Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



2 Samuel / 2 Samuel
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22 23 24






Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ, καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο.
1.2     καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
1.3     καὶ εἶπεν αὐτῷ Δαυιδ Πόθεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι.
1.4     καὶ εἶπεν αὐτῷ Δαυιδ Τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ ἀπέθανεν καὶ Σαουλ, καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν.
1.5     καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ;
1.6     καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε, καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
1.7     καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ.
1.8     καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι.
1.9     καὶ εἶπεν πρός με Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.
1.10    καὶ ἐπέστην ἐπ᾽ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
1.11    καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
1.12    καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.
1.13    καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι.
1.14    καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν *κυρίου;
1.15    καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν.
1.16    καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν *κυρίου.
1.17    Καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ
1.18    καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα, ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦσ
1.19    Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί.
1.20    μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.
1.21    ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾽ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.
1.22    ἀφ᾽ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή.
1.23    Σαουλ καὶ Ιωναθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν, ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.
1.24    θυγατέρες Ισραηλ, ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.
1.25    πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας.
1.26    ἀλγῶ ἐπὶ σοί, ἄδελφέ μου Ιωναθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.
1.27    πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And it came to pass after Saul was dead, that David returned from smiting Amalec, and David abode two days in Sekelac.
1.2     And it came to pass on the third day, that, behold, a man came from the camp, from the people of Saul, and his garments were rent, and earth [was] upon his head: and it came to pass when he went in to David, that he fell upon the earth, and did obeisance to him.
1.3     And David said to him, Whence comest thou? and he said to him, I have escaped out of the camp of Israel.
1.4     And David said to him, What [is] the matter? tell me. And he said, The people fled out of the battle, and many of the people have fallen and are dead, and Saul and Jonathan his son are dead.
1.5     And David said to the young man who brought him the tidings, How knowest thou that Saul and Jonathan his son are dead?
1.6     And the young man that brought the tidings, said to him, I happened accidentally to be upon mount Gelbue; and, behold, Saul was leaning upon his spear, and, behold, the chariots and captains of horse pressed hard upon him.
1.7     And he looked behind him, and saw me, and called me; and I said, Behold, [here am] I.
1.8     And he said to me, Who art thou? and I said, I am an Amalekite.
1.9     And he said to me, Stand, I pray thee, over me, and slay me, for a dreadful darkness has come upon me, for all my life [is] in me.
1.10    So I stood over him and slew him, because I knew he would not live after he was fallen; and I took the crown that was upon his head, and the bracelet that was upon his arm, and I have brought them hither to my lord.
1.11    And David laid hold of his garments, and rent them; and all the men who were with him rent their garments.
1.12    And they lamented, and wept, and fasted till evening, for Saul and for Jonathan his son, and for the people of Juda, and for the house of Israel, because they were smitten with the sword.
1.13    And David said to the young man who brought the tidings to him, Whence art thou? and he said, I am the son of an Amalekite sojourner.
1.14    And David said to him, How was it thou wast not afraid to lift thy hand to destroy the anointed of the Lord?
1.15    And David called one of his young men, and said, Go and fall upon him: and he smote him, and he died.
1.16    And David said to him, Thy blood [be] upon thine own head; for thy mouth has testified against thee, saying, I have slain the anointed of the Lord.
1.17    And David lamented with this lamentation over Saul and over Jonathan his son.
1.18    And he gave orders to teach it the sons of Juda: behold, it is written in the book of Right.
1.19    Set up a pillar, O Israel, for the slain that died upon thy high places: how are the mighty fallen!
1.20    Tell it not in Geth, and tell it not as glad tidings in the streets of Ascalon, lest the daughters of the Philistines rejoice, lest the daughters of the uncircumcised triumph.
1.21    Ye mountains of Gelbue, let not dew no rain descend upon you, nor fields of first-fruits [be upon you], for there the shield of the mighty ones has been grievously assailed; the shield of Saul was not anointed with oil.
1.22    From the blood of the slain, and from the fat of the mighty, the bow of Jonathan returned not empty; and the sword of Saul turned not back empty.
1.23    Saul and Jonathan, the beloved and the beautiful, were not divided: comely [were they] in their life, and in their death they were not divided: [they were] swifter than eagles, and they were stronger than lions.
1.24    Daughters of Israel, weep for Saul, who clothed you with scarlet together with your adorning, who added golden ornaments to your apparel.
1.25    How are the mighty fallen in the midst of the battle! O Jonathan, even the slain ones upon thy high places!
1.26    I am grieved for thee, my brother Jonathan; thou wast very lovely to me; thy love to me was wonderful beyond the love of women.
1.27    How are the mighty fallen, and the weapons of war perished!


- Chapitre / chapter 2 -
2.1     Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν *κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα; καὶ εἶπεν *κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρων.
2.2     καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου,
2.3     καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων.
2.4     καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα. Καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ.
2.5     καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ *κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ·
2.6     καὶ νῦν ποιήσαι *κύριος μεθ᾽ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾽ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο·
2.7     καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ᾽ ἑαυτοὺς εἰς βασιλέα.
2.8     Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ
2.9     καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ.
2.10    τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ·
2.11    καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας.
2.12    Καὶ ἐξῆλθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσθε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων·
2.13    καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.
2.14    καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ιωαβ Ἀναστήτωσαν.
2.15    καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσθε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ.
2.16    καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαων.
2.17    καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ.
2.18    καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας, Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ, καὶ Ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
2.19    καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ.
2.20    καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτὸς Ασαηλ; καὶ εἶπεν Ἐγώ εἰμι.
2.21    καὶ εἶπεν αὐτῷ Αβεννηρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
2.22    καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ Ἀπόστηθι ἀπ᾽ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ; καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου.
2.23    καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο.
2.24    καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ· καὶ ὁ ἥλιος ἔδυνεν, καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Αμμαν, ὅ ἐστιν ἐπὶ προσώπου Γαι ὁδὸν ἔρημον Γαβαων.
2.25    καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
2.26    καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;
2.27    καὶ εἶπεν Ιωαβ Ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.
2.28    καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
2.29    καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
2.30    καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ.
2.31    καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾽ αὐτοῦ.
2.32    καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλεεμ. καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρων.

- Chapitre / chapter 2 -
2.1     And it came to pass after this that David enquired of the Lord, saying, Shall I go up into one of the cities of Juda? and the Lord said to him, Go up. And David said, Whither shall I go up? and he said, To Chebron.
2.2     And David went up thither to Chebron, [he] and both his wives, Achinaam the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite,
2.3     and the men that were with him, every one and his family; and they dwelt in the cities of Chebron.
2.4     And the men of Judea come, and anoint David there to reign over the house of Juda; and they reported to David, saying, The men of Jabis of the country of Galaad have buried Saul.
2.5     And David sent messengers to the rulers of Jabis of the country of Galaad, and David said to them, Blessed be ye of the Lord, because ye have wrought this mercy toward your lord, even toward Saul the anointed of the Lord, and ye have buried him and Jonathan his son.
2.6     And now may the Lord deal in mercy and truth towards you: and I also will requite towards you this good deed, because ye have done this.
2.7     And now let your hands be made strong, and be valiant; for your master Saul is dead, and moreover the house of Juda have anointed me to be king over them.
2.8     But Abenner, the son of Ner, the commander-in-chief of Saul's army, took Jebos the son of Saul, and brought him up from the camp to Manaem
2.9     and made him king over the land of Galaad, and over Thasiri, and over Jezrael, and over Ephraim, and over Benjamin, and over all Israel.
2.10    Jebosthe, Saul's son [was] forty years old, when he reigned over Israel; and he reigned two years, but not over the house of Juda, who followed David.
2.11    And the days which David reigned in Chebron over the house of Juda were seven years and six months.
2.12    And Abenner the son of Ner went forth, and the servants of Jebosthe the son of Saul, from Manaem to Gabaon.
2.13    And Joab the son of Saruia, and the servants of David, went forth from Chebron, and met them at the fountain of Gabaon, at the same place: and these sat down by the fountain on this side, and those by the fountain on that side.
2.14    And Abenner said to Joab, Let now the young men arise, and play before us. And Joab said, Let them arise.
2.15    And there arose and passed over by number twelve of the children of Benjamin, belonging to Jebosthe the son of Saul, and twelve of the servants of David.
2.16    And they seized every one the head of his neighbour with his hand, and his sword [was thrust] into the side of his neighbour, and they fall down together: and the name of that place was called The portion of the treacherous ones, which is in Gabaon.
2.17    And the battle was very severe on that day; and Abenner and the men of Israel were worsted before the servants of David.
2.18    And there were there the three sons of Saruia, Joab, and Abessa, and Asael: and Asael was swift in his feet as a roe in the field.
2.19    And Asael followed after Abenner, and turned not to go to the right hand or to the left from following Abenner.
2.20    And Abenner looked behind him, and said, Art thou Asael himself? and he said, I am.
2.21    And Abenner said to him, Turn thou to the right hand or to the left, and lay hold for thyself on one of the yung men, and take to thyself his armour: but Asel would not turn back from following him.
2.22    And Abenner said yet again to Asael, Stand aloof from me, lest I smite thee to the ground? and how should I lift up my face to Joab?
2.23    And what does this mean? return to Joab thy brother? But he would not stand aloof; and Abenner smites him with the hinder end of the spear on the loins, and the spear went out behind him, and he falls there and dies on the spot: and it came to pass that every one that came to the place where Asael fell and died, stood still.
2.24    And Joab and Abessa pursued after Abenner, and the sun went down: and they went as far as the hill of Amman, which is in the front of Gai, by the desert way of Gabaon.
2.25    And the children of Benjamin who followed Abenner gather themselves together, and they formed themselves into one body, and stood on the top of a hill.
2.26    And Abenner called Joab, and said, Shall the sword devour perpetually? knowest thou not that it will be bitter at last? How long then wilt thou refuse to tell the people to turn from following our brethren?
2.27    And Joab said, As the Lord lives, if thou hadst not spoken, even from the morning the people had gone up every one from following his brother.
2.28    And Joab sounded the trumpet, and all the people departed, and did not pursue after Israel, and did not fight any longer.
2.29    And Abenner and his men departed at evening, [and went] all that night, and crossed over Jordan, and went along the whole adjacent [country], and they come to the camp.
2.30    And Joab returned from following Abenner, and he assembled all the people, and there were missing of the people of David, nineteen men, and Asael.
2.31    And the servants of David smote of the children of Benjamin, of the men of Abenner, three hundred and sixty men belonging to him.
2.32    And they take up Asael, and bury him in the tomb of his father in Bethleem. And Joab and the men with him went all the night, and the morning rose upon them in Chebron.

- Chapitre / chapter 3 -
3.1     Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ· καὶ ὁ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσθένει.
3.2     Καὶ ἐτέχθησαν τῷ Δαυιδ υἱοὶ ἐν Χεβρων, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Αμνων τῆς Αχινοομ τῆς Ιεζραηλίτιδος,
3.3     καὶ ὁ δεύτερος αὐτοῦ Δαλουια τῆς Αβιγαιας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ,
3.4     καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιθ, καὶ ὁ πέμπτος Σαβατια τῆς Αβιταλ,
3.5     καὶ ὁ ἕκτος Ιεθερααμ τῆς Αιγλα γυναικὸς Δαυιδ· οὗτοι ἐτέχθησαν τῷ Δαυιδ ἐν Χεβρων.
3.6     Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἴκου Σαουλ.
3.7     καὶ τῷ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ· καὶ εἶπεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
3.8     καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε, καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν Μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ· καὶ ἐπιζητεῖς ἐπ᾽ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
3.9     τάδε ποιήσαι ὁ θεὸς τῷ Αβεννηρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν *κύριος τῷ Δαυιδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
3.10    περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε.
3.11    καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
3.12    Καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ, οὗ ἦν παραχρῆμα, λέγων Διάθου διαθήκην σου μετ᾽ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ισραηλ.
3.13    καὶ εἶπεν Δαυιδ Ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων Οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
3.14    καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων Ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.
3.15    καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιηλ υἱοῦ Σελλης.
3.16    καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾽ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ· καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ Πορεύου ἀνάστρεφε· καὶ ἀνέστρεψεν.
3.17    καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων Ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐφ᾽ ὑμῶν·
3.18    καὶ νῦν ποιήσατε, ὅτι *κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων Ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
3.19    καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν. καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμιν.
3.20    Καὶ ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ᾽ αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ πότον.
3.21    καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
3.22    καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ᾽ αὐτῶν· καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
3.23    καὶ Ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες Ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
3.24    καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Αβεννηρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
3.25    ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;
3.26    καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σειραμ· καὶ Δαυιδ οὐκ ᾔδει.
3.27    καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων, καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελφοῦ Ιωαβ.
3.28    Καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ *κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ·
3.29    καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.
3.30    Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνθ᾽ ὧν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαων ἐν τῷ πολέμῳ.
3.31    καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ· καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
3.32    καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ Αβεννηρ.
3.33    καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν Εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ;
3.34    αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
3.35    καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυιδ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.
3.36    καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
3.37    καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ.
3.38    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ Οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ;
3.39    καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ *κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

- Chapitre / chapter 3 -
3.1     And there was war for a long time between the house of Saul and the house of David; and the house of David grew continually stronger; but the house of Saul grew continually weaker.
3.2     And sons were born to David in Chebron: and his first-born was Ammon the son of Achinoom the Jezraelitess.
3.3     And his second son [was] Daluia, the son of Abigaia the Carmelitess; and the third, Abessalom the son of Maacha the daughter of Tholmi the king of Gessir.
3.4     And the fourth [was] Ornia, the son of Aggith, and the fifth [was] Saphatia, the son of Abital.
3.5     And the sixth [was] Jetheraam, the son of Aegal the wife of David. These were born to David in Chebron.
3.6     And it came to pass while there was war between the house of Saul and the house of David, that Abenner was governing the house of Saul.
3.7     And Saul had a concubine, Respha, the daughter of Jol; and Jebosthe the son of Saul said to Abenner, Why hast thou gone in to my father's concubine?
3.8     And Abenner was very angry with Jebosthe for this saying; and Abenner said to him, Am I a dog's head? I have this day wrought kindness with the house of Saul thy father, and with his brethren and friends, and have not gone over to the house of David, and dost thou this day seek a charge against me concerning injury to a woman?
3.9     God do thus and more also to Abenner, if as the Lord swore to David, so do I not to him this day;
3.10    to take away the kingdom from the house of Saul, and to raise up the throne of David over Israel and over Juda from Dan to Bersabee.
3.11    And Jebosthe could not any longer answer Abenner a word, because he feared him.
3.12    And Abenner sent messengers to David to Thaelam where he was, immediately, saying, Make thy covenant with me, and, behold, my hand [is] with thee to bring back to thee all the house of Israel.
3.13    And David said, With a good will I will make with thee a covenant: only I demand one condition of thee, saying, Thou shalt not see my face, unless thou bring Melchol the daughter of Saul, when thou comest to see my face.
3.14    And David sent messengers to Jebosthe he son of Saul, saying, Restore me my wife Melchol, whom I took for a hundred foreskins of the Philistines.
3.15    And Jebosthe sent, and took her from her husband, [even] from Phaltiel the son of Selle.
3.16    And her husband went with her weeping behind her as far as Barakim. And Abenner said to him, Go, return; and he returned.
3.17    And Abenner spoke to the elders of Israel, saying, In former days ye sought David to reign over you;
3.18    and now perform [it]: for the Lord has spoken concerning David, saying, By the hand of my servant David I will save Israel out of the hand of all their enemies.
3.19    And Abenner spoke in the ears of Benjamin: and Abenner went to speak in the ears of David at Chebron, all that seemed good in the eyes of Israel and in the eyes of the house of Benjamin.
3.20    And Abenner came to David to Chebron, and with him twenty men: and David made for Abenner and his men with him a banquet of wine.
3.21    And Abenner said to David, I will arise now, and go, and gather to my lord the king all Israel; and I will make with him a covenant, and thou shalt reign over all whom thy soul desires. And David sent away Abenner, and he departed in peace.
3.22    And, behold, the servants of David and Joab arrived from their expedition, and they brought much spoil with them: and Abenner was not with David in Chebron, because he had sent him away, and he had departed in peace.
3.23    And Joab and all his army came, and it was reported to Joab, saying, Abenner the son of Ner is come to David, and David has let him go, and he has departed in peace.
3.24    And Joab went in to the king, and said, What [is] this [that] thou hast done? behold, Abenner came to thee; and why hast thou let him go, and he has departed in peace?
3.25    Knowest thou not the mischief of Abenner the son of Ner, that he came to deceive thee, and to know thy going out and thy coming in, and to know all things that thou doest?
3.26    And Joab returned from David, and sent messengers to Abenner after [him]; and they bring him back from the well of Seiram: bu David knew [it] not.
3.27    And he brought back Abenner to Chebron, and Joab caused him to turn aside from the gate to speak to him, laying wait for him: and he smote him there in the loins, and he died for the blood of Asael the brother of Joab.
3.28    And David heard [of it] afterwards, and said, I and my kingdom are guiltless before the Lord even for ever of the blood of Abenner the son of Ner.
3.29    Let it fall upon the head of Joab, and upon all the house of his father; and let there not be wanting of the house of Joab one that has an issue, or a leper, or that leans on a staff, or that falls by the sword, or that wants bread.
3.30    For Joab and Abessa his brother laid wait continually for Abenner, because he slew Asael their brother at Gabaon in the battle.
3.31    And David said to Joab and to all the people with him, Rend your garments, and gird yourselves with sackcloth, and lament before Abenner. And king David followed the bier.
3.32    And they bury Abenner in Chebron: and the king lifted up his voice, and wept at his tomb, and all the people wept for Abenner.
3.33    And the king mourned over Abenner, and said, Shall Abenner die according to the death of Nabal?
3.34    Thy hands were not bound, and thy feet [were] not [put] in fetters: [one] brought [thee] not near as Nabal; thou didst fall before children of iniquity.
3.35    And all the people assembled to weep for him. And all the people came to cause David to eat bread while it was yet day: and David swore, saying, God do so to me, and more also, if I eat bread or any thing else before the sun goes down.
3.36    And all the people took notice, and all things that the king did before the people were pleasing in their sight.
3.37    So all the people and all Israel perceived in that day, that it was not of the king to slay Abenner the son of Ner.
3.38    And the king said to his servants, Know ye not that a great prince is this day fallen in Israel?
3.39    And that I am this day a [mere] kinsman [of his], and [as it were] a subject; but these men the sons of Saruia are too had for me: the Lord reward the evil-doer according to his wickedness.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν.
4.2     καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ, ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ, υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν· ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν,
4.3     καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.
4.4     καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ, καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε.
4.5     καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας,
4.6     καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον
4.7     καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.
4.8     καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν *κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.
4.9     καὶ ἀπεκρίθη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς Ζῇ *κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
4.10    ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια·
4.11    καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.
4.12    καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων· καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ.

