Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



1 Samuel / 1 Samuel
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22 23 24 25 26 27 28 29 30
31









Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ.
1.2     καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Αννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα· καὶ ἦν τῇ Φεννανα παιδία, καὶ τῇ Αννα οὐκ ἦν παιδίον.
1.3     καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ *κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω· καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ *κυρίου.
1.4     καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας·
1.5     καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην, καὶ *κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς·
1.6     ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν *κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
1.7     οὕτως ἐποίει ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον *κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.
1.8     καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ Τί ἐστίν σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;
1.9     καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον *κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ *κυρίου.
1.10    καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς *κύριον καὶ κλαίουσα ἔκλαυσεν
1.11    καὶ ηὔξατο εὐχὴν *κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
1.12    καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον *κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς·
1.13    καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν.
1.14    καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι Ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.
1.15    καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον *κυρίου·
1.16    μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
1.17    καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾽ αὐτοῦ.
1.18    καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
1.19    καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ *κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς *κύριος,
1.20    καὶ συνέλαβεν. καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν Ὅτι παρὰ *κυρίου θεοῦ σαβαωθ ᾐτησάμην αὐτόν.
1.21    Καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ·
1.22    καὶ Αννα οὐκ ἀνέβη μετ᾽ αὐτοῦ, ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ *κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος.
1.23    καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· κάθου, ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι *κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
1.24    καὶ ἀνέβη μετ᾽ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον *κυρίου ἐν Σηλωμ, καὶ τὸ παιδάριον μετ᾽ αὐτῶν.
1.25    καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ, καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον. καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι
1.26    καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς *κύριον·
1.27    ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέν μοι *κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾽ αὐτοῦ·
1.28    κἀγὼ κιχρῶ αὐτὸν τῷ *κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ *κυρίῳ.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     There was a man of Armathaim Sipha, of mount Ephraim, and his name [was] Helkana, a son of Jeremeel the son of Elias the son of Thoke, in Nasib Ephraim.
1.2     And he [had] two wives; the name of the one [was] Anna, and the name of the second Phennana. And Phennana had children, but Anna had no child.
1.3     And the man went up from year to year from his city, from Armathaim, to worship and sacrifice to the Lord God of Sabaoth at Selom: and [there were] Heli and his two sons Ophni and Phinees, the priests of the Lord.
1.4     And the day came, and Helkana sacrificed, and gave portions to his wife Phennana and her children.
1.5     And to Anna he gave a prime portion, because she had no child, only Helkana loved Anna more than the other; but the Lord [had] closed her womb.
1.6     For the Lord gave her no child in her affliction, and according to the despondency of her affliction; and she was dispirited on this account, that the Lord shut up her womb so as not to give her a child.
1.7     So she did year by year, in going up to the house of the Lord; and she was dispirited, and wept, and did not eat.
1.8     And Helkana her husband said to her, Anna: and she said to him, Here [am] I, my lord: and he said to her, What ails thee that thou weepest? and why dost thou not eat? and why does thy heart smite thee? [am] I not better to thee than ten children?
1.9     And Anna rose up after they had eaten in Selom, and stood before the Lord: and Heli the priest [was] on a seat by the threshold of the temple of the Lord.
1.10    And she [was] very much grieved in spirit, and prayed to the Lord, and wept abundantly.
1.11    And she vowed a vow to the Lord, saying, O Lord God of Sabaoth, if thou welt indeed look upon the humiliation of thine handmaid, and remember me, and give to thine handmaid a man-child, then will I indeed dedicate him to thee till the day of his death; and he shall drink no wine nor strong drink, and no razor shall come upon his head.
1.12    And it came to pass, while she was long praying before the Lord, that Heli the priest marked her mouth.
1.13    And she was speaking in her heart, and her lips moved, but her voice was not heard: and Heli accounted her a drunken woman.
1.14    And the servant of Heli said to her, How long wilt thou be drunken? take away thy wine from thee, and go out from the presence of the Lord.
1.15    And Anna answered and said, Nay, my lord, [I live] in a hard day, and I have not drunk wine or strong drink, and I pour out my soul before the Lord.
1.16    Count not thy handmaid for a pestilent woman, for by reason of the abundance of my importunity I have continued [my prayer] until now.
1.17    And Heli answered and said to her, Go in peace: the God of Israel give thee all thy petition, which thou hast asked of him.
1.18    And she said, Thine handmaid has found favour in thine eyes: and the woman went her way, and entered into her lodging, and ate and drank with her husband, and her countenance was no more sad.
1.19    And they rise early in the morning, and worship the Lord, and they go their way: and Helkana went into his house at Armathaim, and knew his wife Anna; and the Lord remembered her, and she conceived.
1.20    And it came to pass when the time was come, that she brought forth a son, and called his name Samuel, and said, Because I asked him of the Lord God of Sabaoth.
1.21    And the man Helkana and all his house went up to offer in Selom the yearly sacrifice, and his vows, and all the tithes of his land.
1.22    But Anna did not go up with him, for she said to her husband, [I will not go up] until the child goes up, when I have weaned him, and he shall be presented before the Lord, and he shall abide there continually.
1.23    And Helkana her husband said to her, Do that which is good in thine eyes, abide still until thou shalt have weaned him; but may the Lord establish that which comes out of thy mouth: and the woman tarried, and suckled her son until she had weaned him.
1.24    And she went up with him to Selom with a calf of three years old, and loaves, and an ephah of fine flour, and a bottle of wine: and she entered into the house of the Lord in Selom, and the child with them.
1.25    And they brought him before the Lord; and his father slew his offering which he offered from year to year to the Lord; and he brought near the child, and slew the calf; and Anna the mother of the child brought him to Heli.
1.26    And she said, I pray thee, my lord, as thy soul liveth, I [am] the woman that stood in thy presence with thee while praying to the Lord.
1.27    For this child I prayed; and the Lord has given me my request that I asked of him.
1.28    And I lend him to the Lord all his days that he lives, a loan to the Lord: and she said,


- Chapitre / chapter 2 -
2.1     Καὶ εἶπεν Ἐστερεώθη ἡ καρδία μου ἐν *κυρίῳ, ὑψώθη κέρας μου ἐν θεω μου· ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.
2.2     ὅτι οὐκ ἔστιν ἅγιος ὡς *κύριος, καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
2.3     μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι θεὸς γνώσεων *κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
2.4     τόξον δυνατῶν ἠσθένησεν, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·
2.5     πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
2.6     *κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
2.7     *κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
2.8     ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαῶν καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
2.9     διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ,
2.10    *κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, *κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν *κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. *κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
2.11    Καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον *κυρίου καὶ ἀπῆλθον εἰς Αρμαθαιμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ *κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως.
2.12    Καὶ οἱ υἱοὶ Ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν *κύριον.
2.13    καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,
2.14    καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν· πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλωμ.
2.15    καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος.
2.16    καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων Θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λαβὲ σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν Οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήμψομαι κραταιῶς.
2.17    καὶ ἦν ἡ ἁμαρτία τῶν παιδαρίων ἐνώπιον *κυρίου μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν *κυρίου.
2.18    καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον *κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ,
2.19    καὶ διπλοίδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.
2.20    καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναῖκα αὐτοῦ λέγων Ἀποτείσαι σοι *κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ *κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ,
2.21    καὶ ἐπεσκέψατο *κύριος τὴν Ανναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον *κυρίου.
2.22    Καὶ Ηλι πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ισραηλ,
2.23    καὶ εἶπεν αὐτοῖς Ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου;
2.24    μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν *θεῷ.
2.25    ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς *κύριον· καὶ ἐὰν τῷ *κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο *κύριος διαφθεῖραι αὐτούς.
2.26    καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ *κυρίου καὶ μετὰ ἀνθρώπων.
2.27    καὶ ἦλθεν ἄνθρωπος θεοῦ πρὸς Ηλι καὶ εἶπεν Τάδε λέγει *κύριος Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραω
2.28    καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν·
2.29    καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου;
2.30    διὰ τοῦτο τάδε εἶπεν *κύριος ὁ θεὸς Ισραηλ Εἶπα Ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησιν *κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.
2.31    ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,
2.32    καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·
2.33    καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν.
2.34    καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες· ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι.
2.35    καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
2.36    καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.

- Chapitre / chapter 2 -
2.1     My heart is established in the Lord, my horn is exalted in my God; my mouth is enlarged over my enemies, I have rejoiced in thy salvation.
2.2     For there is none holy as the Lord, and there is none righteous as our God; there is none holy besides thee.
2.3     Boast not, and utter not high things; let not high-sounding words come out of your mouth, for the Lord [is] a God of knowledge, and God prepares his own designs.
2.4     The bow of the mighty has waxed feeble, and the weak have girded themselves with strength.
2.5     They that were full of bread are brought low; and the hungry have forsaken the land; for the barren has born seven, and she that abounded in children has waxed feeble.
2.6     The Lord kills and makes alive; he brings down to the grave, and brings up.
2.7     The Lord makes poor, and makes rich; he brings low, and lifts up.
2.8     He lifts up the poor from the earth, and raises the needy from the dunghill; to seat him with the princes of the people, and causing them to inherit the throne of glory:
2.9     granting his petition to him that prays; and he blesses the years of the righteous, for by strength cannot man prevail.
2.10    The Lord will weaken his adversary; the Lord [is] holy. Let not the wise man boast in his wisdom, nor let the mighty man boast in his strength, and let not the rich man boast in his wealth; but let him that boasts boast in this, to understand and know the Lord, and to execute judgement and justice in the midst of the earth. The Lord has gone up to the heavens, and has thundered: he will judge the extremities of the earth, and he gives strength to our kings, and will exalt the horn of his Christ. And she left him there before the Lord,
2.11    and departed to Armathaim: and the child ministered in the presence of the Lord before Heli the priest.
2.12    And the sons of Heli the priest [were] evil sons, not knowing the Lord.
2.13    And the priest's claim from every one of the people that sacrificed [was this:] the servant of the priest came when the flesh was in seething, and a flesh-hook of three teeth [was] in his hand.
2.14    And he struck it into the great caldron, or into the brazen vessel, or into the pot, and whatever came up with the flesh-hook, the priest took for himself: so they did to all Israel that came to sacrifice to the Lord in Selom.
2.15    And before the fat was burnt for a sweet savour, the servant of the priest would come, and say to the man that sacrificed, Give flesh to roast for the priest, and I will by no means take of thee sodden flesh out of the caldron.
2.16    And [if] the man that sacrificed said, First let the fat be burned, as it is fit, and take for thyself of all things which thy soul desires: then he would say, Nay, for thou shalt give it me now; and if not I will take it by force.
2.17    So the sin of the young men was very great before the Lord, for they set at nought the offering of the Lord.
2.18    And Samuel ministered before the Lord, a child girt with a linen ephod.
2.19    And his mother made him a little doublet, and brought it to him from year to year, in her going up in company with her husband to offer the yearly sacrifice.
2.20    And Heli blessed Helcana and his wife, saying The Lord recompense to thee seed of this woman, in return for the loan which thou hast lent to the Lord: and the man returned to his place.
2.21    And the Lord visited Anna, and she bore yet three sons, and two daughters. And the child Samuel grew before the Lord.
2.22    And Heli [was] very old, and he heard what his sons did to the children of Israel.
2.23    And he said to them, Why do ye according to this thing, which I hear from the mouth of all the people of the Lord?
2.24    Nay [my] sons, for the report which I hear [is] not good; do not so, for the reports which I hear [are] not good, so that the people do not serve God.
2.25    If a man should at all sin against another, then shall they pray for him to the Lord; but if a man sin against the Lord, who shall intreat for him? But they hearkened not to the voice of their father, because the Lord would by all means destroy them.
2.26    And the child Samuel advanced, and was in favour with God and with men.
2.27    And a man of God came to Heli, and said, Thus says the Lord, I plainly revealed myself to the house of thy father, when they were servants in Egypt to the house of Pharao.
2.28    And I chose the house of thy father out of all the tribes of Israel to minister to me in the priest's office, to go up to my altar, and to burn incense, and to wear an ephod. And I gave to the house of thy father all the offerings by fire of the children of Israel for food.
2.29    And wherefore hast thou looked upon my incense-offering and my meat-offering with a shameless eye, and hast honoured thy sons above me, so that they should bless themselves with the first-fruits of every sacrifice of Israel before me?
2.30    Therefore thus says the Lord God of Israel, I said, Thy house and the house of thy father shall pass before me for ever: but now the Lord says, That be far from me; for will only honour them that honour me, and he that sets me at nought shall be despised.
2.31    Behold, the days come when I will destroy thy seed and the seed of thy father's house.
2.32    And thou shalt not have an old man in my house for ever.
2.33    And [if] I do not destroy a man of thine from my altar, [it shall be] that his eyes may fail and his soul may perish; and every one that remains in thy house shall fall by the sword of men.
2.34    And this which shall come upon thy two sons Ophni and Phinees shall be a sign to thee; in one day they shall both die.
2.35    And I will raise up to myself a faithful priest, who shall do all that is in my heart and in my soul; and I will build him a sure house, and he shall walk before my Christ for ever.
2.36    And it shall come to pass that he that survives in thy house, shall come to do obeisance before him for a little piece of silver, saying, Put me into one of thy priest's offices to eat bread.

- Chapitre / chapter 3 -
3.1     Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ *κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα *κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
3.2     καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν,
3.3     καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ θεοῦ,
3.4     καὶ ἐκάλεσεν *κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ.
3.5     καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν.
3.6     καὶ προσέθετο *κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε·
3.7     καὶ Σαμουηλ πρὶν ἢ γνῶναι *θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα *κυρίου.
3.8     καὶ προσέθετο *κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ηλι ὅτι *κύριος κέκληκεν τὸ παιδάριον,
3.9     καὶ εἶπεν Ἀνάστρεφε κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, *κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
3.10    καὶ ἦλθεν *κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.
3.11    καὶ εἶπεν *κύριος πρὸς Σαμουηλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
3.12    ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
3.13    καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ οὕτως.
3.14    ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.
3.15    καὶ κοιμᾶται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου *κυρίου· καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι.
3.16    καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ.
3.17    καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου.
3.18    καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾽ αὐτοῦ, καὶ εἶπεν Ηλι *Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
3.19    Καὶ ἐμεγαλύνθη Σαμουηλ, καὶ ἦν *κύριος μετ᾽ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
3.20    καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ *κυρίῳ.
3.21    καὶ προσέθετο *κύριος δηλωθῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύφθη *κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον *κυρίου.

- Chapitre / chapter 3 -
3.1     And the child Samuel ministered to the Lord before Heli the priest: and the word of the Lord was precious in those days, there was no distinct vision.
3.2     And it came to pass at that time that Heli was sleeping in his place; and his eyes began to fail, and could not see.
3.3     And the lamp of God [was burning] before it was trimmed, and Samuel slept in the temple, where [was] the ark of God.
3.4     And the Lord called, Samuel, Samuel; and he said, Behold, [here am] I.
3.5     And he ran to Heli, and said, [Here am] I, for thou didst call me: and he said, I did not call thee; return, go to sleep; and he returned and went to sleep.
3.6     And the Lord called again, Samuel, Samuel: and he went to Heli the second time, and said, Behold [here am] I, for thou didst call me: and he said, I called thee not; return, go to sleep.
3.7     And [it was] before Samuel knew the Lord, and [before] the word of the Lord was revealed to him.
3.8     And the Lord called Samuel again for the third time: and he arose and went to Heli, and said, Behold, I [am here], for thou didst call me: and Heli perceived that the Lord [had] called the child.
3.9     And he said, Return, child, go to sleep; and it shall come to pass if he shall call thee, that thou shalt say, Speak for thy servant hears: and Samuel went and lay down in his place.
3.10    And the Lord came, and stood, and called him as before: and Samuel said, Speak, for thy servant hears.
3.11    And the Lord said to Samuel, Behold, I execute my words in Israel; whoever hears them, both his ears shall tingle.
3.12    In that day I will raise up against Heli all things that I have said against his house; I will begin, and I will make an end.
3.13    And I have told him that I will be avenged on his house perpetually for the iniquities of his sons, because his sons spoke evil against God, and he did not admonish them.
3.14    And [it shall] not [go on] so; I have sworn to the house of Eli, the iniquity of the house of Eli shall not be atoned for with incense or sacrifices for ever.
3.15    And Samuel slept till morning, and rose early in the morning, and opened the doors of the house of the Lord; and Samuel feared to tell [Heli] the vision.
3.16    And Heli said to Samuel, Samuel, [my] son; and he said, Behold, [here am] I.
3.17    And he said, What [was] the word that was spoken to thee? I pray thee hide it not from me: may God do these things to thee, and more also, if thou hide from me any thing of all the words that were spoken to thee in thine ears.
3.18    And Samuel reported all the words, and hid them not from him. And Heli said, He [is] the Lord, he shall do that which is good in his sight.
3.19    And Samuel grew, and the Lord was with him, and there did not fall one of his words to the ground.
3.20    And all Israel knew from Dan even to Bersabee, that Samuel [was] faithful as a prophet to the Lord.
3.21    And the Lord manifested himself again in Selom, for the Lord revealed himself to Samuel; and Samuel was accredited to all Israel as a prophet to the Lord from one end of the land to the other: and Heli [was] very old, and his sons kept advancing [in wickedness], and their way [was] evil before the Lord.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ.
4.2     καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
4.3     καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς *κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
4.4     καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν *κυρίου καθημένου χερουβιμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οφνι καὶ Φινεες.
4.5     καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς *κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.
4.6     καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι Τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς *κυρίου ἥκει εἰς τὴν παρεμβολήν.
4.7     καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον Οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην.
4.8     οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.
4.9     κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας, ἀλλόφυλοι, μήποτε δουλεύσητε τοῖς Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.
4.10    καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων.
4.11    καὶ κιβωτὸς θεοῦ ἐλήμφθη, καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον, Οφνι καὶ Φινεες.
4.12    Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
4.13    καὶ ἦλθεν, καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις.
4.14    καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς φωνῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι.
4.15    καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ἡ φωνὴ τοῦ ἤχους τούτου;
4.16    καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον;
4.17    καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν Πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη.
4.18    καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.
4.19    Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾽ αὐτὴν ὠδῖνες αὐτῆς.
4.20    καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.
4.21    καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.
4.22    καὶ εἶπαν Ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου.

- Chapitre / chapter 4 -
4.1     And it came to pass in those days that the Philistines gathered themselves together against Israel to war; and Israel went out to meet them and encamped at Abenezer, and the Philistines encamped in Aphec.
4.2     And the Philistines prepare to fight with Israel, and the battle was turned against them; and the men of Israel fell before the Philistines, and there were smitten in the battle in the field four thousand men.
4.3     And the people came to the camp, and the elders of Israel said, Why has the Lord caused us to fall this day before the Philistines? let us take the ark of our God out of Selom, and let it proceed from the midst of us, and it shall save us from the hand of our enemies.
4.4     And the people sent to Selom, and they take thence the ark of the Lord who dwells between the cherubs: and both the sons of Heli, Ophni and Phinees, [were] with the ark.
4.5     And it came to pass when the ark of the Lord entered into the camp, that all Israel cried out with a loud voice, and the earth resounded.
4.6     And the Philistines heard the cry, and the Philistines said, What [is] this great cry in the camp of the Hebrews: and they understood that the ark of the Lord was come into the camp.
4.7     And the Philistines feared, and said, These are the Gods that are come to them into the camp.
4.8     Woe to us, O Lord, deliver us to-day for such a thing has not happened aforetime: woe to us, who shall deliver us out of the hand of these mighty Gods? these [are] the Gods that smote Egypt with every plague, and in the wilderness.
4.9     Strengthen yourselves and behave yourselves like men, O ye Philistines, that ye may not serve the Hebrews as they have served us, but be ye men and fight with them.
4.10    And they fought with them; and the men of Israel fall, and they fled every man to his ten; and there was a very great slaughter; and there fell of Israel thirty thousand fighting men.
4.11    And the ark of God was taken, and both the sons of Heli, Ophni, and Phinees, died.
4.12    And there ran a man of Benjamin out of the battle, and he came to Selom on that day: and his clothes [were] rent, and earth [was] upon his head.
4.13    And he came, an behold, Heli was upon the seat by the gate looking along the way, for his heart was greatly alarmed for the ark of God: and the man entered into the city to bring tidings; and the city cried out.
4.14    And Heli heard the sound of the cry, and said, What [is] the voice of this cry? and the men hasted and went in, and reported to Heli.
4.15    Now Heli [was] ninety years old, and his eyes were fixed, and he saw not.
4.16    And Heli said to them that stood round about him, What [is] the voice of this sound? And the man hasted and advanced to Heli, and said to him, I am he that is come out of the camp, and I have fled from the battle to-day: and Heli said, What [is] the even, [my] son?
4.17    And they young man answered and said, The men of Israel fled from the face of the Philistines, and there was a great slaughter among the people, and both thy sons are dead, and the ark of God is taken.
4.18    And it came to pass, when he mentioned the ark of God, that he fell from the seat backward near the gate, and his back was broken, and he died, for [he was] an old man and heavy: and he judged Israel twenty years.
4.19    And his daughter-in-law the wife of Phinees [was] with child, [about] to bring forth; and she heard the tidings, that the ark of God was taken, and that her father-in-law and her husband were dead; and she wept and was delivered, for her pains came upon her.
4.20    And in her time she was at the point of death; and the women that stood by her, said to her, Fear not, for thou hast born a son: but she answered not, and her heart did not regard it.
4.21    And she called the child Uaebarchaboth, because of the ark of God, and because of her father-in-law, and because of her husband.
4.22    And they said, The glory of Israel is departed, forasmuch as the ark of the Lord is taken.

