Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Juges / Judges
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21









Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     A (Codex Alexandrinus): Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν *κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ;
1.2     καὶ εἶπεν *κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
1.3     καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ᾽ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾽ αὐτοῦ Συμεων.
1.4     καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν *κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν,
1.5     καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον.
1.6     καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ.
1.7     καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
1.8     Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
1.9     καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν.
1.10    καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ.
1.11    καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων.
1.12    καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.
1.13    καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
1.14    καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
1.15    καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
1.16    Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ.
1.17    καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις.
1.18    καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς.
1.19    καὶ ἦν *κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.
1.20    καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ.
1.21    καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
1.22    Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ᾽ αὐτῶν.
1.23    καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα.
1.24    καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
1.25    καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
1.26    καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
1.27    Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
1.28    καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
1.29    Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
1.30    Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
1.31    Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ.
1.32    καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν.
1.33    Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
1.34    Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
1.35    καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον.
1.36    καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And it came to pass after the death of Joshua, that the children of Israel enquired of the Lord, saying, Who shall go up for us first against the Chananites, to fight against them?
1.2     And the Lord said, Judas shall go up: behold, I have delivered the land into his hand.
1.3     And Judas said to his brother Symeon, Come up with me into my lot, and let us array ourselves against the Chananites, and I also will go with thee into thy lot: and Symeon went with him.
1.4     And Judas went up; and the Lord delivered the Chananite and the Pherezite into their hands, and they smote them in Bezek to [the number of] ten thousand men.
1.5     And they overtook Adonibezek in Bezek, and fought against him; and they smote the Chananite and the Pherezite.
1.6     And Adonibezek fled, and they pursued after him, and took him, and cut off his thumbs and his great toes.
1.7     And Adonibezek said, Seventy kings, having heir thumbs and their great toes cut off, gathered [their food] under my table: as I therefore have done, so God has recompensed me: and they brought him to Jerusalem, and he died there.
1.8     And the children of Judas fought against Jerusalem, and took it, and smote with the edge of the sword, and they burnt the city with fire.
1.9     And afterwards the children of Judas went down to fight with the Chananite dwelling in the hill country, and the south, and the plain country.
1.10    And Judas went to the Chananite who dwelt in Chebron; and Chebron came out against him; [[and the name of Chebron before was Cariatharbocsepher:]] and they smote Sessi, and Achiman, and Tholmi, children of Enac.
1.11    And they went up thence to the inhabitants of Dabir; but the name of Dabir was before Cariathsepher, the city of Letters.
1.12    And Chaleb said, Whosoever shall smite the city of Letters, and shall first take it, I will give to him Ascha my daughter to wife.
1.13    And Gothoniel the younger son of Kenez the brother of Chaleb took it; and Chaleb gave him his daughter Ascha to wife.
1.14    And it came to pass as she went in, that Gothoniel urged her to ask a field of her father; and she murmured and cried from off her ass, Thou hast sent me forth into a south land: and Chaleb said to her, What is thy request?
1.15    And Ascha said to him, Give me, I pray thee, a blessing, for thou hast sent me forth into a south land, and thou shalt give me the ransom of water: and Chaleb gave her according to her heart the ransom of the upper [springs] and the ransom of the low [springs].
1.16    And the children of Jothor the Kenite the father-in-law of Moses went up from the city of palm-trees with the children of Judas, to the wilderness that is in the south of Juda, which is at the descent of Arad, and they dwelt with the people.
1.17    And Judas went with Symeon his brother, and smote the Chananite that inhabited Sepheth, and they utterly destroyed them; and they called the name of the city Anathema.
1.18    But Judas did not inherit Gaza nor her coasts nor Ascalon nor her coasts, nor Accaron nor her coasts, [nor] Azotus nor the lands around it.
1.19    And the Lord was with Judas, and he inherited the mountain; for they were not able to destroy the inhabitants of the valley, for Rechab prevented them.
1.20    And they gave Chebron to Chaleb, as Moses said; and thence he inherited the three cities of the children of Enac.
1.21    But the children of Benjamin did not take the inheritance of the Jebusite who dwelt in Jerusalem; and the Jebusite dwelt with the children of Benjamin in Jerusalem until this day.
1.22    And the sons of Joseph, they also went up to Baethel; and the Lord was with them.
1.23    And they encamped and surveyed Baethel: and the name of the city before was Luza.
1.24    And the spies looked, and behold, a man went out of the city, and they took him; and they said to him, Shew us the way into the city, and we will deal mercifully with thee.
1.25    And he shewed them the way into the city; and they smote the city with the edge of the sword; but they let go the man and his family.
1.26    And the man went into the land of Chettin, and built there a city, and called the name of it Luza; this [is] its name until this day.
1.27    And Manasse did not drive out [the inhabitants of] Baethsan, which is a city of Scythians, nor her towns, nor her suburbs; nor Thanac, nor her towns; nor the inhabitants of Dor, nor her suburbs, nor her towns; nor the inhabitant of Balac, nor her suburbs, nor her towns; nor the inhabitants of Magedo, nor her suburbs, nor her towns; nor the inhabitants of Jeblaam, nor her suburbs, nor her towns; and the Chananite began to dwell in this land.
1.28    And it came to pass when Israel was strong, that he made the Chananite tributary, but did not utterly drive them out.
1.29    And Ephraim did not drive out the Chananite that dwelt in Gazer; and the Chananite dwelt in the midst of him in Gazer, and became tributary.
1.30    And Zabulon did not drive out the inhabitants of Kedron, nor the inhabitants of Domana: and the Chananite dwelt in the midst of them, and became tributary to them.
1.31    And Aser did not drive out the inhabitants of Accho, and [that people] became tributary to him, nor the inhabitants of Dor, nor the inhabitants of Sidon, nor the inhabitants of Dalaph, nor Aschazi, nor Chebda, nor Nai, nor Ereo.
1.32    And Aser dwelt in the midst of the Chananite who inhabited the land, for he could not drive him out.
1.33    And Nephthali did not drive out the inhabitants of Baethsamys, nor the inhabitants of Baethanach; and Nephthali dwelt in the midst of the Chananite who inhabited the land: but the inhabitants of Bethsamys and of Baetheneth became tributary to them.
1.34    And the Amorite drove out the children of Dan into the mountains, for they did not suffer them to come down into the valley.
1.35    And the Amorite began to dwell in the mountain of shells, in which [are] bears, and foxes, in Myrsinon, and in Thalabin; and the hand of the house of Joseph was heavy upon the Amorite, and he became tributary to them.
1.36    And the border of the Amorite [was] from the going up of Acrabin, from the rock and upwards.


- Chapitre / chapter 2 -
2.1     Καὶ ἀνέβη ἄγγελος *κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν, καὶ εἶπεν ὑμῖν Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα·
2.2     καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτε ταῦτα ἐποιήσατε.
2.3     καὶ ἐγὼ εἶπα Οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν, ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
2.4     καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος *κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ, καὶ ἐπῆρεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
2.5     διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών· καὶ ἔθυσαν ἐκεῖ τῷ *κυρίῳ.
2.6     Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἀπῆλθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν.
2.7     καὶ ἐδούλευσεν ὁ λαὸς τῷ *κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον *κυρίου τὸ μέγα, ὃ ἐποίησεν τῷ Ισραηλ.
2.8     καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος *κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν.
2.9     καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας.
2.10    καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾽ αὐτούς, ὅσοι οὐκ ἔγνωσαν τὸν *κύριον καὶ τὸ ἔργον, ὃ ἐποίησεν τῷ Ισραηλ.
2.11    Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον *κυρίου καὶ ἐλάτρευον τοῖς Βααλιμ.
2.12    καὶ ἐγκατέλιπον τὸν *κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν *κύριον
2.13    καὶ ἐγκατέλιπον τὸν *κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῖς Ἀστάρταις.
2.14    καὶ ὠργίσθη θυμῷ *κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων, καὶ ἐπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.
2.15    ἐν πᾶσιν, οἷς ἐπόρνευον, καὶ χεὶρ *κυρίου ἦν αὐτοῖς εἰς κακά, καθὼς ἐλάλησεν *κύριος καὶ καθὼς ὤμοσεν *κύριος, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
2.16    καὶ ἤγειρεν αὐτοῖς *κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.
2.17    καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς *κυρίου, οὐκ ἐποίησαν οὕτως.
2.18    καὶ ὅτι ἤγειρεν αὐτοῖς *κύριος κριτάς, καὶ ἦν *κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη *κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς.
2.19    καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς.
2.20    καὶ ὠργίσθη θυμῷ *κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν Ἀνθ᾽ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου,
2.21    καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκεν,
2.22    τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν *κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν, ἢ οὔ.
2.23    καὶ ἀφῆκεν *κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ.

- Chapitre / chapter 2 -
2.1     And an angel of the Lord went up from Galgal to the [place of] weeping, and to Baethel, and to the house of Israel, and said to them, Thus says the Lord, I brought you up out of Egypt, and I brought you into the land which I sware to your fathers; and I said, I will never break my covenant that I have made with you.
2.2     And ye shall make no covenant with them that dwell in this land, neither shall ye worship their gods; but ye shall destroy their graven images, ye shall pull down their altars: but ye hearkened not to my voice, for ye did these things.
2.3     And I said, I will not drive them out from before you, but they shall be for a distress to you, and their gods shall be to you for an offence.
2.4     And it came to pass when the angel of the Lord spoke these words to all the children of Israel, that the people lifted up their voice, and wept.
2.5     And they named the name of that place Weepings; and they sacrificed there to the Lord.
2.6     And Joshua dismissed the people, and they went every man to his inheritance, to inherit the land.
2.7     And the people served the Lord all the days of Joshua, and all the days of the elders that lived many days with Joshua, as many as knew all the great work of the Lord, what things he had wrought in Israel.
2.8     And Joshua the son of Naue, the servant of the Lord, died, a hundred and ten years old.
2.9     And they buried him in the border of his inheritance, in Thamnathares, in mount Ephraim, on the north of the mountain of Gaas.
2.10    And all that generation were laid to their fathers: and another generation rose up after them, who knew not the Lord, nor yet the work which he wrought in Israel.
2.11    And the children of Israel wrought evil before the Lord, and served Baalim.
2.12    And they forsook the Lord God of their fathers, who brought them out of the land of Egypt, and walked after other gods, of the gods of the nations round about them; and they worshipped them.
2.13    And they provoked the Lord, and forsook him, and served Baal and the Astartes.
2.14    And the Lord was very angry with Israel; and he gave them into the hands of the spoilers, and they spoiled them; and he sold them into the hands of their enemies round about, and they could not any longer resist their enemies,
2.15    among whomsoever they went; and the hand of the Lord was against them for evil, as the Lord spoke, and as the Lord sware to them; and he greatly afflicted them.
2.16    And the Lord raised up judges, and the Lord save them out of the hands of them that spoiled them: and yet they hearkened not to the judges,
2.17    for they went a whoring after other gods, and worshipped them; and they turned quickly out of the way in which their fathers walked to hearken to the words of the Lord; they did not so.
2.18    And because the Lord raised them up judges, so the Lord was with the judge, and saved them out of the hand of their enemies all the days of the judge; for the Lord was moved at their groaning by reason of them that besieged them and afflicted them.
2.19    And it cam to pass when the judge died, that they went back, and again corrupted [themselves] worse than their fathers to go after other gods to serve them an to worship them: they abandoned not their devices nor their stubborn ways.
2.20    And the Lord was very angry with Israel, and said, Forasmuch as this nation has forsaken my covenant which I commanded their fathers, and has not hearkened to my voice,
2.21    therefore I will not any more cast out a man of the nations before their face, which Joshua the son of Naue left in the land. And [the Lord] left [them],
2.22    to prove Israel with them, whether they would keep the way of the Lord, to walk in it, as their fathers kept it, or no.
2.23    So the Lord will leave these nations, so as not to cast them out suddenly; and he delivered them not into the hand of Joshua.