- Chapitre / chapter 4 -
4.1     And Jebosthe the son of Saul heard that Abenner the son of Ner had died in Chebron; and his hands were paralyzed, and all the men of Israel grew faint.
4.2     And Jebosthe the son of Saul had two men that were captains of bands: the name of the one [was] Baana, and the name of the other Rechab, sons of Remmon the Berothite of the children of Benjamin; for Beroth was reckoned to the children of Benjamin.
4.3     And the Berothites ran away to Gethaim, and were sojourners there until this day.
4.4     And Jonathan Saul's son [had] a son lame of his feet, five years old, and he was [in the way] when the news of Saul and Jonathan his son came from Jezrael, and his nurse took him up, and fled; and it came to pass as he hasted and retreated, that he fell, and was lamed. And his name [was] Memphibosthe.
4.5     And Rechab and Baana the sons of Remmon the Berothite went, and they came in the heat of the day into the house of Jebosthe; and he was sleeping on a bed at noon.
4.6     And, behold, the porter of the house winnowed wheat, and he slumbered and slept: and the brothers Rechab and Baana went privily into the house:
4.7     And Jebosthe was sleeping on his bed in his chamber: and they smite him, and slay him, and take off his head: and they took his head, and went all the night by the western road.
4.8     And they brought the head of Jebosthe to David to Chebron, and they said to the king, Behold the head of Jebosthe the son of Saul thy enemy, who sought thy life; and the Lord has executed for my lord the king vengeance on his enemies, as [it is] this day: even on Saul thy enemy, and on his seed.
4.9     And David answered and Rechab and Baana his brother, the sons of Remmon the Berothite, and said to them, [As] the Lord lives, who has redeemed my soul out of all affliction;
4.10    he that reported to me that Saul was dead, even he was as one bringing glad tidings before me: but I seized him and slew him in Sekelac, to whom I ought, [as he thought], to have given a reward or his tidings.
4.11    And now evil men have slain a righteous men in his house on his bed: now then I will require his blood of your hand, and I will destroy you from off the earth.
4.12    And David commanded his young men, and they slay them, and cut off their hands and their feet; and they hung them up at the fountain in Chebron: and they buried the head of Jebosthe in the tomb of Abenezer the son of Ner.

- Chapitre / chapter 5 -
5.1     Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἶπαν αὐτῷ Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
5.2     καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ᾽ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν *κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ.
5.3     καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον *κυρίου, καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ.
5.4     υἱὸς τριάκοντα ἐτῶν Δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,
5.5     ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ.
5.6     Καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυιδ Οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί, λέγοντες ὅτι Οὐκ εἰσελεύσεται Δαυιδ ὧδε.
5.7     καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις τοῦ Δαυιδ].
5.8     καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ· διὰ τοῦτο ἐροῦσιν Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.
5.9     καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυιδ· καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.
5.10    καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ *κύριος παντοκράτωρ μετ᾽ αὐτοῦ.
5.11    καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ.
5.12    καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν *κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.
5.13    καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρων, καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.
5.14    καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ιερουσαλημ· Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων
5.15    καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες
5.16    καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ, Σαμαε, Ιεσσιβαθ, Ναθαν, Γαλαμααν, Ιεβααρ, Θεησους, Ελφαλατ, Ναγεδ, Ναφεκ, Ιαναθα, Λεασαμυς, Βααλιμαθ, Ελιφαλαθ.
5.17    Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυιδ· καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν.
5.18    καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων.
5.19    καὶ ἠρώτησεν Δαυιδ διὰ *κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν *κύριος πρὸς Δαυιδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.
5.20    καὶ ἦλθεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυιδ Διέκοψεν *κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.
5.21    καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ.
5.22    καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων.
5.23    καὶ ἐπηρώτησεν Δαυιδ διὰ *κυρίου, καὶ εἶπεν *κύριος Οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾽ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος·
5.24    καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται *κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.
5.25    καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτῷ *κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα.

- Chapitre / chapter 5 -
5.1     And all the tribes of Israel come to David to Chebron, and they said to him, Behold, we [are] thy bone and thy flesh.
5.2     And heretofore Saul being king over us, thou was he that didst lead out and bring in Israel: and the Lord said to thee, Thou shalt feed my people Israel, and thou shalt be for a leader to my people Israel.
5.3     And all the elders of Israel come to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord; and they anoint David king over all Israel.
5.4     David [was] thirty years old when he began to reign, and he reigned forty years.
5.5     Seven years and six months he reigned in Chebron over Juda, and thirty-three years he reigned over all Israel and Juda in Jerusalem.
5.6     And David and his men, departed to Jerusalem, to the Jebusite that inhabited the land: and it was said to David, Thou shalt not come in hither: for the blind and the lame withstood him, saying, David shall not come in hither.
5.7     And David took first the hold of Sion: this [is] the city of David.
5.8     And David said on that day, Every one that smites the Jebusite, let him attack with the dagger both the lame and the blind, and those that hate the soul of David. Therefore they say, The lame and the blind shall not enter into the house of the Lord.
5.9     And David dwelt in the hold, and it was called the city of David, and he built the city itself round about from the citadel, and [he built] his own house.
5.10    And David advanced and became great, and the Lord Almighty [was] with him.
5.11    And Chiram king of Tyre sent messengers to David, and cedar wood, and carpenters, and stone-masons: and they built a house for David.
5.12    And David knew that the Lord had prepared him to be king over Israel, and that his kingdom was exalted for the sake of his people Israel.
5.13    And David took again wives and concubines out of Jerusalem, after he came from Chebron: and David had still more sons and daughters born to him.
5.14    And these [are] the names of those that were born to him in Jerusalem; Sammus, and Sobab, and Nathan, and Solomon.
5.15    And Ebear, and Elisue, and Naphec, and Jephies.
5.16    And Elisama, and Elidae, and Eliphalath, Samae, Jessibath, Nathan, Galamaan, Jebaar, Theesus, Eliphalat, Naged, Naphec, Janathan, Leasamys, Baalimath, Eliphaath.
5.17    And the Philistines heard that David was anointed king over Israel; and all the Philistines went up to seek David; and David heard of it, and went down to the strong hold.
5.18    And the Philistines came, and assembled in the valley of the giants.
5.19    And David enquired of the Lord, saying, Shall I go up against the Philistines? and wilt thou deliver them into my hands? and the Lord said to David, Go up, for I will surely deliver the Philistines into thine hands.
5.20    And David came from Upper Breaches, and smote the Philistines there: and David said, The Lord has destroyed the hostile Philistines before me, as water is dispersed; therefore the name of that place was called Over Breaches.
5.21    And they leave there their gods, and David and his men with him took them.
5.22    And the Philistines came up yet again, and assembled in the valley of Giants.
5.23    And David enquired of the Lord: and the Lord said, Thou shalt not go up to meet them: turn from them, and thou shalt meet them near the place of weeping.
5.24    And it shall come to pass when thou hearest the sound of a clashing together from the grove of weeping, then thou shalt go down to them, for then the Lord shall go forth before thee to make havoc in the battle with the Philistines.
5.25    And David did as the Lord commanded him, and smote the Philistines from Gabaon as far as the land of Gazera.

- Chapitre / chapter 6 -
6.1     Καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας.
6.2     καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ, ἐφ᾽ ἣν ἐπεκλήθη τὸ ὄνομα *κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβιν ἐπ᾽ αὐτῆς.
6.3     καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ᾽ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ· καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν
6.4     σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.
6.5     καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον *κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.
6.6     καὶ παραγίνονται ἕως ἅλω Νωδαβ, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος, τοῦ κατασχεῖν αὐτήν.
6.7     καὶ ἐθυμώθη *κύριος τῷ Οζα, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ *κυρίου ἐνώπιον τοῦ θεοῦ.
6.8     καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν *κύριος διακοπὴν ἐν τῷ Οζα· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.
6.9     καὶ ἐφοβήθη Δαυιδ τὸν *κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς *κυρίου;
6.10    καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης *κυρίου εἰς τὴν πόλιν Δαυιδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου.
6.11    καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ *κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν *κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ.
6.12    Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες Ηὐλόγησεν *κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ.
6.13    καὶ ἦσαν μετ᾽ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα.
6.14    καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον *κυρίου, καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.
6.15    καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν *κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
6.16    καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον *κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.
6.17    καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ *κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ· καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον *κυρίου καὶ εἰρηνικάς.
6.18    καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι *κυρίου τῶν δυνάμεων.
6.19    καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
6.20    καὶ ἐπέστρεψεν Δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν Τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων.
6.21    καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ Ἐνώπιον *κυρίου ὀρχήσομαι· εὐλογητὸς *κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον *κυρίου
6.22    καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με δοξασθῆναι.
6.23    καὶ τῇ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.

- Chapitre / chapter 6 -
6.1     And David again gathered all the young men of Israel, about seventy thousand.
6.2     And David arose, and went, he and all the people that were with him, and some of the rulers of Juda, on an expedition [to a distant place], to bring back thence the ark of God, on which the name of the Lord of Host who dwells between the cherubs upon it is called.
6.3     And they put the ark of the Lord on a new waggon, and took it out of the house of Aminadab who lived on the hill, and Oza and his brethren the sons of Aminadab drove the waggon with the ark.
6.4     And his brethren went before the ark.
6.5     And David and the children of Israel [were] playing before the Lord on well-tuned instruments mightily, and with songs, and with harps, and with lutes, and with drums, and with cymbals, and with pipes.
6.6     And they come as far as the threshing floor of Nachor: and Oza reached forth his hand to the ark of God to keep it steady, and took hold of it; for the ox shook it out of its place.
6.7     And the Lord was very angry with Oza; and God smote him there: and he died there by the ark of the Lord before God.
6.8     And David was dispirited because the Lord made a breach upon Oza; and that place was called the breach of Oza until this day.
6.9     And David feared the Lord in that day, saying, How shall the ark of the Lord come in to me?
6.10    And David would not bring in the ark of the covenant of the Lord to himself into the city of David: and David turned it aside into the house of Abeddara the Gethite.
6.11    And the ark of the Lord lodged in the house of Abeddara the Gethite three months, and the Lord blessed all the house of Abeddara, and all his possessions.
6.12    And it was reported to king David, saying, The Lord has blessed the house of Abeddara, and all that he has, because of the ark of the Lord. And David went, and brought up the Ark of the Lord from the house of Abeddara to the city of David with gladness.
6.13    And there were with him bearing the ark seven bands, and for a sacrifice a calf and lambs.
6.14    And David sounded with well-tuned instruments before the Lord, and David [was] clothed with a fine long robe.
6.15    And David and all the house of Israel brought up the ark of the Lord with shouting, and with the sound of a trumpet.
6.16    And it came to pass as the ark arrived at the city of David, that Melchol the daughter of Saul looked through the window, and saw king David dancing and playing before the Lord; and she despised him in her heart.
6.17    And they bring the ark of the Lord, and set it in its place in the midst of the tabernacle which David pitched for it: and David offered whole-burnt-offerings before the Lord, [and] peace-offerings.
6.18    And David made an end of offering the whole-burnt-offerings and peace-offerings, and blessed the people in the name of the Lord of Hosts.
6.19    And he distributed to all the people, even to all the host of Israel from Dan to Bersabee, both men and women, to every one a cake of bread, and a joint of meat, and a cake from the frying-pan: and all the people departed every one to his home.
6.20    And David returned to bless his house. And Melchol the daughter of Saul came out to meet David and saluted him, and said, How was the king of Israel glorified to-day, who was to-day uncovered in the eyes of the handmaids of his servants, as one of the dancers wantonly uncovers himself!
6.21    And David said to Melchol, I will dance before the Lord. Blessed [be] the Lord who chose me before thy father, and before all his house, to make me head over his people, even over Israel: therefore I will play, and dance before the Lord.
6.22    And I will again uncover myself thus, and I will be vile in thine eyes, and with the maid-servants by whom thou saidst that I was not had in honour.
6.23    And Melchol the daughter of Saul had no child till the day of her death.

- Chapitre / chapter 7 -
7.1     Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ *κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,
7.2     καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.
7.3     καὶ εἶπεν Ναθαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι *κύριος μετὰ σοῦ.
7.4     καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα *κυρίου πρὸς Ναθαν λέγων
7.5     Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει *κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·
7.6     ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ᾽ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.
7.7     ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
7.8     καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει *κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ
7.9     καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
7.10    καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾽ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾽ ἀρχῆς
7.11    ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι *κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
7.12    καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·
7.13    αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.
7.14    ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·
7.15    τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ᾽ ὧν ἀπέστησα ἐκ προσώπου μου.
7.16    καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.
7.17    κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ.
7.18    καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον *κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, *κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων;
7.19    καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, *κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, *κύριέ μου κύριε.
7.20    καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε.
7.21    διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου
7.22    ἕνεκεν τοῦ μεγαλῦναί σε, *κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.
7.23    καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα.
7.24    καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, *κύριε, ἐγένου αὐτοῖς εἰς θεόν.
7.25    καὶ νῦν, *κύριέ μου κύριε, τὸ ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, *κύριε παντοκράτωρ θεὲ τοῦ Ισραηλ· καὶ νῦν καθὼς ἐλάλησας,
7.26    μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.
7.27    *κύριε παντοκράτωρ θεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.
7.28    καὶ νῦν, *κύριέ μου κύριε, σὺ εἶ ὁ θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα·
7.29    καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, *κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

- Chapitre / chapter 7 -
7.1     And it came to pass when the king sat in his house, and the Lord had given him an inheritance on every side [free] from all his enemies round about him;
7.2     that the king said to Nathan the prophet, Behold now, I live in a house of cedar, and the ark of the Lord dwells in the midst of a tent.
7.3     And Nathan said to the king, Go and do all that [is] in thine heart, for the Lord [is] with thee.
7.4     And it came to pass in that night, that the word of the Lord came to Nathan, saying,
7.5     Go, and say to my servant David, Thus says the Lord, Thou shalt not build me a house for me to dwell in.
7.6     For I have not dwelt in a house from the day that I brought up the children of Israel out of Egypt to this day, but I have been walking in a lodge and in a tent,
7.7     wheresoever I went with all Israel. Have I ever spoken to any of the tribes of Israel, which I commanded to tend my people Israel, saying, Why have ye not built me a house of Cedar?
7.8     And now thus shalt thou say to my servant David, Thus says the Lord Almighty, I took thee from the sheep-cote, that thou shouldest be a prince over my people, over Israel.
7.9     And I was with thee wheresoever thou wentest, and I destroyed all thine enemies before thee, and I made thee renowned according to the renown of the great ones on the earth.
7.10    And I will appoint a place for my people Israel, and will plant them, and they shall dwell by themselves, and shall be no more distressed; and the son of iniquity shall no more afflict them, as he [has done] from the beginning,
7.11    from the days when I appointed judges over my people Israel: and I will give thee rest from all thine enemies, and the Lord will tell thee that thou shalt build a house to him.
7.12    And it shall come to pass when thy days shall have been fulfilled, and thou shalt sleep with thy fathers, that I will raise up thy seed after thee, even thine own issue, and I will establish his kingdom.
7.13    He shall build for me a house to my name, and I will set up his throne even for ever.
7.14    I will be to him a father, and he shall be to me a son. And when he happens to transgress, then will I chasten him with the rod of men, and with the stripes of the sons of men.
7.15    But my mercy I will not take from him, as I took it from those whom I removed from my presence.
7.16    And his house shall be made sure, and his kingdom for ever before me, and his throne shall be set up for ever.
7.17    According to all these words, and according to all this vision, so Nathan spoke to David.
7.18    And king David came in, and sat before the Lord, and said, Who am I, O Lord, my Lord, and what [is] my house, that thou hast loved me hitherto?
7.19    Whereas I was very little before thee, O Lord, my Lord, yet thou spokest concerning the house of thy servant for a long time to [to come]. And [is] this the law of man, O Lord, my Lord?
7.20    And what shall David yet say to thee? and now thou knowest thy servant, O Lord, my Lord.
7.21    And thou hast wrought for thy servant's sake, and according to thy heart thou hast wrought all this greatness, to make it known to thy servant,
7.22    that he may magnify thee, O my Lord; for there is no one like thee, and there is no God, but thou among all of whom we have heard with our ears.
7.23    And what other nation in the earth [is] as thy people Israel? whereas God was his guide, to redeem for himself a people to make thee a name, to do mightily and nobly, so that thou shouldest cast out nations an [their] tabernacles from the presence of thy people, whom thou didst redeem for thyself out of Egypt?
7.24    And thou has prepared for thyself thy people Israel to be a people for ever, and thou, Lord, art become their God.
7.25    And now, O my Lord, the Almighty Lord God of Israel, confirm the word for ever which thou hast spoken concerning thy servant and his house: and now as thou hast said,
7.26    Let thy name be magnified for ever.
7.27    Almighty Lord God of Israel, thou hast uncovered the ear of thy servant, saying, I will build thee a house: therefore thy servant has found [in] his heart to pray this prayer to thee.
7.28    And now, O Lord my Lord, thou art God; and thy words will be true, and thou hast spoken these good things concerning thy servant.
7.29    And now begin and bless the house of thy servant, that it may continue for ever before thee; for thou, O Lord, my Lord, hast spoken, and te house of thy servant shall be blessed with thy blessing so as to continue for ever.