- Chapitre / chapter 5 -
5.1     Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς Ἄζωτον.
5.2     καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων.
5.3     καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ· καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ *κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς.
5.4     καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί, καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης *κυρίου, καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη.
5.5     διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγων καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγων ἐπὶ βαθμὸν οἴκου Δαγων ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν.
5.6     καὶ ἐβαρύνθη χεὶρ *κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει.
5.7     καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν ὅτι Οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ισραηλ μεθ᾽ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ Δαγων θεὸν ἡμῶν.
5.8     καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν Τί ποιήσωμεν κιβωτῷ θεοῦ Ισραηλ; καὶ λέγουσιν οἱ Γεθθαῖοι Μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς Γεθθα.
5.9     καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ *κυρίου ἐν τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεθθαῖοι ἕδρας.
5.10    καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες Τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;
5.11    καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον Ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ,
5.12    καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.

- Chapitre / chapter 5 -
5.1     And the Philistines took the ark of God, and brought it from Abenezer to Azotus.
5.2     And the Philistines took the ark of the Lord, and brought it into the house of Dagon, and set it by Dagon.
5.3     And the people of Azotus rose early, and entered into the house of Dagon; and looked, and behold, Dagon had fallen on his face before the ark of the Lord: and they lifted up Dagon, and set him in his place. And the hand of the Lord was heavy upon the Azotians, and he plagued them, and he smote them in their secret parts, Azotus and her coasts.
5.4     And it came to pass when they rose early in the morning, behold, Dagon had fallen on his face before the ark of the covenant of the Lord; and the head of Dagon and both the palms of his hands [were] cut off each before the threshold, and both the wrists of his hands had fallen on the floor of the porch; only the stump of Dagon was left.
5.5     Therefore the priests of Dagon, and every one that enters into the house of Dagon, do not tread upon the threshold of the house of Dagon in Azotus until this day, for they step over.
5.6     And the hand of the Lord was heavy upon Azotus, and he brought evil upon them, and it burst out upon them into the ships, and mice sprang up in the midst of their country, and there was a great and indiscriminate mortality in the city.
5.7     And the men of Azotus saw that [it was] so, and they said, The ark of the God of Israel shall not abide with us, for his hand [is] heavy upon us and upon Dagon our god.
5.8     And they send and gather the lords of the Philistines to them, and say, What shall we do to the ark of the God of Israel? and the Gittites say, Let the ark of God come over to us; and the ark of the God of Israel came to Geth.
5.9     And it came to pass after it went about to Geth, that the hand of the Lord comes upon the city, a very great confusion; and he smote the men of the city small and great, and smote them in their secret parts: and the Gittites made to themselves images of emerods.
5.10    And they send away the ark of God to Ascalon; and it came to pass when the ark of God went into Ascalon, that the men of Ascalon cried out, saying, Why have ye brought back the ark of the God of Israel to us, to kill us and our people?
5.11    And they send and gather the lords of the Philistines, and they said, Send away the ark of the God of Israel, and let it lodge in its place; and let it not slay us and our people.
5.12    For there was a very great confusion in all the city, when the ark of the God of Israel entered there; and those, who lived and died not were smitten with emerods; and the cry of the city went up to heaven.

- Chapitre / chapter 6 -
6.1     Καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας.
6.2     καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες Τί ποιήσωμεν τῇ κιβωτῷ *κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.
6.3     καὶ εἶπαν Εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾽ ὑμῶν.
6.4     καὶ λέγουσιν Τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν Κατ᾽ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἓν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,
6.5     καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾽ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.
6.6     καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλθον;
6.7     καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον·
6.8     καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται·
6.9     καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμυς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην, καὶ ἐὰν μή, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν.
6.10    καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
6.11    καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.
6.12    καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμυς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμυς.
6.13    καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ἦραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς.
6.14    καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς, καὶ ἔστησαν ἐκεῖ παρ᾽ αὐτῇ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ *κυρίῳ.
6.15    καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ *κυρίου καὶ τὸ θέμα εργαβ μετ᾽ αὐτῆς καὶ τὰ ἐπ᾽ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ *κυρίῳ.
6.16    καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ.
6.17    καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ *κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκαλῶνος μίαν, τῆς Γεθ μίαν, τῆς Ακκαρων μίαν.
6.18    καὶ μῦς οἱ χρυσοῖ κατ᾽ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ᾽ αὐτοῦ τὴν κιβωτὸν διαθήκης *κυρίου, τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου.
6.19    Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιθσαμυς, ὅτι εἶδαν κιβωτὸν *κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν. καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξεν *κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.
6.20    καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς Τίς δυνήσεται διελθεῖν ἐνώπιον *κυρίου τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς *κυρίου ἀφ᾽ ἡμῶν;
6.21    καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαριμ λέγοντες Ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν *κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

- Chapitre / chapter 6 -
6.1     And the ark was seven months in the country of the Philistines, and their land brought forth swarms of mice.
6.2     And the Philistines call their priests, and their prophets, and their enchanters, saying, What shall we do to the ark of the Lord? teach us wherewith we shall send it away to its place.
6.3     And they said, If ye send away the ark of the covenant of the Lord God of Israel, do not on any account send it away empty, but by all means render to it an offering for the plague; and then shall ye be healed, and an atonement shall be made for you: should not his hand be [thus] stayed from off you?
6.4     And they say, What [is] the offering for the plague [which] we shall return to it? and they said,
6.5     According to the number of the lords of the Philistines, five golden emerods, for the plague was on you, and on your rulers, and on the people; and golden mice, the likeness of the mice that destroy your land: and ye shall give glory to the Lord, that he may lighten his hand from off you, and from off your gods, and from off your land.
6.6     And why do ye harden your hearts, as Egypt and Pharao hardened their hearts? [was it] not [so] when he mocked them, [that] they let the people go, and they departed?
6.7     And now take wood and make a new wagon, and take two cows, that have calved for the first time, without their calves; and do ye yoke the cows to the wagon, and lead away the calves from behind them home.
6.8     And ye shall take the ark and put it on the wagon; and ye shall restore to it the golden articles for the trespass-offering in a coffer by the side of it: and ye shall let it g, and sent it away, and ye shall depart.
6.9     And ye shall see, if it shall go the way of its coasts along by Baethsamys, he has brought upon us this great affliction; and if not, then shall we know that his hand has not touched us, but this [is a] chance [which] has happened to us.
6.10    And the Philistines did so; and they took two cows that had calved for the first time, and yoked them to the waggon, and shut up their calves at home.
6.11    And they set the ark of the Lord, and the coffer, and the golden mice, on the waggon.
6.12    And the cows went straight on the way to the way of Baethsamys, they went along one track; and laboured, and turned not aside to the right hand or to the left, and the lords of the Philistines went after it as far as the coasts of Baethsamys.
6.13    And the men of Baethsamys were reaping the wheat harvest in the valley; and they lifted up their eyes, and saw the ark of the Lord, and rejoiced to meet it.
6.14    And the waggon entered into the field of Osee, which was in Baethsamys, and they set there by it a great stone; and they split the wood of the waggon, and offered up the cows for a whole-burnt-offering to the Lord.
6.15    And the Levites brought up the ark of the Lord, and the coffer with it, and the golden articles upon it, and placed them on the great stone, and the men of Baethsamys offered whole-burnt-offerings and meat offerings on that day to the Lord.
6.16    And the five lords of the Philistines saw, and returned to Ascalon in that day.
6.17    And these [are] the golden emerods which the lords of the Philistines gave as a trespass-offering to the Lord; for Azotus one, for Gaza one, for Ascalon one, for Geth one, for Accaron one.
6.18    And the golden mice according to the number of all the cities of the Philistines, belonging to the five lords, from the fenced city to the village of the Pherezite, and to the great stone, on which they placed the ark of the covenant of the Lord, that was in the field of Osee the Baethsamysite.
6.19    And the sons of Jechonias were not pleased with the men of Baethsamys, because they saw the ark of the Lord; and [the Lord] smote among them seventy men, and fifty thousand men: and the people mourned, because the Lord had inflicted on the people, a very great plague.
6.20    And the men of Baethsamys said, Who shall be able to pass before this holy Lord God? and to whom shall the ark of the Lord go up from us?
6.21    And they send messengers to the inhabitants of Cariathiarim, saying, The Philistines have brought back the ark of the Lord, go down and take it home to yourselves.

- Chapitre / chapter 7 -
7.1     καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης *κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης *κυρίου.
7.2     Καὶ ἐγενήθη ἀφ᾽ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω *κυρίου.
7.3     καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς *κύριον, περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς *κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.
7.4     καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν *κυρίῳ μόνῳ.
7.5     καὶ εἶπεν Σαμουηλ Ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς *κύριον.
7.6     καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον *κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον *κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ.
7.7     καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.
7.8     καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀφ᾽ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς *κύριον θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.
7.9     καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ *κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς *κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ *κύριος.
7.10    καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ. καὶ ἐβρόντησεν *κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ.
7.11    καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ.
7.12    καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν Ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν *κύριος.
7.13    καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ· καὶ ἐγενήθη χεὶρ *κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ.
7.14    καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ, καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.
7.15    καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
7.16    καὶ ἐπορεύετο κατ᾽ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις,
7.17    ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ *κυρίῳ.

- Chapitre / chapter 7 -
7.1     And the men of Cariathiarim come, and bring up the ark of the covenant of the Lord: and they bring it into the house of Aminadab in the hill; and they sanctified Eleazar his son to keep the ark of the covenant of the Lord.
7.2     And it came to pass from the time that the ark was in Cariathiarim, the days were multiplied, and [the time] was twenty years; and all the house of Israel looked after the Lord.
7.3     And Samuel spoke to all the house of Israel, saying, If ye do with all your heart return to the Lord, take away the strange gods from the midst of you, and the groves, and prepare your hearts to [serve] the Lord, and serve him only; and he shall deliver you from the hand of the Philistines.
7.4     And the children of Israel took away Baalim and the groves of Astaroth, and served the Lord only.
7.5     And Samuel said, Gather all Israel to Massephath, and I will pray for you to the Lord.
7.6     And they were gathered together to Massephath, and they drew water, and poured it out upon the earth before the Lord. And they fasted on that day, and said, We have sinned before the Lord. And Samuel judged the children of Israel in Massephath.
7.7     And the Philistines heard that all the children of Israel were gathered together to Massephath: and the lords of the Philistines went up against Israel: and the children of Israel heard, and they feared before the Philistines.
7.8     And the children of Israel said to Samuel, Cease not to cry to the Lord thy God for us, and he shall save us out of the hand of the Philistines.
7.9     And Samuel took a sucking lamb, and offered it up as a whole-burnt-offering with all the people to the Lord: and Samuel cried to the Lord for Israel, and the Lord heard him.
7.10    And Samuel was offering the whole-burnt-offering; and the Philistines drew near to war against Israel; and the Lord thundered with a mighty sound in that day upon the Philistines, and they were confounded and overthrown before Israel.
7.11    And the men of Israel went forth out of Massephath, and pursued the Philistines, and smote them to the parts under Baethchor.
7.12    And Samuel took a stone, and set it up between Massephath and the old [city]; and he called the name of it Abenezer, stone of the helper; and he said, Hitherto has the Lord helped us.
7.13    So the Lord humbled the Philistines, and they did not anymore come into the border of Israel; and the hand of the Lord was against the Philistines all the days of Samuel.
7.14    And the cities which the Philistines took from the children of Israel were restored; and they restored them to Israel from Ascalon to Azob: and they took the coast of Israel out of the hand of the Philistines; and there was peace between Israel and the Amorite.
7.15    And Samuel judged Israel all the days of his life.
7.16    And he went year by year, and went round Baethel, and Galgala, and Massephath; and he judged Israel in all these consecrated places.
7.17    And his return was to Armathaim, because there was his house; and there he judged Israel, and built there an altar to the Lord.

- Chapitre / chapter 8 -
8.1     Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ.
8.2     καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ιωηλ, καὶ ὄνομα τοῦ δευτέρου Αβια, δικασταὶ ἐν Βηρσαβεε.
8.3     καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.
8.4     καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ
8.5     καὶ εἶπαν αὐτῷ Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ᾽ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη.
8.6     καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουηλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουηλ πρὸς *κύριον.
8.7     καὶ εἶπεν *κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτῶν.
8.8     κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφ᾽ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί.
8.9     καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ᾽ αὐτούς.
8.10    καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα *κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ᾽ αὐτοῦ βασιλέα
8.11    καὶ εἶπεν Τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐφ᾽ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ
8.12    καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ·
8.13    καὶ τὰς θυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας·
8.14    καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ·
8.15    καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ·
8.16    καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ
8.17    καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι.
8.18    καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται *κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα.
8.19    καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουηλ καὶ εἶπαν αὐτῷ Οὐχί, ἀλλ᾽ ἢ βασιλεὺς ἔσται ἐφ᾽ ἡμᾶς,
8.20    καὶ ἐσόμεθα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν.
8.21    καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα *κυρίου.
8.22    καὶ εἶπεν *κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ Ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

- Chapitre / chapter 8 -
8.1     And it came to pass when Samuel was old, that he made his sons judges over Israel.
8.2     And these [are] the names of his sons; Joel the first-born, and the name of the second Abia, judges in Bersabee.
8.3     And his sons did not walk in his way; and they turned aside after gain, and took gifts, and perverted judgments.
8.4     And the men of Israel gather themselves together, and come to Armathaim to Samuel,
8.5     and they said to him, Behold, thou art grown old, and thy sons walk not in thy way; and now set over us a king to judge us as also the other nations [have].
8.6     And the thing [was] evil in the eyes of Samuel, when they said, Give us a king to judge us: and Samuel prayed to the Lord.
8.7     And the Lord said to Samuel, Hear the voice of the people, in whatever they shall say to thee; for they have not rejected thee, but they have rejected me from reigning over them.
8.8     According to all their doings which they have done to me, from the day that I brought them out of Egypt until this day, even [as] they have deserted me, and served other gods, so they do also to thee.
8.9     And now hearken to their voice; only thou shalt solemnly testify to them, and thou shalt describe to them the manner of the king who shall reign over them.
8.10    And Samuel spoke every word of the Lord to the people who asked of him a king.
8.11    And he said, This shall be the manner of the king that shall rule over you: he shall take your sons, and put them in his chariots, and among his horsemen, and running before his chariots,
8.12    and [his manner shall be] to make them to himself captains of hundreds and captains of thousands; and to reap his harvest, and gather his vintage, and prepare his instruments of war, and the implements of his chariots.
8.13    And he will take your daughters to be perfumers, and cooks, and bakers.
8.14    And he will take your fields, and your vineyards, and your good oliveyards, and give them to his servants.
8.15    And he will take the tithe of your seeds and your vineyards, and give [it] to his eunuchs, and to his servants.
8.16    And he will take your servants, and your handmaids, and your good herds and your asses, and will take the tenth of them for his works.
8.17    And he will tithe your flocks; and ye shall be his servants.
8.18    And ye shall cry out in that day because of your king whom ye have chosen to yourselves, and the Lord shall not hear you in those days, because ye have chosen to yourselves a king.
8.19    But the people would not hearken to Samuel; and they said to him, Nay, but there shall be a king over us.
8.20    And we also will be like all the nations; and our king shall judge us, and shall go out before us, and fight our battles.
8.21    And Samuel heard all the words of the people, and spoke them in the ears of the Lord.
8.22    And the Lord said to Samuel, Hearken to their voice, and appoint them a king. And Samuel said to the men of Israel, Let each man depart to his city.

- Chapitre / chapter 9 -
9.1     Καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν, καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αφεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου, ἀνὴρ δυνατός.
9.2     καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαουλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.
9.3     καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ, καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ Λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους.
9.4     καὶ διῆλθον δι᾽ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον.
9.5     αὐτῶν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ Δεῦρο καὶ ἀναστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν.
9.6     καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ᾽ ἣν ἐπορεύθημεν ἐπ᾽ αὐτήν.
9.7     καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ Καὶ ἰδοὺ πορευσόμεθα, καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστιν μεθ᾽ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν.
9.8     καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν Ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.
9.9     καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν Δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων.
9.10    καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ.
9.11    αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων;
9.12    καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς Ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμα·
9.13    ὡς ἂν εἰσέλθητε τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ φαγεῖν, ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.
9.14    καὶ ἀναβαίνουσιν τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα.
9.15    καὶ *κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαουλ λέγων
9.16    Ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με.
9.17    καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ· καὶ *κύριος ἀπεκρίθη αὐτῷ Ἰδοὺ ὁ ἄνθρωπος, ὃν εἶπά σοι Οὗτος ἄρξει ἐν τῷ λαῷ μου.
9.18    καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν Ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος.
9.19    καὶ ἀπεκρίθη Σαμουηλ τῷ Σαουλ καὶ εἶπεν Ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ᾽ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι·
9.20    καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου;
9.21    καὶ ἀπεκρίθη Σαουλ καὶ εἶπεν Οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ισραηλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν; καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο;
9.22    καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.
9.23    καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ Δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί.
9.24    καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ· καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ Ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
9.25    καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει· καὶ διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι,
9.26    καὶ ἐκοιμήθη. καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ δώματι λέγων Ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαουλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω.
9.27    αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ Εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ.