- Chapitre / chapter 3 -
3.1     Καὶ ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν,
3.2     πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
3.3     τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Βαλαερμων ἕως Λοβωημαθ.
3.4     καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς *κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
3.5     καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
3.6     καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
3.7     Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι *κυρίου καὶ ἐπελάθοντο *κυρίου θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
3.8     καὶ ὠργίσθη θυμῷ *κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμῶν, καὶ ἐδούλευσαν αὐτῷ ὀκτὼ ἔτη.
3.9     καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον· καὶ ἤγειρεν *κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτοῦ, καὶ εἰσήκουσεν αὐτοῦ.
3.10    καὶ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα *κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον· καὶ παρέδωκεν *κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ.
3.11    καὶ ἡσύχασεν ἡ γῆ ἔτη πεντήκοντα· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.
3.12    Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι *κυρίου. καὶ ἐνίσχυσεν *κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
3.13    καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων.
3.14    καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
3.15    καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον· καὶ ἤγειρεν αὐτοῖς *κύριος σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱοῦ τοῦ Ιεμενι, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
3.16    καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
3.17    καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα.
3.18    καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δῶρα.
3.19    καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τῶν γλυπτῶν μετὰ τῆς Γαλγαλ, καὶ εἶπεν Αωδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πᾶσιν Ἐκ μέσου· καὶ ἐξῆλθον ἀπ᾽ αὐτοῦ πάντες οἱ παραστήκοντες αὐτῷ.
3.20    καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ αὐτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
3.21    καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ
3.22    καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.
3.23    καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ᾽ αὐτὸν καὶ ἐσφήνωσεν·
3.24    καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος;
3.25    καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
3.26    καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σειρωθα.
3.27    καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.
3.28    καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν *κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι.
3.29    καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ.
3.30    καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
3.31    Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.

- Chapitre / chapter 3 -
3.1     And these [are] the nations which the Lord left to prove Israel with them, all that had not known the wars of Chanaan.
3.2     Only for the sake of the generations of Israel, to teach them war, only the men before them knew them not.
3.3     The five lordships of the Phylistines, and every Chananite, and the Sidonian, and the Evite who dwelt in Libanus from the mount of Aermon to Laboemath.
3.4     And [this] was done in order to prove Israel by them, to know whether they would obey the commands of the Lord, which he charged their fathers by the hand of Moses.
3.5     And the children of Israel dwelt in the midst of the Chananite, and the Chettite, and the Amorite, and the Pherezite, and the Evite, and the Jebusite.
3.6     And they took their daughters for wives to themselves, and they gave their daughters to their sons, and served their gods.
3.7     And the children of Israel did evil in the sight of the Lord, and forgot the Lord their God, and served Baalim and the groves.
3.8     And the Lord was very angry with Israel, and sold them into the hand of Chusarsathaim king of Syria of the rivers: and the children of Israel served Chusarsathaim eight years.
3.9     And the children of Israel cried to the Lord; and the Lord raised up a saviour to Israel, and he saved them, Gothoniel the son of Kenez, the brother of Chaleb younger than himself.
3.10    And the Spirit of the Lord came upon him, and he judged Israel; and he went out to war against Chusarsathaim: and the Lord delivered into his hand Chusarsathaim king of Syria of the rivers, and his hand prevailed against Chusarsathaim.
3.11    And the land was quiet forty years; and Gothoniel the son of Kenez died.
3.12    And the children of Israel continued to do evil before the Lord: and the Lord strengthened Eglom king of Moab against Israel, because they had done evil before the Lord.
3.13    And he gathered to himself all the children of Ammon and Amalec, and went and smote Israel, and took possession of the city of Palm-trees.
3.14    And the children of Israel served Eglom the king of Moab eighteen years.
3.15    And the children of Israel cried to the Lord; and he raised up to them a saviour, Aod the son of Gera a son of Jemeni, a man who used both hands alike: and the children of Israel sent gifts by his hand to Eglom king of Moab.
3.16    And Aod made himself a dagger of two edges, of a span long, and he girded it under his cloak upon his right thigh.
3.17    And he went, and brought the presents to Eglom king of Moab, and Eglom [was] a very handsome man.
3.18    And it came to pass when [Aod] had made an end of offering his gifts, that he dismissed those that brought the gifts.
3.19    And he himself returned from the quarries that are by Galgal; and Aod said, I have a secret errand to thee, O king! and Eglom said to him, Be silent: and he sent away from his presence all who waited upon him.
3.20    And Aod went in to him; and he sat in his own upper summer chamber quite alone; and Aod said, I have a message from God to thee, O king: and Eglom rose up from his throne near him.
3.21    And it came to pass as he arose, that Aod stretched forth his left hand, and took the dagger off his right thigh, and plunged it into his belly;
3.22    and drove in also the haft after the blade, and the fat closed in upon the blade, for he drew not out the dagger from his belly.
3.23    And Aod went out to the porch, and passed out by the appointed [guards], and shut the doors of the chamber upon him, and locked [them].
3.24    And he went out: and Eglom's servants came, and saw, and behold, the doors of the upper chamber [were] locked; and they said, Does he not uncover his feet in the summer-chamber?
3.25    And they waited till they were ashamed, and, behold, there was no one that opened the doors of the upper chamber; and they took the key, and opened them; and, behold, their lord was fallen down dead upon the earth.
3.26    And Aod escaped while they were in a tumult, and no one paid attention to him; and he passed the quarries, and escaped to Setirotha.
3.27    And it came to pass when Aod came into the land of Israel, that he blew the horn in mount Ephraim, and the children of Israel came down with him from the mountain, and he [was] before them.
3.28    And he said to them, Come down after me, for the Lord God has delivered our enemies, even Moab, into our hand; and they went down after him, and seized on the fords of Jordan before Moab, and he did not suffer a man to pass over.
3.29    And they smote Moab on that day about ten thousand men, every [lusty] person and every mighty man; and not a man escaped.
3.30    So Moab was humbled in that day under the hand of Israel, and the land had rest eighty years; and Aod judged them till he died.
3.31    And after him rose up Samegar the son of Dinach, and smote the Philistines to the number of six hundred men with a ploughshare [such as is drawn by] oxen; and he too delivered Israel.

- Chapitre / chapter 4 -
4.1     Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι *κυρίου.
4.2     καὶ ἀπέδοτο αὐτοὺς *κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν, ὃς ἐβασίλευσεν ἐν Ασωρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα, καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν.
4.3     καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη.
4.4     Καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ, αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ.
4.5     καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκεῖ τοῦ κρίνεσθαι.
4.6     καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο *κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλι καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλων;
4.7     καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου.
4.8     καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ Ἐὰν πορευθῇς μετ᾽ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς μετ᾽ ἐμοῦ, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ κύριος τὸν ἄγγελον μετ᾽ ἐμοῦ.
4.9     καὶ εἶπεν πρὸς αὐτὸν Δεββωρα Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται *κύριος τὸν Σισαρα. καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρακ εἰς Κεδες.
4.10    καὶ παρήγγειλεν Βαρακ τῷ Ζαβουλων καὶ τῷ Νεφθαλι εἰς Κεδες, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ Δεββωρα ἀνέβη μετ᾽ αὐτοῦ.
4.11    καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων, ἥ ἐστιν ἐχόμενα Κεδες.
4.12    Καὶ ἀνήγγειλαν τῷ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ᾽ ὄρος Θαβωρ.
4.13    καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ [ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ] καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων.
4.14    καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ Ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκεν *κύριος τὸν Σισαρα ἐν χειρί σου· οὐκ ἰδοὺ *κύριος ἐλεύσεται ἔμπροσθέν σου; καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
4.15    καὶ ἐξέστησεν *κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ· καὶ κατέβη Σισαρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ.
4.16    καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα ἡ παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
4.17    καὶ Σισαρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ τοῦ Κιναίου, ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου.
4.18    καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἶπεν πρὸς αὐτόν Ἔκνευσον, κύριέ μου, ἔκνευσον πρός με, μὴ φοβοῦ· καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
4.19    καὶ εἶπεν Σισαρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ.
4.20    καὶ εἶπεν πρὸς αὐτήν Στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ σοι Ἔστιν ἐνταῦθα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς.
4.21    καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ, καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν.
4.22    καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα, καὶ ἐξῆλθεν Ιαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός, καὶ ὁ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ.
4.23    καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ισραηλ.
4.24    καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως ἐξωλέθρευσαν αὐτόν.