- Chapitre / chapter 8 -
8.1     Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
8.2     καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν, καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια.
8.3     καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.
8.4     καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.
8.5     καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
8.6     καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσεν *κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
8.7     καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα, καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ· καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος.
8.8     καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
8.9     καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ,
8.10    καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ.
8.11    καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ *κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν,
8.12    ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα.
8.13    καὶ ἐποίησεν Δαυιδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας.
8.14    καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν *κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
8.15    Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ, καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ.
8.16    καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς, καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων,
8.17    καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς,
8.18    καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος, καὶ ὁ χελεθθι καὶ ὁ φελεττι· καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν.

- Chapitre / chapter 8 -
8.1     And it came to pass after this, that David smote the Philistines, and put them to flight, and David took the tribute from out of the hand of the Philistines.
8.2     And David smote Moab, and measured them out with lines, having laid them down on the ground: and there were two lines for slaying, and two lines he kept alive: and Moab became servants to David, yielding tribute.
8.3     And David smote Adraazar the son of Raab king of Suba, as he went to extend his power to the river Euphrates.
8.4     And David took a thousand of his chariots, and seven thousand horsemen, and twenty thousand footmen: and David houghed all his chariot [horses], and he reserved to himself a hundred chariots.
8.5     And Syria of Damascus comes to help Adraazar king of Suba, and David smote twenty-two thousand men belonging to the Syrian.
8.6     And David placed a garrison in Syria near Damascus, and the Syrians became servants and tributaries to David: and the Lord preserved David whithersoever he went.
8.7     And David took the golden bracelets which were on the servants of Adraazar king of Suba, and brought them to Jerusalem. And Susakim king of Egypt took them, when he went up to Jerusalem in the days of Roboam son of Solomon.
8.8     And king David took from Metebac, and from the choice cities of Adraazar, very much brass: with that Solomon made the brazen sea, and the pillars, and the lavers, and all the furniture.
8.9     And Thou the king of Hemath heard that David had smitten all the host of Adraazar.
8.10    And Thou sent Jedduram his son to king David, to ask him of his welfare, and to congratulate him on his fighting against Adraazar and smiting him, for he was an enemy to Adraazar: and in his hands were vessels of silver, and vessels of gold, and vessels of brass.
8.11    And these king David consecrated to the Lord, with the silver and with the gold which he consecrated out of all the cities which he conquered,
8.12    out of Idumea, and out of Moab, and from the children of Ammon, and from the Philistines, and from Amalec, and from the spoils of Adraazar son of Raab king of Suba.
8.13    And David made [himself] a name: and when he returned he smote Idumea in Gebelem to [the number of] eighteen thousand.
8.14    And he set garrisons in Idumea, even in all Idumea: and all the Idumeans were servants to the king. And the Lord preserved David wherever he went.
8.15    And David reigned over all Israel: and David wrought judgment and justice over all his people.
8.16    And Joab the son of Saruia [was] over the host; and Josaphat the son of Achilud [was keeper] of the records.
8.17    And Sadoc the son of Achitob, and Achimelech son of Abiathar, [were] priests; and Sasa [was] the scribe,
8.18    and Banaeas son of Jodae [was] councillor, and the Chelethite and the Phelethite, and the sons of David, were princes of the court.

- Chapitre / chapter 9 -
9.1     Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν;
9.2     καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σιβα; καὶ εἶπεν Ἐγὼ δοῦλος σός.
9.3     καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος θεοῦ; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας.
9.4     καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.
9.5     καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.
9.6     καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου.
9.7     καὶ εἶπεν αὐτῷ Δαυιδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.
9.8     καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;
9.9     καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα, ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ, δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·
9.10    καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. [καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.]
9.11    καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως.
9.12    καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε.
9.13    καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

- Chapitre / chapter 9 -
9.1     And David said, Is there yet any one left in the house of Saul, that I may deal kindly with him for Jonathan's sake?
9.2     And there was a servant of the house of Saul, and his name was Siba: and they call him to David; and the king said to him, Art thou Siba? and he said, I [am] thy servant.
9.3     And the king said, Is there yet a man left of the house of Saul, that I may act towards him with the mercy of God? and Siba said to the king, There is yet a son of Jonathan, lame [of] his feet.
9.4     And the king said, Where [is] he? and Siba said to the king, Behold, [he is] in the house of Machir the son of Amiel of Lodabar.
9.5     And king David went, and took him out of the house of Machir the son Amiel of Lodabar.
9.6     And Memphibosthe the son of Jonathan the son of Saul comes to the king David, and he fell upon his face and did obeisance to him: and David said to him, Memphibosthe: and he said, Behold thy servant.
9.7     And David said to him, Fear not, for I will surely deal mercifully with thee for the sake of Jonathan thy father, and I will restore to thee all the land of Saul the father of thy father; and thou shalt eat bread at my table continually.
9.8     And Memphibosthe did obeisance, and said, Who am I thy servant, that thou hast looked upon a dead dog like me?
9.9     And the king called Siba the servant of Saul, and said to him, All that belonged to Saul and to all his house have I given to the son of thy lord.
9.10    And thou, and thy sons, and thy servants, shall till the land for him; and thou shalt bring in bread to the son of thy lord, and he shall eat bread: and Memphibosthe the son of thy lord shall eat bread continually at my table. Now Siba had fifteen sons and twenty servants.
9.11    And Siba said to the king, According to all that my lord the king has commanded his servant, so will thy servant do. And Memphibosthe did eat at the table of David, as one of the sons of the king.
9.12    And Memphibosthe had a little son, and his name [was] Micha: and all the household of Siba [were] servants to Memphibosthe.
9.13    And Memphibosthe dwelt in Jerusalem, for he continually ate at the table of the king; and he was lame in both his feet.

- Chapitre / chapter 10 -
10.1    Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αννων υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
10.2    καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αννων υἱοῦ Ναας, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾽ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυιδ εἰς τὴν γῆν υἱῶν Αμμων.
10.3    καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Αμμων πρὸς Αννων τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ᾽ οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;
10.4    καὶ ἔλαβεν Αννων τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς.
10.5    καὶ ἀνήγγειλαν τῷ Δαυιδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.
10.6    καὶ εἶδαν οἱ υἱοὶ Αμμων ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυιδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροωβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχα, χιλίους ἄνδρας, καὶ Ιστωβ, δώδεκα χιλιάδας ἀνδρῶν.
10.7    καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς.
10.8    καὶ ἐξῆλθαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης, καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρῷ.
10.9    καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ισραηλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας.
10.10   καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων.
10.11   καὶ εἶπεν Ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθῶσιν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε·
10.12   ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ *κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
10.13   καὶ προσῆλθεν Ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ᾽ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ.
10.14   καὶ οἱ υἱοὶ Αμμων εἶδαν ὅτι ἔφυγεν Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰσῆλθαν εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τῶν υἱῶν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ.
10.15   καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ισραηλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό.
10.16   καὶ ἀπέστειλεν Αδρααζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμακ, καὶ παρεγένοντο Αιλαμ, καὶ Σωβακ ἄρχων τῆς δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν.
10.17   καὶ ἀνηγγέλη τῷ Δαυιδ, καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ παρεγένοντο εἰς Αιλαμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυιδ καὶ ἐπολέμησαν μετ᾽ αὐτοῦ.
10.18   καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ισραηλ, καὶ ἀνεῖλεν Δαυιδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβακ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέθανεν ἐκεῖ.
10.19   καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ, καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Αμμων.

- Chapitre / chapter 10 -
10.1    And it came to pass after this that the king of the children of Ammon died, and Annon his son reigned in his stead.
10.2    And David said, I will shew mercy to Annon the son of Naas, as his father dealt mercifully with me. And David sent to comfort him concerning his father by the hand of his servants; and the servants of David came into the land of the children of Ammon.
10.3    And the princes of the children of Ammon said to Annon their lord, [Is it] to honour thy father before thee that David has sent comforters to thee? Has not David rather sent his servants to thee that they should search the city, and spy it out and examine it?
10.4    And Annon took the servants of David, and shaved their beards, and cut off their garments in the midst as far as their haunches, and sent them away.
10.5    And they brought David word concerning the men; and he sent to meet them, for the men were greatly dishonoured: and the king said, Remain in Jericho till your beards have grown, and [then] ye shall return.
10.6    And the children of Ammon saw that the people of David were ashamed; and the children of Ammon sent, and hired the Syrians of Baethraam, and the Syrians of Suba, and Roob, twenty thousand footmen, and the king of Amalec with a thousand men, and Istob with twelve thousand men.
10.7    And David heard, and sent Joab and all his host, [even] the mighty men.
10.8    And the children of Ammon went forth, and set the battle in array by the door of the gate: [those] of Syria, Suba, and Roob, and Istob, and Amalec, being by themselves in the field.
10.9    And Joab saw that the front of the battle was against him from that which was opposed in front and from behind, and he chose out [some] of all the young men of Israel, and they set themselves in array against Syria.
10.10   And the rest of the people he gave into the hand of Abessa his brother, and they set the battle in array opposite to the children of Ammon.
10.11   And he said, If Syria be too strong for me, then shall ye help me: and if the children of Ammon be too strong for thee, then will we be ready to help thee.
10.12   Be thou courageous, and let us be strong for our people, and for the sake of the cities of our God, and the Lord shall do that which is good in his eyes.
10.13   And Joab and his people with him advanced to battle against Syria, and they fled from before him.
10.14   And the children of Ammon saw that the Syrians were fled, and they fled from before Abessa, and entered into the city: and Joab returned from the children of Ammon, and came to Jerusalem.
10.15   And the Syrians saw that they were worsted before Israel, and they gathered themselves together.
10.16   And Adraazar sent and gathered the Syrians from the other side of the river Chalamak, and they came to Aelam; and Sobac the captain of the host of Adraazar [was] at their head.
10.17   And it was reported to David, and he gathered all Israel, and went over Jordan, and came to Aelam: and the Syrians set the battle in array against David, and fought with him.
10.18   And Syria fled from before Israel, and David destroyed of Syria seven hundred chariots, and forty thousand horsemen, and he smote Sobac the captain of his host, and he died there.
10.19   And all the kings the servants of Adraazar saw that they were put to the worse before Israel, and they went over to Israel, and served them: and Syria was afraid to help the children of Ammon any more.

- Chapitre / chapter 11 -
11.1    Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸν πάντα Ισραηλ, καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ· καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ.
11.2    Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.
11.3    καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου;
11.4    καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
11.5    καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.
11.6    καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων Ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ.
11.7    καὶ παραγίνεται Ουριας καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου.
11.8    καὶ εἶπεν Δαυιδ τῷ Ουρια Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.
11.9    καὶ ἐκοιμήθη Ουριας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.
11.10   καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;
11.11   καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.
11.12   καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.
11.13   καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.
11.14   καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου.
11.15   καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.
11.16   καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.
11.17   καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος.
11.18   καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου
11.19   καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα
11.20   καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;
11.21   τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.
11.22   καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;
11.23   καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ Ὅτι ἐκραταίωσαν ἐφ᾽ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ᾽ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ᾽ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης,
11.24   καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέθανεν.
11.25   καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ Μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν.
11.26   καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.
11.27   καὶ διῆλθεν τὸ πένθος, καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα, ὃ ἐποίησεν Δαυιδ, ἐν ὀφθαλμοῖς *κυρίου.


- Chapitre / chapter 11 -
11.1    And it came to pass when the time o the year for kings going out [to battle] had come round, that David sent Joab, and his servants with him, and all Israel; and they destroyed the children of Ammon, and besieged Rabbath: but David remained at Jerusalem.
11.2    And it came to pass toward evening, that David arose off his couch, and walked on the roof of the king's house, and saw from the roof a woman bathing; and the woman was very beautiful to look upon.
11.3    And David sent and enquired about the woman: and [one] said, [Is] not this Bersabee the daughter of Eliab, the wife of Urias the Chettite?
11.4    And David sent messengers, and took her, and went in to her, and he lay with her: and she was purified from her uncleanness, and returned to her house.
11.5    And the woman conceived; and she sent and told David, and said, I am with child.
11.6    And David sent to Joab, saying, Send me Urias the Chettite; and Joab sent Urias to David.
11.7    And Urias arrived and went in to him, and David asked him how Joab was, and how the people were, and how the war went on.
11.8    And David said to Urias, Go to thy house, and wash thy feet: and Urias departed from the house of the king, and a portion [of meat] from the king followed him.
11.9    And Urias slept at the door of the king with the servants of his lord, and went not down to his house.
11.10   And they brought David word, saying, Urias has not gone down to his house. And David said to Urias, Art thou not come from a journey? why hast thou not gone down to thy house?
11.11   And Urias said to David, The ark, and Israel, and Juda dwell in tents; and my lord Joab, and the servants of my lord, are encamped in the open fields; and shall I go into my house to eat and drink, and lie with my wife? how [should I o this? as] thy soul lives, I will not do this thing.
11.12   And David said to Urias, Remain here to-day also, and to-morrow I will let thee go. So Urias remained in Jerusalem that day and the day following.
11.13   And David called him, and he ate before him and drank, and he made him drunk: and he went out in the evening to lie upon his bed with the servants of his lord, and went not down to his house.
11.14   And the morning came, and David wrote a letter to Joab, and sent it by the hand of Urias.
11.15   And he wrote in the letter, saying, Station Urias in front of the severe [part] of the fight, and retreat from behind him, so shall he be wounded and die.
11.16   And it came to pass while Joab was watching against the city, that he set Urias in a place where he knew that valiant men were.
11.17   And the men of the city went out, and fought with Joab: and some of the people of the servants of David fell, and Urias the Chettite died also.
11.18   And Joab sent, and reported to David all the events of the war, so as to tell them to the king.
11.19   And he charged the messenger, saying, When thou hast finished reporting all the events of the war to the king,
11.20   then it shall come to pass if the anger of the king shall arise, and he shall say to thee, Why did ye draw nigh to the city to fight? knew ye not that they would shoot from off the wall?
11.21   Who smote Abimelech the son of Jerobaal son of Ner? did not a woman cast a piece of a millstone upon him from above the wall, and he died in Thamasi? why did ye draw near to the wall? then thou shalt say, Thy servant Urias the Chettite is also dead.
11.22   And the messenger of Joab went to the king to Jerusalem, and he came and reported to David all that Joab told him, all the affairs of the war. And David was very angry with Joab, and said to the messenger, Why did ye draw nigh to the wall to fight? knew ye not that ye would be wounded from off the wall? Who smote Abimelech the son of Jerobaal? did not a woman cast upon him a piece of millstone from the wall, and he died I Thamasi? why did ye draw near to the wall?
11.23   And the messenger said to David, The men prevailed against us, and they came out against us into the field, and we came upon them even to the door of the gate.
11.24   And the archers shot at thy servants from off the wall, and some of the king's servants died, and thy servant Urias the Chettite is dead also.
11.25   And David said to the messenger, Thus shalt thou say to Joab, Let not the matter be grievous in thine eyes, for the sword devours one way at one time and another way at another: strengthen thine array against the city, and destroy it, and strengthen him.
11.26   And the wife of Urias heard that Urias her husband was dead, and she mourned for her husband.
11.27   And the time of mourning expired, and David sent and took her into his house, and she became his wife, and bore him a son: but the thing which David did was evil in the eyes of the Lord.


- Chapitre / chapter 12 -
12.1    καὶ ἀπέστειλεν *κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης·
12.2    καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα,
12.3    καὶ τῷ πένητι οὐδὲν ἀλλ᾽ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ᾽ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·
12.4    καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.
12.5    καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν Ζῇ *κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο
12.6    καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ᾽ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.
12.7    καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει *κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ
12.8    καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα· καὶ εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταῦτα.
12.9    τί ὅτι ἐφαύλισας τὸν λόγον *κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων.
12.10   καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ᾽ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.
12.11   τάδε λέγει *κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ᾽ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·
12.12   ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου.
12.13   καὶ εἶπεν Δαυιδ τῷ Ναθαν Ἡμάρτηκα τῷ *κυρίῳ. καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ Καὶ *κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·
12.14   πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς *κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.
12.15   καὶ ἀπῆλθεν Ναθαν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἔθραυσεν *κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τῷ Δαυιδ, καὶ ἠρρώστησεν.
12.16   καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.
12.17   καὶ ἀνέστησαν ἐπ᾽ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.
12.18   καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον; καὶ ποιήσει κακά.
12.19   καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον; καὶ εἶπαν Τέθνηκεν.
12.20   καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ *θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν.
12.21   καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας.
12.22   καὶ εἶπεν Δαυιδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με *κύριος καὶ ζήσεται τὸ παιδάριον;
12.23   καὶ νῦν τέθνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.
12.24   καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς, καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμων, καὶ *κύριος ἠγάπησεν αὐτόν.
12.25   καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν *κυρίου.
12.26   Καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαθ υἱῶν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.
12.27   καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·
12.28   καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ᾽ αὐτήν.
12.29   καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.
12.30   καὶ ἔλαβεν τὸν στέφανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.
12.31   καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων. καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλημ.