- Chapitre / chapter 9 -
9.1     And [there was] a man of the sons of Benjamin, and his name [was] Kis, the son of Abiel, the son of Jared, the son of Bachir, the son of Aphec, the son of a Benjamite, a man of might.
9.2     And this man [had] a son, and his name was Saul, of great stature, a goodly man; and there was not among the sons of Israel a goodlier than he, high above all the people from his shoulders and upward.
9.3     And the asses of Kis the father of Saul were lost; and Kis said to Saul his son, Take with thee one of the young men, and arise ye, and go seek the asses.
9.4     And they went through mount Ephraim, and they went through the land of Selcha, and found them not: and they passed through the land of Segalim, and they were not there: and they passed through the land of Jamin, and found them not.
9.5     And when they came to Sigh, then Saul said to his young man that was with him, Come and let us return, lest my father leave the asses, and take care for us.
9.6     And the young man said to him, Behold now, [there is] a man of God in this city, and the man [is] of high repute; all that he shall speak will surely come to pass: now then let us go, that he may tell us our way on which we have set out.
9.7     And Saul said to his young man that was with him, Lo, then, we will go; but what shall we bring the man of God? for the loaves are spent out of our vessels, and we have nothing more with us that belongs to us to bring to the man of God.
9.8     And the young man answered Saul again, and said, Behold, there is found in my hand a fourth part of a shekel of silver; and thou shalt give it to the man of God, and he shall tell us our way.
9.9     Now before time in Israel every one in going to enquire of God said, Come and let us go to the seer; for the people beforetime called the prophet, the seer.
9.10    And Saul said to his servant, Well said, come and let us go: and they went to the city where the man of God was.
9.11    As they went up the ascent to the city, they find damsels come out to draw water, and they say to them, Is the seer here?
9.12    And the virgins answered them, and they say to them, He is: behold, [he is] before you: now he is coming to the city, because of the day, for to-day [there is] a sacrifice for the people in Bama.
9.13    As soon as ye shall enter into the city, so shall ye find him in the city, before he goes up to Bama to eat; for the people will not eat until he comes in, for he blesses the sacrifice, and afterwards the guests eat; now then go up, for ye shall find him because of the holiday.
9.14    And they go up to the city; and as they were entering into the midst of the city, behold, Samuel came out to meet them, to go up to Bama.
9.15    And the Lord uncovered the ear of Samuel one day before Saul came to him, saying,
9.16    At this time to-morrow I will send to thee a man out of the land of Benjamin, and thou shalt anoint him to be ruler over my people Israel, and he shall save my people out of the hand of the Philistines; for I have looked upon the humiliation of my people, for their cry is come unto me.
9.17    And Samuel looked upon Saul, and the Lord answered him, Behold the man of whom I spoke to thee, this one shall rule over my people.
9.18    And Saul drew near to Samuel into the midst of the city, and said, Tell me now which [is] the house of the seer?
9.19    And Samuel answered Saul, and said, I am he: go up before me to Bama, and eat with me to-day, and I will send thee away in the morning, and I will tell thee all that is in thine heart.
9.20    And concerning thine asses that have been lost now these three days, care not for them, for they are found. And to whom does the excellency of Israel belong? does it not to thee and to thy father's house?
9.21    And Saul answered and said, Am not I the son of a Benjamite, the least tribe of the people of Israel? and of the least family of the whole tribe of Benjamin? and why hast thou spoken to me according to this word?
9.22    And Samuel took Saul and his servant, and brought them to the inn, and set them there a place among the chief of those that were called, about seventy men.
9.23    And Samuel said to the cook, Give me the portion which I gave thee, which I told thee to set by thee.
9.24    Now the cook [had] boiled the shoulder, and he set it before Saul; and Samuel said to Saul, Behold that which is left: set before thee, an eat; for it is set thee for a testimony in preference to the others; take [of it]: and Saul ate with Samuel on that day.
9.25    And he went down from Bama into the city; and they prepared a lodging for Saul on the roof, and he lay down.
9.26    An it came to pass when the morning dawned, that Samuel called Saul on the roof, saying, Rise up, and I will dismiss thee. And Saul arose, and he and Samuel went out.
9.27    As they went down to a part of the city, Samuel said to Saul, Speak to the young man, and let him pass on before us; and do thou stand as to-day, and hearken to the word of God.

- Chapitre / chapter 10 -
10.1    καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Οὐχὶ κέχρικέν σε *κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ισραηλ; καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν. καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε *κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα·
10.2    ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾽ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα, καὶ ἐροῦσίν σοι Εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾽ ὑμᾶς λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;
10.3    καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου·
10.4    καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν.
10.5    καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασιβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
10.6    καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα *κυρίου, καὶ προφητεύσεις μετ᾽ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.
10.7    καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.
10.8    καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.
10.9    καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ, μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην· καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
10.10   καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾽ αὐτὸν πνεῦμα θεοῦ, καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν.
10.11   καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν, καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις; ἦ καὶ Σαουλ ἐν προφήταις;
10.12   καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς πατὴρ αὐτοῦ; διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν Ἦ καὶ Σαουλ ἐν προφήταις;
10.13   καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.
10.14   καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουηλ.
10.15   καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ Ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ.
10.16   καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.
10.17   Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς *κύριον εἰς Μασσηφα
10.18   καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν *κύριος ὁ θεὸς Ισραηλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·
10.19   καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλέα στήσεις ἐφ᾽ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον *κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
10.20   καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν·
10.21   καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.
10.22   καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν *κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπεν *κύριος Ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν.
10.23   καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω.
10.24   καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ *κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Ζήτω ὁ βασιλεύς.
10.25   καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον *κυρίου. καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
10.26   καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο κύριος καρδίας αὐτῶν, μετὰ Σαουλ.
10.27   καὶ υἱοὶ λοιμοὶ εἶπαν Τί σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

- Chapitre / chapter 10 -
10.1    And Samuel took a vial of oil, and poured [it] on his head, and kissed him, and said to him, Has not the Lord anointed thee for a ruler over his people, over Israel? and thou shalt rule among the people of the Lord, and thou shalt save them out of the hand of their enemies; and this [shall be] the sign to thee that the Lord has anointed thee for a ruler over his inheritance.
10.2    [As soon] as thou shalt have departed this day from me, thou shalt find two men by the burial-place of Rachel on the mount of Benjamin, exulting greatly; and they shall say to thee, The asses are found which ye went to seek; and, behold, thy father has given up the matter of the asses, and he is anxious for you, saying, What shall I do for my son?
10.3    And thou shalt depart thence, and shalt go beyond that as far as the oak of Thabor, and thou shalt find there three men going up To God to Baethel, one bearing three kids, and another bearing three vessels of bread, and another bearing a bottle of wine.
10.4    And they shall ask thee how thou doest, and shall give thee two presents of bread, and thou shall receive them of their hand.
10.5    And afterward thou shalt go to the hill of God, where is the encampment of the Philistines; there [is] Nasib the Philistine: an it shall come to pass when ye shall have entered into the city, that thou shalt meet a band of prophets coming down from the Bama; and before them will be lutes, and a drum, and a pipe, and a harp, and they shall prophesy.
10.6    And the Spirit of the Lord shall come upon thee, and thou shalt prophesy with them, and shalt be turned into another man.
10.7    And it shall come to pass when these signs shall come upon thee,-- [then] do thou whatsoever thy hand shall find, because God [is] with thee.
10.8    And thou shalt go down in front of Galgal, and behold, I come down to thee to offer a whole-burnt-offering and peace-offerings: seven days shalt thou wait until I shall come to thee, and I will make known to thee what thou shalt do.
10.9    And it came to pass when he turned his back to depart from Samuel, God gave him another heart; and all these signs came to pass in that day.
10.10   And he comes thence to the hill, and behold a band of prophets opposite to him; and the Spirit of God came upon him, and he prophesied in the midst of them.
10.11   And all that had known him before came, and saw, and behold, he [was] in the midst of the prophets: and the people said every one to his neighbour, What [is] this that has happened to the son of Kis? [is] Saul also among the prophets?
10.12   And one of them answered and said, And who [is] his father? and therefore it became a proverb, [Is] Saul also among the prophets?
10.13   And he ceased prophesying, and comes to the hill.
10.14   And his kinsman said to him and to his servant, Whither went ye? and they said, To seek the asses; and we saw that they were lost, and we went in to Samuel.
10.15   And his kinsman said to Saul, Tell me, I pray thee, What did Samuel say to thee?
10.16   And Saul said to his kinsman, he verily told me that the asses were found. But the matter of the kingdom he told him not.
10.17   And Samuel summoned all the people before the Lord to Massephath.
10.18   And he said to the children of Israel, Thus has the Lord God of Israel spoken, saying, I brought up the children of Israel out of Egypt, and I rescued you out of the hand of Pharao king of Egypt, and out of all the kingdoms that afflicted you.
10.19   And ye have this day rejected God, who is himself your Deliverer out of all your evils and afflictions; and ye said, Nay, but thou shalt set a king over us: and now stand before the Lord according to your tribes, and according to your families.
10.20   And Samuel brought nigh all the tribes of Israel, and the tribe of Benjamin is taken by lot.
10.21   And he brings near the tribe of Benjamin by families, and the family of Mattari is taken by lot: and they bring near the family of Mattari, man by man, and Saul the son of Kis is taken; and he sought him, but he was not found.
10.22   And Samuel asked yet again of the Lord, Will the man come hither? and the Lord said, Behold, he is hid among the stuff.
10.23   And he ran and took him thence, and he set him in the midst of the people; and he was higher than all the people by his shoulders and upwards.
10.24   And Samuel said to all the people, Have ye seen whom the Lord has chosen to himself, that there is none like to him among you all? And all the people took notice, and said, Let the king live!
10.25   And Samuel told the people the manner of the king, and wrote it in a book, and set it before the Lord: and Samuel sent away all the people, and each went to his place.
10.26   And Saul departed to his house to Gabaa; and there went with Saul mighty men whose hearts God had touched.
10.27   But evil men said, Who [is] this man [that] shall save us? and they despised him, and brought him no gifts.

- Chapitre / chapter 11 -
11.1    Καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ. καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην Διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι.
11.2    καὶ εἶπεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ.
11.3    καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ιαβις Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ισραηλ· ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.
11.4    καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
11.5    καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγροῦ, καὶ εἶπεν Σαουλ Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβις.
11.6    καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαουλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾽ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα.
11.7    καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων Ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις *κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.
11.8    καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα, πᾶν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας.
11.9    καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις Τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις Αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις, καὶ εὐφράνθησαν.
11.10   καὶ εἶπαν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην Αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.
11.11   καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων, ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.
11.12   καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ Τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς.
11.13   καὶ εἶπεν Σαουλ Οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον *κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ.
11.14   Καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.
11.15   καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλα, καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον *κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον *κυρίου· καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν.


- Chapitre / chapter 11 -
11.1    And it came to pass about a month after this, that Naas the Ammanie went up, and encamped against Jabis Galaad: and all the men of Jabis said to Naas the Ammanite, Make a covenant with us, and we will serve thee.
11.2    Naas the Ammanite said to them, On these terms will I make a covenant with you, that I should put out all your right eyes, and I will lay a reproach upon Israel.
11.3    And the men of Jabis say to him, Allow us seven days, and we will send messengers into all the coasts of Israel: if there should be no one to deliver us, we will come out to you.
11.4    And the messengers came to Gabaa to Saul, and they speak the words into the ears of the people; and all the people lifted up their voice, and wept.
11.5    And, behold, Saul came after the early morning out of the field: and Saul said, Why does the people week? and they tell him the words of the men of Jabis.
11.6    And the Spirit of the Lord came upon Saul when he heard these words, and his anger was greatly kindled against them.
11.7    And he took two cows, and cut them in pieces, and sent them into all the coasts of Israel by the hand of messengers, saying, Whoso comes not forth after Saul and after Samuel, so shall they do to his oxen: and a transport from the Lord came upon the people of Israel, and they came out to battle as one man.
11.8    And he reviews them at Bezec in Bama, every man of Israel six hundred thousand, and the men of Juda seventy thousand.
11.9    And he said to the messengers that came, Thus shall ye say to the men of Jabis, To-morrow ye shall have deliverance when the sun is hot; and the messengers came to the city, and told the men of Jabis, and they rejoiced.
11.10   And the men of Jabis said to Naas the Ammanite, To-morrow we will come forth to you, and ye shall do to us what seems good in your sight.
11.11   And it came to pass on the morrow, that Saul divided the people into three companies, and they go into the midst of the camp in the morning watch, and they smote the children of Ammon until the day was hot; at it came to pass that those who were left were scattered, and there were not left among them two together.
11.12   And the people said to Samuel, Who has said that Saul shall not reign over us? Give up the men, and we will put them to death.
11.13   And Saul said, No man shall die this day, for to-day the Lord has wrought deliverance in Israel.
11.14   And Samuel spoke to the people, saying, Let us go to Galgala, and there renew the kingdom.
11.15   And all the people went to Galgala, and Samuel anointed Saul there to be king before the Lord in Galgala, and there he offered meat-offerings and peace-offerings before the Lord: and Samuel and all Israel rejoiced exceedingly.


- Chapitre / chapter 12 -
12.1    Καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ Ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾽ ὑμᾶς βασιλέα.
12.2    καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης.
12.3    ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾽ ἐμοῦ ἐνώπιον *κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾽ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
12.4    καὶ εἶπαν πρὸς Σαμουηλ Οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.
12.5    καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μάρτυς *κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ εἶπαν Μάρτυς.
12.6    καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Μάρτυς *κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.
12.7    καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον *κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην *κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·
12.8    ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς *κύριον, καὶ ἀπέστειλεν *κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.
12.9    καὶ ἐπελάθοντο *κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.
12.10   καὶ ἐβόησαν πρὸς *κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν *κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.
12.11   καὶ ἀπέστειλεν *κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.
12.12   καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ᾽ ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾽ ἡμῶν· καὶ *κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
12.13   καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκεν *κύριος ἐφ᾽ ὑμᾶς βασιλέα.
12.14   ἐὰν φοβηθῆτε τὸν *κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι *κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾽ ὑμῶν ὀπίσω *κυρίου πορευόμενοι·
12.15   ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς *κυρίου καὶ ἐρίσητε τῷ στόματι *κυρίου, καὶ ἔσται χεὶρ *κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
12.16   καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ *κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.
12.17   οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι *κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον *κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.
12.18   καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν *κύριον, καὶ ἔδωκεν *κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν *κύριον σφόδρα καὶ τὸν Σαμουηλ.
12.19   καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ Πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς *κύριον θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.
12.20   καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν *κυρίου καὶ δουλεύσατε τῷ *κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν
12.21   καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν.
12.22   ὅτι οὐκ ἀπώσεται *κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικέως *κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν.
12.23   καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ *κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ *κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·
12.24   πλὴν φοβεῖσθε τὸν *κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ᾽ ὑμῶν,
12.25   καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

- Chapitre / chapter 12 -
12.1    And Samuel said to all Israel, Behold, I have hearkened to your voice in all things that ye have said to me, and I have set a king over you.
12.2    And now, behold, the king goes before you; and I am grown old and shall rest; and, behold, my sons [are] among you; and, behold, I have gone about before you from my youth to this day.
12.3    Behold, [here am] I, answer against me before the Lord and before his anointed: whose calf have I taken? or whose ass have I taken? or whom of you have I oppressed? or from whose hand have I taken a bribe, even [to] a sandal? bear witness against me, and I will make restitution to you.
12.4    And they said to Samuel, Thou hast not injured us, and thou hast not oppressed us; and thou hast not afflicted us, and thou hast not taken anything from any one's hand.
12.5    And Samuel said to the people, The Lord [is] witness among you, and his anointed [is] witness this day, that ye have not found anything in my hand: and they said, [He is] witness.
12.6    And Samuel spoke to the people, saying, The Lord who appointed Moses and Aaron [is] witness, who brought our fathers up out of Egypt.
12.7    And now stand still, and I will judge you before the Lord; and I will relate to you all the righteousness of the Lord, the things which he has wrought among you and your fathers.
12.8    When Jacob and his sons went into Egypt, and Egypt humbled them, then our fathers cried to the Lord, and the Lord sent Moses and Aaron; and they brought our fathers out of Egypt, and he made them to dwell in this place.
12.9    And they forgot the Lord their God, and he sold them into the hands of Sisara captain of the host of Jabis king of Asor, and into the hands of the Philistines, and into the hands of the king of Moab; and he fought with them.
12.10   And they cried to the Lord, and said, We have sinned, for we have forsaken the Lord, and have served Baalim and the groves: and now deliver us out of the hand of our enemies, and we will serve thee.
12.11   And he sent Jerobaal, and Barac, and Jephthae, and Samuel, and rescued us out of the hand of our enemies round about, and ye dwelt in security.
12.12   And ye saw that Naas king of the children of Ammon came against you, and ye said, Nay, none but a king shall reign over us; whereas the Lord our God [is] our king.
12.13   And now behold the king whom ye have chosen; and behold, the Lord has set a king over you.
12.14   If ye should fear the Lord, and serve him, and hearken to his voice, and not resist the mouth of the Lord, and ye and your king that reigns over you should follow the Lord, [well].
12.15   But if ye should not hearken to the voice of the Lord, and ye should resist the mouth of the Lord, then shall the hand of the Lord be upon you and upon your king.
12.16   And now stand still, and see this great thing, which the Lord will do before your eyes.
12.17   [Is it] not wheat-harvest to-day? I will call upon the Lord, and he shall send thunder and rain; and know ye and see, that your wickedness [is] great which ye have wrought before the Lord, having asked for yourselves a king.
12.18   And Samuel called upon the Lord, and the Lord sent thunders and rain in that day; and all the people feared greatly the Lord and Samuel.
12.19   And all the people said to Samuel, Pray for thy servants to the Lord thy God, and let us not die; for we have added to all our sins this iniquity, in asking for us a king.
12.20   And Samuel said to the people, Fear not: ye have [indeed] wrought all this iniquity; only turn not from following the Lord, and serve the Lord with all your heart.
12.21   And turn not aside after the [gods] that are nothing, who will do nothing, and will not deliver [you], because they are nothing.
12.22   For the Lord will not cast off his people for his great name's sake, because the Lord graciously took you to himself for a people.
12.23   And far be it from me to sin against the Lord in ceasing to pray for you: but I will serve the Lord, and shew you the good and the right way.
12.24   Only fear the Lord, and serve him in truth and with all your heart, for ye see what great things he has wrought with you.
12.25   But if ye continue to do evil, then shall ye and your king be consumed.

- Chapitre / chapter 13 -
13.1    (vide)
13.2    Καὶ ἐκλέγεται Σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ισραηλ, καὶ ἦσαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τῷ ὄρει Βαιθηλ, χίλιοι ἦσαν μετὰ Ιωναθαν ἐν Γαβεε τοῦ Βενιαμιν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ.
13.3    καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠθετήκασιν οἱ δοῦλοι.
13.4    καὶ πᾶς Ισραηλ ἤκουσεν λεγόντων Πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ισραηλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις.
13.5    καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου.
13.6    καὶ ἀνὴρ Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις,
13.7    καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ. καὶ Σαουλ ἔτι ἦν ἐν Γαλγαλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.
13.8    καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουηλ, καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾽ αὐτοῦ.
13.9    καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν.
13.10   καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουηλ παραγίνεται· καὶ ἐξῆλθεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.
13.11   καὶ εἶπεν Σαμουηλ Τί πεποίηκας; καὶ εἶπεν Σαουλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾽ ἐμοῦ καὶ σὺ οὐ παρεγένου, ὡς διετάξω, ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας,
13.12   καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ τοῦ προσώπου τοῦ *κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.
13.13   καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι *κύριος. ὡς νῦν ἡτοίμασεν *κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ισραηλ·
13.14   καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει *κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται *κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι *κύριος.
13.15   καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ. — καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾽ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.
13.16   καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾽ αὐτῶν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας.
13.17   καὶ ἐξῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γῆν Σωγαλ,
13.18   καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν.
13.19   καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ισραηλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι Μὴ ποιήσωσιν οἱ Εβραῖοι ῥομφαίαν καὶ δόρυ.
13.20   καὶ κατέβαινον πᾶς Ισραηλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.
13.21   καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή.
13.22   καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν, καὶ εὑρέθη τῷ Σαουλ καὶ τῷ Ιωναθαν υἱῷ αὐτοῦ.
13.23   καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχεμας.

- Chapitre / chapter 13 -
13.1    And Saul chooses for himself three thousand men of the men of Israel:
13.2    and there were with Saul two thousand who were in Machmas, and in mount Baethel, and a thousand were with Jonathan in Gabaa of Benjamin: and he sent the rest of the people every man to his tent.
13.3    And Jonathan smote Nasib the Philistine that dwelt in the hill; and the Philistines hear of it, and Saul sounds the trumpet through all the land, saying, The servants have despised [us].
13.4    And all Israel heard say, Saul has smitten Nasib the Philistine; now Israel had been put to shame before the Philistines; and the children of Israel went up after Saul in Galgala.
13.5    And the Philistines gather together to war with Israel; and then come up against Israel thirty thousand chariots, and six thousand horsemen, and people as the sand by the seashore for multitude: and they come up, and encamp in Machmas, opposite Baethoron southward.
13.6    And the men of Israel saw that they were in a strait so that they could not draw nigh, and the people hid themselves in caves, and sheepfolds, and rocks, and ditches, and pits.
13.7    And they that went over went over Jordan to the land of Gad and Galaad: and Saul was yet in Galgala, and all the people followed after him in amazement.
13.8    And he continued seven days for the appointed testimony, as Samuel told him, and Samuel came not to Gagala, and his people were dispersed from him.
13.9    And Saul said, Bring hither [victims], that I may offer whole-burnt-offerings and peace-offerings: and he offered the whole-burnt-offering.
13.10   And it came to pass when he had finished offering the whole-burnt-offering, that Samuel arrived, and Saul went out to meet him, [and] to bless him.
13.11   And Samuel said, What hast thou done? and Saul said, Because I saw how the people were scattered from me, and thou was not present as thou purposedst according to the set time of the days, and the Philistines were gathered to Machmas.
13.12   Then I said, Now will the Philistines come down to me to Galgala, and I have not sought the face of the Lord: so I forced myself and offered the whole-burnt-offering.
13.13   And Samuel said to Saul, Thou hast done foolishly; for thou hast not kept my command, which the Lord commanded thee, as now the Lord would have confirmed thy kingdom over Israel for ever.
13.14   But now thy kingdom shall not stand to thee, and the Lord shall seek for himself a man after his own heart; and the Lord shall appoint him to be a ruler over his people, because thou hast not kept all that the Lord commanded thee.
13.15   And Samuel arose, and departed from Galgala, and the remnant of the people went after Saul to meet [him] after the men of war, when they had come out of Galgala to Gabaa of Benjamin. And Saul numbered the people that were found with him, about six hundred men.
13.16   And Saul and Jonathan his son, and the people that were found with them, halted in Gabaa, of Benjamin; and they wept: and the Philistines had encamped in Machmas.
13.17   And men came forth to destroy out of the land of the Philistines in three companies; one company turning by the way of Gophera toward the land of Sogal,
13.18   and another company turning the way of Baethoron, and another company turning by the way of Gabae that turns aside to Gai of Sabim.
13.19   And there was not found a smith in all the land of Israel, for the Philistines said, Lest the Hebrews make themselves sword or spear.
13.20   And all Israel went down to the Land of the Philistines to forge every one his reaping-hook and his tool, and every one his axe and his sickle.
13.21   And it was near the time of vintage: and their tools were [valued at] three shekels for a plough-share, and there was the same rate for the axe and the sickle.
13.22   And it came to pass in the days of the war of Machmas, that there was not a sword or spear found in the hand of all the people, that were with Saul and Jonathan; but with Saul and Jonathan his son was there found.
13.23   And there went out some from the camp of the Philistines to the place beyond Machmas.