- Chapitre / chapter 4 -
4.1     And the children of Israel continued to do evil against the Lord; and Aod was dead.
4.2     And the Lord sold the children of Israel into the hand of Jabin king of Chanaan, who ruled in Asor; and the chief of his host was Sisara, and he dwelt in Arisoth of the Gentiles.
4.3     And the children of Israel cried to the Lord, because he had nine hundred chariots of iron; and he mightily oppressed Israel twenty years.
4.4     And Debbora, a prophetess, the wife of Lapidoth,-- she judged Israel at that time.
4.5     And she sat under the palm-tree of Debbora between Rama and Baethel in mount Ephraim; and the children of Israel went up to her for judgement.
4.6     And Debbora sent and called Barac the son of Abineem out of Cades Nephthali, and she said to him, Has not the Lord God of Israel commanded thee? and thou shalt depart to mount Thabor, and shalt take with thyself ten thousand men of the sons of Nephthali and of the sons of Zabulon.
4.7     And I will bring to thee to the torrent of Kison Sisara the captain of the host of Jabin, and his chariots, and his multitude, and I will deliver them into thine hands.
4.8     And Barac said to her, If thou wilt go with me, I will go; and if thou wilt not go, I will not go; for I know not the day on which the Lord prospers his messenger with me.
4.9     And she said, I will surely go with thee; but know that thy honour shall not attend on the expedition on which thou goest, for the Lord shall sell Sisara into the hands of a women: and Debbora arose, and went with Barac out of Cades.
4.10    And Barac called Zabulon and Nephthali out of Cades, and there went up at his feet ten thousand men, and Debbora went up with him.
4.11    And Chaber the Kenite had removed from Caina, from the sons of Jobab the father-in-law of Moses, and pitched his tent by the oak of the covetous ones, which is near Kedes.
4.12    And it was told Sisara that Barac the son of Abineem was gone up to mount Thabor.
4.13    And Sisara summoned all his chariots, nine hundred chariots of iron and all the people with him, from Arisoth of the Gentiles to the brook of Kison.
4.14    And Debbora said to Barac, Rise up, for this [is] the day on which the Lord has delivered Sisara into thy hand, for the Lord shall go forth before thee: and Barac went down from mount Thabor, and ten thousand men after him.
4.15    And the Lord discomfited Sisara, and all his chariots, and all his army, with the edge of the sword before Barac: and Sisara descended from off his chariot, and fled on his feet.
4.16    An Barac pursued after the chariots and after the army, into Arisoth of the Gentiles; and the whole army of Sisara fell by the edge of the sword, there was not one left.
4.17    And Sisara fled on his feet to the tent of Jael the wife of Chaber the Kenite his friend: for there was peace between Jabin king of Asor and the house of Chaber the Kenite.
4.18    And Jael went, out to meet Sisara, and said to him, Turn aside, my lord, turn aside to me, fear not: and he turned aside to her into the tent; and she covered him with a mantle.
4.19    And Sisara said to her, Give me, I pray thee, a little water to drink, for I am thirsty: and she opened a bottle of milk, and gave him to drink, and covered him.
4.20    And Sisara said to her, Stand now by the door of the tent, and it shall come to pass if any man come to thee, and ask of thee, and say, Is there [any] man here? then thou shalt say, There is not.
4.21    And Jael the wife of Chaber took a pin of the tent, and took a hammer in her hand, and went secretly to him, and fastened the pin in his temple, and it went through to the earth, and he fainted away, and darkness fell upon him and he died.
4.22    And, behold, Barac [was] pursuing Sisara: and Jael went out to meet him, and he said to him, Come, and I will shew thee the man whom thou seekest: and he went in to her; and, behold, Sisara was fallen dead, and the pin [was] in his temple.
4.23    So God routed Jabin king of Chanaan in that day before the children of Israel.
4.24    And the hand of the children of Israel prevailed more and more against Jabin king of Chanaan, until they utterly destroyed Jabin king of Chanaan.

- Chapitre / chapter 5 -
5.1     Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
5.2     Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν *κύριον.
5.3     ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ *κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ.
5.4     *κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
5.5     ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου *κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου *κυρίου θεοῦ Ισραηλ.
5.6     ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
5.7     ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ, ἐξέλιπεν, ἕως οὗ ἐξανέστη Δεββωρα, ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ.
5.8     ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον· σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν.
5.9     ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν *κύριον.
5.10    ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων, καθήμενοι ἐπὶ λαμπηνῶν,
5.11    φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων· ἐκεῖ δώσουσιν δικαιοσύνην *κυρίῳ. δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ· τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς *κυρίου.
5.12    ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξέγειρον μυριάδας μετὰ λαοῦ, ἐξεγείρου ἐξεγείρου, λάλει μετ᾽ ᾠδῆς· ἐνισχύων ἐξανίστασο, Βαρακ, καὶ ἐνίσχυσον, Δεββωρα, τὸν Βαρακ· αἰχμαλώτιζε αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.
5.13    πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ; *κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου.
5.14    λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου. ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες, καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως.
5.15    ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα. ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ. ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας.
5.16    ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων; τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας.
5.17    Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις; Ασηρ παρῴκησεν παρ᾽ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν.
5.18    Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ.
5.19    ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον.
5.20    ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα.
5.21    χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή.
5.22    τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ.
5.23    καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος *κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν *κυρίου· βοηθὸς ἡμῶν *κύριος ἐν μαχηταῖς δυνατός.
5.24    εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη.
5.25    ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον.
5.26    τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ.
5.27    ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος.
5.28    διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ;
5.29    σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
5.30    Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον.
5.31    οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, *κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.

- Chapitre / chapter 5 -
5.1     And Debbora and Barac son of Abineem sang in that day, saying,
5.2     A revelation was made in Israel when the people were made willing: Praise ye the Lord.
5.3     Hear, ye kings, and hearken, rulers: I will sing, it is I [who will sing] to the Lord, it is I, I will sing a psalm to the Lord the god of Israel.
5.4     O Lord, in thy going forth on Seir, when thou wentest forth out of the land of Edom, the earth quaked and the heaven dropped dews, and the clouds dropped water.
5.5     The mountains were shaken before the face of the Lord Eloi, this Sina before the face of the Lord God of Israel.
5.6     In the days of Samegar son of Anath, in the days of Jael, they deserted the ways, and went in by-ways; they went in crooked paths.
5.7     The mighty men in Israel failed, they failed until Debbora arose, until she arose a mother in Israel.
5.8     They chose new gods; then the cities of rulers fought; there was not a shield or spear seen among forty thousand in Israel.
5.9     My heart [inclines] to the orders given in Israel; ye that are willing among the people, bless the Lord.
5.10    Ye that mount a she-ass at noon-day, ye that sit on the judgement-seat, and walk by the roads of them that sit in judgement by the way; declare
5.11    [ye that are delivered] from the noise of disturbers among the drawers of water; there shall they relate righteous acts: O Lord, increase righteous acts in Israel: then the people of the Lord went down to the cities.
5.12    Awake, awake, Debbora; awake, awake, utter a song: arise, Barac, and lead thy captivity captive, son of Abineem.
5.13    Then went down the remnant to the strong, the people of the Lord went down for him among the mighty ones from me.
5.14    Ephraim rooted them out in Amalec, behind thee was Benjamin among thy people: the inhabitants of Machir came down with me searching out the enemy, and from Zabulon came they that draw with the scribe's pen of record.
5.15    And princess in Issachar were with Debbora and Barac, thus she sent Barac on his feet in the valleys into the portions of Ruben; great [pangs] reached to the heart.
5.16    Why did they sit between the sheep-folds to hear the bleating of flocks for the divisions of Ruben? [there were] great searchings of heart.
5.17    Galaad [is] on the other side of Jordan where he pitched his tents; and why does Dan remain in ships? Aser sat down on the sea-coasts, and he will tabernacle at his ports.
5.18    The people Zabulon exposed their soul to death, and Nephthali came to he high places of their land.
5.19    Kings set themselves in array, then the kings of Chanaan fought in Thanaach at the water of Mageddo; they took no gift of money.
5.20    The stars from heaven set themselves in array, they set themselves [to fight] with Sisara out of their paths.
5.21    The brook of Kison swept them away, the ancient brook, the brook Kison: my mighty soul will trample him down.
5.22    When the hoofs of the horse were entangled, his mighty ones earnestly hasted
5.23    to curse Meroz: Curse ye [it], said the angel of the Lord; cursed [is] every one that dwells in it, because they came not to the help of the Lord, to his help among the mighty.
5.24    Blessed among women be Jael wife of Chaber the Kenite; let her be blessed above women in tents.
5.25    He asked for water, she gave him milk in a dish; she brought butter of princes.
5.26    She stretched forth her left hand to the nail, and her right to the hand workman's hammer, and she smote Sisara with it, she nailed through his head and smote him; she nailed through his temples.
5.27    He rolled down between her feet; he fell and lay between her feet; he bowed and fell: where he bowed, there he fell dead.
5.28    The mother of Sisara looked down through the window out of the loophole, [saying], Why was his chariot ashamed? why did the wheels of his chariots tarry?
5.29    Her wise ladies answered her, and she returned answers to herself, [saying],
5.30    Will they not find him dividing the spoil? he will surely be gracious to every man: [there are] spoils of dyed garments for Sisara, spoils of various dyed garments, dyed embroidered garments, they [are] the spoils for his neck.
5.31    Thus let all thine enemies perish, O Lord: and they that love him shall be as the going forth of the sun in his strength. And the land had rest forty years.

- Chapitre / chapter 6 -
6.1     Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι *κυρίου, καὶ παρέδωκεν αὐτοὺς *κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά.
6.2     καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοῖς ὄρεσιν καὶ τοῖς σπηλαίοις καὶ τοῖς ὀχυρώμασιν.
6.3     καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ, καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν καὶ ἀνέβαινον ἐπ᾽ αὐτόν·
6.4     καὶ παρενέβαλλον ἐπ᾽ αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τῆς γῆς ἕως τοῦ ἐλθεῖν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωῆς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον·
6.5     ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτῶν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτῶν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ παρεγίνοντο ἐν τῇ γῇ Ισραηλ τοῦ διαφθείρειν αὐτήν.
6.6     καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ, καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον.
6.7     καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον διὰ Μαδιαμ,
6.8     καὶ ἐξαπέστειλεν *κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εἶπεν αὐτοῖς Τάδε λέγει *κύριος ὁ θεὸς Ισραηλ Ἐγώ εἰμι ὁ ἀναβιβάσας ὑμᾶς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας
6.9     καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
6.10    καὶ εἶπα ὑμῖν Ἐγὼ *κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου, ἐν οἷς ὑμεῖς ἐνοικεῖτε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
6.11    Καὶ ἦλθεν ἄγγελος *κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν τὴν οὖσαν ἐν Εφραθα τὴν τοῦ Ιωας πατρὸς Αβιεζρι, καὶ Γεδεων ὁ υἱὸς αὐτοῦ ἐρράβδιζεν πυροὺς ἐν ληνῷ τοῦ ἐκφυγεῖν ἐκ προσώπου Μαδιαμ.
6.12    καὶ ὤφθη αὐτῷ ἄγγελος *κυρίου καὶ εἶπεν πρὸς αὐτόν *Κύριος μετὰ σοῦ, δυνατὸς τῇ ἰσχύι.
6.13    καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, *κύριε, καὶ εἰ ἔστιν *κύριος μεθ᾽ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς *κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ.
6.14    καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ὁ ἄγγελος *κυρίου καὶ εἶπεν αὐτῷ Πορεύου ἐν τῇ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ, καὶ ἰδοὺ ἐξαπέστειλά σε.
6.15    καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, κύριε, ἐν τίνι σώσω τὸν Ισραηλ; ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση, καὶ ἐγώ εἰμι μικρὸς ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
6.16    καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος *κυρίου *Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα.
6.17    καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Καὶ εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σημεῖον ὅτι σὺ λαλεῖς μετ᾽ ἐμοῦ·
6.18    μὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
6.19    καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανοῦν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν καὶ προσεκύνησεν.
6.20    καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον· καὶ ἐποίησεν οὕτως.
6.21    καὶ ἐξέτεινεν ὁ ἄγγελος *κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος *κυρίου ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ.
6.22    καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος *κυρίου ἐστίν, καὶ εἶπεν Γεδεων Ἆ ἆ, κύριε *κύριε, ὅτι εἶδον τὸν ἄγγελον *κυρίου πρόσωπον πρὸς πρόσωπον.
6.23    καὶ εἶπεν αὐτῷ *κύριος Εἰρήνη σοι, μὴ φοβοῦ μὴ ἀποθάνῃς.
6.24    καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ *κυρίῳ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εζρι.
6.25    Καὶ ἐγενήθη τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ *κύριος Λαβὲ τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρός σου, μόσχον τὸν ἑπταετῆ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τοῦ πατρός σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκόψεις·
6.26    καὶ οἰκοδομήσεις θυσιαστήριον *κυρίῳ τῷ θεῷ σου τῷ ὀφθέντι σοι ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Μαωζ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐκκόψεις.
6.27    καὶ ἔλαβεν Γεδεων τρεῖς καὶ δέκα ἄνδρας ἀπὸ τῶν δούλων αὐτοῦ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν *κύριος· καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως μὴ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός.
6.28    καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον τοῦ Βααλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ ἐκκεκομμένον, καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
6.29    καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο; καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἶπαν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρᾶγμα τοῦτο.
6.30    καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας Ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ᾽ αὐτῷ.
6.31    καὶ εἶπεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ᾽ αὐτόν Μὴ ὑμεῖς νῦν δικάζεσθε περὶ τοῦ Βααλ; ἢ ὑμεῖς σῴζετε αὐτόν; ὃς ἀντεδίκησεν αὐτόν, ἀποθανεῖται ἕως πρωί· εἰ ἔστιν θεός, αὐτὸς ἐκδικήσει αὐτόν, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
6.32    καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Δικαστήριον τοῦ Βααλ, ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτοῦ.
6.33    Καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ιεζραελ.
6.34    καὶ πνεῦμα *θεοῦ ἐνέδυσεν τὸν Γεδεων, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτοῦ.
6.35    καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτοῦ· καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι, καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτοῦ.
6.36    καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας,
6.37    ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῷ ἅλωνι, καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, καὶ γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τὸν Ισραηλ, ὃν τρόπον ἐλάλησας.
6.38    καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν Γεδεων τῇ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον, καὶ ἀπερρύη ἡ δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος.
6.39    καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.
6.40    καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.