- Chapitre / chapter 12 -
12.1    And the Lord sent Nathan the prophet to David; and he went in to him, and said to him, There were two men in one city, one rich and the other poor.
12.2    And the rich [man] had very many flocks and herds.
12.3    But the poor [man had] only one little ewe lamb, which he had purchased, and preserved, and reared; an it grew up with himself and his children in common; it ate of his bread and drank of his cup, and slept in his bosom, and was to him as a daughter.
12.4    And a traveller came to the rich man, and he spared to take of his flocks and of his herds, to dress for the traveller that came to him; and he took the poor man's lamb, and dressed it for the man that came to him.
12.5    And David was greatly moved with anger against the man; and David said to Nathan, [As] the Lord lives, the man that did this thing shall surely die.
12.6    And he shall restore the lamb seven-fold, because he has not spared.
12.7    And Nathan said to David, Thou art the man that has done this. Thus says the Lord God of Israel, I anointed thee to be king over Israel, and I rescued thee out the hand of Saul;
12.8    and I gave thee the house of the lord, and the wives of thy lord into thy bosom, and I gave to thee the house of Israel and Juda; and if that had been little, I would have given thee yet more.
12.9    Why hast thou set at nought the word of the Lord, to do that which is evil in his eyes? thou hast slain Urias the Chettite with the sword, and thou hast taken his wife to be thy wife, and thou hast slain him with the sword of the children of Ammon.
12.10   Now therefore the sword shall not depart from thy house for ever, because thou has set me at nought, and thou hast taken the wife of Urias the Chettite, to be thy wife.
12.11   Thus says the Lord, Behold, I will raise up against thee evil out of thy house, and I will take thy wives before thine eyes, and will give them to thy neighbour, and he shall lie with thy wives in the sight of this sun.
12.12   For thou didst it secretly, but I will do this thing in the sight of all Israel, and before the sun.
12.13   And David said to Nathan, I have sinned against the Lord. And Nathan said to David, And the Lord has put away thy sin; thou shalt not die.
12.14   Only because thou hast given great occasion of provocation to the enemies of the Lord by this thing, thy son also that is born to thee shall surely die.
12.15   And Nathan departed to his house. And the Lord smote the child, which the wife of Urias the Chettite bore to David, and it was ill.
12.16   And David enquired of God concerning the child, and David fasted, and went in and lay all night upon the ground.
12.17   And the elders of his house arose [and went] to him to raise him up from the ground, but he would not [rise], nor did he eat bread with them.
12.18   And it came to pass on the seventh day that the child died: and the servants of David were afraid to tell him that the child was dead; for they said, Behold, while the child was yet alive we spoke to him, and he hearkened not to our voice; and thou should we tell him that the child is dead?-- so would he do [himself] harm.
12.19   And David understood that his servants were whispering, and David perceived that the child was dead: and David said to his servants, Is the child dead? and they said, He is dead.
12.20   Then David rose up from the earth, and washed, and anointed himself, and changed his raiment, and went into the house of God, and worshipped him; and went into his own house, and called for bread to eat, and they set bread before him and he ate.
12.21   And his servants said to him, What [is] this thing that thou hast done concerning the child? while it was yet living thou didst fast, and weep, and watch: and when the child was dead thou didst rise up, and didst eat bread, and drink.
12.22   And David said, While the child yet lived, I fasted and wept; for I said, Who knows if the Lord will pity me, and the child live?
12.23   But now it is dead, why should I fast thus? shall I be able to bring him back again? I shall go to him, but he shall not return to me.
12.24   And David comforted Bersabee his wife, and he went in to her, and lay with her; and she conceived and bore a son, and he called his named Solomon, and the Lord loved him.
12.25   And he sent by the hand of Nathan the prophet, and called his name Jeddedi, for the Lord's sake.
12.26   And Joab fought against Rabbath of the children of Ammon, and took the royal city.
12.27   And Joab sent messengers to David, and said, I have fought against Rabbath, and taken the city of waters.
12.28   And now gather the rest of the people, and encamp against the city, an take it beforehand; lest I take the city first, and my name be called upon it.
12.29   And David gathered all the people, and went to Rabbath, and fought against it, and took it.
12.30   And he took the crown of Molchom their king from off his head, and the weight of it was a talent of gold, with precious stones, and it was upon the head of David; and he carried forth very much spoil of the city.
12.31   And he brought forth the people that were in it, and put them under the saw, and under iron harrows, and axes of iron, and made them pass through the brick-kiln: and thus he did to all the cities of the children of Ammon. And David and all the people returned to Jerusalem.

- Chapitre / chapter 13 -
13.1    Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημαρ, καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ.
13.2    καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὐτή, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ.
13.3    καὶ ἦν τῷ Αμνων ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελφοῦ Δαυιδ· καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα.
13.4    καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωὶ πρωί; οὐκ ἀπαγγελεῖς μοι; καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ.
13.5    καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ᾽ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς.
13.6    καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς.
13.7    καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων Πορεύθητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα.
13.8    καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ᾽ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας·
13.9    καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησεν φαγεῖν. καὶ εἶπεν Αμνων Ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ.
13.10   καὶ εἶπεν Αμνων πρὸς Θημαρ Εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας, ἃς ἐποίησεν, καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα
13.11   καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ Δεῦρο κοιμήθητι μετ᾽ ἐμοῦ, ἀδελφή μου.
13.12   καὶ εἶπεν αὐτῷ Μή, ἄδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ· μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην·
13.13   καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ.
13.14   καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς.
13.15   καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σφόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτήν, ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Αμνων Ἀνάστηθι καὶ πορεύου.
13.16   καὶ εἶπεν αὐτῷ Θημαρ Μή, ἄδελφε, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ᾽ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠθέλησεν Αμνων ἀκοῦσαι τῆς φωνῆς αὐτῆς.
13.17   καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἐξαποστείλατε δὴ ταύτην ἀπ᾽ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς.
13.18   καὶ ἐπ᾽ αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς·
13.19   καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ᾽ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
13.20   καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτῆς Μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελφή μου, κώφευσον, ὅτι ἀδελφός σού ἐστιν· μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελφοῦ αὐτῆς.
13.21   καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα· καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν.
13.22   καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ, ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ.
13.23   Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλωμ ἐν Βελασωρ τῇ ἐχόμενα Εφραιμ, καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως.
13.24   καὶ ἦλθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν Ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου, πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου.
13.25   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ Μὴ δή, υἱέ μου, μὴ πορευθῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν.
13.26   καὶ εἶπεν Αβεσσαλωμ Καὶ εἰ μή, πορευθήτω δὴ μεθ᾽ ἡμῶν Αμνων ὁ ἀδελφός μου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί πορευθῇ μετὰ σοῦ;
13.27   καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ, καὶ ἀπέστειλεν μετ᾽ αὐτοῦ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως.
13.28   καὶ ἐνετείλατο Αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων Ἴδετε ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς Πατάξατε τὸν Αμνων, καὶ θανατώσατε αὐτόν· μὴ φοβηθῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως.
13.29   καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τῷ Αμνων καθὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλωμ. καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν.
13.30   καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς Δαυιδ λέγων Ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
13.31   καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
13.32   καὶ ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφοῦ Δαυιδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Αμνων μονώτατος ἀπέθανεν· ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτοῦ·
13.33   καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν, ὅτι ἀλλ᾽ ἢ Αμνων μονώτατος ἀπέθανεν.
13.34   καὶ ἀπέδρα Αβεσσαλωμ. καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ωρωνην ἐκ μέρους τοῦ ὄρους.
13.35   καὶ εἶπεν Ιωναδαβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο.
13.36   καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα.
13.37   καὶ Αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γῆν Μαχαδ. καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας.
13.38   Καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία.
13.39   καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Αβεσσαλωμ, ὅτι παρεκλήθη ἐπὶ Αμνων ὅτι ἀπέθανεν.

- Chapitre / chapter 13 -
13.1    And it happened after this that Abessalom the son of David had a very beautiful sister, and her name [was] Themar; and Amnon the son of David loved her.
13.2    And Amnon was distressed even to sickness, because of Themar his sister; for she was a virgin, and it seemed very difficult for Amnon to do anything to her.
13.3    And Amnon had a friend, and his name [was] Jonadab, the son of Samaa the brother of David: and Jonadab [was] a very cunning man.
13.4    And he said to him, What ails thee that thou art thus weak? O son of the king, morning by morning? wilt thou not tell me? and Ammon said, I love Themar the sister of my brother Abessalom.
13.5    And Jonadab said to him, Lie upon thy bed, and make thyself sick, and thy father shall come in to see thee; and thou shalt say to him, Let, I pray thee, Themar my sister come, and feed me with morsels, and let her prepare food before my eyes, that I may see and eat at her hands.
13.6    So Ammon lay down, and made himself sick; and the king came in to see him: and Amnon said to the king, Let, I pray thee, my sister Themar come to me, and make a couple of cakes in my sight, and I will eat them at her hand.
13.7    And David sent to Themar to the house, saying, Go now to thy brother's house, and dress him food.
13.8    And Themar went to the house of her brother Amnon, and he [was] lying down: and she took the dough and kneaded it, and made cakes in his sight, and baked the cakes.
13.9    And she took the frying pan and poured them out before him, but he would not eat. And Amnon said, Send out every man from about me. And they removed every man from about him.
13.10   And Amnon said to Themar, Bring in the food into the closet, and I will eat of thy hand. And Themar took the cakes which she had made, and brought them to her brother Amnon into the chamber.
13.11   And she brought [them] to him to eat, and he caught hold of her, and said to her, Come, lie with me, my sister.
13.12   And she said to him, Nay, my brother, do not humble me, for it ought not to be so done in Israel; do not this folly.
13.13   And I, whither shall I remove my reproach? and thou shalt be as one of the fools in Israel. And now, speak, I pray thee, to the king, for surely he will not keep me from thee.
13.14   But Amnon would not hearken to her voice; and he prevailed against her, and humbled her, and lay with her.
13.15   Then Amnon hated her with very great hatred; for the hatred with which he hated her was greater than the love with which he had loved her, for the last wickedness was greater than the first: and Amnon said to her, Rise, and be gone.
13.16   And Themar spoke to him concerning this great mischief, greater, [said she], than the other that thou didst me, to send me away: but Amnon would not hearken to her voice.
13.17   And he called his servant who had charge of the house, and said to him, Put now this [woman] out from me, and shut the door after her.
13.18   And she had on her a variegated robe, for so were the king's daughters that were virgins attired in their apparel: and his servant led her forth, and shut the door after her.
13.19   And Themar took ashes, and put them on her head; and she rent the variegated garment that was upon her: and she laid her hands on her head, and went crying continually.
13.20   And Abessalom her brother said to her, Has thy brother Amnon been with thee? now then, my sister, be silent, for he is thy brother: be not careful to mention this matter. So Themar dwelt as a widow in the house of her brother Abessalom.
13.21   And king David heard of all these things, and was very angry; but he did not grieve the spirit of his son Amnon, because be loved him, for he was his first-born.
13.22   And Abessalom spoke not to Amnon, good or bad, because Abessalom hated Amnon, on account of his humbling his sister Themar.
13.23   And it came to pass at the end of two whole years, that they were shearing [sheep] for Abessalom in Belasor near Ephraim: and Abessalom invited all the king's sons.
13.24   And Abessalom came to the king, and said, Behold, thy servant has a sheep-shearing; let now the king and his servants go with thy servant.
13.25   And the king said to Abessalom, Nay, my son, let us not all go, and let us not be burdensome to thee. And he pressed him; but he would not go, but blessed him.
13.26   And Abessalom said to him, And if not, let I pray thee, my brother Amnon go with us. And the king said to him, Why should he go with thee?
13.27   And Abessalom pressed him, and he sent with him Amnon and all the king's sons; and Abessalom made a banquet like the banquet of the king.
13.28   And Abessalom charged his servants, saying, Mark when the heart of Amnon shall be merry with wine, and I shall say to you, Smite Amnon, and slay him: fear not; for is it not I that command you? Be courageous, and be valiant.
13.29   And the servants of Abessalom did to Amnon as Abessalom commanded them: and all the sons of the king rose up, and they mounted every man his mule, and fled.
13.30   And it came to pass, when they were in the way, that a report came to David, saying, Abessalom has slain all the king's sons, and there is not one of them left.
13.31   Then the king arose, and rent his garments, and lay upon the ground: and all his servants that were standing round him rent their garments.
13.32   And Jonadab the son of Samaa brother of David, answered and said, Let not my Lord the king say that he has slain all the young men the sons of the king, for Amnon only of them all is dead; for he was appointed [to death] by the mouth of Abessalom from the day that he humbled his sister Themar.
13.33   And now let not my lord the king take the matter to heart, saying, All the king's sons are dead: for Amnon only of them is dead.
13.34   And Abessalom escaped: and the young man the watchman, lifted up his eyes, and looked; and, behold, much people went in the way behind him from the side of the mountain in the descent: and the watchman came and told the king, and said, I have seen men by the way of Oronen, by the side of the mountain.
13.35   And Jonadab said to the king, Behold, the king' sons are present: according to the word of thy servant, so has it happened.
13.36   And it came to pass when he had finished speaking, that, behold, the king's sons came, and lifted up their voices and wept: and the king also and all his servants wept with a very great weeping.
13.37   But Abessalom fled, and went to Tholmi son of Emiud the king of Gedsur to the land of Chamaachad: and king David mourned for his son continually.
13.38   So Abessalom fled, and departed to Gedsur, and was there three years.
13.39   And king David ceased to go out after Abessalom, for he was comforted concerning Amnon, touching his death.

- Chapitre / chapter 14 -
14.1    καὶ ἔγνω Ιωαβ υἱὸς Σαρουιας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Αβεσσαλωμ.
14.2    καὶ ἀπέστειλεν Ιωαβ εἰς Θεκωε καὶ ἔλαβεν ἐκεῖθεν γυναῖκα σοφὴν καὶ εἶπεν πρὸς αὐτήν Πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενθοῦσα ἐπὶ τεθνηκότι τοῦτο ἡμέρας πολλὰς
14.3    καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ἔθηκεν Ιωαβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
14.4    καὶ εἰσῆλθεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον.
14.5    καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς Τί ἐστίν σοι; ἡ δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέθανεν ὁ ἀνήρ μου.
14.6    καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν ὁ εἷς τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτόν.
14.7    καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτοῦ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ, οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς.
14.8    καὶ εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ.
14.9    καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα Ἐπ ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος.
14.10   καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτοῦ.
14.11   καὶ εἶπεν Μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν *κύριον θεὸν αὐτοῦ πληθυνθῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαφθεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ *κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν.
14.12   καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον.
14.13   καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ.
14.14   ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήμψεται ὁ θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ᾽ αὐτοῦ ἐξωσμένον.
14.15   καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου Λαλησάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ·
14.16   ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ.
14.17   καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ *κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ.
14.18   καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς.
14.19   καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους·
14.20   ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ.
14.21   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ Ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ.
14.22   καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ.
14.23   καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ.
14.24   καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω. καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
14.25   καὶ ὡς Αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σφόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος.
14.26   καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐγένετο ἀπ᾽ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ᾽ αὐτόν, καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ.
14.27   καὶ ἐτέχθησαν τῷ Αβεσσαλωμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημαρ· αὕτη ἦν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοαμ υἱῷ Σαλωμων καὶ τίκτει αὐτῷ τὸν Αβια.
14.28   Καὶ ἐκάθισεν Αβεσσαλωμ ἐν Ιερουσαλημ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν.
14.29   καὶ ἀπέστειλεν Αβεσσαλωμ πρὸς Ιωαβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησεν παραγενέσθαι.
14.30   καὶ εἶπεν Αβεσσαλωμ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ιωαβ ἐχόμενά μου, καὶ αὐτῷ κριθαὶ ἐκεῖ, πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Αβεσσαλωμ. καὶ παραγίνονται οἱ δοῦλοι Ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Αβεσσαλωμ τὴν μερίδα ἐν πυρί.
14.31   καὶ ἀνέστη Ιωαβ καὶ ἦλθεν πρὸς Αβεσσαλωμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί;
14.32   καὶ εἶπεν Αβεσσαλωμ πρὸς Ιωαβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἧκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλθον ἐκ Γεδσουρ; ἀγαθόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με.
14.33   καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσεν τὸν Αβεσσαλωμ, καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Αβεσσαλωμ.