- Chapitre / chapter 14 -
14.1    Καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναθαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν.
14.2    καὶ Σαουλ ἐκάθητο ἐπ᾽ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων, καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·
14.3    καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ *θεοῦ ἐν Σηλωμ αἴρων εφουδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν.
14.4    καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ιωναθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν, ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα·
14.5    ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε.
14.6    καὶ εἶπεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ Δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι ἡμῖν *κύριος· ὅτι οὐκ ἔστιν τῷ *κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
14.7    καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ Ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σοῦ καρδία μοῦ.
14.8    καὶ εἶπεν Ιωναθαν Ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·
14.9    ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾽ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾽ αὐτούς·
14.10   καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς *κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
14.11   καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι Ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.
14.12   καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς *κύριος εἰς χεῖρας Ισραηλ.
14.13   καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾽ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.
14.14   καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου.
14.15   καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου.
14.16   καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.
14.17   καὶ εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ Ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.
14.18   καὶ εἶπεν Σαουλ τῷ Αχια Προσάγαγε τὸ εφουδ· ὅτι αὐτὸς ἦρεν τὸ εφουδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραηλ.
14.19   καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν· καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου.
14.20   καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
14.21   καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν.
14.22   καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
14.23   καὶ ἔσωσεν *κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ. Καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ.
14.24   καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου.
14.25   καὶ πᾶσα ἡ γῆ ἠρίστα. καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,
14.26   καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου.
14.27   καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.
14.28   καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός.
14.29   καὶ ἔγνω Ιωναθαν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου·
14.30   ἀλλ᾽ ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἐν τοῖς ἀλλοφύλοις.
14.31   καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμας, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.
14.32   καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.
14.33   καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἡμάρτηκεν ὁ λαὸς τῷ *κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπεν Σαουλ ἐν Γεθθεμ Κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.
14.34   καὶ εἶπεν Σαουλ Διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ *κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ.
14.35   καὶ ᾠκοδόμησεν ἐκεῖ Σαουλ θυσιαστήριον τῷ *κυρίῳ· τοῦτο ἤρξατο Σαουλ οἰκοδομῆσαι θυσιαστήριον τῷ *κυρίῳ.
14.36   Καὶ εἶπεν Σαουλ Καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς, ἕως διαφαύσῃ ἡ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν Πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν.
14.37   καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων; εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραηλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
14.38   καὶ εἶπεν Σαουλ Προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
14.39   ὅτι ζῇ *κύριος ὁ σώσας τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωναθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
14.40   καὶ εἶπεν παντὶ Ισραηλ Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.
14.41   καὶ εἶπεν Σαουλ *Κύριε ὁ θεὸς Ισραηλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τῷ υἱῷ μου ἡ ἀδικία, *κύριε ὁ θεὸς Ισραηλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς Ἐν τῷ λαῷ σου Ισραηλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ιωναθαν καὶ Σαουλ, καὶ ὁ λαὸς ἐξῆλθεν.
14.42   καὶ εἶπεν Σαουλ Βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαουλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ιωναθαν.
14.43   καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν Ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ιωναθαν καὶ εἶπεν Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι· ἰδοὺ ἐγὼ ἀποθνῄσκω.
14.44   καὶ εἶπεν αὐτῷ Σαουλ Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.
14.45   καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ; ζῇ *κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ θεοῦ ἐποίησεν τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανεν.
14.46   καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.
14.47   Καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ. καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσῴζετο.
14.48   καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
14.49   καὶ ἦσαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μεροβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχολ·
14.50   καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοομ θυγάτηρ Αχιμαας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Αβεννηρ υἱὸς Νηρ υἱοῦ οἰκείου Σαουλ·
14.51   καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱοῦ Αβιηλ.
14.52   καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ, καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

- Chapitre / chapter 14 -
14.1    And when a certain day arrived, Jonathan the son of Saul said to the young man that bore his armour, Come, and let us go over to Messab of the Philistines that is on the other side yonder; but he told not his father.
14.2    And Saul sat on the top of the hill under the pomegranate tree that is in Magdon, and there were with him about six hundred men.
14.3    And Achia son of Achitob, the brother of Jochabed the son of Phinees, the son of Heli, [was] the priest of God in Selom wearing an ephod: and the people knew not that Jonathan was gone.
14.4    And in the midst of the passage whereby Jonathan sought to pass over to the encampment of the Philistines, there was both a sharp rock on this side, and a sharp rock on the other side: the name of the one [was] Bases, and the name of the other Senna.
14.5    The one way [was] northward to one coming to Machmas, and the other way [was] southward to one coming to Gabae.
14.6    And Jonathan said to the young man that bore his armour, Come, let us go over to Messab of these uncircumcised, if [peradventure] the Lord may do something for us; for the Lord is not straitened to save by many or by few.
14.7    And his armour-bearer said to him, Do all that thine heart inclines toward: behold, I [am] with thee, my heart [is] as thy heart.
14.8    And Jonathan said, Behold, we will go over to the men, and will come down suddenly upon them.
14.9    If they should say thus to us, Stand aloof there until we shall send you word; then we will stand still by ourselves, and will not go up against them.
14.10   [But] if they should say thus to us, Come up to us; then will we go up, for the Lord has delivered them into our hands; this [shall be] a sign to us.
14.11   And they both went in to Messab of the Philistines; and the Philistines said, Behold, the Hebrews come forth out of their Caves, where they had hidden themselves.
14.12   And the men of Messab answered Jonathan and his armour-bearer, and said, Come up to us, and we will shew you a thing: and Jonathan said to his armour-bearer, Come up after me, for the Lord has delivered them into the hands of Israel.
14.13   And Jonathan went up on his hands and feet, and his armour-bearer with him; and they looked on the face of Jonathan, and he smote them, and his armour-bearer did smite [them] after him.
14.14   And the first slaughter which Jonathan and his armour-bearer effected was twenty men, with darts and slings, and pebbles of the field.
14.15   And there was dismay in the camp, and in the field; and all the people in Messab, and the spoilers were amazed; and they would not act, and the land was terror-struck, and there was dismay from the lord.
14.16   And the watchmen of Saul beheld in Gabaa of Benjamin, and, behold, the army was thrown into confusion on every side.
14.17   And Saul said to the people with him, Number yourselves now, and see who has gone out from you: and they numbered themselves, and behold, Jonathan and his armour-bearer were not found.
14.18   And Saul said to Achia, Bring the ephod; for he wore the ephod in that day before Israel.
14.19   And it came to pass while Saul was speaking to the priest, that the sound in the camp of the Philistines continued to increase greatly; and Saul said to the priest, Withdraw thy hands.
14.20   And Saul went up and all the people that were with him, and they come to the battle: and, behold, [every] man's sword was against his neighbour, a very great confusion.
14.21   And the servants who had been before with the Philistines, who had gone up to the army, turned themselves also to be with the Israelites who were with Saul and Jonathan.
14.22   And all the Israelites who were hidden in mount Ephraim heard also that the Philistines fled; and they also gather themselves after them to battle: and the Lord saved Israel in that day; and the war passed through Bamoth; and all the people with Saul were about ten thousand men.
14.23   And the battle extended itself to every city in the mount Ephraim.
14.24   And Saul committed a great trespass of ignorance in that day, and he lays a curse on the people, saying, Cursed [is] the man who shall eat bread before the evening; so I will avenge myself on my enemy: and none of the people tasted bread, though all the land was dining.
14.25   And Jaal was a wood abounding in swarms of bees on the face of the ground.
14.26   And the people went into the place of the bees, and, behold, they continued speaking; and, behold, there was none that put his hand to his mouth, for the people feared the oath of the Lord.
14.27   And Jonathan had not heard when his father adjured the people; and he reached forth the end of the staff that was in his hand, an dipped it into the honeycomb, and returned his hand to his mouth, and his eyes recovered their sight.
14.28   And one of the people answered and said, Thy father solemnly adjured the people, saying, Cursed [is] the man who shall eat bread to-day. And the people were very faint,
14.29   and Jonathan knew it, and said, My father has destroyed the land: see how my eyes have received sight [now] that I have tasted a little of this honey.
14.30   Surely if the people had this day eaten freely of the spoils of their enemies which they found, the slaughter among the Philistines would have been greater.
14.31   And on that day he smote some of the Philistines in Machmas; and the people were very weary.
14.32   And the people turned to the spoil; and the people took flocks, and herds, and calves, and slew them on the ground, and the people ate with the blood.
14.33   And it was reported to Saul, saying, The people have sinned against the Lord, eating with the blood: and Saul said, Out of Getthaim roll a great stone to me hither.
14.34   And Saul said, Disperse yourselves among the people, and tell them to bring hither every one his calf, and every one his sheep: and let them slay it on this [stone] and sin not against the Lord in eating with the blood: and the people brought each one that which was in his hand, and they slew [them] there.
14.35   And Saul built an altar there to the Lord: this was the first altar that Saul built to the Lord.
14.36   And Saul said, Let us go down after the Philistines this night, and let us plunder among them till the day break, and let us not leave a man among them. And they said, Do all that is good in thy sight: and the priest said, let us draw nigh hither to God.
14.37   And Saul enquired of God, If I go down after the Philistines, wilt thou deliver them into the hands of Israel? And he answered him not in that day.
14.38   And Saul said, Bring hither all the chiefs of Israel, and know and see by whom this sin has been committed this day.
14.39   For as the Lord lives who has saved Israel, if answer should be against my son Jonathan, he shall surely die. And there was no one that answered out of all the people.
14.40   And he said to all the men of Israel, Ye shall be under subjection, and I an Jonathan my son will be under subjection: and the people said to Saul, Do that which is good in thy sight.
14.41   And Saul said, O Lord God of Israel, why hast thou not answered thy servant this day? [is] the iniquity in me, or in Jonathan my son? Lord God of Israel, give clear [manifestations]; and if [the lot] should declare this, give, I pray thee, to thy people of Israel, give, I pray, holiness. And Jonathan and Saul are taken, and the people escaped.
14.42   And Saul said, Cast [lots] between me and my son Jonathan: whomsoever the Lord shall cause to be taken by lot, let him die: and the people said to Saul, This thing is not [to be done: and Saul prevailed against the people, and they cast [lots] between him and Jonathan his son, and Jonathan is taken by lot.
14.43   And Saul said to Jonathan, Tell me what thou hast done: and Jonathan told him, and said, I did indeed taste a little honey, with the end of my staff that was in my hand, and, lo! I [am to] die.
14.44   And Saul said to him, God do so to me, and more also, thou shalt surely die to-day.
14.45   And the people said to Saul, Shall he that has wrought this great salvation in Israel be put to death this day? [As] the Lord lives, there shall not fall to the ground one of the hairs of his head; for the people of God have wrought successfully this day. And the people prayed for Jonathan in that day, and he died not.
14.46   And Saul went up from following the Philistines; and the Philistines departed to their place.
14.47   And Saul received the kingdom, by lot he inherits the office [of ruling] over Israel: and he fought against all his enemies round about, against Moab, and against the children of Ammon, and against the children of Edom, and against Baethaeor, and against the king of Suba, and against the Philistines: whithersoever he turned, he was victorious.
14.48   And he wrought valiantly, and smote Amalec, and rescued Israel out of the hand of them that trampled on him.
14.49   And the sons of Saul were Jonathan, and Jessiu, and Melchisa: and [these were] the names of his two daughters, the name of the first-born Merob, and the name of the second Melchol.
14.50   And the name of his wife was Achinoom, the daughter of Achimaa: and the name of his captain of the host was Abenner, the son of Ner, son of a kinsman of Saul.
14.51   And Kis [was] the father of Saul, and Ner, the father of Abenezer, [was] son of Jamin, son of Abiel.
14.52   And the war was vehement against the Philistines all the days of Saul; and when Saul saw any mighty man, and any valiant man, then he took them to himself.

- Chapitre / chapter 15 -
15.1    Καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἐμὲ ἀπέστειλεν *κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ νῦν ἄκουε τῆς φωνῆς *κυρίου·
15.2    τάδε εἶπεν *κύριος σαβαωθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·
15.3    καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾽ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.
15.4    καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων.
15.5    καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
15.6    καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου, μὴ προσθῶ σε μετ᾽ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ.
15.7    καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου.
15.8    καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.
15.9    καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.
15.10   Καὶ ἐγενήθη ῥῆμα *κυρίου πρὸς Σαμουηλ λέγων
15.11   Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς *κύριον ὅλην τὴν νύκτα.
15.12   καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί. καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες Ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα. καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Αμαληκ.
15.13   καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ, καὶ εἶπεν αὐτῷ Σαουλ Εὐλογητὸς σὺ τῷ *κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησεν *κύριος.
15.14   καὶ εἶπεν Σαμουηλ Καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;
15.15   καὶ εἶπεν Σαουλ Ἐξ Αμαληκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ *κυρίῳ θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.
15.16   καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν *κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον.
15.17   καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ; καὶ ἔχρισέν σε *κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ.
15.18   καὶ ἀπέστειλέν σε *κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς.
15.19   καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς *κυρίου, ἀλλ᾽ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον *κυρίου;
15.20   καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ, ᾗ ἀπέστειλέν με *κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα·
15.21   καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, θῦσαι ἐνώπιον *κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις.
15.22   καὶ εἶπεν Σαμουηλ Εἰ θελητὸν τῷ *κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς *κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·
15.23   ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα *κυρίου, καὶ ἐξουδενώσει σε *κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ.
15.24   καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον *κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν·
15.25   καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω *κυρίῳ τῷ θεῷ σου.
15.26   καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα *κυρίου, καὶ ἐξουδενώσει σε *κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ.
15.27   καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό·
15.28   καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ Διέρρηξεν *κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
15.29   καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός.
15.30   καὶ εἶπεν Σαουλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω τῷ *κυρίῳ θεῷ σου.
15.31   καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ, καὶ προσεκύνησεν τῷ *κυρίῳ.
15.32   καὶ εἶπεν Σαμουηλ Προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ. καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων, καὶ εἶπεν Αγαγ Εἰ οὕτως πικρὸς ὁ θάνατος;
15.33   καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ Καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον *κυρίου ἐν Γαλγαλ.
15.34   καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ, καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα.
15.35   καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ· καὶ *κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ.

- Chapitre / chapter 15 -
15.1    And Samuel said to Saul, The Lord sent me to anoint thee king over Israel: and now hear the voice of the Lord.
15.2    Thus said the Lord of hosts, Now will I take vengeance for what Amalec did to Israel, when he met him in the way as he came up out of Egypt.
15.3    And now go, and thou shalt smite Amalec and Hierim and all that belongs to him, and thou shalt not save anything of him alive, but thou shalt utterly destroy him: and thou shalt devote him and all his to [destruction], and thou shalt spare nothing belonging to him; and thou shalt slay both man and woman, and infant and suckling, and calf and sheep, and camel and ass.
15.4    And Saul summoned the people, and he numbered them in Galgala, four hundred thousand regular troops, and Juda thirty thousand regular troops.
15.5    And Saul came to the cities of Amalec, and laid wait in the valley.
15.6    And Saul said to the Kinite, Go, and depart out of the midst of the Amalekites, lest I put thee with them; for thou dealedst mercifully with the children of Israel when they went up out of Egypt. So the Kinite departed from the midst of Amalec.
15.7    And Saul smote Amalec from Evilat to Sur fronting Egypt.
15.8    And he took Agag the king of Amalec alive, and he slew all the people and Hierim with the edge of the sword.
15.9    And Saul and all the people saved Agag alive, and the best of the flocks, and of the herds, and of the fruits, of the vineyards, and of all the good things; and they would not destroy them: but every worthless and refuse thing they destroyed.
15.10   And the word of the Lord came to Samuel, saying,
15.11   I have repented that I have made Saul to be king: for he has turned back from following me, and has not kept my word. And Samuel was grieved, and cried to the Lord all night.
15.12   And Samuel rose early and went to meet Israel in the morning, and it was told Saul, saying, Samuel has come to Carmel, and he has raised up help for himself: and he turned his chariot, and came down to Galgala to Saul; and, behold, he was offering up a whole-burnt-offering to the Lord, the chief of the spoils which he brought out of Amalec.
15.13   And Samuel came to Saul: and Saul said to him, Blessed [art] thou of the Lord: I have performed all that the Lord said.
15.14   And Samuel said, What then [is] the bleating of this flock in my ears, and the sound of the oxen which I hear?
15.15   And Saul said, I have brought them out of Amalec, that which the people preserved, even the best of the sheep, and of the cattle, that it might be sacrificed to the Lord thy God, and the rest have I utterly destroyed.
15.16   And Samuel said to Saul, Stay, and I will tell thee what the Lord has said to me this night: and he said to him, Say on.
15.17   And Samuel said to Saul, Art thou not little in his eyes, [though] a leader of one of the tribes of Israel? and [yet] the Lord anointed thee to be king over Israel.
15.18   And the Lord sent thee on a journey, and said to thee, Go, and utterly destroy: thou shalt slay the sinners against me, [even] the Amalekites; and thou shalt war against them until thou have consumed them.
15.19   And why didst not thou hearken to the voice of the Lord, but didst haste to fasten upon the spoils, and didst that which was evil in the sight of the Lord?
15.20   And Saul said to Samuel, Because I listened to the voice of the people: yet I went the way by which the Lord sent me, and I brought Agag the king of Amalec, and I destroyed Amalec.
15.21   But the people took of the spoils the best flocks and herds [out] of that which was destroyed, to sacrifice before the Lord our God in Galgal.
15.22   And Samuel said, Does the Lord take pleasure in whole-burnt-offerings and sacrifices, as in hearing the words of the Lord? behold, obedience [is] better than a good sacrifice, and hearkening than the fat of rams.
15.23   For sin is [as] divination; idols bring on pain and grief. Because thou hast rejected the word of the Lord, the Lord also shall reject thee from being king over Israel.
15.24   And Saul said to Samuel, I have sinned, in that I have transgressed the word of the Lord and thy direction; for I feared the people, and I hearkened to their voice.
15.25   And now remove, I pray thee, my sin, and turn back with me, and I will worship the Lord thy God.
15.26   And Samuel said to Saul, I will not turn back with thee, for thou hast rejected the word of the Lord, and the Lord will reject thee from being king over Israel.
15.27   And Samuel turned his face to depart, and Saul caught hold of the skirt of his garment, and tore it.
15.28   And Samuel said to him, The Lord has rent thy kingdom from Israel out of thy hand this day, and will give it to thy neighbour who is better than thou.
15.29   And Israel shall be divided to two: and [God] will not turn nor repent, for he is not as a man to repent.
15.30   And Saul said, I have sinned; yet honour me, I pray thee, before the elders of Israel, and before my people; and turn back with me, and I will worship the Lord thy God.
15.31   So Samuel turned back after Saul, and he worshipped the Lord.
15.32   And Samuel said, Bring me Agag the king of Amalec: and Agag came to him trembling; and Agag said Is death thus bitter?
15.33   And Samuel said to Agag, As thy sword has bereaved women of their children, so shall thy mother be made childless among women: and Samuel slew Agag before the Lord in Galgal.
15.34   And Samuel departed to Armathaim, and Saul went up to his house at Gabaa.
15.35   And Samuel did not see Saul again till the day of his death, for Samuel mourned after Saul, and the Lord repented that he had made Saul king over Israel.