- Chapitre / chapter 6 -
6.1     And the children of Israel did evil in the sight of the Lord, and the Lord gave them into the hand of Madiam seven years.
6.2     And the hand of Madiam prevailed against Israel: and the children of Israel made for themselves because f Madiam the caves in the mountains, and the dens, and the holes in the rocks.
6.3     And it came to pass when the children of Israel sowed, that Madiam and Amalec went up, and the children of the east went up together with them.
6.4     And they encamped against them, and destroyed their fruits until they came to Gaza; and they left not the support of life in the land of Israel, not even ox or ass among the herds.
6.5     For they and their stock came up, and their tents were with them, as the locust in multitude, and there was no number to them and their camels; and they came to the land of Israel, and laid it waste.
6.6     And Israel was greatly impoverished because of Madiam.
6.7     And the children of Israel cried to the Lord because of Madiam.
6.8     And the Lord sent a prophet to the children of Israel; and he said to them, Thus says the Lord God of Israel, I am he that brought you up out of the land of Egypt, and I brought you up out of the house of your bondage.
6.9     And I delivered you out of the hand of Egypt, and out of the hand of all that afflicted you, and I cast them out before you; and I gave you their land.
6.10    And I said to you, I [am] the Lord your God: ye shall not fear the gods of the Amorites, in whose land ye dwell; but ye hearkened not to my voice.
6.11    And an angel of the Lord came, and sat down under the fir tree, which was in Ephratha in the land of Joas father of Esdri; and Gedeon his son [was] threshing wheat in a wine-press in order to escape from the face of Madiam.
6.12    And the angel of the Lord appeared to him and said to him, The Lord [is] with thee, thou mighty in strength.
6.13    And Gedeon said to him, [Be gracious] with me, my Lord: but if the Lord is with us, why have these evils found us? and where are all his miracles, which our fathers have related to us, saying, Did not the Lord bring us up out of Egypt? and now he has cast us out, and given us into the hand of Madiam.
6.14    And the angel of the Lord turned to him, and said, Go in this thy strength, and thou shalt save Israel out of the hand of Madiam: behold, I have sent thee.
6.15    And Gedeon said to him, [Be gracious] with me, my Lord: whereby shall I save Israel? behold, my thousand is weakened in Manasse, and I am the least in my father's house.
6.16    And the angel of the Lord said to him, The Lord shall be with thee, and thou shalt smite Madiam as one man.
6.17    And Gedeon said to him, If now I have found mercy in thine eyes, and thou wilt do this day for me all that thou hast spoken of with me,
6.18    depart not hence until I come to thee, and I will bring forth an offering and offer it before thee: and he said, I will remain until thou return.
6.19    And Gedeon went in, and prepared a kid of the goats, and an ephah of fine flour unleavened; and he put the flesh in the basket, and poured the broth into the pot, and brought them forth to him under the turpentine tree, and drew nigh.
6.20    And the angel of God said to him, Take the flesh and the unleavened cakes, and put them on that rock, and pour out the broth close by: and he did so.
6.21    And the angel of the Lord stretched out the end of the rod that was in his hand, and touched the flesh and the unleavened bread; and fire came up out of the rock, and consumed the flesh and the unleavened bread, and the angel of the Lord vanished from his sight.
6.22    And Gedeon saw that he was an angel of the Lord; and Gedeon said, Ah, ah, Lord my God! for I have seen the angel of the Lord face to face.
6.23    And the Lord said to him, Peace be to thee, fear not, thou shalt not die.
6.24    And Gedeon built there an altar to the Lord, and called it The peace of the Lord, until this day, as it is still in Ephratha of the father of Esdri.
6.25    And it came to pass in that night, that the Lord said to him, Take the young bullock which thy father has, even the second bullock of seven years old, and thou shalt destroy the altar of Baal which thy father has, and the grove which is by it thou shalt destroy.
6.26    And thou shalt build an altar to the Lord thy God on the top of this Maozi in the ordering [it], and thou shalt take the second bullock, and shalt offer up whole-burnt-offerings with the wood of the grove, which thou shalt destroy.
6.27    And Gedeon took ten men of his servants, and did as the Lord spoke to him: and it came to pass, as he feared the house of his father and the men of the city if he should do it by day, that he did it by night.
6.28    And the men of the city rose up early in the morning; and behold, the altar of Baal had been demolished, and the grove by it had been destroyed; and they saw the second bullock, which Gedeon offered on the altar that had been built.
6.29    And a man said to his neighbour, Who has done this thing? and they enquired and searched, and learnt that Gedeon the son of Joas had done this thing.
6.30    And the men of the city said to Joas, Bring out thy son, and let him die, because he has destroyed the altar of Baal, and because he has destroyed the grove that is by it.
6.31    And Gedeon the son of Joas said to all the men who rose up against him, Do ye now plead for Baal, or will ye save him? whoever will plead for him, let him be slain this morning: if he be a god let him plead for himself, [because] one has thrown down his altar.
6.32    And he called it in that day Jerobaal, saying, Let Baal plead thereby, because his altar has been thrown down.
6.33    And all Madiam, and Amalek, and the sons of the east gathered themselves together, and encamped in the valley of Jezrael.
6.34    And the Spirit of the Lord came upon Gedeon, and he blew with the horn, and Abiezer came to help after him.
6.35    And [Gedeon] sent messengers into all Manasse, and into Aser, and into Zabulon, and into Nephthali; and he went up to meet them.
6.36    And Gedeon said to God, If thou wilt save Israel by my hand, as thou hast said,
6.37    behold, I put the fleece of wool in the threshing-floor: if there be dew on the fleece only, and drought on all the ground, I shall know that thou wilt save Israel by my hand, as thou hast said.
6.38    And it was so: and he rose up early in the morning, and wrung the fleece, and dew dropped from he fleece, a bowl full of water.
6.39    And Gedeon said to God, Let not, I pray thee, thine anger be kindled with me, and I will speak yet once; I will even yet make one trial more with the fleece: let now the drought be upon the fleece only, and let there be dew on all the ground.
6.40    And God did so in that night; and there was drought on the fleece only, and on all the ground there was dew.

- Chapitre / chapter 7 -
7.1     Καὶ ὤρθρισεν Ιεροβααλ [αὐτός ἐστιν Γεδεων] καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ παρενέβαλεν ἐπὶ τὴν γῆν Αρωεδ, καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ τοῦ βουνοῦ τοῦ Αβωρ ἐν τῇ κοιλάδι.
7.2     καὶ εἶπεν *κύριος πρὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ισραηλ ἐπ᾽ ἐμὲ λέγων Ἡ χείρ μου ἔσωσέν με.
7.3     καὶ εἶπεν κύριος πρὸς αὐτόν Λάλησον δὴ εἰς τὰ ὦτα τοῦ λαοῦ λέγων Τίς δειλὸς καὶ φοβούμενος; ἀποστραφήτω. καὶ ἐξώρμησαν ἀπὸ τοῦ ὄρους τοῦ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
7.4     καὶ εἶπεν *κύριος πρὸς Γεδεων Ἔτι ὁ λαὸς πολύς· κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ, καὶ δοκιμῶ αὐτούς σοι ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος πορεύσεται μετὰ σοῦ, αὐτὸς πορεύσεται μετὰ σοῦ· καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.
7.5     καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ· καὶ εἶπεν *κύριος πρὸς Γεδεων Πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἐκ τοῦ ὕδατος, ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἂν κάμψῃ ἐπὶ τὰ γόνατα αὐτοῦ τοῦ πιεῖν, μεταστήσεις αὐτὸν καθ᾽ αὑτόν.
7.6     καὶ ἐγένετο πᾶς ὁ ἀριθμὸς τῶν λαψάντων ἐν τῇ γλώσσῃ αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶς ὁ ἐπίλοιπος τοῦ λαοῦ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτῶν τοῦ πιεῖν ὕδωρ.
7.7     καὶ εἶπεν *κύριος πρὸς Γεδεων Ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
7.8     καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν τῇ χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτοῦ, τῶν δὲ τριακοσίων ἀνδρῶν ἐκράτησεν. ἡ δὲ παρεμβολὴ Μαδιαμ ἦν ὑποκάτωθεν αὐτοῦ ἐν τῇ κοιλάδι.
7.9     Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν *κύριος Ἀνάστα κατάβηθι τὸ τάχος ἐντεῦθεν εἰς τὴν παρεμβολήν, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·
7.10    εἰ δὲ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
7.11    καὶ ἀκούσῃ, τί λαλοῦσιν· καὶ μετὰ ταῦτα ἰσχύσουσιν αἱ χεῖρές σου, καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ εἰς μέρος τῶν πεντήκοντα τῶν ἐν τῇ παρεμβολῇ.
7.12    καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν παρεμβεβλήκεισαν ἐν τῇ κοιλάδι ὡς ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾽ ἦσαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χεῖλος τῆς θαλάσσης εἰς πλῆθος.
7.13    καὶ εἰσῆλθεν Γεδεων, καὶ ἰδοὺ ἀνὴρ ἐξηγεῖτο τῷ πλησίον αὐτοῦ τὸ ἐνύπνιον καὶ εἶπεν Ἰδοὺ τὸ ἐνύπνιον, ὃ ἠνυπνιάσθην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν, καὶ ἔπεσεν ἡ σκηνή.
7.14    καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη ἀλλ᾽ ἢ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ· παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν.
7.15    καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν *κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ.
7.16    καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσῳ τῶν ὑδριῶν
7.17    καὶ εἶπεν πρὸς αὐτούς Ἀπ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσῳ τῆς παρεμβολῆς, καὶ ἔσται ὡς ἐὰν ποιήσω, οὕτως ποιήσετε·
7.18    καὶ σαλπιῶ τῇ κερατίνῃ ἐγὼ καὶ πάντες οἱ μετ᾽ ἐμοῦ, καὶ σαλπιεῖτε ταῖς κερατίναις καὶ ὑμεῖς κύκλῳ τῆς παρεμβολῆς καὶ ἐρεῖτε Τῷ *κυρίῳ καὶ τῷ Γεδεων.
7.19    καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ᾽ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης· πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
7.20    καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων, καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν, καὶ ἀνέκραξαν Ῥομφαία τῷ *κυρίῳ καὶ τῷ Γεδεων.
7.21    καὶ ἔστησαν ἕκαστος καθ᾽ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον.
7.22    καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι, καὶ ἔθετο *κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ.
7.23    καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ.
7.24    Καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίῳ Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην.
7.25    καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ, καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ· καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ τοῦ πέραν τοῦ Ιορδάνου.