- Chapitre / chapter 14 -
14.1    And Joab the son of Saruia knew that the heart of the king was toward Abessalom.
14.2    And Joab sent to Thecoe, and took thence a cunning woman, and said to her, Mourn, I pray thee, and put on mourning apparel, and anoint thee not with oil, and thou shalt be as a woman mourning for one that is dead thus for many days.
14.3    And thou shalt go to the king, and speak to him according to this word. And Joab put the words in her mouth.
14.4    So the woman of Thecoe went in to the king and fell upon her face to the earth, and did him obeisance, and said, Help, O king, help.
14.5    And the king said to her, What is the matter with thee? And she said, I am indeed a widow woman, and my husband is dead.
14.6    And moreover thy handmaid had two sons, and they fought together in the field, and there was no one to part them; and the one smote the other his brother, and slew him.
14.7    And behold the whole family rose up against thine handmaid, and they said, Give up the one that smote his brother, and we will put him to death for the life of his brother, whom he slew, and we will take away even your heir: so they will quench my coal that is left, so as not to leave my husband remnant or name on the face of the earth.
14.8    And the king said to the woman, Go in peace to thy house, and I will give commandment concerning thee.
14.9    And the woman of Thecoe said to the king, On me, my lord, O king, and on my father's house [be] the iniquity, and the king and his throne [be] guiltless.
14.10   And the king said, Who was it that spoke to thee? thou shalt even bring him to me, and [one] shall not touch him any more.
14.11   And she said, Let now the king remember concerning his Lord God in that the avenger of blood is multiplied to destroy, and let them not take away my son. And he said, [As] the lord lives, not a hair of thy son shall fall to the ground.
14.12   And the woman said, Let now thy servant speak a word to my lord the king. And he said, Say on.
14.13   And the woman said, Why hast thou devised this thing against the people of God? or [is] this word out of the king's mouth as a transgression, so that the king should not bring back his banished?
14.14   For we shall surely die, and be as water poured upon the earth, which shall not be gathered up, and God shall take the life, even as he devises to thrust forth from him his outcast.
14.15   And now whereas I came to speak this word to my lord the king, [the reason is] that the people will see me, and thy handmaid will say, Let one now speak to my lord the king, if peradventure the king will perform the request of his handmaid;
14.16   for the king will hear. Let him rescue his handmaid out of the hand of the man that seeks to cast out me and my son from the inheritance of God.
14.17   And the woman said, If now the word of my lord the king be gracious,-- [well]: for as an angel of God, so [is] my lord the king, to hear good and evil: and the Lord thy God shall be with thee.
14.18   And the king answered, and said to the woman, Hide not from me, I pray thee, the matter which I ask thee. And the woman said, Let my lord the king by all means speak.
14.19   And the king said, [Is] not the hand of Joab in all this matter with thee? and the woman said to the king, [As] thy soul lives, my lord, O king, there is no turning to the right hand or to the left from all that my lord the king has spoken; for thy servant Joab himself charged me, and he put all these words in the mouth of thine handmaid.
14.20   In order that this form of speech might come about [it was] that thy servant Joab has framed this matter: and my lord is wise as [is] the wisdom of an angel of God, to know all things that are in the earth.
14.21   And the king said to Joab, Behold now, I have done to thee according to this thy word: go, bring back the young man Abessalom.
14.22   And Joab fell on his face to the ground, and did obeisance, and blessed the king: and Joab said, To-day thy servant knows that I have found grace in thy sight, my lord, O king, for my lord the king has performed the request of his servant.
14.23   And Joab arose, and went to Gedsur, and brought Abessalom to Jerusalem.
14.24   And the king said, Let him return to his house, and not see my face. And Abessalom returned to his house, and saw not the king's face.
14.25   And there was not a man in Israel so very comely as Abessalom: from the sole of his foot even to the crown of his head there was no blemish in him.
14.26   And when he polled his head, (and it was at the beginning of every year that he polled it, because it grew, heavy upon him,) even when he polled it, he weighed the hair of his head, two hundred shekels according to the royal shekel.
14.27   And there were born to Abessalom three sons and one daughter, and her name was Themar: she was a very beautiful woman, and she becomes the wife of Roboam son of Solomon, and she bears to him Abia.
14.28   And Abessalom remained in Jerusalem two full years, and he saw not the king's face.
14.29   And Abessalom sent to Joab to bring him in to the king, and he would not come to him: and he sent to him the second time, and he would not come.
14.30   And Abessalom said to his servants, Behold, Joab's portion in the field [is] next to mine, and he has in it barley; go and set it on fire. And the servants of Abessalom set the field on fire: and the servants of Joab come to him with their clothes rent, and they said to him, The servants of Abessalom have set the field on fire.
14.31   And Joab arose, and came to Abessalom into the house, and said to him, Why have thy servants set my field on fire?
14.32   And Abessalom said to Joab, Behold, I sent to thee, saying, Come hither, and I will send thee to the king, saying, Why did I come out of Gedsur? it would have been better for me to have remained there: and now, behold, I have not seen the face of the king; but if there is iniquity in me, then put me to death.
14.33   And Joab went in to the king, and brought him word: and he called Abessalom, and he went in to the king, and did him obeisance, and fell upon his face to the ground, even in the presence of the king; and the king kissed Abessalom.

- Chapitre / chapter 15 -
15.1    Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
15.2    καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης, καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν ὁ ἀνήρ Ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου.
15.3    καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως·
15.4    καὶ εἶπεν Αβεσσαλωμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ᾽ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν;
15.5    καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
15.6    καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ.
15.7    Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ *κυρίῳ, ἐν Χεβρων·
15.8    ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με *κύριος εἰς Ιερουσαλημ, καὶ λατρεύσω τῷ *κυρίῳ.
15.9    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων.
15.10   καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων.
15.11   καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα.
15.12   καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ.
15.13   Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ.
15.14   καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾽ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾽ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης.
15.15   καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου.
15.16   καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον.
15.17   καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν.
15.18   καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
15.19   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾽ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.
15.20   εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾽ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾽ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.
15.21   καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ *κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.
15.22   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι Δεῦρο καὶ διάβαινε μετ᾽ ἐμοῦ· καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾽ αὐτοῦ.
15.23   καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
15.24   καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾽ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Αβιαθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.
15.25   καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς *κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς·
15.26   καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
15.27   καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ Ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾽ ὑμῶν·
15.28   ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾽ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι.
15.29   καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ.
15.30   καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες.
15.31   καὶ ἀνηγγέλη Δαυιδ λέγοντες Καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ· καὶ εἶπεν Δαυιδ Διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ, *κύριε ὁ θεός μου.
15.32   καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως, οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
15.33   καὶ εἶπεν αὐτῷ Δαυιδ Ἐὰν μὲν διαβῇς μετ᾽ ἐμοῦ, καὶ ἔσῃ ἐπ᾽ ἐμὲ εἴς βάσταγμα·
15.34   καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ.
15.35   καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν·
15.36   ἰδοὺ ἐκεῖ μετ᾽ αὐτῶν δύο υἱοὶ αὐτῶν, Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσητε.
15.37   καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν, καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ.

- Chapitre / chapter 15 -
15.1    And it came to pass after this that Abessalom prepared for himself chariots and horses, and fifty men to run before him.
15.2    And Abessalom rose early, and stood by the side of the way of the gate: and it came to pass that every man who had a cause, came to the king for judgment, and Abessalom cried to him, and said to him, Of what city art thou? And he said, Thy servant [is] of one of the tribes of Israel.
15.3    And Abessalom said to him, See, thy affairs [are] right and clear, yet thou hast no one [appointed] of the king to hear thee.
15.4    And Abessalom said, O that one would make me a judge in the land; then every man who had a dispute or a cause would come to me, and I would judge him!
15.5    And it came to pass when a man came near to do him obeisance, that he stretched out his hand, and took hold of him, and kissed him.
15.6    And Abessalom did after this manner to all Israel that came to the king for judgement; and Abessalom gained the hearts of the men of Israel.
15.7    And it came to pass after forty years, that Abessalom said to his father, I will go now, and pay my vows, which I vowed to the Lord in Chebron.
15.8    For thy servant vowed a vow when I dwelt at Gedsur in Syria, saying, If the Lord should indeed restore me to Jerusalem, then will I serve the Lord.
15.9    And the king said to him, Go in peace. And he arose and went to Chebron.
15.10   And Abessalom sent spies throughout all the tribes of Israel, saying, When ye hear the sound of the trumpet, then shall ye say, Abessalom is become king in Chebron.
15.11   And there went with Abessalom two hundred chosen men from Jerusalem; and they went in their simplicity, and knew not anything.
15.12   And Abessalom sent to Achitophel the Theconite, the counsellor of David, from his city, from Gola, where he was sacrificing: and there was a strong conspiracy; and the people with Abessalom were increasingly numerous.
15.13   And there came a messenger to David, saying, the heart of the men of Israel is gone after Abessalom.
15.14   And David said to all his servants who were with him in Jerusalem, Rise, and let us flee, for we have no refuge from Abessalom: make haste and go, lest he overtake us speedily, and bring evil upon us, and smite the city with the edge of the sword.
15.15   And the king's servants said to the king, In all things which our lord the king chooses, behold [we are] thy servants.
15.16   And the king and all his house went out on foot: and the king left ten women of his concubines to keep the house.
15.17   And the king and all his servants went out on foot; and abode in a distant house.
15.18   And all his servants passed on by his side, and every Chelethite, and every Phelethite, and they stood by the olive tree in the wilderness: and all the people marched near him, and all his court, and all the men of might, and all the men of war, six hundred: and they were present at his side: and every Chelethite, and every Phelethite, and all the six hundred Gittites that came on foot out of Geth, and they went on before the king.
15.19   And the king said to Ethi, the Gittite, Why dost thou also go with us? return, and dwell with the king, for thou art a stranger, and thou has come forth as a sojourner out of thy place.
15.20   Whereas thou camest yesterday, shall I to-day cause thee to travel with us, and shalt thou [thus] change thy place? thou didst come forth yesterday, and to-day shall I set thee in motion to go along with us? I indeed will go whithersoever I may go: return then, and cause thy brethren to return with thee, and may the Lord deal mercifully and truly with thee.
15.21   And Ethi answered the king and said, [As] the Lord lives and as my lord the king lives, in the place wheresoever my lord shall be, whether it be for death or life, there shall thy servant be.
15.22   And the king said to Ethi, Come and pass over with me. So Ethi the Gittite and the king passed over, and all his servants, and all the multitude with him.
15.23   And all the country wept with a loud voice. And all the people passed by over the brook of Kedron; and the king crossed the brook Kedron: and all the people and the king passed on toward the way of the wilderness.
15.24   And behold also Sadoc, and all the Levites were with him, bearing the ark of the covenant of the Lord from Baethar: and they set down the ark of God; and Abiathar went up, until all the people had passed out of the city.
15.25   And the king said to Sadoc, Carry back the ark of God into the city: if I should find favour in the eyes of the Lord, then will he bring me back, and he will shew me it and its beauty.
15.26   But if he should say thus, I have no pleasure in thee; behold, [here] I am, let him do to me according to that which is good in his eyes.
15.27   And the king said to Sadoc the priest, Behold, thou shalt return to the city in peace, and Achimaas thy son, and Jonathan the son of Abiathar, your two sons with you.
15.28   Behold, I continue in arms in Araboth of the desert, until there come tidings from you to report to me.
15.29   So Sadoc and Abiathar brought back the ark of the Lord to Jerusalem, and it continued there.
15.30   And David went up by the ascent of [the mount of] Olives, ascending and weeping, and had his head covered, and went barefooted: and all the people that were with him covered [every] man his head; and they went up, ascending and weeping.
15.31   And it was reported to David, saying, Achitophel also [is] among the conspirators with Abessalom. And David said, O Lord my God, disconcert, I pray thee, the counsel of Achitophel.
15.32   And David came as far as Ros, where he worshipped God: and behold, Chusi the chief friend of David came out to meet him, having rent his garment, and earth [was] upon his head.
15.33   And David said to him, If thou shouldest go over with me, then wilt thou be a burden to me;
15.34   but if thou shall return to the city, and shalt say to Abessalom, Thy brethren are passed over, and the king thy father is passed over after me: and now I am thy servant, O king, suffer me to live: at one time even of late I was the servant of thy father, and now I [am] thy humble servant-- so shalt thou disconcert for me, the counsel of Achitophel.
15.35   And, behold, [there are] there with thee Sadoc and Abiathar the priests; and it shall be that every word that thou shalt hear of the house of the king, thou shalt report it to Sadoc and Abiathar the priests.
15.36   Behold, [there are] there with them their two sons, Achimaas the son of Sadoc, and Jonathan the son of Abiathar; and by them ye shall report to me every word which ye shall hear.
15.37   So Chusi the friend of David went into the city, and Abessalom was lately gone into Jerusalem.

- Chapitre / chapter 16 -
16.1    καὶ Δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ροως, καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νεβελ οἴνου.
16.2    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
16.3    καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ιερουσαλημ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου.
16.4    καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ἰδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμφιβοσθε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
16.5    καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ, καὶ ὄνομα αὐτῷ Σεμει υἱὸς Γηρα· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
16.6    καὶ λιθάζων ἐν λίθοις τὸν Δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυιδ, καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.
16.7    καὶ οὕτως ἔλεγεν Σεμει ἐν τῷ καταρᾶσθαι αὐτόν Ἔξελθε ἔξελθε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος·
16.8    ἐπέστρεψεν ἐπὶ σὲ *κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαουλ, ὅτι ἐβασίλευσας ἀντ᾽ αὐτοῦ, καὶ ἔδωκεν *κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
16.9    καὶ εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
16.10   καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι *κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυιδ, καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως;
16.11   καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ *κύριος·
16.12   εἴ πως ἴδοι *κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.
16.13   καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμει ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων.
16.14   καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
16.15   Καὶ Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ εἰσῆλθον εἰς Ιερουσαλημ καὶ Αχιτοφελ μετ᾽ αὐτοῦ.
16.16   καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ, καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Ζήτω ὁ βασιλεύς.
16.17   καὶ εἶπεν Αβεσσαλωμ πρὸς Χουσι Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;
16.18   καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο *κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ, αὐτῷ ἔσομαι καὶ μετ᾽ αὐτοῦ καθήσομαι·
16.19   καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.
16.20   καὶ εἶπεν Αβεσσαλωμ πρὸς Αχιτοφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν.
16.21   καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.
16.22   καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ᾽ ὀφθαλμοὺς παντὸς Ισραηλ.
16.23   καὶ ἡ βουλὴ Αχιτοφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτοφελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ.

- Chapitre / chapter 16 -
16.1    And David passed on a little way from Ros; and, behold, Siba the servant of Memphibosthe [came] to meet him; and he had a couple of asses laden, and upon them two hundred loaves, and a hundred [bunches of] raisins, and a hundred [cakes of] dates, and bottle of wine.
16.2    And the king said to Siba, What meanest thou by these? and Siba, said, The asses [are] for the household of the king to sit upon, and the loaves and the dates [are] for the young men to eat, and the wine [is] for them that are faint in the wilderness to drink.
16.3    And the king said, And where [is] the son of thy master? and Siba said to the king, Behold, he remains in Jerusalem; for he said, To-day shall the house of Israel restore to me the kingdom of my father.
16.4    And the king said to Siba, Behold, all Memphibosthe's property [is] thine. And Siba did obeisance and said, My lord, O king, let me find grace in thine eyes.
16.5    And king David came to Baurim; and, behold, there came out from thence a man of the family of the house of Saul, and his name [was] Semei the son of Gera. He came forth and cursed as he went,
16.6    and cast stones at David, and at all the servants of king David: and all the people and all the mighty men were on the right and left hand of the king.
16.7    And thus Semei said when he cursed him, Go out, go out, thou bloody man, and man of sin.
16.8    The Lord has returned upon thee all the blood of the house of Saul, because thou hast reigned in his stead; and the Lord has given the kingdom into the hand of Abessalom thy son: and, behold, thou [art taken] in thy mischief, because thou [art] a bloody man.
16.9    And Abessa the son of Saruia said to the king, Why does this dead dog curse my lord the king? let me go over now and take off his head.
16.10   And the king said, What have I to do with you, ye sons of Saruia? even let him alone, and so let him curse, for the Lord has told him to curse David: and who shall say, Why hast thou done thus?
16.11   And David said to Abessa and to all his servants, Behold, my son who came forth out of my bowels seeks my life; still more now may the son of Benjamin: let him curse, because the Lord has told him.
16.12   If by any means the Lord may look on my affliction, thus shall he return me good for his cursing this day.
16.13   And David and all the men with him went on the way: and Semei went by the side of the hill next to him, cursing as he went, and casting stones at him, and sprinkling him with dirt.
16.14   And the king, and all the people with him, came away and refreshed themselves there.
16.15   And Abessalom and all the men of Israel went into Jerusalem, and Achitophel with him.
16.16   And it came to pass when Chusi the chief friend of David came to Abessalom, that Chusi said to Abessalom, Let the king live.
16.17   And Abessalom said to Chusi, [Is] this thy kindness to thy friend? why wentest thou not forth with thy friend?
16.18   And Chusi said to Abessalom, Nay, but following whom the Lord, and this people, and all Israel have chosen,-- his will I be, and with him I will dwell.
16.19   And again, whom shall I serve? should I not in the presence of his son? As I served in the sight of thy father, so will I be in thy presence.
16.20   And Abessalom said to Achitophel, Deliberate among yourselves concerning what we should do.
16.21   And Achitophel said to Abessalom, Go in to thy father's concubines, whom he left to keep his house; and all Israel shall hear that thou hast dishonoured thy father; and the hands of all that are with thee shall be strengthened.
16.22   And they pitched a tent for Abessalom on the roof, and Abessalom went in to his father's concubines in the sight of all Israel.
16.23   And the counsel of Achitophel, which he counseled in former days, [was] as if one should enquire of the word of God: so [was] all the counsel of Achitophel both to David and also to Abessalom.

