old [was he] when he began to reign, and he reigned twenty and five years in Jerusalem; and his mother's name [was] Azuba daughter of Salai.
22.43   (22.43a) And he walked in all the way of Asa his father: he turned not from it, even from doing that which was right in the eyes of the Lord.
22.44   (22.43b) Only he took not away [any] of the high places: the people still sacrificed and burnt incense on the high places.
22.45   (22.44) And Josaphat was at peace with the king of Israel.
22.46   (22.45) And the rest of the acts of Josaphat, and his mighty deeds, whatever he did, behold, [are] not these things written in the book of the chronicles of the kings of Juda?
22.47   (22.46) [vide]
22.48   (22.47) [vide]
22.49   (22.48) [vide]
22.50   (22.49) [vide]
22.51   (22.50) And Josaphat slept with his fathers, and was buried by his fathers in the city of David his father, and Joram his son reigned in his stead.
22.52   (22.51) And Ochozias son of Achaab reigned over Israel in Samaria: in the seventeenth year of Josaphat king of Juda, Ochozias son of Achaab reigned over Israel in Samaria two years.
22.53   (22.52) And he did that which was evil in the sight of the Lord, and walked in the way of Achaab his father, and in the way of Jezabel his mother, and in the sins of the house of Jeroboam the son of Nabat, who caused Israel to sin.
22.54   (22.53) And he served Baalim, and worshipped them, and provoked the Lord God of Israel, according to all that had been done before him.

- FIN / END -

^▲^