- Chapitre / chapter 7 -
7.1     And Jerobaal rose early, the same is Gedeon, and all the people with him, and encamped at the fountain of Arad; and the camp of Madiam was to the north of him, [reaching] from Gabaathamorai, in the valley.
7.2     And the Lord said to Gedeon, The people with thee [are] many, so that I may not deliver Madiam into their hand, lest at any time Israel boast against me, saying, My hand has saved me.
7.3     And now speak in the ears of the people, saying, Who [is] afraid and fearful? let him turn and depart from mount Galaad: and there returned of the people twenty-two thousand, and ten thousand were left.
7.4     And the Lord said to Gedeon, The people is yet numerous; bring them down to the water, and I will purge them there for thee: and it shall come to pass that of whomsoever I shall say to thee, This one shall go with thee, [even] he shall go with thee; and of whomsoever I shall say to thee, This one shall not go with thee, [even] he shall not go with thee.
7.5     And he brought the people down to the water; and the Lord said to Gedeon, Whosoever shall lap of the water with his tongue as if a dog should lap, thou shalt set him apart, and [also] whosoever shall bow down upon his knees to drink.
7.6     And the number of those that lapped with their hand to their mouth was three hundred men; and all the rest of the people bowed upon their knees to drink water.
7.7     And the Lord said to Gedeon, I will save you by the three hundred men that lapped, and I will give Madiam into thy hand; and all the [rest of the] people shall go every one to his place.
7.8     And they took the provision of the people in their hand, and their horns; and he sent away every man of Israel each to his tent, and he strengthened the three hundred; and the army of Madiam were beneath him in the valley.
7.9     And it came to pass in that night that the Lord said to him, Arise, go down into the camp, for I have delivered it into thy hand.
7.10    And if thou art afraid to go down, go down thou and thy servant Phara into the camp.
7.11    And thou shalt hear what they shall say, and afterwards thy hands shall be strong, and thou shalt go down into the camp: and he went down and Phara his servant to the extremity of the [companies of] fifty, which were in the camp.
7.12    And Madiam and Amalec and all the children of the east [were] scattered in the valley, as the locust for multitude; and there was no number to their camels, but they were as the sand on the seashore for multitude.
7.13    And Gedeon came, and behold a man [was] relating to his neighbour a dream, and he said, Behold, I have dreamed a dream, and behold, a cake of barley bread rolling into the camp of Madiam, and it came as far as a tent, and smote it, and it fell, and it turned it up, and the tent fell.
7.14    And his neighbour answered and said, This is none other than the sword of Gedeon, son of Joas, a man of Israel: God has delivered Madiam and all the host into his hand.
7.15    And it came to pass when Gedeon heard the account of the dream and the interpretation of it, that he worshipped the Lord, and returned to the camp of Israel, and said, Rise, for the Lord has delivered the camp of Madiam into our hand.
7.16    And he divided the three hundred men into three companies, and put horns in the hands of all, and empty pitchers, and torches in the pitchers:
7.17    and he said to them, Ye shall look at me, and so shall ye do; and behold, I will go into the beginning of the host, and it shall come to pass [that] as I do, so shall ye do.
7.18    And I will sound with the horn, and all ye with me shall sound with the horn round about the whole camp, and ye shall say, For the Lord and Gedeon.
7.19    And Gedeon and the hundred men that were with him came to the extremity of the army in the beginning of the middle watch; and they completely roused the guards, and sounded with the horns, and they broke the pitchers that were in their hands,
7.20    and the three companies sounded with the horns, and broke the pitchers, and held the torches in their left hands, and in their right hands their horns to sound with; and they cried out, A sword for the Lord and for Gedeon.
7.21    And [every] man stood in his place round about the host; and all the host ran, and sounded [an alarm], and fled.
7.22    And they sounded with the three hundred horns; and the Lord set [every] man's sword in all the host against his neighbour.
7.23    And the host fled as far as Bethseed Tagaragatha Abel-meula to Tabath; and the men of Israel from Nephthali, and from Aser, and from all Manasse, came to help, and followed after Madiam.
7.24    And Gedeon sent messengers into all mount Ephraim, saying, Come down to meet Madiam, and take to yourselves the water as far as Baethera and Jordan: and every man of Ephraim cried out, and they took the water before hand unto Baethera and Jordan.
7.25    And they took the princess of Madiam, even Oreb and Zeb; and they slew Oreb in Sur Oreb, and they slew Zeb in Jakephzeph; and they pursued Madiam, and brought the heads of Oreb and Zeb to Gedeon from beyond Jordan.

- Chapitre / chapter 8 -
8.1     καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ; καὶ ἐκρίνοντο μετ᾽ αὐτοῦ κραταιῶς.
8.2     καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ;
8.3     ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς; καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
8.4     Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες.
8.5     καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ᾽ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ.
8.6     καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους;
8.7     καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι *κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ.
8.8     καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ.
8.9     καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων Ἐν τῷ ἐπιστρέφειν με μετ᾽ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.
8.10    καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾽ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν.
8.11    καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε· καὶ ἐπάταξεν τὴν παρεμβολήν, ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῖα.
8.12    καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σαλμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν.
8.13    καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες.
8.14    καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας.
8.15    καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῖς Ἰδοὺ Ζεβεε καὶ Σαλμανα, δι᾽ οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους;
8.16    καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωθ.
8.17    καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.
8.18    καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν Ὡσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορφὴ υἱῶν βασιλέων.
8.19    καὶ εἶπεν Γεδεων Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ *κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
8.20    καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἦν νεώτερος.
8.21    καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα Ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
8.22    Καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων Ἄρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου, ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.
8.23    καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν· *κύριος ἄρξει ὑμῶν.
8.24    καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Αἰτήσομαι παρ᾽ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
8.25    καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ.
8.26    καὶ ἐγενήθη ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾐτήσατο, σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενφωθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
8.27    καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εφραθα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον.
8.28    καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων.
8.29    καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ.
8.30    καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
8.31    καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
8.32    καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πολιᾷ ἀγαθῇ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα πατρὸς Αβιεζρι.
8.33    Καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων, καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθεντο αὑτοῖς τὸν Βααλβεριθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
8.34    καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ *κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν.
8.35    καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαθωσύνην, ἣν ἐποίησεν μετὰ Ισραηλ.

- Chapitre / chapter 8 -
8.1     And the men of Ephraim said to Gedeon, What [is] this [that] thou hast done to us, in that thou didst not call us when thou wentest to fight with Madiam? and they chode with him sharply.
8.2     And he said to them, What have I now done in comparison of you? [is] not the gleaning of Ephraim better than the vintage of Abiezer?
8.3     The Lord has delivered into your hand the princes of Madiam, Oreb and Zeb; and what could I do in comparison of you? Then was their spirit calmed toward him, when he spoke this word.
8.4     And Gedeon came to Jordan, and went over, himself and the three hundred with him, hungry, yet pursuing.
8.5     And he said to the men of Socchoth, Give, I pray you, bread to feed this people that follow me; because they are faint, and behold, I am following after Zebee and Salmana, kings of Madiam.
8.6     And the princes of Socchoth said, [Are] the hands of Zebee and Salmana now in thy hand, that we should give bread to thy host?
8.7     And Gedeon said, Therefore when the Lord gives Zebee and Salmana into my hand, then will I tear your flesh with the thorns of the wilderness, and the Barkenim.
8.8     And he went up thence to Phanuel, and spoke to them likewise: and the men of Phanuel answered him as the men of Socchoth [had] answered him.
8.9     And Gedeon said to the men of Phanuel, When I return in peace, I will break down this tower.
8.10    And Zebee and Salmana [were] in Carcar, and their host [was] with them, about fifteen thousand, all that were left of all the host of the aliens; and they that fell [were] a hundred and twenty thousand men that drew the sword.
8.11    And Gedeon went up by the way of them that dwelt in tents, eastward of Nabai and Jegebal; and he smote the host, and the host was secure.
8.12    And Zebee and Salmana fled; and he pursued after them, and took the two kings of Madiam, Zebee and Salmana, and discomfited all the army.
8.13    And Gedeon the son of Joas returned from the battle, down from the battle of Ares.
8.14    And he took prisoner a young lad of the men of Socchoth, and questioned him; and he wrote to him the names of the princes of Socchoth and of their elders, seventy-seven men.
8.15    And Gedeon came to the princes of Socchoth, and said, Behold Zebee and Salmana, about whom ye reproached me, saying, [Are] the hands of Zebee and Salmana now in thy hand, that we should give bread to thy men that are faint?
8.16    And he took the elders of the city with the thorns of the wilderness and the Barkenim, and with them he tore the men of the city.
8.17    And he overthrew the tower of Phanuel, and slew the men of the city.
8.18    And he said to Zebee and Salmana, Where [are] the men whom ye slew in Thabor? and they said, As thou, so [were] they, according to the likeness of the son of a king.
8.19    Ad Gedeon said, They were my brethren and the sons of my mother: [as] the Lord lives, if ye had preserved them alive, I would not have slain you.
8.20    And he said to Jether his first-born, Rise and slay them; but the lad drew not his sword, for he was afraid, for he was yet very young.
8.21    And Zebee and Salmana said, Rise thou and fall upon us, for thy power [is] as that of a man; and Gedeon arose, and slew Zebee and Salmana: and he took the round ornaments that were on the necks of their camels.
8.22    And the men of Israel said to Gedeon, Rule, [my] lord, over us, both thou, and thy son, and thy son's son; for thou hast saved us out of the hand of Madiam.
8.23    And Gedeon said to them, I will not rule, and my son shall not rule among you; the Lord shall rule over you.
8.24    And Gedeon said to them, I will make a request of you, and do ye give me every man an earring out of his spoils: for they had golden earrings, for they were Ismaelites.
8.25    And they said, We will certainly give them: and he opened his garment, and each man cast therein an earring of his spoils.
8.26    And the weight of the golden earrings which he asked, was a thousand and seven hundred pieces of gold, besides the crescents, and the chains, and the garments, and the purple cloths that were on the kings of Madiam, and besides the chains that were on the necks of their camels.
8.27    And Gedeon made an ephod of it, an set it in his city in Ephratha; and all Israel went thither a whoring after it, and it became a stumbling-block to Gedeon and his house.
8.28    And Madiam, was straitened before the children of Israel, and they did not lift up their head any more; and the land had rest forty years in the days of Gedeon.
8.29    And Jerobaal the son of Joas went and sat in his house.
8.30    And Gedeon had seventy sons begotten of his body, for he had many wives.
8.31    And his concubine was in Sychem, and she also bore him a son, and gave him the name Abimelech.
8.32    And Gedeon son of Joas died in his city, and he was buried in the sepulchre of Joas his father in Ephratha of Abi-Esdri.
8.33    And it came to pass when Gedeon was dead, that the children of Israel turned, and went a whoring after Baalim, and made for themselves a covenant with Baal that he should be their god.
8.34    And the children of Israel remembered not the Lord their God who had delivered them out of the hand of all that afflicted them round about.
8.35    And they did not deal mercifully with the house of Jerobaal, (the same is Gedeon) according to all the good which he did to Israel.