- Chapitre / chapter 17 -
17.1    καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα·
17.2    καὶ ἐπελεύσομαι ἐπ᾽ αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον·
17.3    καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη.
17.4    καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ.
17.5    καὶ εἶπεν Αβεσσαλωμ Καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ.
17.6    καὶ εἰσῆλθεν Χουσι πρὸς Αβεσσαλωμ· καὶ εἶπεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Αχιτοφελ· εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον.
17.7    καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐκ ἀγαθὴ αὕτη ἡ βουλή, ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ τοῦτο.
17.8    καὶ εἶπεν Χουσι Σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν·
17.9    ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλωμ,
17.10   καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδεν πᾶς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ᾽ αὐτοῦ.
17.11   ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν,
17.12   καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ᾽ αὐτόν, ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ καί γε ἕνα·
17.13   καὶ ἐὰν εἰς πόλιν συναχθῇ, καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος.
17.14   καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ Ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ· καὶ *κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν, ὅπως ἂν ἐπαγάγῃ *κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα.
17.15   καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ·
17.16   καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυιδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ.
17.17   καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγηλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυιδ, ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν.
17.18   καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ, καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ.
17.19   καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ᾽ αὐτῷ αραφωθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα.
17.20   καὶ ἦλθαν οἱ παῖδες Αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Αχιμαας καὶ Ιωναθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνή Παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ.
17.21   ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοφελ.
17.22   καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην.
17.23   καὶ Αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.
17.24   Καὶ Δαυιδ διῆλθεν εἰς Μαναιμ, καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ᾽ αὐτοῦ.
17.25   καὶ τὸν Αμεσσαι κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως· καὶ Αμεσσαι υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοθορ ὁ Ισραηλίτης, οὗτος εἰσῆλθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ.
17.26   καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ.
17.27   καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυιδ εἰς Μαναιμ, Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ
17.28   ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν
17.29   καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ φαγεῖν, ὅτι εἶπαν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

- Chapitre / chapter 17 -
17.1    And Achitophel said to Abessalom, Let me now choose out for myself twelve thousand men, and I will arise and follow after David this night:
17.2    and I will come upon him when he [is] weary and weak-handed, and I will strike him with terror; and all the people with him shall flee, and I will smite the king only of all.
17.3    And I will bring back all the people to thee, as a bride returns to her husband: only thou seekest the life of one man, and all the people shall have peace.
17.4    And the saying [was] right in the eyes of Abessalom, and in the eyes of all the elders of Israel.
17.5    And Abessalom said, Call now also Chusi the Arachite, and let us hear what [is] in his mouth, even in his also.
17.6    And Chusi went in to Abessalom, and Abessalom spoke to him, saying, After this manner spoke Achitophel: shall we do according to his word? but if not, do thou speak.
17.7    And Chusi said to Abessalom, This counsel which Achitophel has counseled this one time [is] not good.
17.8    And Chusi said, Thou knowest thy father and his men, that they are very mighty, and bitter in their spirit, as a bereaved bear I the field, [[and as a wild boar in the plain]]: and thy father [is] a man of war, and will not give the people rest.
17.9    For, behold, he is now hidden in one of the hills or in some [other] place: and it shall come to pass when he falls upon them at the beginning, that [some one] will certainly hear, and say, There has been a slaughter among the people that follow after Abessalom.
17.10   Then even he [that is] strong, whose heart is as the heart of a lion,-- it shall utterly melt: for all Israel knows that thy father [is] mighty, and they that are with him [are] mighty men.
17.11   For thus I have surely given counsel, that all Israel be generally gathered to thee from Dan even to Bersabee, as the sand that is upon the sea-shore for multitude: and that thy presence go in the midst of them.
17.12   And we will come upon him in one of the places where we shall find him, and we will encamp against him, as the dew falls upon the earth; and we will not leave of him and of his men so much as one.
17.13   And if he shall have taken refuge with his army in a city, then shall all Israel take ropes to that city, and we will draw it even into the river, that there may not be left there even a stone.
17.14   And Abessalom, and all the men of Israel said, The counsel of Chusi the Arachite [is] better than the counsel of Achitophel. For the Lord ordained to disconcert the good counsel of Achitophel, that the Lord might bring all evil upon Abessalom.
17.15   And Chusi the Arachite said to Sadoc and Abiathar the priests, Thus and thus Achitophel counseled Abessalom and the elders of Israel; and thus and thus have I counseled.
17.16   And now send quickly and report to David, saying, Lodge not this night in Araboth of the wilderness: even go and make haste, lest [one] swallow up the king, and all the people with him.
17.17   And Jonathan and Achimaas stood by the well of Rogel, and a maid-servant went and reported to them, and they go and tell king David; for they might not be seen to enter into the city.
17.18   But a young man saw them and told Abessalom: and the two went quickly, and entered into the house of a man in Baurim; and he had a well in his court, and they went down into it.
17.19   And a woman took a covering, and spread it over the mouth of the well, and spread out ground corn upon it to dry, and the thing was not known.
17.20   And the servants of Abessalom came to the woman into the house, and said, Where [are] Achimaas and Jonathan? and the woman said to them, They are gone a little way beyond the water. And they sought and found them not, and returned to Jerusalem.
17.21   And it came to pass after they were gone, that they came up out of the pit, and went on their way; and reported to king David, and said to David, Arise ye and go quickly over the water, for thus has Achitophel counseled concerning you.
17.22   And David rose up and all the people with him, and they passed over Jordan till the morning light; there was not one missing who did not pass over Jordan.
17.23   And Achitophel saw that his counsel was not followed, and he saddled his ass, and rose and departed to his house into his city; and he gave orders to his household, and hanged himself, and died, and was buried in the sepulchre of his father.
17.24   And David passed over to Manaim: and Abessalom crossed over Jordan, he and all the men of Israel with him.
17.25   And Abessalom appointed Amessai in the room of Joab over the host. And Amessai was the son of a man whose name was Jether of Jezrael: he went in to Abigaia the daughter of Naas, the sister of Saruia the mother of Joab.
17.26   And all Israel and Abessalom encamped in the land of Galaad.
17.27   And it came to pass when David came to Manaim, that Uesbi the son of Naas of Rabbath of the sons of Ammon, and Machir son of Amiel of Lodabar, and Berzelli the Galaadite of Rogellim,
17.28   brought ten embroidered beds, (with double coverings,) and ten caldrons, and earthenware, and wheat, and barley, and flour, and meal, and beans, and pulse,
17.29   and honey, and butter, and sheep, and cheeses of kine: and they brought them to David and to his people with him to eat; for [one] said, The people [is] faint and hungry and thirsty in the wilderness.

- Chapitre / chapter 18 -
18.1    Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ καὶ κατέστησεν ἐπ᾽ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους,
18.2    καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελφοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι τοῦ Γεθθαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ᾽ ὑμῶν.
18.3    καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ᾽ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ᾽ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.
18.4    καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
18.5    καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εθθι λέγων Φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ.
18.6    καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εφραιμ.
18.7    καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
18.8    καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
18.9    καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυί, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθεν.
18.10   καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἶπεν Ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί.
18.11   καὶ εἶπεν Ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
18.12   εἶπεν δὲ ὁ ἀνὴρ πρὸς Ιωαβ Καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τῷ Εθθι λέγων Φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ
18.13   μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξ ἐναντίας.
18.14   καὶ εἶπεν Ιωαβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Αβεσσαλωμ. ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς
18.15   καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν.
18.16   καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ισραηλ, ὅτι ἐφείδετο Ιωαβ τοῦ λαοῦ.
18.17   καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ᾽ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
18.18   καὶ Αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήμφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν Οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης.
18.19   Καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ *κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
18.20   καὶ εἶπεν αὐτῷ Ιωαβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανεν.
18.21   καὶ εἶπεν Ιωαβ τῷ Χουσι Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσι τῷ Ιωαβ καὶ ἐξῆλθεν.
18.22   καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι. καὶ εἶπεν Ιωαβ Ἵνα τί τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ.
18.23   καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι; καὶ εἶπεν αὐτῷ Ιωαβ Δράμε. καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι.
18.24   καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ,
18.25   καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
18.26   καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
18.27   καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ. καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
18.28   καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν Εὐλογητὸς *κύριος ὁ θεός σου, ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
18.29   καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν Αχιμαας Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
18.30   καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
18.31   καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι *κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
18.32   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν ὁ Χουσι Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ᾽ αὐτὸν εἰς κακά.
18.33   καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν Υἱέ μου Αβεσσαλωμ, υἱέ μου υἱέ μου Αβεσσαλωμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ, ἐγὼ ἀντὶ σοῦ; Αβεσσαλωμ υἱέ μου υἱέ μου.

- Chapitre / chapter 18 -
18.1    And David numbered the people with him, and set over them captains of thousands and captains of hundreds.
18.2    And David sent away the people, the third part under the hand of Joab, and the third part under the hand of Abessa the son of Saruia, the brother of Joab, and the third part under the hand of Ethi the Gittite. And David said to the people, I also will surely go out with you.
18.3    And they said, Thou shalt not go out: for if we should indeed flee, they will not care for us; and if half of us should die, they will not mind us; for thou [art] as ten thousand of us: and now [it is] well that thou shalt be to us an aid to help us in the city.
18.4    And the king said to them, Whatsoever shall seem good in your eyes I will do. And the king stood by the side of the gate, and all the people went out by hundreds and by thousands.
18.5    And the king commanded Joab and Abessa and Ethi, saying, Spare for my sake the young man Abessalom. And all the people heard the king charging all the commanders concerning Abessalom.
18.6    And all the people went out into the wood against Israel; and the battle was in the wood of Ephraim.
18.7    And the people of Israel fell down there before the servants of David, and there was a great slaughter in that day, [even] twenty thousand men.
18.8    And the battle there was scattered over the face of all the land: and the wood consumed more of the people than the sword consumed among the people in that day.
18.9    And Abessalom went to meet the servants of David: and Abessalom was mounted on his mule, and the mule came under the thick boughs of a great oak; and his head was entangled in the oak, and he was suspended between heaven and earth; and the mule passed on from under him.
18.10   And a man saw it, and reported to Joab, and said, Behold, I saw Abessalom hanging in an oak.
18.11   And Joab said to the man who reported it to him, And, behold, thou didst see him: wh didst thou not smite him there to the ground? and I would have given thee ten [pieces] of silver, and a girdle.
18.12   And the man said to Joab, Were I even to receive a thousand shekels of silver, I would not lift my hand against the king's son; for in our ears the king charged thee and Abessa and Ethi, saying, Take care of the young man Abessalom for me,
18.13   so as to do no harm to his life: and nothing of the matter will be concealed from the king, and thou wilt set thyself against me.
18.14   And Joab said, I will begin this; I will not thus remain with thee. And Joab took three darts in his hand, and thrust them into the heart of Abessalom, while he was yet alive in the heart of the oak.
18.15   And ten young men that bore Joab's armour compassed Abessalom, and smote him and slew him.
18.16   And Joab blew the trumpet, and the people returned from pursuing Israel, for Joab spared the people.
18.17   And he took Abessalom, and cast him into a great cavern in the wood, into a deep pit, and set up over him a very great heap of stones: and all Israel fled every man to his tent.
18.18   Now Abessalom while yet alive had taken and set up for himself the pillar near which he was taken, and set it up so as to have the pillar in the king's dale; for he said he had no son to keep his name in remembrance: and he called the pillar, Abessalom's hand, until this day.
18.19   And Achimaas the son of Sadoc said, Let me run now and carry glad tidings to the king, for the Lord has delivered him from the hand of his enemies.
18.20   And Joab said to him, Thou [shalt] not [be] a messenger of glad tidings this day; thou shalt bear them another day; but on this day thou shalt bear no tidings, because the king's son is dead.
18.21   And Joab said to Chusi, Go, report to the king all that thou hast seen. And Chusi did obeisance to Joab, and went out.
18.22   And Achimaas the son of Sadoc said again to Joab, Nay, let me also run after Chusi. And Joab said, Why wouldest thou thus run, my son? attend, thou hast no tidings for profit if thou go.
18.23   And he said, Why should I not run? and Joab said to him, Run. And Achimaas ran along the way of Kechar, and outran Chusi.
18.24   And David was sitting between the two gates: and the watchman went up on the top of the gate of the wall, and lifted up his eyes, and looked, and behold a man running alone before him.
18.25   And the watchman cried out, and reported to the king. And the king said, If he be alone, [there are] good tidings in his mouth. And the man came and drew near.
18.26   And the watchman saw another man running: and the watchman cried at the gate, and said, And look, another man running alone. And the king said, He also brings glad tidings.
18.27   And the watchman said, I see the running of the first as the running of Achimaas the son of Sadoc. And the king said, He [is] a good man, and will come to [report] glad tidings.
18.28   And Achimaas cried out and said to the king, Peace. And he did obeisance to the king with his face to the ground, and said, Blessed [be] the Lord thy God, who has delivered up the men that lifted up their hands against my lord the king.
18.29   And the king said, [Is] the young man Abessalom safe? and Achimaas said, I saw a great multitude [at the time] of Joab's sending the king's servant and thy servant, and I knew not what was there.
18.30   And the king said, Turn aside, stand still here. And he turned aside, and stood.
18.31   And, behold, Chusi came up, and said to the king, Let my lord the king hear glad tidings, for the Lord has avenged thee this day upon all them that rose up against thee.
18.32   And the king said to Chusi, Is it well with the young man Abessalom? and Chusi said, Let the enemies of my lord the king, and all whosoever have risen up against him for evil, be as that young man.
18.33   And the king was troubled, and went to the chamber over the gate, and wept: and thus he said as he went, My son Abessalom, my son, my son Abessalom; would God I had died for thee, [even] I [had died] for thee, Abessalom, my son, my son!

- Chapitre / chapter 19 -
19.1    καὶ ἀνηγγέλη τῷ Ιωαβ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Αβεσσαλωμ.
19.2    καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι Λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ·
19.3    καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.
19.4    καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ, καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων Υἱέ μου Αβεσσαλωμ, Αβεσσαλωμ υἱέ μου.
19.5    καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου
19.6    τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες, ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου·
19.7    καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν *κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.
19.8    καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως. Καὶ Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
19.9    καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ισραηλ λέγοντες Ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ·
19.10   καὶ Αβεσσαλωμ, ὃν ἐχρίσαμεν ἐφ᾽ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα.
19.11   καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερεῖς λέγων Λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες Ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα.
19.12   ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;
19.13   καὶ τῷ Αμεσσαι ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ.
19.14   καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου.
19.15   καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην.
19.16   καὶ ἐτάχυνεν Σεμει υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ
19.17   καὶ χίλιοι ἄνδρες μετ᾽ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ᾽ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ᾽ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως
19.18   καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμει υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην
19.19   καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,
19.20   ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.
19.21   καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμει, ὅτι κατηράσατο τὸν χριστὸν *κυρίου;
19.22   καὶ εἶπεν Δαυιδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ.
19.23   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.
19.24   καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.
19.25   καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύθης μετ᾽ ἐμοῦ, Μεμφιβοσθε;
19.26   καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε Κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾽ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·
19.27   καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·
19.28   ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ᾽ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;
19.29   καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον Σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν.
19.30   καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.
19.31   καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην·
19.32   καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναιμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα.
19.33   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ᾽ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ᾽ ἐμοῦ ἐν Ιερουσαλημ.
19.34   καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ;
19.35   υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
19.36   ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;
19.37   καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
19.38   καὶ εἶπεν ὁ βασιλεύς Μετ᾽ ἐμοῦ διαβήτω Χαμααμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἐκλέξῃ ἐπ᾽ ἐμοί, ποιήσω σοι.
19.39   καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
19.40   καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα, καὶ Χαμααμ διέβη μετ᾽ αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ισραηλ.
19.41   καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ᾽ αὐτοῦ;
19.42   καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν Διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν;
19.43   καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν Δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ σέ· καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ.