- Chapitre / chapter 16 -
16.1    Καὶ εἶπεν *κύριος πρὸς Σαμουηλ Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαουλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ, ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν.
16.2    καὶ εἶπεν Σαμουηλ Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενεῖ με. καὶ εἶπεν *κύριος Δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς Θῦσαι τῷ *κυρίῳ ἥκω·
16.3    καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ.
16.4    καὶ ἐποίησεν Σαμουηλ πάντα, ἃ ἐλάλησεν αὐτῷ *κύριος, καὶ ἦλθεν εἰς Βηθλεεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;
16.5    καὶ εἶπεν Εἰρήνη· θῦσαι τῷ *κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾽ ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.
16.6    καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον *κυρίου χριστὸς αὐτοῦ.
16.7    καὶ εἶπεν *κύριος πρὸς Σαμουηλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ *θεὸς ὄψεται εἰς καρδίαν.
16.8    καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ, καὶ παρῆλθεν κατὰ πρόσωπον Σαμουηλ· καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο *κύριος.
16.9    καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο *κύριος.
16.10   καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ· καὶ εἶπεν Σαμουηλ Οὐκ ἐξελέξατο *κύριος ἐν τούτοις.
16.11   καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἐκλελοίπασιν τὰ παιδάρια; καὶ εἶπεν Ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
16.12   καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει *κυρίῳ· καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ, ὅτι οὗτος ἀγαθός ἐστιν.
16.13   καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα *κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν εἰς Αρμαθαιμ.
16.14   Καὶ πνεῦμα *κυρίου ἀπέστη ἀπὸ Σαουλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ *κυρίου.
16.15   καὶ εἶπαν οἱ παῖδες Σαουλ πρὸς αὐτόν Ἰδοὺ δὴ πνεῦμα κυρίου πονηρὸν πνίγει σε·
16.16   εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται, καὶ ἀναπαύσει σε.
16.17   καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ.
16.18   καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Ἰδοὺ ἑόρακα υἱὸν τῷ Ιεσσαι Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετός, καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγῳ καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ *κύριος μετ᾽ αὐτοῦ.
16.19   καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους πρὸς Ιεσσαι λέγων Ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ τὸν ἐν τῷ ποιμνίῳ σου.
16.20   καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαουλ.
16.21   καὶ εἰσῆλθεν Δαυιδ πρὸς Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.
16.22   καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων Παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.
16.23   καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαουλ, καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπ᾽ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

- Chapitre / chapter 16 -
16.1    And the Lord said to Samuel, How long dost thou mourn for Saul, whereas I have rejected him from reigning over Israel? Fill thy horn with oil, and come, I will send thee to Jessae, to Bethleem; for I have seen among his sons a king for me.
16.2    And Samuel said, How can I go? whereas Saul will hear of it, and slay me: and the Lord said, Take a heifer in thine hand and thou shall say, I am come to sacrifice to the Lord.
16.3    And thou shalt call Jessae to the sacrifice, and I will make known to thee what thou shalt do; and thou shalt anoint him whom I shall mention to thee.
16.4    And Samuel did all that the Lord told him; and he came to Bethleem: and the elders of the city were amazed at meeting him, and said, Dost thou come peaceably, thou Seer?
16.5    And he said, Peaceably: I am come to sacrifice to the Lord. Sanctify yourselves, and rejoice with me this day: and he sanctified Jessae and his sons, and he called them to the sacrifice.
16.6    And it came to pass when they came in, that he saw Eliab, and said, Surely the Lord's anointed [is] before him.
16.7    But the Lord said to Samuel, Look not on his appearance, nor on his stature, for I have rejected him; for God sees not as man looks; for man looks at the outward appearance, but God looks at the heart.
16.8    And Jessae called Aminadab, and he passed before Samuel: and he said, Neither has God chosen this one.
16.9    And Jessae caused Sama to pass by: and he said, Neither has God chosen this one.
16.10   And Jessae caused his seven sons to pass before Samuel: and Samuel said, the Lord has not chosen these.
16.11   And Samuel said to Jessae, Hast thou no more sons? And Jessae said, [There is] yet a little one; behold, he tends the flock. And Samuel said to Jessae, Send and fetch him for we may not sit down till he comes.
16.12   And he sent and fetched him: and he was ruddy, with beauty of eyes, and very goodly to behold. And the Lord said to Samuel, Arise, and anoint David, for he is good.
16.13   And Samuel took the horn of oil, and anointed him in the midst of his brethren: and the Spirit of the Lord came upon David from that day forward: and Samuel arose, and departed to Armathaim.
16.14   And the Spirit of the Lord departed from Saul, and an evil spirit from the Lord tormented him.
16.15   And Saul's servants said to him, Behold now, and evil spirit from the Lord torments thee.
16.16   Let now thy servants speak before thee, and let them seek for our lord a man skilled to play on the harp; and it shall come to pass when an evil spirit comes upon thee and he shall play on his harp, that thou shalt be well, and he shall refresh thee.
16.17   And Saul said to his servants, Look now out for me a skillful player, and bring him tome.
16.18   And one of his servants answered and said, Behold, I have seen a son of Jessae the Bethleemite, and he understands playing [on the harp], and the man [is] prudent, and a warrior, and wise in speech, and the man [is] handsome, and the Lord [is] with him.
16.19   And Saul sent messengers to Jessae, saying, Send to me thy son David who is with thy flock.
16.20   And Jessae took a homer of bread, and a bottle of wine, and one kid of the goats, and sent them by the hand of his son David to Saul.
16.21   And David went in to Saul, and stood before him; and he loved him greatly; and he became his armour-bearer.
16.22   And Saul sent to Jessae, saying, Let David, I pray thee, stand before me, for he has found grace in my eyes.
16.23   And it came to pass when the evil spirit was upon Saul, that David took his harp, and played with his hand: and Saul was refreshed, and [it was] well with him, and the evil spirit departed from him.

- Chapitre / chapter 17 -
17.1    Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ.
17.2    καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων.
17.3    καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν.
17.4    καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων, Γολιαθ ὄνομα αὐτῷ ἐκ Γεθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς·
17.5    καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου·
17.6    καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ·
17.7    καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ.
17.8    καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς Τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με,
17.9    καὶ ἐὰν δυνηθῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους, ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν.
17.10   καὶ εἶπεν ὁ ἀλλόφυλος Ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι.
17.11   καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα.
17.12   (vide)
17.13   (vide)
17.14   (vide)
17.15   (vide)
17.16   (vide)
17.17   (vide)
17.18   (vide)
17.19   (vide)
17.20   (vide)
17.21   (vide)
17.22   (vide)
17.23   (vide)
17.24   (vide)
17.25   (vide)
17.26   (vide)
17.27   (vide)
17.28   (vide)
17.29   (vide)
17.30   (vide)
17.31   (vide)
17.32   Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ᾽ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.
17.33   καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ᾽ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ.
17.34   καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης,
17.35   καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ᾽ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν·
17.36   καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν θεοῦ ζῶντος;
17.37   *κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται *κύριος μετὰ σοῦ.
17.38   καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ
17.39   καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾽ αὐτοῦ.
17.40   καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.
17.41   (vide)
17.42   καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν.
17.43   καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ᾽ ἐμὲ ἐν ῥάβδῳ καὶ λίθοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ᾽ ἢ χείρω κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυιδ ἐν τοῖς θεοῖς αὐτοῦ.
17.44   καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς.
17.45   καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι *κυρίου σαβαωθ θεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον·
17.46   καὶ ἀποκλείσει σε *κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ·
17.47   καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει *κύριος, ὅτι τοῦ *κυρίου ὁ πόλεμος, καὶ παραδώσει *κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
17.48   καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυιδ.
17.49   καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
17.50   (vide)
17.51   καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ᾽ αὐτὸν καὶ ἔλαβεν τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον.
17.52   καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεθ καὶ ἕως τῆς πύλης Ἀσκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεθ καὶ ἕως Ακκαρων.
17.53   καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν.
17.54   καὶ ἔλαβεν Δαυιδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.
17.55   (vide)
17.56   (vide)
17.57   (vide)
17.58   (vide)

- Chapitre / chapter 17 -
17.1    And the Philistines gather their armies to battle, and gather themselves to Socchoth of Judaea, and encamp between Socchoth and Azeca Ephermen.
17.2    And Saul and the men of Israel gather together, and they encamp in the valley, and set the battle in array against the Philistines.
17.3    And the Philistines stand on the mountain on one side, and Israel stands on the mountain on the other side, and the valley was between them.
17.4    And there went forth a mighty man out of the army of the Philistines, Goliath, by name, out of Geth, his height [was] four cubits and a span.
17.5    And [he had] a helmet upon his head, and he wore a breastplate of chain armour; and the weight of his breastplate [was] five thousand shekels of brass and iron.
17.6    And greaves of grass [were] upon his legs, and a brazen target [was] between his shoulders.
17.7    And the staff of his spear [was] like a weaver's beam, and the spear's head [was formed] of six hundred shekels of iron; and his armour-bearer went before him.
17.8    And he stood and cried to the army of Israel, and said to them, Why are ye come forth to set yourselves in battle array against us? Am not I a Philistine, and ye He brews of Saul? Choose for yourselves a man, and let him come down to me.
17.9    And if he shall be able to fight against me, and shall smite me, then will we be your servants: but if I should prevail and smite him, ye shall be our servants, and serve us.
17.10   And the Philistine said, Behold, I have defied the armies of Israel this very day: give me a man, and we will both of us fight in single combat.
17.11   And Saul and all Israel heard these words of the Philistine, and they were dismayed, and greatly terrified.
17.12   [vide]
17.13   [vide]
17.14   [vide]
17.15   [vide]
17.16   [vide]
17.17   [vide]
17.18   [vide]
17.19   [vide]
17.20   [vide]
17.21   [vide]
17.22   [vide]
17.23   [vide]
17.24   [vide]
17.25   [vide]
17.26   [vide]
17.27   [vide]
17.28   [vide]
17.29   [vide]
17.30   [vide]
17.31   [vide]
17.32   And David said to Saul, Let not, I pray thee, the heart of my lord be dejected within him: thy servant will go, and fight with this Philistine.
17.33   And Saul said to David, Thou wilt not in anywise be able to go against this Philistine to fight with him, for thou art a mere youth, and he a man of war from his youth.
17.34   And David said to Saul, Thy servant was tending the flock for his father; and when a lion came and a she-bear, and took a sheep out of the flock,
17.35   then I went forth after him, and smote him, and drew [the spoil] out of his mouth: and as he rose up against me, then I caught hold of his throat, and smote him, and slew him.
17.36   Thy servant smote both the lion and the bear, and the uncircumcised Philistine shall be as one of them: shall I not go and smite him, and remove this day a reproach from Israel? For who [is] this uncircumcised one, who has defied the army of the living God?
17.37   The Lord who delivered me out of the paw of the lion and out the paw of the bear, he will deliver me out of the hand of this uncircumcised Philistine. And Saul said to David, Go, and the Lord shall be with thee.
17.38   And Saul clothed David with a military coat, and [put] his brazen helmet on his head.
17.39   And he girt David with his sword over his coat: an he made trial walking [with them] once and again: and David said to Saul, I shall not be able to go with these, for I have not proved [them]: so they remove them from him.
17.40   And he took his staff in his hand, and he chose for himself five smooth stones out of the brook, and put them in the shepherd's scrip which he had for his store, and his sling was in his hand; and he approached the Philistine.
17.41   [vide]
17.42   And Goliath saw David, and despised him; for he was a lad, and ruddy, with a fair countenance.
17.43   And the Philistine said to David, Am I as a dog, that thou comest against me with a staff and stones? [[and David said, Nay, but worse than a dog.]] And the Philistine cursed David by his gods.
17.44   And the Philistine said to David, Come to me, and I will give thy flesh to the birds of the air, and to the beasts of the earth.
17.45   And David said to the Philistine, Thou comest to me with sword, and with spear, and with shield; but I come to thee in the name of the Lord God of hosts of the army of Israel, which thou hast defied
17.46   this day. And the Lord shall deliver thee this day into my hand; and I will slay thee, and take away thy head from off thee, and will give thy limbs and the limbs of the army of the Philistines this day to the birds of the sky, and to the wild beasts of the earth; and all the earth shall know that there is a God in Israel.
17.47   And all this assembly shall know that the Lord delivers not by sword or spear, for the battle [is] the Lord's, and the Lord will deliver you into our hands.
17.48   And the Philistine arose and went to meet David.
17.49   And David stretched out his hand to his scrip, and took thence a stone, and slang it, and smote the Philistine on his forehead, and the stone penetrated through the helmet into his forehead, and he fell upon his face to the ground.
17.50   [vide]
17.51   And David ran, and stood upon him, and took his sword, and slew him, and cut off his head: and the Philistines saw that their champion was dead, and they fled.
17.52   And the men of Israel and Juda arose, and shouted and pursued them as far as the entrance to Geth, and as far as the gate of Ascalon: and the slain men of the Philistines fell in the way of the gates, both to Geth, and to Accaron.
17.53   And the men of Israel returned from pursuing after the Philistines, and they destroyed their camp.
17.54   And David took the head of the Philistine, and brought it to Jerusalem; but he put his armour in his tent.
17.55   [vide]
17.56   [vide]
17.57   [vide]
17.58   [vide]

- Chapitre / chapter 18 -
18.1    (vide)
18.2    (vide)
18.3    (vide)
18.4    (vide)
18.5    (vide)
18.6    Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις,
18.7    καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ.
18.8    καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.
18.9    καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
18.10   (vide)
18.11   (vide)
18.12   καὶ ἐφοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ
18.13   καὶ ἀπέστησεν αὐτὸν ἀπ᾽ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.
18.14   καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ *κύριος μετ᾽ αὐτοῦ.
18.15   καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ.
18.16   καὶ πᾶς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.
18.17   (vide)
18.18   (vide)
18.19   (vide)
18.20   Καὶ ἠγάπησεν Μελχολ ἡ θυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη Σαουλ, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς αὐτοῦ.
18.21   καὶ εἶπεν Σαουλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοφύλων·
18.22   καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.
18.23   καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.
18.24   καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν Δαυιδ.
18.25   καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ᾽ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων.
18.26   καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.
18.27   καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.
18.28   καὶ εἶδεν Σαουλ ὅτι *κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν,
18.29   καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι.
18.30   (vide)

- Chapitre / chapter 18 -
18.1    [vide]
18.2    [vide]
18.3    [vide]
18.4    [vide]
18.5    [vide]
18.6    And there came out women in dances to meet David out of all the cities of Israel, with timbrels, and with rejoicing, and with cymbals.
18.7    And the women began [the strain], and said, Saul has smitten his thousands, and David his ten thousands.
18.8    And it seemed evil in the eyes of Saul concerning this matter, and he said, To David they have given ten thousands, and to me they have given thousands.
18.9    [vide]
18.10   [vide]
18.11   [vide]
18.12   And Saul was alarmed on account of David.
18.13   And he removed him from him, and made him a captain of a thousand for himself; and he went out and came in before the people.
18.14   And David was prudent in all his ways, and the Lord was with him.
18.15   And Saul saw that he was very wise, and he was afraid of him.
18.16   And all Israel and Juda loved David, because he came in and went out before the people.
18.17   [vide]
18.18   [vide]
18.19   [vide]
18.20   And Melchol the daughter of Saul loved David; and it was told Saul, and the thing was pleasing in his eyes.
18.21   And Saul said, I will give her to him, and she shall be a stumbling-block to him. Now the hand of the Philistines was against Saul.
18.22   And Saul charged his servants, saying, Speak ye privately to David, saying, Behold, the king delights in thee, and all his servants love thee, and do thou becomes the king's son-in-law.
18.23   And the servants of Saul spoke these words in the ears of David; and David said, [Is it] a light thing in your eyes to become son-in-law to the king? Whereas I [am] an humble man, an not honourable?
18.24   And the servants of Saul reported to him according to these words, which David spoke.
18.25   And Saul said, Thus shall ye speak to David, The king wants no gift but a hundred foreskins of the Philistines, to avenge himself on the kings enemies. Now Saul thought to cast him into the hands of the Philistines.
18.26   And the servants of Saul report these words to David, and David was well pleased to become the son-in-law to the king.
18.27   And David arose, and went, he and his men, and smote among the Philistines a hundred men: and he brought their foreskins, and he becomes the king's son-in-law, and [Saul] gives him Melchol his daughter to wife.
18.28   And Saul saw that the Lord [was] with David, and [that] all Israel loved him.
18.29   And he was yet more afraid of David.
18.30   [vide]

- Chapitre / chapter 19 -
19.1    Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα,
19.2    καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ,
19.3    καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.
19.4    καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα,
19.5    καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν *κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν;
19.6    καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ *κύριος, εἰ ἀποθανεῖται.
19.7    καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα, καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
19.8    καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.
19.9    Καὶ ἐγένετο πνεῦμα *θεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ·
19.10   καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ, καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη.
19.11   καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.
19.12   καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται.
19.13   καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
19.14   καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.
19.15   καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν.
19.16   καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.
19.17   καὶ εἶπεν Σαουλ τῇ Μελχολ Ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπεν Μελχολ τῷ Σαουλ Αὐτὸς εἶπεν Ἐξαπόστειλόν με· εἰ δὲ μή, θανατώσω σε.
19.18   Καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαουλ, καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα.
19.19   καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα.
19.20   καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ᾽ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν.
19.21   καὶ ἀπηγγέλη τῷ Σαουλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί.
19.22   καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ; καὶ εἶπαν Ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα.
19.23   καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα, καὶ ἐγενήθη καὶ ἐπ᾽ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα.
19.24   καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαουλ ἐν προφήταις;

- Chapitre / chapter 19 -
19.1    And Saul spoke to Jonathan his son, and to all his servants, to slay David.
19.2    And Jonathan, Saul's son, loved David much: and Jonathan told David, saying, Saul seeks to kill thee: take heed to thyself therefore to-morrow morning, and hide thyself, and dwell in secret.
19.3    And I will go forth, and stand near my father in the field where thou shalt be, and I will speak concerning thee to my father; and I will see what his answer may be, and I will tell thee.
19.4    And Jonathan spoke favorably concerning David to Saul his father, and said to him, Let not the king sin against thy servant David, for he has not sinned against thee, and his deeds [are] very good.
19.5    And he put his life in his hand, and smote the Philistine, and the Lord wrought a great deliverance; and all Israel saw, and rejoined: why then dost thou sin against innocent blood, to slay David without a cause?
19.6    And Saul hearkened to the voice of Jonathan; and Saul swore, saying, [As] the Lord lives, he shall not die.
19.7    And Jonathan called David, and told him all these words; and Jonathan brought David in to Saul, and he was before him as in former times.
19.8    And there was again war against Saul; and David did valiantly, and fought against the Philistines, and smote them with a very great slaughter, and they fled from before him.
19.9    And an evil spirit from God was upon Saul, and he was resting in his house, and a spear [was] in his hand, and David was playing on the harp with his hands.
19.10   And Saul sought to smite David with the spear; and David withdrew [suddenly] from the presence of Saul; and he drove the spear into the wall; and David retreated and escaped.
19.11   And it came to pass in that night, that Saul sent messengers to the house of David to watch him, in order to slay him in the morning; and Melchol David's wife told him, saying, Unless thou save thy life this night, to-morrow thou shalt be slain.
19.12   So Melchol lets David down by the window, and he departed, and fled, and escaped.
19.13   And Melchol took images, and laid them on the bed, and she put the liver of a goat by his head, and covered them with clothes.
19.14   And Saul sent messengers to take David; and they say that he is sick.
19.15   And he sends to David, saying, Bring him to me on the bed, that I may slay him.
19.16   And the messengers come, and, behold, the images [were] on the bed, and the goat's liver at his head.
19.17   And Saul said to Melchol, Why hast thou thus deceived me, and suffered my enemy to depart, and he has escaped? and Melchol said to Saul, He said, let me go, and if not, I will slay thee.
19.18   So David fled, and escaped, and comes to Samuel to Armathaim, and tells him all that Saul had done to him: and Samuel and David went, and dwelt in Navath in Rama.
19.19   And it was told Saul, saying, Behold, David [is] in Navath in Rama.
19.20   And Saul sent messengers to take David, and they saw the assembly of the prophets, and Samuel stood [as] appointed over them; and the Spirit of God came upon the messengers of Saul, and they prophesy.
19.21   And it was told Saul, and he sent other messengers, and they also prophesied: and Saul sent again a third set of messengers, and they also prophesied.
19.22   And Saul was very angry, and went himself also to Armathaim, and he comes as far as the well of the threshing floor that is in Sephi; and he asked and said, Where [are] Samuel and David? And they said, Behold, in Navath in Rama.
19.23   And he went thence to Navath in Rama: and there came the Spirit of God upon him also, and he went on prophesying till he came to Navath in Rama.
19.24   And he took off his clothes, and prophesied before them; and lay down naked all that day and all that night: therefore they said, [Is] Saul also among the prophets?