- Chapitre / chapter 9 -
9.1     Καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων
9.2     Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικιμων Ποῖον βέλτιόν ἐστιν, τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ιεροβααλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι.
9.3     καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν.
9.4     καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαθήκης, καὶ ἐμισθώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
9.5     καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ ἀπελείφθη Ιωαθαμ υἱὸς Ιεροβααλ ὁ νεώτερος, ὅτι ἐκρύβη.
9.6     Καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς ὁ οἶκος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις.
9.7     καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ὁ θεός.
9.8     πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ᾽ ἡμῶν.
9.9     καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων;
9.10    καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
9.11    καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων;
9.12    καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν.
9.13    καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος Ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν ξύλων;
9.14    καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν.
9.15    καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾽ ὑμῶν, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
9.16    καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
9.17    ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ,
9.18    καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν,
9.19    καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Αβιμελεχ, καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν.
9.20    καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων, καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ.
9.21    καὶ ἀπέδρα Ιωαθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ τοῦ ἀδελφοῦ αὐτοῦ.
9.22    Καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη.
9.23    καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ,
9.24    τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ.
9.25    καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
9.26    καὶ ἦλθεν Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς Σικιμα, καὶ ἐπεποίθησαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων.
9.27    καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Αβιμελεχ.
9.28    καὶ εἶπεν Γααλ υἱὸς Αβεδ Τί ἐστιν Αβιμελεχ, καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς Ιεροβααλ, καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
9.29    καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ τῷ Αβιμελεχ Πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.
9.30    καὶ ἤκουσεν Ζεβουλ ὁ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Αβεδ καὶ ἐθυμώθη ὀργῇ.
9.31    καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων Ἰδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ παραγεγόνασιν εἰς Σικιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ·
9.32    καὶ νῦν ἀνάστηθι νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
9.33    καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ καθάπερ ἐὰν εὕρῃ ἡ χείρ σου.
9.34    καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς.
9.35    καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκ τῶν ἐνέδρων.
9.36    καὶ εἶδεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ Ἰδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾷς ὡς ἄνδρας.
9.37    καὶ προσέθετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν Ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων.
9.38    καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ ἰδοὺ οὗτός ἐστιν ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν.
9.39    καὶ ἐξῆλθεν Γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ.
9.40    καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς πόλεως.
9.41    καὶ ἐκάθισεν Αβιμελεχ ἐν Αριμα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικιμοις.
9.42    καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
9.43    καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ· καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς.
9.44    καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ᾽ αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς.
9.45    καὶ Αβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.
9.46    καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικιμων καὶ εἰσῆλθον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ Βααλ διαθήκης.
9.47    καὶ ἀπηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικιμων.
9.48    καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ Τί εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ.
9.49    καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ᾽ αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
9.50    Καὶ ἐπορεύθη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάθισεν ἐπ᾽ αὐτὴν καὶ προκατελάβετο αὐτήν.
9.51    καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ᾽ ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
9.52    καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
9.53    καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ.
9.54    καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Αβιμελεχ.
9.55    καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
9.56    καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ.
9.57    καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικιμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ἡ κατάρα Ιωαθαμ τοῦ υἱοῦ Ιεροβααλ.

- Chapitre / chapter 9 -
9.1     And Abimelech son of Jerobaal went to Sychem to his mother's brethren; and he spoke to them and to all the kindred of the house of his mother's father, saying,
9.2     Speak, I pray you, in the ears of all the men of Sychem, saying, Which [is] better for you, that seventy men, even all the sons of Jerobaal, should reign over you, or that one man should reign over you? and remember that I am your bone and your flesh.
9.3     And his mother's brethren spoke concerning him in the ears of all the men of Sychem all these words; and their heart turned after Abimelech, for they said, He is our brother.
9.4     And they gave him seventy [pieces] of silver out of the house of Baalberith; and Abimelech hired for himself vain and cowardly men, and they went after him.
9.5     And he went to the house of his father to Ephratha, and slew his brethren the sons of Jerobaal, seventy men upon one stone; but Joatham the youngest son of Jerobaal was left, for he hid himself.
9.6     And all the men of Sicima, and all the house of Bethmaalo, were gathered together, and they went and made Abimelech king by the oak of Sedition, which was at Sicima.
9.7     And it was reported to Joatham, and he went and stood on the top of mount Garizin, and lifted up his voice, and wept, and said to them, Hear me, ye men of Sicima, and God shall hear you.
9.8     The trees went forth on a time to anoint a king over them; and they said to the olive, Reign over us.
9.9     But the olives said to them, Shall I leave my fatness, with which men shall glorify God, and go to be promoted over he trees?
9.10    And the trees said to the fig-tree, Come, reign over us.
9.11    But the fig-tree said to them, Shall I leave my sweetness an my good fruits, and go to be promoted over the trees?
9.12    And the trees said to the vine, Come, reign over us.
9.13    And the vine said to them, Shall I leave my wine that cheers God and men, and go to be promoted over the trees?
9.14    Then all the trees said to the bramble, Come thou and [reign] over us.
9.15    And the bramble said to the trees, If ye in truth anoint me to reign over you, come, stand under my shadow; and if not, let fire come out from me and devour the cedars of Libanus.
9.16    And now, if ye have done it in truth and integrity, and have made Abimelech king, and if ye have wrought well with Jerobaal, and with his house, and if ye have done to him according to the reward of his hand,
9.17    as my father fought for you, and put his life in jeopardy, and delivered you out of the hand of Madiam;
9.18    and ye are risen up this day against the house of my father, and have slain his sons, being seventy men, upon one stone, and have made Abimelech the son of his bondwoman king over the men of Sicima, because he is your brother:
9.19    if then ye have done truly and faithfully with Jerobaal, and with his house this day, rejoice ye in Abimelech, and let him also rejoice over you:
9.20    but if not, let fire come out from Abimelech, and devour the men of Sicima, and the house of Bethmaalo; and let fire come out from the men of Sicima and from the house of Bethmaalo, and devour Abimelech.
9.21    And Joatham fled, and ran away, and went as far as Baeer, and dwelt there out of the way of his brother Abimelech.
9.22    And Abimelech reigned over Israel three years.
9.23    And God sent an evil spirit between Abimelech and the men of Sicima; and the men of Sicima dealt treacherously with the house of Abimelech:
9.24    to bring the injury done to the seventy sons of Jerobaal, and to lay their blood upon their brother Abimelech, who slew them, and upon the men of Sicima, because they strengthened is hands to slay his brethren.
9.25    And the men of Sicima set liers in wait against him on the top of the mountains, and robbed every one who passed by them on the way; and it was reported to the king Abimelech.
9.26    And Gaal son of Jobel came, and his brethren, and passed by Sicima, and the men of Sicima trusted in him.
9.27    And they went out into the field, and gathered their grapes, and trod them, and made merry; and they brought [the grapes] into the house of their god, and ate and drank, and cursed Abimelech.
9.28    And Gaal the son of Jobel said, Who is Abimelech, and who is the son of Sychem, that we should serve him? [Is he] not the son of Jerobaal, and [is] not Zebul his steward, his servant with the son of Emmor the father of Sychem? and why should we serve him?
9.29    And would that this people were under my hand! then would I remove Abimelech, and I would say to him, Multiply thy host, and come out.
9.30    And Zebul the ruler of the city heard the words of Gaal the son of Jobel, and he was very angry.
9.31    And he sent messengers to Abimelech secretly, saying, Behold, Gaal the son of Jobel and his brethren are come to Sychem; and behold, they have besieged the city against thee.
9.32    And now rise up by night, thou and the people with thee, and lay wait in the field.
9.33    And it shall come to pass in the morning at sunrising, thou shalt rise up early and draw toward the city; and behold, he and the people with him will come forth against thee, and thou shalt do to him according to thy power.
9.34    And Abimelech and all the people with him rose up by night, and formed an ambuscade against Sychem in four companies.
9.35    And Gaal the son of Jobel went forth, and stood by the door of the gate of the city: and Abimelech and the people with him rose up from the ambuscade.
9.36    And Gaal the son of Jobel saw the people, and said to Zebul, Behold, a people comes down from the top of the mountains: and Zebul said to him, Thou seest the shadow of the mountains as men.
9.37    And Gaal continued to speak and said, Behold a people comes down westward from the part bordering on the middle of the land, and another company comes by the way of Helon Maonenim.
9.38    And Zebul said to him, And where is thy mouth as thou spokest, Who is Abimelech that we should serve him? [Is] not this the people whom thou despisedst? go forth now, and set the battle in array against him.
9.39    And Gaal went forth before the men of Sychem, and set the battle in array against Abimelech.
9.40    And Abimelech pursued him, and he fled from before him; and many fell down slain as far as the door of the gate.
9.41    And Abimelech entered into Arema, and Zebul cast out Gaal and his brethren, so that they should not dwell in Sychem.
9.42    And it came to pass on the second day that the people went out into the field, and [one] brought word to Abimelech.
9.43    And he took the people, and divided them into three companies, and formed an ambush in the field; and he looked, and, behold, the people went forth out of the city, and he rose up against them, and smote them.
9.44    And Abimelech and the chiefs of companies that were with him rushed forward, and stood by the door of the gate of the city; and the two [other] companies rushed forward upon all that were in the field, and smote them.
9.45    And Abimelech fought against the city all that day, and took the city, and slew the people that were in it, and destroyed the city, and sowed it with salt.
9.46    And all the men of the tower of Sychem heard, and came to the gathering of Baethel-berith.
9.47    And it was reported to Abimelech, that all the men of the tower of Sychem were gathered together.
9.48    And Abimelech went up to the mount of Selmon, and all the people that were with him; and Abimelech took an axe in his hand, and cut down a branch of a tree, and took it, and laid it on his shoulders; and said to the people that were with him, What ye see me doing, do quickly as I.
9.49    And they cut down likewise even every man a branch, and went after Abimelech, and laid them against the place of gathering, and burnt the place o gathering over them with fire; and they died, even all the men of the tower of Sicima, about a thousand men and women.
9.50    And Abimelech went out of Baethel-berith, and encamped against Thebes, and took it.
9.51    And there was a strong tower in the midst of the city; and thither all the men and the women of the city fled, and shut [the door] without them, and went up on the roof of the tower.
9.52    And Abimelech drew near to the tower, and they besieged it; and Abimelech drew near to the door of the tower to burn it with fire.
9.53    And a woman cast a piece of a millstone upon the head of Abimelech, and broke his skull.
9.54    And he cried out quickly to the young man his armour-bearer, and said to him, Draw thy sword, and slay me, lest at any time they should say, A woman slew him: and his young man thrust him through and he died.
9.55    And the men of Israel saw that Abimelech was dead; and they went each to his place.
9.56    So God requited the wickedness of Abimelech, which he wrought against his father, in slaying his seventy brethren.
9.57    And all the wickedness of the men of Sychem God requited upon their head; and the curse of Joatham the son of Jerobaal came upon them.