- Chapitre / chapter 19 -
19.1    And they brought Joab word, saying, Behold, the king weeps and mourns for Abessalom.
19.2    And the victory was turned that day into mourning to all the people, for the people heard say that day, The king grieves after his son.
19.3    And the people stole away that day to go into the city, as people steal away when they are ashamed as they flee in the battle.
19.4    And the king hid his face: and the king cried with a loud voice, My son Abessalom! Abessalom my son!
19.5    And Joab went in to the king, into the house, and said, Thou hast this day shamed the faces of all thy servants that have delivered thee this day, and [have saved] the lives of thy sons and of thy daughters, and the lives of thy wives, and of thy concubines,
19.6    forasmuch as thou lovest them that hate thee, and hatest them that love thee; and thou hast this day declared, that thy princes and thy servants are nothing [in thy sight]: for I know this day, that if Abessalom were alive, [and] all of us dead to-day, then it would have been right in thy sight.
19.7    And now arise, and go forth, and speak comfortably to thy servants; for I have sworn by the Lord, that unless thou wilt go forth to-day, there shall not a man remain with thee this night: and know for thyself, this thing [will] indeed [be] evil to thee beyond all the evil that has come upon thee from thy youth until now.
19.8    Then the king arose, and sat in the gate: and all the people reported, saying, Behold, the king sits in the gate. And all the people went in before the king to the gate; for Israel had fled every man to his tent.
19.9    And all the people disputed among all the tribes of Israel, saying, King David delivered us from all our enemies, and he rescued us from the hand of the Philistines: and now he has fled from the land, and from his kingdom, and from Abessalom.
19.10   And Abessalom, whom we anointed over us, is dead in battle: and now why are ye silent about bringing back the king? And the word of all Israel came to the king.
19.11   And king David sent to Sadoc and Abiathar the priests, saying, Speak to the elders of Israel, saying, Why are ye the last to bring back the king to his house? whereas the word of all Israel is come to the king to his house.
19.12   Ye [are] my brethren, ye [are] my bones and my flesh: why are ye the last to bring back the king to his house?
19.13   And ye shall say to Amessai, [Art] thou not my bone and my flesh? and now God do so to me, and more also, if thou shalt not be commander of the host before me continually in the room of Joab.
19.14   And he bowed the heart of all the men of Juda as that of one man; and they sent to the king, saying, Return thou, and all thy servants.
19.15   And the king returned, and came as far s Jordan. And the men of Juda came to Galgala on their way to meet the king, to cause the king to pass over Jordan.
19.16   And Semei the son of Gera, the Benjamite, of Baurim, hasted and went down with the men of Juda to meet king David.
19.17   And a thousand men of Benjamin [were] with him, and Siba the servant of the house of Saul, and his fifteen sons with him, and his twenty servants with him: and they went directly down to Jordan before the king,
19.18   and they performed the service of bringing the king over; and there went over a ferry-boat to remove the household of the king, and to do that which was right in his eyes. And Semei the son of Gera fell on his face before the king, as he went over Jordan;
19.19   and said to the king, Let not my lord now impute iniquity, and remember not all the iniquity of thy servant in the day in which my lord went out from Jerusalem, so that the king should mind it.
19.20   For thy servant knows that I have sinned: and, behold, I am come to-day before all Israel and the house of Joseph, to go down and meet my lord the king.
19.21   And Abessai the son of Saruia answered and said, Shall not Semei therefore be put to death, because he cursed the Lord's anointed?
19.22   And David said, What have I to do with you, ye sons of Saruia, that ye as it were lie in wait against me this day? to-day no man in Israel shall be put to death, for I know not if I this day reign over Israel.
19.23   And the king said to Semei, Thou shalt not die: and the king swore to him.
19.24   And Memphibosthe the son of Saul's son went down to meet the king, and had not dressed his feet, nor pared his nails, nor shaved himself, neither had he washed his garments, from the day that the king departed, until the day when he arrived in peace.
19.25   And it came to pass when he went into Jerusalem to meet the king, that the king said to him, Why didst thou not go with me, Memphibosthe?
19.26   And Memphibosthe said to him, My lord, O king, my servant deceived me; for thy servant said to him, Saddle me the ass, and I will ride upon it, and go with the king; for thy servant [is] lame.
19.27   And he has dealt deceitfully with thy servant to my lord the king: but my lord the king [is] as an angel of God, and do thou that which is good in thine eyes.
19.28   For all the house of my father were but as dead men before my lord the king; yet thou hast set thy servant among them that eat at thy table: and what right have I any longer even to cry to the king?
19.29   And the king said to him, Why speakest thou any longer of thy matters? I have said, Thou and Siba shall divide the land.
19.30   And Memphibosthe said to the king, Yea, let him take all, since my lord the king has come in peace to his house.
19.31   And Berzelli the Galaadite came down from Rogellim, and crossed over Jordan with the king, that he might conduct the king over Jordan.
19.32   And Berzelli was a very old man, eighty years old; and he had maintained the king when he dwelt in Manaim; for he was a very great man.
19.33   And the king said to Berzelli, Thou shalt go over with me, and I will nourish thine old age with me in Jerusalem.
19.34   And Berzelli said to the king, How many [are] the days of the years of my life, that I should go up with the king to Jerusalem?
19.35   I am this day eighty years old: can I then distinguish between good and evil? Can thy servant taste any longer what I eat or drink? can I any longer hear the voice of singing men or singing women? and wherefore shall thy servant any longer be a burden to my lord the king?
19.36   Thy servant will go a little way over Jordan with the king: and why does the king return me this recompense?
19.37   Let, I pray thee, thy servant remain, and I will die in my city, by the tomb of my father and of my mother. And, behold, thy servant Chamaam shall go over with my lord the king; and do thou to him as it seems good in thine eyes.
19.38   And the king said, Let Chamaam go over with me, and I will do to him what is good in my sight; and whatsoever thou shalt choose at my hand, I will do for thee.
19.39   And all the people went over Jordan, and the king went over; and the king kissed Berzelli, and blessed him; and he returned to his place.
19.40   And the king went over to Galgala, and Chamaam went over with him: and all the men of Juda went over with the king, and also half the people of Israel.
19.41   And behold, all the men of Israel came to the king, and said to the king, Why have our brethren the men of Juda stolen thee away, and caused the king and all his house to pass over Jordan, and all the men of David with him?
19.42   And all the men of Juda answered the men of Israel, and said, Because the king is near of kin to us: and why were you thus angry concerning this matter? have we indeed eaten of the king's food? or has he given us a gift, or has he sent us a portion?
19.43   And the men of Israel answered the men of Juda, and said, We have ten parts in the king, and we are older than you, we have also an interest in David above you: and why have ye thus insulted us, and why was not our advice taken before that of Juda, to bring back our king? And the speech of the men of Juda was sharper than the speech of the men of Israel.

- Chapitre / chapter 20 -
20.1    Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ισραηλ.
20.2    καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι, καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ.
20.3    καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν, καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν, χῆραι ζῶσαι.
20.4    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαι Βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
20.5    καὶ ἐπορεύθη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ.
20.6    καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
20.7    καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.
20.8    καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων, καὶ Αμεσσαι εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ᾽ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν.
20.9    καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαι Εἰ ὑγιαίνεις σύ, ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαι τοῦ καταφιλῆσαι αὐτόν·
20.10   καὶ Αμεσσαι οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι·
20.11   καὶ ἀνὴρ ἔστη ἐπ᾽ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ, ὀπίσω Ιωαβ·
20.12   καὶ Αμεσσαι πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψεν τὸν Αμεσσαι ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ᾽ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ᾽ αὐτὸν ἑστηκότα·
20.13   ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι.
20.14   καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι, καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
20.15   καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ᾽ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
20.16   καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν Ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ιωαβ Ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
20.17   καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ιωαβ; ὁ δὲ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ιωαβ Ἀκούω ἐγώ εἰμι.
20.18   καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον.
20.19   ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ· ἵνα τί καταποντίζεις κληρονομίαν *κυρίου;
20.20   καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ·
20.21   οὐχ οὗτος ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ, Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ Ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
20.22   καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα.
20.23   Καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ, καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι,
20.24   καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου, καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων,
20.25   καὶ Σουσα γραμματεύς, καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς,
20.26   καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ.

- Chapitre / chapter 20 -
20.1    And there was a transgressor [so] called there, and his name was Sabee, a Benjamite, the son of Bochori: and he blew the trumpet, and said, We have no portion in David, neither have we [any] inheritance in the son of Jessae: to thy tents, O Israel, every one.
20.2    And all the men of Israel went up from following David after Sabee the son of Bochori: but the men of Juda adhered to their king, from Jordan even to Jerusalem.
20.3    And David went into his house at Jerusalem: and the king took the ten women his concubines, whom he had left to keep the house, and he put them in a place of custody, and maintained them, and went not in to them; and they were kept living as widows, till the day of their death.
20.4    And the king said to Amessai, Call to me the men of Juda for three days, and do thou be present here.
20.5    And Amessai went to call Juda, and delayed beyond the time which David appointed him.
20.6    And David said to Amessai, Now shall Sabee the son of Bochori do us more harm than Abessalom: now then take thou with thee the servants of thy lord, and follow after him, lest he find for himself strong cities, so will he blind our eyes.
20.7    And there went out after him Amessai and the men of Joab, and the Cherethites, and the Phelethites, and all the mighty men: and they went out from Jerusalem to pursue after Sabee the son of Bochori.
20.8    And they [were] by the great stone that is in Gabaon: and Amessai went in before them: and Joab had upon him a military cloak over his apparel, and over it he was girded with a dagger fastened upon his loins in its scabbard: and the dagger came out, it even came out and fell.
20.9    And Joab said to Amessai, Art thou in health, [my] brother? and the right hand of Joab took hold of the beard of Amessai to kiss him.
20.10   And Amessai observed not the dagger that was in the hand of Joab: and Joab smote him with it on the loins, and his bowels were shed out upon the ground, and he did not repeat the blow, and he died: and Joab and Abessai his brother pursued after Sabee the son of Bochori.
20.11   And there stood over him one of the servants of Joab, and said, Who [is] he that is for Joab, and who [is] on the side of David following Joab?
20.12   And Amessai [was] weltering in blood in the midst of the way. And a man saw that all the people stood still; and he removed Amessai out of the path into a field, and he cast a garment upon him, because he saw every one that came to him standing still.
20.13   And when he was quickly removed from the road, every man of Israel passed after Joab to pursue after Sabee the son of Bochori.
20.14   And he went through all the tribes of Israel to Abel, and to Bethmacha; and all in Charri too were assembled, and followed after him.
20.15   And they came and besieged him in Abel and Phermacha: and they raised a mound against the city and it stood close to the wall; and all the people with Joab proposed to throw down the wall.
20.16   And a wise woman cried from the wall, and said, Hear, hear; say, I pray ye, to Joab, Draw near hither, and I will speak to him.
20.17   And he drew nigh to her, and the woman said to him, Art thou Joab? and he said, I [am]. And she said to him, Hear the words of thy handmaid; and Joab said, I do hear.
20.18   And she spoke, saying, Of old time they said thus, Surely one was asked in Abel, and Dan, whether the faithful in Israel failed in what they purposed; they will surely ask in Abel, even in like manner, whether they have failed.
20.19   I am a peaceable one of the strong ones in Israel; but thou seekest to destroy a city and a mother city in Israel: why dost thou seek to ruin the inheritance of the Lord?
20.20   And Joab answered and said, Far be it, far be it from me, that I should ruin or destroy.
20.21   Is not the case thus, that a man of mount Ephraim, Sabee, son of Bochori by name, has even lifted up his hand against king David? Give him only to me, and I will depart from the city. And the woman said to Joab, Behold, his head shall be thrown to thee over the wall.
20.22   And the woman went in to all the people, and she spoke to all the city in her wisdom; and they took off the head of Sabee the son of Bochori; and took it away and threw it to Joab: and he blew the trumpet, and the people separated from the city away from him, every man to his tent: and Joab returned to Jerusalem to the king.
20.23   And Joab [was] over all he forces of Israel: and Banaias the son of Jodae [was] over the Cherethites and over the Phelethites.
20.24   And Adoniram [was] over the tribute: and Josaphath the son of Achiluth [was] recorder.
20.25   And Susa [was] scribe: and Sadoc and Abiathar [were] priests.
20.26   Moreover Iras the [son of] Iarin was priest to David.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ *κυρίου. καὶ εἶπεν *κύριος Ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας.
21.2    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν, ὅτι ἀλλ᾽ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου, καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα.
21.3    καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν *κυρίου;
21.4    καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν;
21.5    καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ᾽ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ·
21.6    δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ *κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς *κυρίου. καὶ εἶπεν ὁ βασιλεύς Ἐγὼ δώσω.
21.7    καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον *κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ.
21.8    καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια, οὓς ἔτεκεν τῷ Σαουλ, τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε, καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ, οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι,
21.9    καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι *κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
21.10   καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ᾽ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ᾽ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός.
21.11   καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ, καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων,
21.12   καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε,
21.13   καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων.
21.14   καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς., καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα.
21.15   Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ. καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυιδ.
21.16   καὶ Ιεσβι, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο πατάξαι τὸν Δαυιδ.
21.17   καὶ ἐβοήθησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεθ᾽ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ.
21.18   καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα.
21.19   καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
21.20   καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ. καὶ ἦν ἀνὴρ μαδων, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα.
21.21   καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμει ἀδελφοῦ Δαυιδ.
21.22   οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεθ τῷ Ραφα οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.


- Chapitre / chapter 21 -
21.1    And there was a famine in the days of David three years, year after year; and David sought the face of the Lord. And the Lord said, [There is] guilt upon Saul and his house because of his bloody murder, whereby he slew the Gabaonites.
21.2    And King David called the Gabaonites, and said to them;-- (now the Gabaonites are not the children of Israel, but [are] of the remnant of the Amorite, and the children of Israel had sworn to them: but Saul sought to smite them in his zeal for the children of Israel and Juda.)
21.3    And David said to the Gabaonites, What shall I do to you? and wherewithal shall I make atonement, that ye may bless the inheritance of the Lord?
21.4    And the Gabaonites said to him, We have no [question about] silver or gold with Saul and with his house; and there is no man for us to put to death in Israel.
21.5    And he said, What say ye? speak, and I will do it for you. And they said to the king, The man who would have made an end of us, and persecuted us, who plotted against us to destroy us, let us utterly destroy him, so that he shall have no standing in all the coasts of Israel.
21.6    Let one give us seven men of his sons, and let us hang them up in the sun to the Lord in Gabaon of Saul, as chosen out for the Lord. And the king said, I will give [them].
21.7    But the king spared Memphibosthe son of Jonathan the son of Saul, because of the oath of the Lord that was between them, even between David and Jonathan the son of Saul.
21.8    And the king took the two sons of Respha the daughter of Aia, whom she bore to Saul, Hermonoi and Memphibosthe, and the five sons of Michol daughter of Saul, whom she bore to Esdriel son of Berzelli the Moulathite.
21.9    And he gave them into the hand of the Gabaonites, and they hanged them up to the sun in the mountain before the lord: and they fell, even the seven together: moreover they were put to death in the days of harvest at the commencement, in the beginning of barley-harvest.
21.10   And Respha the daughter of Aia took sackcloth, and fixed it for herself on the rock in the beginning of barley harvest, until water dropped upon them out of heaven: and she did not suffer the birds of the air to rest upon them by day, nor the beasts of the field by night.
21.11   And it was told David what Respha the daughter of Aia the concubine of Saul had done, [[and they were faint, and Dan, the son of Joa of the offspring of the giants overtook them.]]
21.12   And David went and took the bones of Saul, and the bones of Jonathan his son, from the men of the sons of Jabis Galaad, who stole them from the street of Baethsan; for the Philistines set them there in the day in which the Philistines smote Saul in Gelbue.
21.13   And he carried up thence the bones of Saul and the bones of Jonathan his son, and gathered the bones of them that had been hanged.
21.14   And they buried the bones of Saul and the bones of Jonathan his son, and the bones of them that had been hanged, in the land of Benjamin in the hill, in the sepulchre of Cis his father; and they did all things that the king commanded: and after this God hearkened to [the prayers of] the land.
21.15   And there was yet war between the Philistines and Israel: and David went down and his servants with him, and they fought with the Philistines, and David went.
21.16   And Jesbi, who was of the progeny of Rapha, and the head of whose spear [was] three hundred shekels of brass in weight, who also was girt with a club, even he thought to smite David.
21.17   And Abessa the son of Saruia helped him and smote the Philistine, and slew him. Then the men of David swore, saying, Thou shalt not any longer go out with us to battle, and thou shalt not quench the lamp of Israel.
21.18   And after this there was a battle again with the Philistines in Geth: then Sebocha the Astatothite slew Seph of the progeny of Rapha.
21.19   And there was a battle in Rom with the Philistines; and Eleanan son of Ariorgim the Bethleemite slew Goliath the Gittite; and the staff of his spear [was] as a weaver's beam.
21.20   And there was yet a battle in Geth: and there was a man of stature, and the fingers of his hands and the toes of his feet [were] six on each, four and twenty in number: and he also was born to Rapha.
21.21   And he defied Israel, and Jonathan son of Semei brother of David, smote him.
21.22   These four were born descendants of the giants in Geth, the family of Rapha; and they fell by the hand of David, and by the hand of his servants.