- Chapitre / chapter 20 -
20.1    Καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἶπεν Τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
20.2    καὶ εἶπεν αὐτῷ Ιωναθαν Μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.
20.3    καὶ ἀπεκρίθη Δαυιδ τῷ Ιωναθαν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν Μὴ γνώτω τοῦτο Ιωναθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ *κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.
20.4    καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι;
20.5    καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν Ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ τοῦ βασιλέως φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
20.6    ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς Παραιτούμενος παρῃτήσατο ἀπ᾽ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.
20.7    ἐὰν τάδε εἴπῃ Ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾽ αὐτοῦ.
20.8    καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην *κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με;
20.9    καὶ εἶπεν Ιωναθαν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ· καὶ ἐὰν μή, εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι.
20.10   καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν Τίς ἀπαγγελεῖ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
20.11   καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.
20.12   καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ *Κύριος ὁ θεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυιδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν·
20.13   τάδε ποιήσαι ὁ *θεὸς τῷ Ιωναθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε, καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται *κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου.
20.14   καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾽ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω,
20.15   οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν *κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς
20.16   ἐξαρθῆναι τὸ ὄνομα τοῦ Ιωναθαν ἀπὸ τοῦ οἴκου Δαυιδ, καὶ ἐκζητήσαι *κύριος ἐχθροὺς τοῦ Δαυιδ.
20.17   καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τῷ Δαυιδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν.
20.18   καὶ εἶπεν Ιωναθαν Αὔριον νουμηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.
20.19   καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο.
20.20   καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι·
20.21   καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι τὴν σχίζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λαβὲ αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος, ζῇ *κύριος·
20.22   ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε *κύριος.
20.23   καὶ τὸ ῥῆμα, ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ *κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.
20.24   Καὶ κρύπτεται Δαυιδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.
20.25   καὶ ἐκάθισεν ὁ βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασεν τὸν Ιωναθαν, καὶ ἐκάθισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ.
20.26   καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἶπεν Σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.
20.27   καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ, καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ Τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
20.28   καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ καὶ εἶπεν αὐτῷ Παρῄτηται Δαυιδ παρ᾽ ἐμοῦ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι
20.29   καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.
20.30   καὶ ἐθυμώθη ὀργῇ Σαουλ ἐπὶ Ιωναθαν σφόδρα καὶ εἶπεν αὐτῷ Υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
20.31   ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς Ιεσσαι ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λαβὲ τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
20.32   καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ Ἵνα τί ἀποθνῄσκει; τί πεποίηκεν;
20.33   καὶ ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυιδ,
20.34   καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ, ὅτι συνετέλεσεν ἐπ᾽ αὐτὸν ὁ πατὴρ αὐτοῦ.
20.35   Καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ, καὶ παιδάριον μικρὸν μετ᾽ αὐτοῦ.
20.36   καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν.
20.37   καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν Ιωναθαν, καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν Ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·
20.38   καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων Ταχύνας σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
20.39   καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ Ιωναθαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥῆμα.
20.40   καὶ Ιωναθαν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Πορεύου εἴσελθε εἰς τὴν πόλιν.
20.41   καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον, καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.
20.42   (20.42a) καὶ εἶπεν Ιωναθαν Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι *κυρίου λέγοντες *Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.
20.43   (20.42b) καὶ ἀνέστη Δαυιδ καὶ ἀπῆλθεν, καὶ Ιωναθαν εἰσῆλθεν εἰς τὴν πόλιν.

- Chapitre / chapter 20 -
20.1    And David fled from Navath in Rama, and comes into the presence of Jonathan; and he said, What have I done, and what [is] my fault, and wherein have I sinned before thy father, that he seeks my life?
20.2    And Jonathan said to him, Far be it from thee: thou shalt not die: behold, my father will not do any thing great or small without discovering it to me; and why should my father hide this matter from me? This thing is not [so].
20.3    And David answered Jonathan, and said, Thy father knows surely that I have found grace in thy sight, and he said, Let not Jonathan know this, lest he refuse his consent: but [as] the Lord lives and thy soul lives, as I said, [the space] is filled up between me and death.
20.4    And Jonathan said to David, What does thy soul desire, and what shall I do for thee.
20.5    And David said to Jonathan, Behold, to-morrow [is] the new moon, and I shall not on any account sit down to eat, but thou shalt let me go, and I will hide in the plain till the evening.
20.6    And if thy father do in anywise enquire for me, then shalt thou say, David earnestly asked leave of me to run to Bethleem his city, for [there is] there, a yearly sacrifice for all the family.
20.7    If he shall say thus, Well,-- [all is] safe for thy servant: but if he shall answer harshly to thee, know that evil is determined by him.
20.8    And thou shalt deal mercifully with thy servant; for thou hast brought thy servant into a covenant of the Lord with thyself: and if there is iniquity in thy servant, slay me thyself; but why dost thou thus bring me to thy father?
20.9    And Jonathan said, That e far from thee: for if I surely know that evil is determined by my father to come upon thee, although it should not be against thy cities, I will tell thee.
20.10   And David said to Jonathan, Who can tell me if thy father should answer roughly?
20.11   And Jonathan said to David, Go, and abide in the field. And they went out both into the field.
20.12   And Jonathan said to David, the Lord God of Israel knows that I will sound my father as I have an opportunity, three several times, and, behold, [if good] should be determined concerning David, and I do not send to thee to the field,
20.13   God do so to Jonathan and more also: as I shall [also] report the evil to thee, and make it known to thee, and I will let thee go; and thou shalt depart in peace, and the Lord shall be with thee, as he was with my father.
20.14   And if indeed I continue to live, then shalt thou deal mercifully with me; and if I indeed die,
20.15   thou shalt not withdraw thy mercy from my house for ever: and if thou doest not, when the Lord cuts off the enemies of David each from the face of the earth,
20.16   [should it happen] that the name of Jonathan be discovered by the house of David, then let the Lord seek out the enemies of David.
20.17   And Jonathan swore yet again to David, because he loved the soul of him that loved him.
20.18   And Jonathan said, To-morrow [is] the new moon, and thou wilt be enquired for, because thy seat will be observed as vacant.
20.19   And thou shalt stay three days, and watch an opportunity, and shalt come to thy place where thou mayest hide thyself in the day of thy business, and thou shalt wait by that ergab.
20.20   And I will shoot three arrows, aiming them at a mark.
20.21   And behold, I [will] send a lad, saying, Go find me the arrow.
20.22   If I should expressly say to the lad, The arrow [is] here, and on this side of thee, take it; [then] come, for it is well with thee, and there is no reason [for fear, as] the Lord lives: [but] if I should say thus to the young man, The arrow [is] on that side of thee, and beyond go, for the Lord hath sent thee away.
20.23   And as for the word which thou and I have spoken, behold, the Lord [is] witness between me and thee for ever.
20.24   So David hides himself in the field, and the [new] month arrives, and the king comes to the table to eat.
20.25   And he sat upon his seat as in former times, even on his seat by the wall, and he went before Jonathan; and Abenner sat on one side of Saul, and the place of David was empty.
20.26   And Saul said nothing on that day, for he said, It seems to have fallen out that he is not clean, because he has not purified himself.
20.27   And it came to pass on the morrow, on the second day of the month, that the place of David was empty; and Saul said to Jonathan his son, Why has not the son of Jessae attended both yesterday and today at the table?
20.28   And Jonathan answered Saul, and said to him, David asked leave of me to go as far as Bethleem his city;
20.29   and he said, Let me go, I pray thee, for we have a family sacrifice in the city, and my brethren have sent for me; and now, if I have found grace in thine eyes, I will even go over and see my brethren: therefore he is not present at the table of the king.
20.30   And Saul was exceedingly angry with Jonathan, and said to him, Thou son of traitorous damsels! for do I not know that thou art an accomplice with the son of Jessae to thy same, and to the shame of thy mother's nakedness?
20.31   For so long as the son of Jessae lives upon the earth, thy kingdom shall not be established: now then send and take the young man, for he shall surely die.
20.32   And Jonathan answered Saul, Why is he to die? What has he done?
20.33   And Saul lifted up his spear against Jonathan to slay him: so Jonathan knew that this evil was determined on by his father to slay David.
20.34   And Jonathan sprang up from the table in great anger, and did not eat bread on the second [day] of the month, for he grieved bitterly for David, because his father determined [on mischief] against him.
20.35   And morning came, and Jonathan went out to the field, as he appointed [to do] for a signal to David, and a little boy [was] with him.
20.36   And he said to the boy, Run, find me the arrows which I shoot: and the boy ran, and [Jonathan] shot an arrow, and sent it beyond [him].
20.37   And the boy came to the place where the arrow was which Jonathan shot; and Jonathan cried out after the lad, and said, The arrow [is] on that side of thee and beyond thee.
20.38   And Jonathan cried out after his boy, saying, Make all speed, and stay not. And Jonathan's boy gathered up the arrows, and brought the arrows to his master.
20.39   And the boy knew nothing, only Jonathan and David [knew].
20.40   And Jonathan gave his weapons to his boy, and said to his boy, Go, enter into the city.
20.41   And when the lad went in, then David arose from the argab, and fell upon his face, and did obeisance to him three times, and they kissed each other, and wept for each other, for a great while.
20.42   (20.42a) And Jonathan said to David, Go in peace, and as we have both sworn in the name of the Lord, saying, The Lord shall be witness between me and thee, and between my seed and thy seed for ever-- [even so let it be].
20.43   (20.42b) And David arose and departed, and Jonathan went into the city.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
21.2    καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανι Αλεμωνι·
21.3    καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.
21.4    καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυιδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾽ ἢ ἄρτοι ἅγιοι εἰσίν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.
21.5    καὶ ἀπεκρίθη Δαυιδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
21.6    καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ᾽ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου *κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
21.7    καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον *κυρίου, καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ.
21.8    καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ Ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
21.9    καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυιδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
21.10   καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ.
21.11   καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
21.12   καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ.
21.13   καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
21.14   καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με;
21.15   ἦ ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.


- Chapitre / chapter 21 -
21.1    And David comes to Nomba to Abimelech the priest: and Abimelech was amazed at meeting him, and said to him, Why [art] thou alone, and nobody with thee?
21.2    And David said to the priest, The king gave me a command to-day, and said to me, Let no one know the matter on which I send thee, an concerning which I have charged thee: and I have charged my servants [to be] in the place that is called, The faithfulness of God, phellani maemoni.
21.3    And now if there are under thy hand five loaves, give into my hand what is ready.
21.4    And the priest answered David, and said, There are no common loaves under my hand, for I have none but holy loaves: if the young men have been kept at least from women, then they shall eat [them].
21.5    And David answered the priest, and said to him, Yea, we have been kept from women for three day: when I came forth for the journey all the young men were purified; but this expedition is unclean, wherefore it shall be sanctified this day because of my weapons.
21.6    So Abimelech the priest gave him the shewbread; for there were no loaves there, but only the presence loaves which had been removed from the presence of the Lord, in order that hot bread should be set on, on the day on which he took them.
21.7    And there was there on that day one of Saul's servants detained before the Lord, and his name [was] Doec the Syrian, tending the mules of Saul.
21.8    And David said to Abimelech, See if there is here under thy hand spear or sword, for I have not brought in my hand my sword or my weapons, for the word of the king was urgent.
21.9    And the priest said, Behold the sword of Goliath the Philistine, whom thou smotest in the valley of Ela; and it is wrapped in a cloth: if thou wilt take it, take it for thyself, for there is no other except it here. And David said, Behold, there is none like it; give it me.
21.10   And he gave it him; and David arose, and fled in that day from he presence of Saul: and David came to Anchus king of Geth.
21.11   And the servants of Anchus said to him, [Is] not this David the king of the land? Did not the dancing women begin the son to him, saying, Saul has smitten his thousand, and David his ten thousands?
21.12   And David laid up the words in his heart, and was greatly afraid of Anchus king of Geth.
21.13   And he changed his appearance before him, and feigned himself a false character in that day; and drummed upon the doors of the city, and used extravagant gestures with his hands, and fell against the doors of the gate, and his spittle ran down upon his beard.
21.14   And Anchus said to his servants, Lo! ye see the man [is] mad: why have ye brought him in to me?
21.15   [Am] I in want of madmen, that ye have brought him in to me to play the madman? He shall not come into the house.


- Chapitre / chapter 22 -
22.1    Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ.
22.2    καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾽ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.
22.3    καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ Γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός.
22.4    καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ, καὶ κατῴκουν μετ᾽ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ.
22.5    καὶ εἶπεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ Μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα. καὶ ἐπορεύθη Δαυιδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ.
22.6    Καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ· καὶ Σαουλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.
22.7    καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμιν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;
22.8    ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾽ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾽ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη.
22.9    καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα,
22.10   καὶ ἠρώτα αὐτῷ διὰ τοῦ *θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν Γολιαδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
22.11   καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.
22.12   καὶ εἶπεν Σαουλ Ἄκουε δή, υἱὲ Αχιτωβ. καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε.
22.13   καὶ εἶπεν αὐτῷ Σαουλ Ἵνα τί συνέθου κατ᾽ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ᾽ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη;
22.14   καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;
22.15   ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα.
22.16   καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ Θανάτῳ ἀποθανῇ, Αβιμελεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.
22.17   καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ᾽ αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ *κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς *κυρίου.
22.18   καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εφουδ.
22.19   καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.
22.20   καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυιδ.
22.21   καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ *κυρίου.
22.22   καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ Ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου·
22.23   κάθου μετ᾽ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾽ ἐμοί.

- Chapitre / chapter 22 -
22.1    And David departed thence, and escaped; and he comes to the cave of Odollam, and his brethren hear, and the house of his father, and they go down to him there.
22.2    And there gathered to him every one that was in distress, and every one that was in debt, and every one that was troubled in mind; and he was a leader over them, and there were with him about four hundred men.
22.3    And David departed thence to Massephath of Moab, and said to the king of Moab, Let, I pray thee, my father and my mother be with thee, until I know what God will do to me.
22.4    And he persuaded the King of Moab, and they dwell with him continually, while David was in the hold.
22.5    And Gad the prophet said to David, Dwell not in the hold: go, and thou shalt enter the land of Juda. So David went, and came and dwelt in the city of Saric.
22.6    And Saul heard that David was discovered, and his men with him: now Saul dwelt in the hill below the field that is in Rama, and his spear [was] in his hand, and all his servants stood near him.
22.7    And Saul said to his servants that stood by him, Hear now, ye sons of Benjamin, will the son of Jessae indeed give all of you fields and vineyards, and will he make you all captains of hundreds and captains of thousands?
22.8    That ye are conspiring against me, and there is no one that informs me, whereas my son has made a covenant with the son of Jessae, and there is no one of you that is sorry for me, or informs me, that my son has stirred up my servant against me for an enemy, as [it is] this day?
22.9    And Doec the Syrian who was over the mules of Saul answered and said, I saw the son of Jessae as he came to Nomba to Abimelech son of Achitob the priest.
22.10   And [the priest] enquired of God for him, and gave him provision, and gave him the sword of Goliath the Philistine.
22.11   And the king sent to call Abimelech son of Achitob and all his father's sons, the priests that were in Nomba; and they all came to the king.
22.12   And Saul said, Hear now, thou son of Achitob. And he said, Lo! I [am here], speak, [my] lord.
22.13   And Saul said to him, Why have thou and the son of Jessae conspired against me, that thou shouldest give him bread and a sword, and shouldest enquire of God for him, to raise him up against me as an enemy, as [he is] this day?
22.14   And he answered the king, and said, And who [is] there among all thy servants faithful as David, and [he is] a son-in-law of the king, and [he is] executor of all thy commands, and [is] honourable in thy house?
22.15   Have I begun to-day to enquire of God for him? By no means: let not the king bring a charge against his servant, and against thee whole of my father's house; for thy servant knew not in all these matters anything great or small.
22.16   And king Saul said, Thou shalt surely die, Abimelech, thou, and all thy father's house.
22.17   And the king said to the footmen that attended on him, Draw nigh and slay the priests of the Lord, because their hand [is] with David, and because they knew that he fled, and they did not inform me. But the servants of the king would not lift their hands to fall upon the priest of the Lord.
22.18   And the king said to Doec, Turn thou, and fall upon the priests: and Doec the Syrian turned, and slew the priests of the Lord in that day, three hundred and five men, all wearing an ephod.
22.19   And he smote Nomba the city of the priest with the edge of the sword, both man, and woman, infant and suckling, and calf, and ox, and sheep.
22.20   And one son of Abimelech son of Achitob escapes, and his name [was] Abiathar, and he fled after David.
22.21   And Abiathar told David that Saul had slain all the priests of the Lord.
22.22   And David said to Abiathar, I knew it in that day, that Doec the Syrian would surely tell Saul: I am guilty of the death of the house of thy father.
22.23   Dwell with me; fear not, for wherever I shall seek a place [of safety] for my life, I will also seek a place for thy life, for thou art safely guarded [while] with me.

- Chapitre / chapter 23 -
23.1    Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κειλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω.
23.2    καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ *κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπεν *κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κειλα.
23.3    καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κειλα; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα.
23.4    καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ *κυρίου, καὶ ἀπεκρίθη αὐτῷ *κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.
23.5    καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ εἰς Κειλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κειλα.
23.6    Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κειλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ.
23.7    καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κειλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.
23.8    καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κειλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ.
23.9    καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα Προσάγαγε τὸ εφουδ κυρίου.
23.10   καὶ εἶπεν Δαυιδ *Κύριε ὁ θεὸς Ισραηλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κειλα διαφθεῖραι τὴν πόλιν δι᾽ ἐμέ.
23.11   εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; *κύριε ὁ θεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν *κύριος Ἀποκλεισθήσεται.
23.12   (vide)
23.13   καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.
23.14   Καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
23.15   καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ.
23.16   καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ.
23.17   καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως.
23.18   καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον *κυρίου. καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
23.19   Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ᾽ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν;
23.20   καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.
23.21   καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ *κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·
23.22   πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται·
23.23   καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ᾽ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα.
23.24   καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ᾽ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν.
23.25   καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυιδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν· καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν.
23.26   καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ, καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.
23.27   καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν.
23.28   καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

- Chapitre / chapter 23 -
23.1    And it was told David, saying, behold, the Philistines war in Keila, and they rob, they trample on the threshing-floors.
23.2    And David enquired of the Lord, saying, Shall I go and smite these Philistines? And the Lord said, Go, and thou shalt smite these Philistines, and shalt save Keila.
23.3    And the men of David said to him, Behold, we are afraid here in Judea; and how shall it be if we go to Keila? Shall we go after the spoils of the Philistines?
23.4    And David enquired yet again of the Lord; and the Lord answered him, and said to him, Arise and go down to Keila, for I will deliver the Philistines into thy hands.
23.5    So David and his men with him went to Keila, and fought with the Philistines; and they fled from before him, and he carried off their cattle, and smote them with a great slaughter, and David rescued the inhabitants of Keila.
23.6    And it came to pass when Abiathar the son of Achimelech fled to David, that he went down with David to Keila, having and ephod in his hand.
23.7    And it was told Saul that David was come to Keila: and Saul said, God has sold him into my hands, for he is shut up, having entered into a city that has gates and bars.
23.8    And Saul charged all the people to go down to war to Keila, to besiege David and his men.
23.9    And David knew that Saul spoke openly of mischief against him: and David said to Abiathar the priest, Bring the ephod of the Lord.
23.10   And David said, Lord God of Israel, thy servant has indeed heard, that Saul seeks to come against Keila to destroy the city on my account.
23.11   Will [the place] be shut up? And now will Saul come down, as thy servant has heard? Lord God of Israel, tell thy servant. And the Lord said, It will be shut up.
23.12   [vide]
23.13   And David arose, and the men with him, in number about four hundred, and they went forth from Keila, and went whithersoever they could go: and it was told Saul that David had escaped from Keila, and he forbore to come.
23.14   And he dwelt in Maserem in the wilderness, in the narrow [passes]; and dwelt in the wilderness in mount Ziph, in the dry country. And Saul sought him continually, but the Lord delivered him not into his hands.
23.15   And David perceived that Saul went forth to seek David; and David was in the dry mountain in the New Ziph.
23.16   And Jonathan son of Saul rose, and went to David to Caene, and strengthened his hands in the Lord.
23.17   And he said to him, Fear not, for the hand of Saul my father shall not find thee; and thou shalt be king over Israel, and I shall be second to thee; and Saul my father knows it.
23.18   So they both made a covenant before the Lord; and David dwelt in Caene, and Jonathan went to his home.
23.19   And the Ziphites came up out of the dry country to Saul to the hill, saying, Behold, is not David hidden with us in Messara, in the narrows in Caene in the hill of Echela, which is on the right of Jessaemon?
23.20   And now [according to] all the king's desire to come down, let him come down to us; they have shut him up into the hands of the king.
23.21   And Saul said to them, Blessed [be] ye of the Lord, for ye have been grieved on my account.
23.22   Go, I pray you, and make preparations yet, and notice his place where his foot shall be, quickly, in that place which ye spoke of, lest by any means he should deal craftily.
23.23   Take notice, then, and learn, and I will go with you; and it shall come to pass that if he is in the land, I will search him out among all the thousands of Juda.
23.24   And the Ziphites arose, and went before Saul: and David and his men [were] in the wilderness of Maon, westward, to the right of Jessaemon.
23.25   And Saul and his men went to seek him: and they brought word to David, and he went down to the rock that was in the wilderness of Maon: and Saul heard, and followed after David to the wilderness of Maon.
23.26   And Saul and his men go on one side of the mountain, and David and his men are on the other side of the mountain: and David was hiding himself to escape from Saul: and Saul and his men encamped against David and his men, in order to take them.
23.27   And there came a messenger to Saul, saying, Haste thee, and come hither, for the Philistines have invaded the land.
23.28   So Saul returned from following after David, and went to meet the Philistines: therefore that place was called The divided Rock.