- Chapitre / chapter 10 -
10.1    Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ.
10.2    καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ.
10.3    Καὶ ἀνέστη μετ᾽ αὐτὸν Ιαιρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη.
10.4    καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους· καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς, καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ιαιρ ἕως τῆς ἡμέρας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ.
10.5    καὶ ἀπέθανεν Ιαιρ καὶ ἐτάφη ἐν Ραμμω.
10.6    Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι *κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν *κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
10.7    καὶ ἐθυμώθη ὀργῇ *κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων.
10.8    καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι.
10.9    καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ, καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα.
10.10   καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ.
10.11   καὶ εἶπεν *κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι
10.12   καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς; καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν.
10.13   καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.
10.14   βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.
10.15   καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς *κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
10.16   καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ *κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ.
10.17   Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα.
10.18   καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.

- Chapitre / chapter 10 -
10.1    And after Abimelech Thola the son of Phua rose up to save Israel, [being] the son of his father's brother, a man of Issachar; and he dwelt in Samir in mount Ephraim.
10.2    And he judged Israel twenty-three years, and died, and was buried in Samir.
10.3    And after him arose Jair of Galaad, and he judged Israel twenty-two years.
10.4    And he had thirty-two sons riding on thirty-two colts, and they had thirty-two cities; and they called them Jair's towns until this day in the land of Galaad.
10.5    And Jair died, and was buried in Rhamnon.
10.6    And the children of Israel did evil again in the sight of the Lord, and served Baalim, and Astaroth, and the gods of Aram, and the gods of Sidon, and the gods of Moab, and the gods of the children of Ammon, and the gods of the Phylistines; and they forsook the Lord, and did not serve him.
10.7    And the Lord was very angry with Israel, and sold them into the hands of the Phylistines, and into the hand of the children of Ammon.
10.8    And they afflicted and bruised the children of Israel at that time eighteen years, all the children of Israel beyond Jordan in the land of the Amorite in Galaad.
10.9    And the children of Ammon went over Jordan to fight with Juda, and Benjamin, and with Ephraim; and the children of Israel were greatly afflicted.
10.10   And the children of Israel cried to the Lord, saying, We have sinned against thee, because we have forsaken God, and served Baalim.
10.11   And the Lord said to the children of Israel, Did I not [save you] from Egypt and from the Amorite, and from the children of Ammon, and from the Phylistines,
10.12   and from the Sidonians, and Amalec, and Madiam, who afflicted you? and ye cried to me, and I saved you out of their hand?
10.13   Yet ye forsook me and served other gods; therefore I will not save you any more.
10.14   Go, and cry to the gods whom ye have chosen to yourselves, and let them save you in the time of your affliction.
10.15   And the children of Israel said to the Lord, We have sinned: do thou to us according to all [that is] good in thine eyes; only deliver us this day.
10.16   And they put away the strange gods from the midst of them, and served the Lord only, and his soul was pained for the trouble of Israel.
10.17   And the children of Ammon went up, and encamped in Galaad; and the children of Israel were gathered together and encamped on the hill.
10.18   And the people the princes of Galaad said every man to his neighbour, Who [is] he that shall begin to fight against the children of Ammon? he shall even be head over all that dwell in Galaad.

- Chapitre / chapter 11 -
11.1    Καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε.
11.2    καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ.
11.3    καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ, καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ᾽ αὐτοῦ.
11.4    Καὶ ἐγένετο μεθ᾽ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ.
11.5    καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ, καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ
11.6    καὶ εἶπαν πρὸς Ιεφθαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων.
11.7    καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾽ ὑμῶν; καὶ τί ὅτι ἤλθατε πρός με, ἡνίκα ἐθλίβητε;
11.8    καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε Οὐχ οὕτως· νῦν ἤλθομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
11.9    καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ *κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν.
11.10   καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε *Κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.
11.11   καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ, καὶ κατέστησαν αὐτὸν ἐπ᾽ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον. καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον *κυρίου ἐν Μασσηφα.
11.12   Καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου;
11.13   καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ᾽ εἰρήνης.
11.14   καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε. καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
11.15   λέγων Τάδε λέγει Ιεφθαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
11.16   ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ᾽ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης.
11.17   καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ ἠθέλησεν. καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης.
11.18   καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ᾽ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ, ὅτι Αρνων ἦν ὅριον Μωαβ.
11.19   καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου.
11.20   καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ.
11.21   καὶ παρέδωκεν *κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ, καὶ ἐπάταξεν αὐτούς· καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ.
11.22   καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου.
11.23   καὶ νῦν *κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ, καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ;
11.24   οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου, αὐτὰ κληρονομήσεις; καὶ πάντα, ὅσα κατεκληρονόμησεν *κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτὰ κληρονομήσομεν.
11.25   καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς;
11.26   ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;
11.27   καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ᾽ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί· κρίναι *κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων.
11.28   καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.
11.29   Καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα *κυρίου, καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων.
11.30   καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ *κυρίῳ καὶ εἶπεν Ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου,
11.31   καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων, καὶ ἔσται τῷ *κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
11.32   καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς *κύριος ἐν χειρὶ αὐτοῦ.
11.33   καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα, καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ.
11.34   Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ.
11.35   καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, θύγατέρ μου, ἐμπεποδοστάτηκάς με, εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς *κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
11.36   καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς *κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ᾽ ὧν ἐποίησέν σοι *κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων.
11.37   καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου.
11.38   καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
11.39   καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ·
11.40   ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.


- Chapitre / chapter 11 -
11.1    And Jephthae the Galaadite [was] a mighty man; and he [was] the son of a harlot, who bore Jephthae to Galaad.
11.2    And the wife of Galaad bore him sons; and the sons of his wife grew up, and they cast out Jephthae, and said to him, Thou shalt not inherit in the house of our father, for thou art the son of a concubine.
11.3    And Jehthae fled from the face of his brethren, and dwelt in the land of Tob; and vain men gathered to Jephthae, and went out with him.
11.4    And it came to pass when the children of Ammon prepared to fight with Israel,
11.5    that the elders of Galaad went to fetch Jephthae from the land of Tob.
11.6    And they said to Jephthae, Come, and be our head, and we will fight with the sons of Ammon.
11.7    And Jephthae said to the elders of Galaad, Did ye not hate me, and cast me out of my father's house, and banish me from you? and wherefore are ye come to me now when ye want me?
11.8    And the elders of Galaad said to Jephthae, Therefore have we now turned to thee, that thou shouldest go with us, and fight against the sons of Ammon, and be our head over all the inhabitants of Galaad.
11.9    And Jephthae said to the elders of Galaad, If ye turn me back to fight with the children of Ammon, and the Lord should deliver them before me, then will I be your head.
11.10   And the elders of Galaad said to Jephthae, The Lord be witness between us, if we shall not do according to thy word.
11.11   And Jephthae went with the elders of Galaad, and the people made him head and ruler over them: and Jephthae spoke all his words before the Lord in Massepha.
11.12   And Jephthae sent messengers to the king of the children of Ammon, saying, What have I to do with thee, that thou hast come against me to fight in my land?
11.13   And the king of the children of Ammon said to the messengers of Jephthae, Because Israel took my land when he went up out of Egypt, from Arnon to Jaboc, and to Jordan: now then return them peaceably and I will depart.
11.14   And Jephthae again sent messengers to the king of the children of Ammon,
11.15   and said to him, Thus says Jephthae, Israel took not the land of Moab, nor the land of the children of Ammon;
11.16   for in their going up out of Egypt Israel went in the wilderness as far as the sea of Sigh, and came to Cades.
11.17   And Israel sent messengers to the king of Edom, saying, I will pass, if it please thee, by thy land: and te king of Edom complied not: and [Israel] also sent to the king of Moab, and he did not consent; and Israel sojourned in Cades.
11.18   And [they] journeyed in the wilderness, and compassed the land of Edom and the land of Moab: and they came by the east of the land of Moab, an encamped in the country beyond Arnon, and came not within the borders of Moab, for Arnon [is] the border of Moab.
11.19   And Israel sent messengers to Seon king of the Amorite, king of Esbon, and Israel said to him, Let us pass, we pray thee, by thy land to our place.
11.20   And Seon did not trust Israel to pass by his coast; and Seon gathered all his people, and they encamped at Jasa; and he set the battle in array against Israel.
11.21   And the Lord God of Israel delivered Seon and all his people into the hand of Israel, and they smote him; and Israel inherited all the land of the Amorite who dwelt in that land,
11.22   from Arnon and to Jaboc, and from the wilderness to Jordan.
11.23   And now the Lord God of Israel has removed the Amorite from before his people Israel, and shalt thou inherit his [land]?
11.24   Wilt thou not inherit those possessions which Chamos thy god shall cause thee to inherit; and shall not we inherit the [land of] all those whom the Lord our God has removed from before you?
11.25   And now art thou any better than Balac son of Sepphor, king of Moab? did he indeed fight with Israel, or indeed make war with him,
11.26   when [Israel] dwelt in Esebon and in its coasts, and in the land of Aroer and in its coasts, and in all the cities by Jordan, three hundred years? and wherefore didst thou not recover them in that time?
11.27   And now I have not sinned against thee, but thou wrongest me in preparing war against me: may the Lord the Judge judge this day between the children of Israel and the children of Ammon.
11.28   But the king of the children of Ammon hearkened not to the words of Jephthae, which he sent to him.
11.29   And the spirit of the Lord came upon Jephthae, and he passed over Galaad, and Manasse, and passed by the watch-tower of Galaad to the other side of the children of Ammon.
11.30   And Jephthae vowed a vow to the Lord, and said, If thou wilt indeed deliver the children of Ammon into my hand,
11.31   then it shall come to pass that whosoever shall first come out of the door of my house to meet me when I return in peace from the children of Ammon, he shall be the Lord's: I will offer him up for a whole-burnt-offering.
11.32   And Jephthae advanced to meet the sons of Ammon to fight against them; and the Lord delivered them into his hand.
11.33   And he smote them from Aroer till [one] comes to Arnon, in number twenty cities, and as far as Ebelcharmim, with a very great destruction: and the children of Ammon were straitened before the children of Israel.
11.34   And Jephthae came to Massepha to his house; and behold, his daughter came forth to meet him with timbrels and dances; and she was his only child, he had not another son or daughter.
11.35   And it came to pass when he saw her, that he rent his garments, and said, Ah, ah, my daughter, thou hast indeed troubled me, and thou wast the cause of my trouble; and I have opened my mouth against thee to the Lord, and I shall not be able to return from it.
11.36   And she said to him, Father, hast thou opened thy mouth to the Lord? Do to me accordingly as [the word] went out of thy mouth, in that the Lord has wrought vengeance for thee on thine enemies of the children of Ammon.
11.37   And she said to her father, Let my father now do this thing: let me alone for two months, and I will go up and down on the mountains, and I will bewail my virginity, I and my companions.
11.38   And he said, Go: and he sent her away for two months; and she went, and her companions, and she bewailed her virginity on the mountains.
11.39   And it came to pass at the end of the two months that she returned to her father; and he performed upon her his vow which he vowed; and she knew no man:
11.40   and it was an ordinance in Israel, [That] the daughters of Israel went from year to year to bewail the daughter of Jephtha the Galaadite for four days in a year.