- Chapitre / chapter 22 -
22.1    Καὶ ἐλάλησεν Δαυιδ τῷ *κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν *κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ,
22.2    καὶ εἶπεν *Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί,
22.3    ὁ θεός μου φύλαξ ἔσται μου, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.
22.4    αἰνετὸν ἐπικαλέσομαι *κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
22.5    ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με·
22.6    ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.
22.7    ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι *κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.
22.8    καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη κύριος αὐτοῖς.
22.9    ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ᾽ αὐτοῦ.
22.10   καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
22.11   καὶ ἐπεκάθισεν ἐπὶ χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.
22.12   καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.
22.13   ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.
22.14   ἐβρόντησεν ἐξ οὐρανοῦ *κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ
22.15   καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.
22.16   καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει *κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.
22.17   ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν·
22.18   ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
22.19   προέφθασάν με ἐν ἡμέρᾳ θλίψεώς μου, καὶ ἐγένετο *κύριος ἐπιστήριγμά μου
22.20   καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με, ὅτι εὐδόκησεν ἐν ἐμοί.
22.21   καὶ ἀνταπέδωκέν μοι *κύριος κατὰ τὴν δικαιοσύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι,
22.22   ὅτι ἐφύλαξα ὁδοὺς *κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
22.23   ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ᾽ αὐτῶν.
22.24   καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
22.25   καὶ ἀποδώσει μοι *κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
22.26   μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ
22.27   καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.
22.28   καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.
22.29   ὅτι σὺ ὁ λύχνος μου, *κύριε, καὶ *κύριος ἐκλάμψει μοι τὸ σκότος μου.
22.30   ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
22.31   ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα *κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾽ αὐτῷ.
22.32   τίς ἰσχυρὸς πλὴν *κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν;
22.33   ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·
22.34   τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·
22.35   διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.
22.36   καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
22.37   εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.
22.38   διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω, ἕως συντελέσω αὐτούς·
22.39   καὶ θλάσω αὐτούς, καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
22.40   καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου·
22.41   καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.
22.42   βοήσονται, καὶ οὐκ ἔστιν βοηθός, πρὸς *κύριον, καὶ οὐχ ὑπήκουσεν αὐτῶν.
22.43   καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.
22.44   καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσάν μοι,
22.45   υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·
22.46   υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.
22.47   ζῇ *κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου.
22.48   ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου
22.49   καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με.
22.50   διὰ τοῦτο ἐξομολογήσομαί σοι, *κύριε, ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ,
22.51   μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

- Chapitre / chapter 22 -
22.1    And David spoke to the Lord the words of this song, in the day in which the Lord rescued him out of the hand of all his enemies, and out of the hand of Saul.
22.2    And the song was thus: O Lord, my rock, and my fortress, and my deliverer,
22.3    my God; he shall be to me my guard, I will trust in him: [he is] my protector, and the horn of my salvation, my helper, and my sure refuge; thou shalt save me from the unjust man.
22.4    I will call upon the Lord who is worthy to be praised, and I shall be saved from my enemies.
22.5    For the troubles of death compassed me, the floods of iniquity amazed me:
22.6    the pangs of death surrounded me, the agonies of death prevented me.
22.7    When I am afflicted I will call upon the Lord, and will cry to my God, and he shall hear my voice out of his temple, and my cry shalt come into his ears.
22.8    And the earth was troubled and quaked, and the foundations of heaven were confounded and torn asunder, because the Lord was wroth with them.
22.9    There went up a smoke in his wrath, and fire out of his mouth devours: coals were kindled at it.
22.10   And he bowed the heavens, and came down, and [there was] darkness under his feet.
22.11   And he rode upon the cherubs and did fly, and was seen upon the wings of the wind.
22.12   And he made darkness his hiding-place; his tabernacle round about him was the darkness of waters, he condensed it with the clouds of the air.
22.13   At the brightness before him coals of fire were kindled.
22.14   The Lord thundered out of heaven, and the Most High uttered his voice.
22.15   And he sent forth arrows, and scattered them, and he flashed lightning, and dismayed them.
22.16   And the channels of the sea were seen, and the foundations of the world were discovered, at the rebuke of the Lord, at the blast of the breath of his anger.
22.17   He sent from above and took me; he drew me out of many waters.
22.18   He delivered me from my strong enemies, from them that hated me, for they were stronger than I.
22.19   The days of my affliction prevented me; but the Lord was my stay.
22.20   And he brought me into a wide place, and rescued me, because he delighted in me.
22.21   And the Lord recompensed me according to my righteousness; even according to the purity of my hands did he recompense me.
22.22   Because, I kept the ways of the Lord, and did not wickedly depart from my God.
22.23   For all his judgments and his ordinances [were] before me: I departed not from them.
22.24   And I shall be blameless before him, and will keep myself from my iniquity.
22.25   And the Lord will recompense me according to my righteousness, and according to the purity of my hands in his eye-sight.
22.26   With the holy thou wilt be holy, and with the perfect man thou will be perfect,
22.27   and with the excellent thou wilt be excellent, and with the froward thou will be froward.
22.28   And thou wilt save the poor people, and wilt bring down the eyes of the haughty.
22.29   For thou, Lord, [art] my lamp, and the Lord shall shine forth to me in my darkness.
22.30   For by thee shall I run [as] a girded man, and by my God shall I leap over a wall.
22.31   As for the Mighty One, his way [is] blameless: the word of the Lord [is] strong [and] tried in the fire: he is a protector to all that put their trust in him.
22.32   Who [is] strong, but the Lord? and who will be a Creator except our God?
22.33   [It is] the Mighty One who strengthens e with might, and has prepared my way without fault.
22.34   He makes my feet like hart's feet, and sets me upon the high places.
22.35   He teaches my hands to war, and has broken a brazen bow by my arm.
22.36   And thou hast given me the shield of my salvation, and thy propitious dealing has increased me,
22.37   so as to make room under me for my going, and my legs did not totter.
22.38   I will pursue my enemies, and will utterly destroy them; and I will not turn again till I have consumed them.
22.39   And I will crush them, and they shall not rise; and they shall fall under my feet.
22.40   And thou shalt strengthen me with power for the war; thou shalt cause them that rise up against me to bow down under me.
22.41   And thou hast caused mine enemies to flee before me, even them that hated me, and thou hast slain them.
22.42   They shall cry, and there shall be no helper; to the Lord, but he hearkens not to them.
22.43   And I ground them as the dust of the earth, I beat them small as the mire of the streets.
22.44   And thou shalt deliver me from the striving of the peoples, thou shalt keep me [to be] the head of the Gentiles: a people which I knew not served me.
22.45   The strange children feigned [obedience] to me; they hearkened to me as soon as they heard.
22.46   The strange children shall be cast away, and shall be overthrown out of their hiding places.
22.47   The Lord lives, and blessed [be] my guardian, and my God, my strong keeper, shall be exalted.
22.48   The Lord who avenges me [is] strong, chastening the nations under me,
22.49   and bringing me out from my enemies: and thou shalt set me on high from among those that rise up against me: thou shalt deliver me from the violent man.
22.50   Therefore will I confess to thee, O Lord, among the Gentiles, and sing to thy name.
22.51   He magnifies the salvation of his king, and works mercy for his anointed, even for David and for his seed for ever.

- Chapitre / chapter 23 -
23.1    Καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι Πιστὸς Δαυιδ υἱὸς Ιεσσαι, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ.
23.2    πνεῦμα *κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου·
23.3    λέγει ὁ θεὸς Ισραηλ, ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ;
23.4    καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.
23.5    οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.
23.6    ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημφθήσονται,
23.7    καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν.
23.8    Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων ὁ Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ.
23.9    καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ·
23.10   αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν *κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.
23.11   καὶ μετ᾽ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων·
23.12   καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν *κύριος σωτηρίαν μεγάλην.
23.13   καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαιμ·
23.14   καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
23.15   καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.
23.16   καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ *κυρίῳ
23.17   καὶ εἶπεν Ἵλεώς μοι, *κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
23.18   Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·
23.19   ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν.
23.20   καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος·
23.21   αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
23.22   ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
23.23   ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ.
23.24   Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελφὸς Ιωαβ [οὗτος ἐν τοῖς τριάκοντα], Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ,
23.25   Σαμαι ὁ Αρουδαῖος, Ελικα ὁ Αρωδαῖος,
23.26   Ελλης ὁ Φελωθι, Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης,
23.27   Αβιεζερ ὁ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου,
23.28   Σελμων ὁ Αωίτης, Μοορε ὁ Νετωφαθίτης,
23.29   Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης, Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν,
23.30   Βαναιας ὁ Φαραθωνίτης, Ουρι ἐκ Ναχαλιγαιας,
23.31   Αβιηλ υἱὸς τοῦ Αραβωθίτου, Αζμωθ ὁ Βαρσαμίτης,
23.32   Ελιασου ὁ Σαλαβωνίτης, υἱοὶ Ιασαν, Ιωναθαν,
23.33   Σαμμα ὁ Αρωδίτης, Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης,
23.34   Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι, Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου,
23.35   Ασαραι ὁ Καρμήλιος, Φαραι ὁ Ερχι,
23.36   Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδι,
23.37   Ελιε ὁ Αμμανίτης, Γελωραι ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας,
23.38   Ιρας ὁ Ιεθιραῖος, Γαρηβ ὁ Ιεθιραῖος,
23.39   Ουριας ὁ Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.

- Chapitre / chapter 23 -
23.1    And these [are] the last words of David. Faithful [is] David the son of Jessae, and faithful the man whom the Lord raised up to be the anointed of the God of Jacob, and beautiful [are] the psalms of Israel.
23.2    The Spirit of the Lord spoke by me, and his word [was] upon my tongue.
23.3    The God of Israel says, A watchman out of Israel spoke to me a parable: I said among men, How will ye strengthen the fear of the anointed?
23.4    And in the morning light of God, let the sun arise in the morning, from the light of which the Lord passed on, and as it were from the rain of the tender grass upon the earth.
23.5    For my house [is] not so with the Mighty One: for he has made an everlasting covenant with me, ready, guarded at every time; for all my salvation and all my desire [is], that the wicked should not flourish.
23.6    All these [are] as a thorn thrust forth, for they shall not be taken with the hand,
23.7    and a man shall not labour among them; and [one shall have] that which is fully armed with iron, and the staff of a spear, an he shall burn them with fire, and they shall be burnt in their shame.
23.8    These [are] the names of the mighty men of David: Jebosthe the Chananite is a captain of the third [part]: Adinon the Asonite, he drew his sword against eight hundred soldiers at once.
23.9    And after him Eleanan the son of his uncle, son of Dudi who was among the three mighty men with David; and when he defied the Philistines they were gathered there to war, and the men of Israel went up.
23.10   He arose an smote the Philistines, until his hand was weary, and his hand clave to the sword: and the Lord wrought a great salvation in that day, and the people rested behind him only to strip [the slain].
23.11   And after him Samaia the son of Asa the Arachite: and the Philistines were gathered to Theria; and there was there a portion of ground full of lentiles; and the people fled before the Philistines.
23.12   And he stood firm in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance.
23.13   And three out of the thirty went down, and came to Cason to David, to the cave of Odollam; and [there was] an army of the Philistines, and they encamped in the valley of Raphain.
23.14   And David [was] then in the strong hold, and the garrison of the Philistines [was] then in Bethleem.
23.15   And David longed, and said, Who will give me water to drink out of the well that is in Bethleem by the gate? now the band of the Philistines [was] then in Bethleem.
23.16   And the three mighty men broke through the host of the Philistines, and drew water out of the well that was in Bethleem in the gate: and they took it, and brought it to David, and he would not drink it, but poured it out before the Lord.
23.17   And he said, O Lord, forbid that I should do this, that I should drink of the blood of the men who went at [the risk of] their lives: and he would not drink it. These things did these three mighty men.
23.18   And Abessa the brother of Joab the son of Saruia, he [was] chief among the three, and he lifted up his spear against three hundred whom he slew; and he had a name among three.
23.19   Of those three [he was] most honourable, and he became a chief over them, but he reached not to the [first] three.
23.20   And Banaeas the son of Jodae, he was abundant in [mighty] deeds, from Cabeseel, and he smote the two sons of Ariel of Moab: and he went down and smote a lion in the midst of a pit on a snowy day.
23.21   He smote an Egyptian, a wonderful man, and in the hand of the Egyptian [was] a spear as the side of a ladder; and he went down to him with a staff, and snatched the spear from the Egyptian's hand, and slew him with his own spear.
23.22   These things did Banaeas the son of Jodae, and he had a name among the three mighty men.
23.23   He was honourable among the [second] three, but he reached not to the [first] three: and David made him his reporter. And these [are] the names of King David's mighty men.
23.24   Asael Joab's brother; he [was] among the thirty. Eleanan son of Dudi his uncle in Bethleem.
23.25   Saema the Rudaean.
23.26   Selles the Kelothite: Iras the son of Isca the Thecoite.
23.27   Abiezer the Anothite, of the sons of the Anothite.
23.28   Ellon the Aoite; Noere the Netophatite.
23.29   Esthai the son of Riba of Gabaeth, son of Benjamin the Ephrathite; Asmoth the Bardiamite; Emasu the Salabonite:
23.30   Adroi of the brooks.
23.31   Gadabiel son of the Arabothaeite.
23.32   the sons of Asan, Jonathan;
23.33   Samnan the Arodite; Amnan the son of Arai the Saraurite.
23.34   Aliphaleth the son of Asbites, the son of the Machachachite; Eliab the son of Achitophel the Gelonite.
23.35   Asarai the Carmelite the son of Uraeoerchi.
23.36   Gaal the son of Nathana. The son of much valour, [the son] of Galaaddi. Elie the Ammanite.
23.37   Gelore the Bethorite, armour-bearer to Joab, son of Saruia.
23.38   Iras the Ethirite. Gerab the Ethenite.
23.39   Urias the Chettite: thirty-seven in all.

- Chapitre / chapter 24 -
24.1    Καὶ προσέθετο ὀργὴ *κυρίου ἐκκαῆναι ἐν Ισραηλ, καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα.
24.2    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.
24.3    καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα Καὶ προσθείη *κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ;
24.4    καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ.
24.5    καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γαδ καὶ Ελιεζερ
24.6    καὶ ἦλθον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων, ἥ ἐστιν Αδασαι, καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα
24.7    καὶ ἦλθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε
24.8    καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ.
24.9    καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.
24.10   Καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπεν Δαυιδ πρὸς *κύριον Ἥμαρτον σφόδρα ὃ ἐποίησα· νῦν, *κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.
24.11   καὶ ἀνέστη Δαυιδ τὸ πρωί. καὶ λόγος *κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρῶντα Δαυιδ λέγων
24.12   Πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων Τάδε λέγει *κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι.
24.13   καὶ εἰσῆλθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα.
24.14   καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ *κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν θάνατον.
24.15   καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν *κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
24.16   καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ιερουσαλημ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη *κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος *κυρίου ἦν παρὰ τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
24.17   καὶ εἶπεν Δαυιδ πρὸς *κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
24.18   καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ *κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου.
24.19   καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, καθ᾽ ὃν τρόπον ἐνετείλατο αὐτῷ *κύριος.
24.20   καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
24.21   καὶ εἶπεν Ορνα Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυιδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ *κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.
24.22   καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.
24.23   τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ, καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα *Κύριος ὁ θεός σου εὐλογήσαι σε.
24.24   καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ορνα Οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ *κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.
24.25   καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυιδ θυσιαστήριον *κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ᾽ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν *κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ισραηλ.

- Chapitre / chapter 24 -
24.1    And the Lord caused his anger to burn forth again in Israel, and [Satan] stirred up David against them, saying, Go, number Israel and Juda.
24.2    And the king said to Joab commander of the host, who was with him, Go now through all the tribes of Israel and Juda, from Dan even to Bersabee, and number the people, and I will know the number of the people.
24.3    And Joab said to the king, Now may the Lord add to the people a hundred-fold as many as they are, and [may] the eyes of my lord the king see it: but why does my lord the king desire this thing?
24.4    Nevertheless the word of the king prevailed against Joab an the captains of the host: And Joab and the captains of the host went out before the king to number the people of Israel.
24.5    And they went over Jordan, and encamped in Aroer, on the right of the city which is in the midst of the valley of Gad and Eliezer.
24.6    And they came to Galaad, and into the land of Thabason, which is Adasai, and they came to Danidan and Udan, and compassed Sidon.
24.7    And they came to Mapsar of Tyre, and to all the cities of the Evite and the Chananite: and they came by the South of Juda to Bersabee.
24.8    And they compassed the whole land; and they arrived at Jerusalem at the end of nine months and twenty days.
24.9    And Joab gave in the number of the census of the people to the king: and Israel consisted of eight hundred thousand men of might that drew sword; and the men of Juda, five hundred thousand fighting men.
24.10   And the heart of David smote him after he had numbered the people; and David said to the Lord, I have sinned grievously, O Lord, [in] what I have now done: remove, I pray thee, the iniquity of thy servant, for I have been exceedingly foolish.
24.11   And David rose early in the morning, and the word of the Lord came to the prophet Gad, the seer, saying, Go, and speak to David, saying,
24.12   Thus saith the Lord, I bring [one of] three things upon thee: now choose thee one of them, and I will do [it] to thee.
24.13   And Gad went in to David, and told him, and said to him, Choose [one of these things] to befall thee, whether there shall come upon thee [for] three years famine in thy land; or that thou shouldest flee three months before thine enemies, and they should pursue thee; or that there should be [for] three days mortality in thy land. Now then decide, and see what answer I shall return to him that sent me.
24.14   And David said to Gad, On every side I am much straitened: let me fall now into the hands of the Lord, for his compassions [are] very many; and let me not fall into the hands of man.
24.15   So David chose for himself the mortality: and [they were] the days of wheat-harvest; and the Lord sent a pestilence upon Israel from morning till noon, and the plague began among the people; and there died of the people from Dan even to Bersabee seventy thousand men.
24.16   And the angel of the Lord stretched out his hand against Jerusalem to destroy it, and the Lord repented of the evil, and said to the angel that destroyed the people, [It is] enough now, withhold thine hand. And the angel of the Lord was by the threshing-floor of Orna the Jebusite.
24.17   And David spoke to the Lord when he saw the angel smiting the people, and he said, Behold, it is I that have done wrong, but these sheep what have they done? Let thy hand, I pray thee, be upon me, and upon my father's house.
24.18   And Gad came to David in that day, and said to him, Go up, and set up to the Lord and altar in the threshing-floor of Orna the Jebusite.
24.19   And David went up according to the word of Gad, as the Lord commanded him.
24.20   And Orna looked out, and saw the king and his servants coming on before him: and Orna went forth, and did obeisance to the king with his face to the earth.
24.21   And Orna said, Why has my lord the king come to his servant? and David said, To buy of thee the threshing-floor, in order to build an altar to the Lord that the plague may be restrained from off the people.
24.22   And Orna said to David, Let my lord the king take and offer to the Lord that which is good in his eyes: behold, [here are] oxen for a whole-burnt-offering, and the wheels and furniture of the oxen for wood.
24.23   Orna gave all to the king: and Orna said to the king, The Lord thy God bless thee.
24.24   And the king said to Orna, Nay, but I will surely buy it of thee at a fair price, and I will not offer to the Lord my God a whole-burnt-offering for nothing. So David purchased the threshing-floor and the oxen for fifty shekels of silver.
24.25   And David built there an altar to the Lord, and offered up whole-burnt-offerings and peace-offerings: and Solomon made an addition to the altar afterwards, for it was little at first. And the Lord hearkened to the land, and the plague was stayed from Israel.

- FIN / END -

^▲^