- Chapitre / chapter 24 -
24.1    (23.29) Καὶ ἀνέβη Δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Εγγαδδι.
24.2    (24.1) καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι.
24.3    (24.2) καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ.
24.4    (24.3) καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
24.5    (24.4) καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπεν *κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυιδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαουλ λαθραίως.
24.6    (24.5) καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ,
24.7    (24.6) καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ *κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ *κυρίῳ μου τῷ χριστῷ *κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾽ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος·
24.8    (24.7) καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν.
24.9    (24.8) καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
24.10   (24.9) καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου;
24.11   (24.10) ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε *κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς *κυρίου οὗτός ἐστιν.
24.12   (24.11) καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.
24.13   (24.12) δικάσαι *κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με *κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί,
24.14   (24.13) καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.
24.15   (24.14) καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός.
24.16   (24.15) γένοιτο *κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι *κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.
24.17   (24.16) καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν.
24.18   (24.17) καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.
24.19   (24.18) καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με *κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με·
24.20   (24.19) καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ *κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον.
24.21   (24.20) καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ.
24.22   (24.21) καὶ νῦν ὄμοσόν μοι ἐν *κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
24.23   (24.22) καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν.

- Chapitre / chapter 24 -
24.1    (23.29) And David rose up from thence, and dwelt in the narrow passes of Engaddi.
24.2    (24.1) And it came to pass when Saul returned from pursuing after the Philistines, that it was reported to him, saying, David [is] in the wilderness of Engaddi.
24.3    (24.2) And he took with him three thousand men, chosen out of all Israel, and went to seek David and his men in front of Saddaeem.
24.4    (24.3) And he came to the flocks of sheep that were by the way, and there was a cave there; and Saul went in to make preparation, and David and his men were sitting in the inner part of the cave.
24.5    (24.4) And the men of David said to him, Behold, this [is] the day of which the Lord spoke to thee, that he would deliver thine enemy into thy hands; and thou shalt do to him as [it is] good in thy sight. So David arose and cut off the skirt of Saul's garment secretly.
24.6    (24.5) And it came to pass after this that David's heart smote him, because he had cut off the skirt of his garment.
24.7    (24.6) And David said to his men, The Lord forbid it me, that I should do this ting to my lord the anointed of the Lord, to lift my hand against him; for he is the anointed of the Lord.
24.8    (24.7) So David persuaded his men by [his] words, and did not suffer them to arise and slay Saul: and Saul arose and went his way.
24.9    (24.8) And David rose up [and went] after him out of the cave: and David cried after Saul, saying, [My] lord, [O] king! and Saul looked behind him, and David bowed with his face to the ground, and did obeisance to him.
24.10   (24.9) And David said to Saul, Why dost thou hearken to the words of the people, saying, Behold, David seeks thy life?
24.11   (24.10) Behold, thine eyes have seen this day how that the Lord has delivered thee this day into my hands in the cave; and I would not slay thee, but spared thee, and said, I will not lift up my hand against my lord, for he is the Lord's anointed.
24.12   (24.11) And behold, the skirt of thy mantle [is] in my hand, I cut off the skirt, and did not slay thee: know then and see to-day, there is no evil in my hand, nor impiety, nor rebellion; and I have not sinned against thee, yet thou layest snares for my soul to take it.
24.13   (24.12) The Lord judge between me and thee, and the Lord requite thee on thyself: but my hand shall not be upon thee.
24.14   (24.13) As the old proverb says, Transgression will proceed from the wicked ones: but my hand shall not be upon thee.
24.15   (24.14) And now after whom dost thou come forth, O king of Israel? After whom dost thou pursue? After a dead dog, and after a flea?
24.16   (24.15) The Lord be judge and umpire between me and thee, the Lord look upon and judge my cause, and rescue me out of thy hand.
24.17   (24.16) And it came to pass when David had finished speaking these words to Saul, that Saul said, [Is] this thy voice, Son David? And Saul lifted up his voice, and wept.
24.18   (24.17) And Saul said to David, Thou [art] more righteous that I, for thou hast recompensed me good, but I have recompensed thee evil.
24.19   (24.18) And thou hast told me to-day what good thou hast done me, how the Lord shut me up into thy hands to-day, and thou didst not slay me.
24.20   (24.19) And if any one should find his enemy in distress, and should send him forth in a good way, then the Lord will reward him good, as thou has done this day.
24.21   (24.20) And now, behold, I know that thou shalt surely reign, and the kingdom of Israel shall be established in thy hand.
24.22   (24.21) Now then swear to me by the Lord, that thou wilt not destroy my seed after me, that thou wilt not blot out my name from the house of my father.
24.23   (24.22) So David swore to Saul: and Saul departed to his place, and David and his men went up to the strong-hold of Messera.

- Chapitre / chapter 25 -
25.1    Καὶ ἀπέθανεν Σαμουηλ, καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ. — καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν.
25.2    καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.
25.3    καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός.
25.4    καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ,
25.5    καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην
25.6    καὶ ἐρεῖτε τάδε Εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.
25.7    καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι· νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ·
25.8    ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾽ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ.
25.9    καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ. καὶ ἀνεπήδησεν
25.10   καὶ ἀπεκρίθη Ναβαλ τοῖς παισὶν Δαυιδ καὶ εἶπεν Τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
25.11   καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, ἃ τέθυκα τοῖς κείρουσίν μου, τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσίν;
25.12   καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυιδ κατὰ τὰ ῥήματα ταῦτα.
25.13   καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ Ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.
25.14   καὶ τῇ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων Ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾽ αὐτῶν.
25.15   καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾽ αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ
25.16   ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ᾽ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.
25.17   καὶ νῦν γνῶθι καὶ ἰδὲ τί σὺ ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν.
25.18   καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιφι ἀλφίτου καὶ γομορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους
25.19   καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς Προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν.
25.20   καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς.
25.21   καὶ Δαυιδ εἶπεν Ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν·
25.22   τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυιδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον.
25.23   καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν
25.24   ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον.
25.25   μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν· Ναβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ᾽ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου, ἃ ἀπέστειλας.
25.26   καὶ νῦν, κύριε, ζῇ *κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέν σε *κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σῴζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Ναβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.
25.27   καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου.
25.28   ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει *κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον *κυρίου ὁ κύριός μου πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.
25.29   καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ *κυρίῳ τῷ θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.
25.30   καὶ ἔσται ὅτι ποιήσει *κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι *κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ,
25.31   καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ. καὶ ἀγαθώσει *κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.
25.32   καὶ εἶπεν Δαυιδ τῇ Αβιγαια Εὐλογητὸς *κύριος ὁ θεὸς Ισραηλ, ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου,
25.33   καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί.
25.34   πλὴν ὅτι ζῇ *κύριος ὁ θεὸς Ισραηλ, ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειφθήσεται τῷ Ναβαλ ἕως φωτὸς τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον.
25.35   καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.
25.36   καὶ παρεγενήθη Αβιγαια πρὸς Ναβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Ναβαλ ἀγαθὴ ἐπ᾽ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί.
25.37   καὶ ἐγένετο πρωί, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβαλ, ἀπήγγειλεν αὐτῷ ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.
25.38   καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν *κύριος τὸν Ναβαλ, καὶ ἀπέθανεν.
25.39   καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν Εὐλογητὸς *κύριος, ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν *κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.
25.40   καὶ ἦλθον οἱ παῖδες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.
25.41   καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν Ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.
25.42   καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυιδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.
25.43   καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες.
25.44   καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυιδ τῷ Φαλτι υἱῷ Λαις τῷ ἐκ Ρομμα.

- Chapitre / chapter 25 -
25.1    And Samuel died, and all Israel assembled, and bewailed him, and they bury him in his house in Armathaim: and David arose, and went down to the wilderness of Maon.
25.2    And there was a man in Maon, and his flocks were in Carmel, and [he was] a very great man; and he had three thousand sheep, and a thousand she-goats: and he happened to be shearing his flock in Carmel.
25.3    And the man's name [was] Nabal, and his wife's name [was] Abigaia: and his wife [was] of good understanding and very beautiful in person: but the man [was] harsh, and evil in his doings, and the man [was] churlish.
25.4    And David heard in the wilderness, that Nabal the Carmelite was shearing his sheep.
25.5    And David sent ten young men, and he said to the young men, Go up to Carmel, and go to Nabal, and ask him in my name how he is.
25.6    And thus shall ye say, May thou and thy house seasonably prosper, and all thine be in prosperity.
25.7    And now, behold, I have heard that thy shepherds who were with is in the wilderness are shearing thy sheep, and we hindered them not, neither did we demand any thing from them all the time they were in Carmel.
25.8    Ask thy servants, and they will tell thee. Let then thy servants find grace in thine eyes, for we are come on a good day; give we pray thee, whatsoever thy hand may find, to thy son David.
25.9    So the servants come and speak these words to Nabal, according to all these words in the name of David.
25.10   And Nabal sprang up, and answered the servants of David, and said, Who [is] David? and who [is] the son of Jessae? Now-a-days there is abundance of servants who depart every one from his master.
25.11   And shall I take my bread, and my wine, and my beasts that I have slain for my shearers, and shall I give them to men of whom I know not whence they are?
25.12   So the servants of David turned back, and returned, and came and reported to David according to these words.
25.13   And David said to his men, Gird on every man his sword. And they went up after David, about four hundred men: and two hundred abode with the stuff.
25.14   And one of the servants reported to Abigaia the wife of Nabal, saying, Behold, David sent messengers out of the wilderness to salute our lord; but he turned away from them.
25.15   And the men were very good to us; they did not hinder us, neither did they demand from us any thing all the days that we were with them.
25.16   And when we were in the field, they were as a wall round about us, both y night and by day, all the days that we were with them feeding the flock.
25.17   And now do thou consider, and see what thou wilt do; for mischief is determined against our lord and against his house; and he [is] a vile character, and one cannot speak to him.
25.18   And Abigaia hasted, and took two hundred loaves, and two vessels of wine, and five sheep ready dressed, and five ephahs of fine flour, and one homer of dried grapes, and two hundred cakes of figs, and put them upon asses.
25.19   And she said to her servants, Go on before me, and behold I come after you: but she told not her husband.
25.20   And it came to pass when she had mounted her ass and was going down by the covert of the mountain, behold, David and his men came down to meet her, and she met them.
25.21   And David said, Perhaps I have kept all his possessions in the wilderness that he should wrong me, and we did not order the taking anything of all his goods; yet he has rewarded me evil for good.
25.22   So God do to David and more also, if I leave one male of all that belong to Nabal until the morning.
25.23   And Abigaia saw David, and she hasted and alighted from her ass; and she felt before David on her face, and did obeisance to him, [bowing] to the ground
25.24   [even] to his feet, and said, On me, my lord, be my wrong: let, I pray thee, thy servant speak in thine ears, and hear thou the words of thy servant.
25.25   Let not my lord, I pray thee, take to heart this pestilent man, for according to his name, so is he; Nabal [is] his name, and folly [is] with him: but I thy handmaid saw not the servants of my lord whom thou didst send.
25.26   And now, my lord, [as] the Lord lives, and thy soul lives, as the Lord has kept thee from coming against innocent blood, and from executing vengeance for thyself, now therefore let thine enemies, and those that seek evil against my lord, become as Nabal.
25.27   And now accept this token of goodwill, which thy servant has brought to my lord, and thou shalt give it to the servants that wait on my lord.
25.28   Remove, I pray thee, the trespass of thy servant; for the Lord will surely make for my lord a sure house, for the Lord fights the battles of my lord, and there shall no evil be ever found in thee.
25.29   And [if] a man shall rise up persecuting thee and seeking thy life, yet shall the life of my lord be bound up in the bundle of life with the Lord God, and thou shalt whirl the life of thine enemies [as] in the midst of a sling.
25.30   And it shall be when the Lord shall have wrought for my lord all the good things he has spoken concerning thee, and shall appoint thee to be ruler over Israel;
25.31   then this shall not be an abomination and offence to my lord, to have shed innocent blood without cause, and for my lord to have avenged himself: and so may the Lord do good to my lord, and thou shalt remember thine handmaid to do her good.
25.32   And David said to Abigaia, Blessed [be] the Lord God of Israel, who sent thee this very day to meet me:
25.33   and blessed [be] thy conduct, and blessed [be] thou, who hast hindered me this very day from coming to shed blood, and from avenging myself.
25.34   But surely as the Lord God of Israel lives, who hindered me this day from doing thee harm, if thou hadst not hasted and come to meet me, then I said, There shall [surely] not be left to Nabal till the morning one male.
25.35   And David took of her hand all that she brought to him, and said to her, Go in peace to thy house: see, I have hearkened to thy voice, and accepted thy petition.
25.36   And Abigaia came to Nabal: and, behold, he had a banquet in this house, as the banquet of a king, and the heart of Nabal [was] merry within him, and he [was] very drunken: and she told him nothing great or small till the morning light.
25.37   And it came to pass in the morning, when Nabal recovered from his wine, his wife told him these words; and his heart died within him, and he became as a stone.
25.38   And it came to pass after about ten days, that the Lord smote Nabal, and he died.
25.39   And David heard it and said, Blessed [be] the Lord, wh has judged the cause of my reproach at the hand of Nabal, and has delivered his servant from the power of evil; and the Lord has returned the mischief of Nabal upon his own head. And David sent and spoke concerning Abigaia, to take her to himself for a wife.
25.40   So the servants of David came to Abigaia to Carmel, and spoke to her, saying, David has sent us to thee, to take thee to himself for a wife.
25.41   And she arose, and did reverence with her face to the earth, and said, Behold, thy servant [is] for an handmaid to wash the feet of thy servants.
25.42   And Abigaia arose, and mounted her ass, and five damsels followed her: and she went after the servants of David, and became his wife.
25.43   And David took Achinaam out of Jezrael, and they were both his wives.
25.44   And Saul gave Melchol his daughter, David's wife, to Phalti the son of Amis who was of Romma.

- Chapitre / chapter 26 -
26.1    Καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες Ἰδοὺ Δαυιδ σκεπάζεται μεθ᾽ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν.
26.2    καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιφ.
26.3    καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυιδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον,
26.4    καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κειλα.
26.5    καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ, καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.
26.6    καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων Τίς εἰσελεύσεται μετ᾽ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Αβεσσα Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.
26.7    καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ.
26.8    καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ Ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ.
26.9    καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν *κυρίου καὶ ἀθῳωθήσεται;
26.10   καὶ εἶπεν Δαυιδ Ζῇ *κύριος, ἐὰν μὴ *κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ·
26.11   μηδαμῶς μοι παρὰ *κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν *κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ᾽ ἑαυτούς.
26.12   καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾽ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος *κυρίου ἐπέπεσεν ἐπ᾽ αὐτούς.
26.13   καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.
26.14   καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Αβεννηρ; καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν με;
26.15   καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ Οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ισραηλ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.
26.16   καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ *κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν *κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ;
26.17   καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ.
26.18   καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα;
26.19   καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ *θεὸς ἐπισείει σε ἐπ᾽ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον *κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ *κυρίου λέγοντες Πορεύου δούλευε θεοῖς ἑτέροις.
26.20   καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου *κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν.
26.21   καὶ εἶπεν Σαουλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυιδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ᾽ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.
26.22   καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.
26.23   καὶ *κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέν σε *κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν *κυρίου·
26.24   καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον *κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.
26.25   καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

- Chapitre / chapter 26 -
26.1    And the Ziphites come out of the dry country to Saul to the hill, saying, Behold, David hides himself with us in the hill Echela, opposite Jessemon.
26.2    And Saul arose, and went down to the wilderness of Ziph, and with him [went] three thousand men chosen out of Israel, to seek David in the wilderness of Ziph.
26.3    And Saul encamped in the hill of Echela in front of Jessemon, by the way, and David dwelt in the wilderness: and David saw that Saul came after him into the wilderness.
26.4    And David sent spies, and ascertained that Saul was come prepared out of Keila.
26.5    And David arose secretly, and goes into the place where Saul was sleeping, and there [was] Abenner the son of Ner, the captain of his host: and Saul was sleeping in a chariot, and the people had encamped along round about him.
26.6    And David answered and spoke to Abimelech the Chettite, and to Abessa the son Saruia the brother of Joab, saying, Who will go in with me to Saul into the camp? And Abessa said, I will go in with thee.
26.7    So David and Abessa go in among the people by night: and behold, Saul was fast asleep in the chariot, and his spear was stuck in the ground near his head, and Abenner and his people slept round about him.
26.8    And Abessa said to David, The Lord has this day shut up thine enemy into thine hands, and now I will smite him to the earth with the spear to the ground once [for all], and I will not smite him again.
26.9    And David said to Abessa, Do not lay him low, for who shall lift up his hand against the anointed of the Lord, and be guiltless?
26.10   And David said, [As] the Lord lives, if the Lord smite him not, or his day come and he die, or he go down to battle and be added [to his fathers, do not so].
26.11   The Lord forbid it me that I should lift up my hand against the anointed of the Lord: and now take, I pray thee, the spear from his bolster, and the pitcher of water, and let us return home.
26.12   So David took the spear, and the pitcher of water from his bolster, and they went home: and there was no one that saw, and no one that knew, and there was no one that awoke, all being asleep, for a stupor from the Lord had fallen upon them.
26.13   So David went over to the other side, and stood on the top of a hill afar off, and [there was] a good distance between them.
26.14   And David called to the people, and spoke to Abenner, saying, Wilt thou not answer, Abenner? and Abenner answered and said, Who art thou that callest?
26.15   And David said to Abenner, [Art] not thou a man? and who [is] like thee in Israel? Why then dost thou not guard thy lord the king? for one out of the people went in to destroy thy lord the king.
26.16   And this thing [is] not good which thou hast done. [As] the Lord lives, ye are worthy of death, ye who guard your lord the king, the anointed of the Lord: and now behold, I pray you, the spear of the king, and the cruse of water: where are the articles that should be at his head?
26.17   And Saul recognized the voice of David, and said, [Is] this thy voice, son David? and David said, I [am] thy servant, [my] lord, O king.
26.18   And he said, Why does my lord thus pursue after his servant? for in what have I sinned? and what unrighteousness ha been found in me?
26.19   And now let my lord the king hear the word of his servant. If God stirs thee up against me, let thine offering be acceptable: but if the sons of men, they [are] cursed before the Lord, for they have cast me out this day so that I should not be established in the inheritance of the Lord, saying, Go, serve other Gods.
26.20   And now let not my blood fall to the ground before the Lord, for the king of Israel has come forth to seek thy life, as the night hawk pursues [its prey] in the mountains.
26.21   And Saul said, I have sinned: turn, son David, for I will not hurt thee, because my life was precious in thine eyes; and to-day I have been foolish and have erred exceedingly.
26.22   And David answered and said, Behold, the spear of the king: let one of the servants come over and take it.
26.23   And the Lord shall recompense each according to his righteousness and his truth, since the Lord delivered thee this day into my hands, and I would not lift my hand against the Lord's anointed.
26.24   And, behold, as thy life has been precious this very day in my eyes, so let my life be precious before the Lord, and may he protect me, and deliver me out of all affliction.
26.25   And Saul said to David, Blessed [be] thou, [my] son; and thou shalt surely do valiantly, and surely prevail. And David went on his way, and Saul returned to his place.

- Chapitre / chapter 27 -
27.1    Καὶ εἶπεν Δαυιδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαουλ, καὶ οὐκ ἔστιν μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαουλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ισραηλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.
27.2    καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ.
27.3    καὶ ἐκάθισεν Δαυιδ μετὰ Αγχους ἐν Γεθ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυιδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινααμ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.
27.4    καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.
27.5    καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾽ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;
27.6    καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήθη Σεκελακ τῷ βασιλεῖ τῆς Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης.
27.7    καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας.
27.8    καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου.
27.9    καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους.
27.10   καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Κατὰ νότον τῆς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζι.
27.11   καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γεθ λέγων Μὴ ἀναγγείλωσιν εἰς Γεθ καθ᾽ ἡμῶν λέγοντες Τάδε Δαυιδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.
27.12   καὶ ἐπιστεύθη Δαυιδ ἐν τῷ Αγχους σφόδρα λέγων Ἤισχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

- Chapitre / chapter 27 -
27.1    And David said in his heart, Now shall I be one day delivered [for death] into the hands of Saul; and there is no good thing for me unless I should escape into the land of the Philistines, and Saul should cease from seeking me through every coast of Israel: so I shall escape out of his hand.
27.2    So David arose, and the six hundred men that were with him, and he went to Anchus, son Ammach, king of Geth.
27.3    And David dwelt with Anchus, he and his men, each with his family; and David and both his wives, Achinaam, the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite.
27.4    And it was told Saul that David had fled to Geth; and he no longer sought after him
27.5    And David said to Anchus, If now thy servant has found grace in thine eyes, let them give me, I pray thee, a place in one of the cities in the country, and I will dwell there: for why does thy servant dwell with thee in a royal city?
27.6    And he gave him Sekelac in that day: therefore Sekelac came into possession of the king of Judea to this day.
27.7    And the number of the days that David dwelt in the country of the Philistines was four months.
27.8    And David and his men went up, and made an attack on all the Gesirites and on the Amalekites: and behold, the land was inhabited, (even the land from Gelampsur) by those who come from the fortified [cities] even to the land of Egypt.
27.9    And he smote the land, and saved neither man nor woman alive; and they took flocks, and herds, and asses, and camels, and raiment; and they returned and came to Anchus.
27.10   And Anchus said to David, On whom have ye made an attack to-day? And David said to Anchus, On the south of Judea, and on the south of Jesmega, and on the south of the Kenezite.
27.11   And I have not saved man or woman alive to bring them to Geth, saying, Lest they carry a report to Geth against us, saying, These things David does. And this was his manner all the days that David dwelt in the country of the Philistines.
27.12   So David had the full confidence of Anchus, who said, He is thoroughly disgraced among his people in Israel and he shall be my servant for ever.

- Chapitre / chapter 28 -
28.1    Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ᾽ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.
28.2    καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.
28.3    Καὶ Σαμουηλ ἀπέθανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ. καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.
28.4    καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν, καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε.
28.5    καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.
28.6    καὶ ἐπηρώτησεν Σαουλ διὰ *κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ *κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.
28.7    καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ.
28.8    καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
28.9    καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;
28.10   καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ *κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.
28.11   καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι; καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι.
28.12   καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ Ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαουλ.
28.13   καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μὴ φοβοῦ, εἰπὸν τίνα ἑόρακας. καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.
28.14   καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
28.15   καὶ εἶπεν Σαμουηλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπεν Σαουλ Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
28.16   καὶ εἶπεν Σαμουηλ Ἵνα τί ἐπερωτᾷς με; καὶ *κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου·
28.17   καὶ πεποίηκεν *κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει *κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ.
28.18   διότι οὐκ ἤκουσας φωνῆς *κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν *κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ.
28.19   καὶ παραδώσει *κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει *κύριος εἰς χεῖρας ἀλλοφύλων.
28.20   καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.
28.21   καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα, καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·
28.22   καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται ἐν σοὶ ἰσχύς, ὅτι πορεύσῃ ἐν ὁδῷ.
28.23   καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον.
28.24   καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα
28.25   καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

- Chapitre / chapter 28 -
28.1    And it came to pass in those days that the Philistines gathered themselves together with their armies to go out to fight with Israel; and Anchus said to David, Know surely, that thou shalt go forth to battle with me, [thou], and thy men.
28.2    And David said to Anchus, Thus now thou shalt know what thy servant will do. And Anchus said to David, So will I make thee captain of my body-guard continually.
28.3    And Samuel died, and all Israel lamented for him, and they bury him in his city, in Armathaim. And Saul had removed those who had in them divining spirits, and the wizards, out of the land.
28.4    And the Philistines assemble themselves, and come and encamp in Sonam: and Saul gathers all the men of Israel, and they encamp in Gelbue.
28.5    And Saul saw the camp of the Philistines, and he was alarmed, and his heart was greatly dismayed.
28.6    And Saul enquired of the Lord; and the Lord answered him not by dreams, nor by manifestations, nor by prophets.
28.7    Then Saul said to his servants, Seek for me a woman who has in her a divining spirit, and I will go to her, and enquire of her: and his servants said to him, Behold, [there is] a woman who has in her a divining spirit at Aendor.
28.8    And Saul disguised himself, and put on other raiment, and he goes, and two men with him, and they come to the woman by night; and he said to her, Divine to me, I pray thee, by the divining spirit within thee, and bring up to me him whom I shall name to thee.
28.9    And the woman said to him, Behold now, thou knowest what Saul has done, how he has cut off those who had in them divining spirits, and the wizards from the land, and why dost thou spread a snare for my life to destroy it?
28.10   And Saul swore to her, and said, [As] the Lord lives, no injury shall come upon thee on this account.
28.11   And the woman said, Whom shall I bring up to thee? and he said, Bring up to me Samuel.
28.12   And the woman saw Samuel, and cried out with a loud voice: and the woman said to Saul, Why hast thou deceived me? for thou art Saul.
28.13   And the king said to her, Fear not; tell me whom thou has seen. And the woman said to him, I saw gods ascending out of the earth.
28.14   And he said to her, What didst thou perceive? and she said to him, An upright man ascending out of the earth, and he [was] clothed with a mantle. And Saul knew that this was Samuel, and he stooped with his face to the earth, and did obeisance to him.
28.15   And Samuel said, Why hast thou troubled me, that I should come up? And Saul said, I am greatly distressed, and the Philistines war against me, and God has departed from me, and no longer hearkens to me either by he hand of the prophets or by dreams: and now I have called thee to tell me what I shall do.
28.16   And Samuel said, Why askest thou me, whereas the Lord has departed from thee, and taken part with thy neighbour?
28.17   And the Lord has done to thee, as the Lord spoke by me; and the Lord will rend thy kingdom out of thy hand, and will give it to thy neighbour David.
28.18   because thou didst not hearken to the voice of the Lord, and didst not execute his fierce anger upon Amalec, therefore the Lord has done this thing to thee this day.
28.19   And the Lord shall deliver Israel with thee into the hands of the Philistines, and to-morrow thou and thy sons with thee shall fall, and the Lord shall deliver the army of Israel into the hands of the Philistines.
28.20   And Saul instantly fell at his full length upon the earth, and was greatly afraid because of the words of Samuel; and there was no longer any strength in him, for he had eaten no bread all that day, and all that night.
28.21   And the woman went in to Saul, and saw that he was greatly disquieted, and said to him, Behold now, thine handmaid has hearkened to thy voice, and I have put my life in my hand, and have heard the words which thou has spoken to me.
28.22   And now hearken, I pray thee, to the voice of thine handmaid, and I will set before thee a morsel of bread, and eat, and thou shalt be strengthened, for thou wilt be going on thy way.
28.23   But he would not eat; so his servants and the woman constrained him, and he hearkened to their voice, and rose up from the earth, and sat upon a bench.
28.24   And the woman had a fat heifer in the house; and she hasted and slew it; and she took meal and kneaded it, and baked unleavened cakes.
28.25   And she brought [the meat] before Saul, and before his servants; and they ate, and rose up, and departed that night.

- Chapitre / chapter 29 -
29.1    Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ, καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ.
29.2    καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾽ ἐσχάτων μετὰ Αγχους.
29.3    καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων Οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ; γέγονεν μεθ᾽ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾽ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.
29.4    καὶ ἐλυπήθησαν ἐπ᾽ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾽ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;
29.5    οὐχ οὗτος Δαυιδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
29.6    καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ *κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾽ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾽ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
29.7    καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.
29.8    καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾽ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;
29.9    καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾽ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν Οὐχ ἥξει μεθ᾽ ἡμῶν εἰς πόλεμον.
29.10   καὶ νῦν ὄρθρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.
29.11   καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ.

- Chapitre / chapter 29 -
29.1    And the Philistines gather all their armies to Aphec, and Israel encamped in Aendor, which is in Jezrael.
29.2    And the lords of the Philistines went on by hundreds and thousands, and David and his men wen on in the rear with Anchus.
29.3    And the lords of the Philistines said, Who [are] these that pass by? And Anchus said to the captains of the Philistines, [Is] not this David the servant of Saul king of Israel? He has been with us some time, even this second year, and I have not found any fault in him from the day that he attached himself to me even until this day.
29.4    And the captains of the Philistines were displeased at him, and they say to him, Send the man away, and let him return to his place, where thou didst set him; and let him not come with us to the war, and let him not be a traitor in the camp: and wherewith will he be reconciled to his master? Will it not be with the heads of those men?
29.5    [Is] not this David whom they celebrated in dances, saying, Saul has smitten his thousands, and David his ten thousands?
29.6    And Anchus called David, and said to him, [As] the Lord lives, thou [art] right and approved in my eyes, and [so is] thy going out and thy coming in with me in the army, and I have not found [any] evil to charge against thee from the day that thou camest to me until this day: but thou art not approved in the eyes of the lords.
29.7    Now then return and go in peace, thus thou shalt not do evil in the sight of the lords of the Philistines.
29.8    And David said to Anchus, What have I done to thee? and what hast thou found in thy servant from the [first] day that I was before thee even until this day, that I should not come and war against the enemies of the lord my king?
29.9    And Anchus answered David, I know that thou [art] good in my eyes, but the lords of the Philistines say, He shall not come with us to the war.
29.10   Now then rise up early in the morning, thou and the servants of thy lord that are come with thee, and go to the place where I appointed you, and entertain no evil thought in thy heart, for thou [art] good in my sight: and rise early for your journey when it is light, and depart.
29.11   So David arose early, he and his men, to depart and guard the land of the Philistine: and the Philistines went up to Jezrael to battle.

- Chapitre / chapter 30 -
30.1    Καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί·
30.2    καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾽ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
30.3    καὶ ἦλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.
30.4    καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν.
30.5    καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύθησαν, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.
30.6    καὶ ἐθλίβη Δαυιδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυιδ ἐν *κυρίῳ θεῷ αὐτοῦ.
30.7    καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ Προσάγαγε τὸ εφουδ.
30.8    καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ *κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ.
30.9    καὶ ἐπορεύθη Δαυιδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ, καὶ οἱ περισσοὶ ἔστησαν.
30.10   καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ.
30.11   καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ· καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·
30.12   καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
30.13   καὶ εἶπεν αὐτῷ Δαυιδ Τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.
30.14   καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί.
30.15   καὶ εἶπεν πρὸς αὐτὸν Δαυιδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο; καὶ εἶπεν Ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο.
30.16   καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ιουδα.
30.17   καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾽ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.
30.18   καὶ ἀφείλατο Δαυιδ πάντα, ἃ ἔλαβον οἱ Αμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο.
30.19   καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψεν Δαυιδ.
30.20   καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο Ταῦτα τὰ σκῦλα Δαυιδ.
30.21   καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυιδ καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βοσορ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾽ αὐτοῦ, καὶ προσήγαγεν Δαυιδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.
30.22   καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυιδ καὶ εἶπαν Ὅτι οὐ κατεδίωξαν μεθ᾽ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλάμεθα, ὅτι ἀλλ᾽ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν.
30.23   καὶ εἶπεν Δαυιδ Οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν *κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκεν *κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ᾽ ἡμᾶς εἰς χεῖρας ἡμῶν.
30.24   καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται.
30.25   καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον.
30.26   Καὶ ἦλθεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις Ιουδα τῶν σκύλων καὶ τοῖς πλησίον αὐτοῦ λέγων Ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν *κυρίου·
30.27   τοῖς ἐν Βαιθσουρ καὶ τοῖς ἐν Ραμα νότου καὶ τοῖς ἐν Ιεθθορ
30.28   καὶ τοῖς ἐν Αροηρ καὶ τοῖς Αμμαδι καὶ τοῖς ἐν Σαφι καὶ τοῖς ἐν Εσθιε καὶ τοῖς ἐν Γεθ καὶ τοῖς ἐν Κιναν καὶ τοῖς ἐν Σαφεκ καὶ τοῖς ἐν Θιμαθ
30.29   καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ιεραμηλι καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζι
30.30   καὶ τοῖς ἐν Ιεριμουθ καὶ τοῖς ἐν Βηρσαβεε καὶ τοῖς ἐν Νοο
30.31   καὶ τοῖς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθεν Δαυιδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

- Chapitre / chapter 30 -
30.1    And it came to pass when David and his men had entered Sekelac on the third day, that Amalec had made an incursion upon the south, and upon Sekelac, and smitten Sekelac, and burnt it with fire.
30.2    And as to the women and all things that were in it, great and small, they slew neither man nor woman, but carried them captives, and went on their way.
30.3    And David and his men came into the city, and, behold, it was burnt with fire; and their wives, and their sons, and their daughters were carried captive.
30.4    And David and his men lifted up their voice, and wept till there was no longer any power within them to weep.
30.5    And both the wives of David were carried captive, Achinaam, the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite.
30.6    And David was greatly distressed, because the people spoke of stoning him, because the soul of all the people was grieved, each for his sons and his daughters: but David strengthened himself in the Lord his God.
30.7    And David said to Abiathar the priest the son of Achimelech, Bring near the ephod.
30.8    And David enquired of the Lord, saying, Shall I pursue after this troop? shall I overtake them? and he said to him, Pursue, for thou shalt surely overtake them, and thou shalt surely rescue [the captives].
30.9    So David went, he an the six hundred men with him, an they come as far as the brook Bosor, and the superfluous ones stopped.
30.10   And he pursued them with four hundred men; and there remained behind two hundred men, who tarried on the other side of the brook Bosor.
30.11   And they find an Egyptian in the field, and they take him, and bring him to David; and they gave him bread and he ate, and they caused him to drink water.
30.12   And they gave him a piece of a cake of figs, and he ate, and his spirit was restored in him; for he had not eaten bread, and had not drunk water three days and three nights.
30.13   And David said to him, Whose art thou? and whence art thou? and the young man the Egyptian said, I am the servant of an Amalekite; and my master left me, because I was taken ill three days ago.
30.14   And we made an incursion on the south of the Chelethite, and on the parts of Judea, and on the south of Chelub, and we burnt Sekelac with fire.
30.15   And David said to him, Wilt thou bring me down to this troop? And he said, Swear now to me by God, that thou wilt not kill me, and that thou wilt not deliver me into the hands of my master, and I will bring thee down upon this troop.
30.16   So be brought him down thither, and behold, they [were] scattered abroad upon the surface of the whole land, eating and drinking, and feasting by [reason of] all the great spoils which they had taken out of the land of the Philistines, and out of the land of Juda.
30.17   And David came upon them, and smote them from the morning till the evening, and on the next day; and not one of them escaped, except four hundred young men, who were mounted on camels, and fled.
30.18   And David recovered all that the Amalekites had taken, and he rescued both his wives.
30.19   And nothing was wanting to them of great or small, either of the spoils, or the sons and daughters, or anything that they had taken of theirs; and David recovered all.
30.20   And he took all the flocks, and the herds, and led them away before the spoils: and it was said of these spoils, These [are] the spoils of David.
30.21   And David comes to the two hundred men who were left behind that they should not follow after David, and he had caused them to remain by the brook of Bosor; and they came forth to meet David, and to meet his people with him: and David drew near to the people, and they asked him how he did.
30.22   Then every ill-disposed and bad man of the soldiers who had gone with David, answered and said, Because they did not pursue together with us, we will not give them of the spoils which we have recovered, only let each one lead away with him his wife and his children, and let them return.
30.23   And David said, Ye shall not do so, after the Lord has delivered [the enemy] to us, and guarded us, and the Lord has delivered into our hands the troop that came against u.
30.24   And who will hearken to these your words? for they are not inferior to us; for according to the portion of him that went down to the battle, so shall be the portion of him that abides with the baggage; they shall share alike.
30.25   And it came to pass from that day forward, that it became an ordinance and a custom in Israel until this day.
30.26   And David came to Sekelac, and sent of the spoils to the elders of Juda, and to his friends, saying, Behold [some] of the spoils of the enemies of the Lord;
30.27   to those in Baethsur, and to those in Rama of the south, and to those in Gethor.
30.28   And to those in Aroer, and to those in Ammadi, and to those in Saphi, and to those in Esthie, and to those in Geth, and to those in Cimath, and to those in Saphec, and to those in Themath,
30.29   and to those in Carmel, and to those in the cities of Jeremeel, and to those in the cities of the Kenezite;
30.30   and to those in Jerimuth, and to those in Bersabee, and to those in Nombe,
30.31   and to those in Chebron, and to all the places which David and his men had passed through.

- Chapitre / chapter 31 -
31.1    Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ, καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε.
31.2    καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ.
31.3    καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.
31.4    καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾽ αὐτήν.
31.5    καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαουλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ᾽ αὐτοῦ.
31.6    καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.
31.7    καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.
31.8    καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε.
31.9    καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν·
31.10   καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσαν.
31.11   καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαουλ.
31.12   καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ.
31.13   καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.


- Chapitre / chapter 31 -
31.1    And the Philistines fought with Israel: and the men of Israel fled from before the Philistines, and they fall down wounded in the mountain in Gelbue.
31.2    And the Philistines press closely on Saul and his sons, and the Philistines smite Jonathan, and Aminadab, and Melchisa son of Saul.
31.3    And the battle prevails against Saul, and the shooters with arrows, even the archers find him, and he was wounded under the ribs.
31.4    And Saul said to his armour-bearer, Draw thy sword and pierce me through with it; lest these uncircumcised come and pierce me through, and mock me. But his armour-bearer would not, for he feared greatly: so Saul took his sword and fell upon it.
31.5    And his armour-bearer saw that Saul was dead, and he fell also himself upon his sword, and died with him.
31.6    So Saul died, and his three sons, and his armour-bearer, in that dy together.
31.7    And the men of Israel who were on the other side of the valley, and those beyond Jordan, saw that the men of Israel fled, and that Saul and his sons were dead; and they leave their cities and flee: and the Philistines come and dwell in them.
31.8    And it came to pass on the morrow that the Philistines come to strip the dead, and they find Saul and his three sons fallen on the mountains of Gelbue.
31.9    And they turned him, and stripped off his armour, and sent it into the land of the Philistines, sending round glad tidings to their idols and to the people.
31.10   And they set up his armour at the temple of Astarte, and they fastened his body on the wall of Baethsam.
31.11   And the inhabitants of Jabis Galaad hear what the Philistines did to Saul.
31.12   And they rose up, [even] every man of might, and marched all night, and took the body of Saul and the body of Jonathan his son from the wall of Baethsam; and they bring them to Jabis, and burn them there.
31.13   And they take their bones, and bury them in the field that is in Jabis, and fast seven days.


- FIN / END -

^▲^