- Chapitre / chapter 12 -
12.1    Καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε Τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί.
12.2    καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε Ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
12.3    καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων, καὶ παρέδωκεν αὐτοὺς *κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί;
12.4    καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση.
12.5    καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ; καὶ εἶπαν Οὔκ ἐσμεν.
12.6    καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.
12.7    Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ.
12.8    Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ.
12.9    καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.
12.10   καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ.
12.11   Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη.
12.12   καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων.
12.13   Καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης.
12.14   καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.
12.15   καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ.

- Chapitre / chapter 12 -
12.1    And the men of Ephraim assembled [themselves], and passed on to the north, and said to Jephthae, Wherefore didst thou go over to fight with the children of Ammon, and didst not call us to go with thee? we will burn thy house over thee with fire.
12.2    And Jephthae said to them, I and my people and the children of Ammon were very much engaged in war; and I called for you, and ye did not save me out of their hand.
12.3    And I saw that thou wert no helper, and I put my life in my hand, and passed on to the sons of Ammon; and the Lord delivered them into my hand: and wherefore are ye come up against me this day to fight with me?
12.4    And Jephthae gathered all the men of Galaad, and fought with Ephraim; and the men of Galaad smote Ephraim, because they that were escaped of Ephraim said, Ye [are] of Galaad in the midst of Ephraim and in the midst of Manasse.
12.5    And Galaad took the fords of Jordan before Ephraim; and they that escaped of Ephraim said to them, Let us go over: and the men of Galaad said, Art thou an Ephrathite? and he said, No.
12.6    Then they said to him, Say now Stachys; and he did not rightly pronounce it so: and they took him, and slew him at the fords of Jordan; and there fell at that time of Ephraim two and forty thousand.
12.7    And Jephthae judged Israel six years; and Jephthae the Galaadite died, and was buried in his city Galaad.
12.8    And after him Abaissan of Bethleem judged Israel.
12.9    And he had thirty sons, and thirty daughters, whom he sent forth; and he brought in thirty daughters for his sons from without; and he judged Israel seven years.
12.10   And Abaissan died, and was buried in Bethleem.
12.11   And after him Aelom of Zabulon judged Israel ten years.
12.12   And Aelom of Zabulon died, and was buried in Aelom in the land of Zabulon.
12.13   And after him Abdon the son of Ellel, the Pharathonite, judged Israel.
12.14   And he had forty sons, and thirty grandsons, that rode upon seventy colts: and he judged Israel eight years.
12.15   And Abdon the on of Ellel, the Pharathonite, died, and was buried in Pharathon in the land of Ephraim in the mount of Amalec.

- Chapitre / chapter 13 -
13.1    Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον *κυρίου, καὶ παρέδωκεν αὐτοὺς *κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη.
13.2    Καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς φυλῆς τοῦ Δαν, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν.
13.3    καὶ ὤφθη ἄγγελος *κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν Ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν.
13.4    καὶ νῦν φύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·
13.5    ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός, καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων.
13.6    καὶ ἦλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι Ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρός με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ θεοῦ ἐπιφανὴς σφόδρα· καὶ ἠρώτων, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.
13.7    καὶ εἶπέν μοι Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν, ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
13.8    καὶ ἐδεήθη Μανωε τοῦ *κυρίου καὶ εἶπεν Ἐν ἐμοί, κύριε, ἄνθρωπος τοῦ θεοῦ, ὃν ἀπέστειλας πρὸς ἡμᾶς, ἐλθέτω δὴ πρὸς ἡμᾶς καὶ φωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ.
13.9    καὶ ἐπήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε, καὶ παρεγένετο ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ, καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ᾽ αὐτῆς.
13.10   καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ.
13.11   καὶ ἀνέστη Μανωε καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος Ἐγώ.
13.12   καὶ εἶπεν Μανωε Νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ;
13.13   καὶ εἶπεν ὁ ἄγγελος *κυρίου πρὸς Μανωε Ἀπὸ πάντων, ὧν εἶπα πρὸς τὴν γυναῖκα, φυλαξάσθω·
13.14   ἀπὸ πάντων, ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται καὶ οἶνον καὶ σικερα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα, ὅσα ἐνετειλάμην αὐτῇ, φυλαξάσθω.
13.15   καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον *κυρίου Βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
13.16   καὶ εἶπεν ὁ ἄγγελος *κυρίου πρὸς Μανωε Ἐὰν βιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, *κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος *κυρίου ἐστίν.
13.17   καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον *κυρίου Τί ὄνομά σοι, ἵνα, ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;
13.18   καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος *κυρίου Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν.
13.19   καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ *κυρίῳ, τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ· καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν.
13.20   καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ ἄγγελος *κυρίου ἐν τῇ φλογί, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
13.21   καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος *κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωε ὅτι ἄγγελος *κυρίου ἐστίν.
13.22   καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν ἑωράκαμεν.
13.23   καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἐβούλετο *κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἐδέξατο ἐκ τῶν χειρῶν ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμᾶς πάντα ταῦτα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμῖν ταῦτα.
13.24   Καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων· καὶ ηὐλόγησεν αὐτὸν *κύριος, καὶ ηὐξήθη τὸ παιδάριον.
13.25   καὶ ἤρξατο πνεῦμα *κυρίου συμπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ.

- Chapitre / chapter 13 -
13.1    And the children of Israel yet again committed iniquity before the Lord; and the Lord delivered them into the hand of the Phylistines forty years.
13.2    And there was a man of Saraa, of the family of the kindred of Dan, and his name was Manoe, and his wife was barren, and bore not.
13.3    And an angel of the Lord appeared to the woman, and said to her, Behold, thou art barren and hast not born; yet thou shalt conceive a son.
13.4    And now be very cautious, and drink no wine nor strong drink, and eat no unclean thing;
13.5    for behold, thou art with child, and shalt bring forth a son; and there shall come no razor upon his head, for the child shall be a Nazarite to God from the womb; and he shall begin to save Israel from the hand of the Phylistines.
13.6    And the woman went in, and spoke to her husband, saying, A man of God came to me, and his appearance [was as] of an angel of God, very dreadful; and I did not ask him whence he was, and he did not tell me his name.
13.7    And he said to me, Behold, thou art with child, and shalt bring forth a son; and now drink no wine nor strong drink, and eat no unclean thing; for the child shall be holy to God from the womb until the day of his death.
13.8    And Manoe prayed to the Lord and said, I pray thee, O Lord my lord, [concerning] the man of God whom thou sentest; let him now come to us once more, and teach us what we shall do to the child about to be born.
13.9    And the Lord heard the voice of Manoe, and the angel of God came yet again to the woman; and she sat in the field, and Manoe her husband was not with her.
13.10   And the woman hasted, and ran, and brought word to her husband, and said to him, Behold the man who came in [the other] day to me has appeared to me.
13.11   And Manoe arose and followed his wife, and came to the man, and said to him, Art thou the man that spoke to the woman? and the angel said, I [am].
13.12   And Manoe said, Now shall [thy] word come to pass: what shall be the ordering of the child, and our dealings with him?
13.13   And the angel of the Lord said to Manoe, Of all things concerning which I spoke to the woman, she shall beware.
13.14   She shall eat of nothing that comes of the vine yielding wine, and let her not drink wine or strong liquor, and let her not eat anything unclean: all things that I have charged her she shall observe.
13.15   And Manoe said to the angel of the Lord, Let us detain thee here, and prepare before thee a kid of the goats.
13.16   And the angel of the Lord said to Manoe, If thou shouldest detain me, I will not eat of thy bread; and if thou wouldest offer a whole-burnt-offering, to the Lord thou shalt offer it: for Manoe knew not that he [was] an angel of the Lord.
13.17   And Manoe said to the angel of the Lord, What [is] thy name, that [when] thy word shall come to pass, we may glorify thee?
13.18   And the angel of the Lord said to him, Why dost thou thus ask after my name; whereas it is wonderful?
13.19   And Manoe took a kid of the goats and its meat-offering, and offered it on the rock to the Lord; and [the angel] wrought a distinct work, and Manoe and his wife were looking on.
13.20   And it came to pass when the flame went up above the altar toward heaven, that the angel of the Lord went up in the flame; and Manoe and his wife were looking, and they fell upon their face to the earth.
13.21   And the angel appeared no more to Manoe and to his wife: then Manoe knew that this [was] an angel of the Lord.
13.22   And Manoe said to his wife, We shall surely die, because we have seen God.
13.23   But his wife said to him, If the Lord were pleased to slay us, he would not have received of our hand a whole-burnt-offering and a meat-offering; and he would not have shewn us all these things, neither would he have caused us to hear all these things as at this time.
13.24   And the woman brought forth a son, and she called his name Sampson; and the child grew, and the Lord blessed him.
13.25   And the Spirit of the Lord began to go out with him in the camp of Dan, and between Saraa and Esthaol.

- Chapitre / chapter 14 -
14.1    Καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα ἐν Θαμναθα ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτοῦ.
14.2    καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑώρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων, καὶ νῦν λάβετέ μοι αὐτὴν εἰς γυναῖκα.
14.3    καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὐκ ἔστιν ἀπὸ τῶν θυγατέρων τῶν ἀδελφῶν σου καὶ ἐν παντὶ τῷ λαῷ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἐκ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι ἤρεσεν ἐν ὀφθαλμοῖς μου.
14.4    καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ *κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀλλόφυλοι ἐκυρίευον τῶν υἱῶν Ισραηλ.
14.5    καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα. καὶ ἐξέκλινεν εἰς ἀμπελῶνα Θαμναθα, καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτοῦ·
14.6    καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεύμα *κυρίου, καὶ διέσπασεν αὐτόν, ὡσεὶ διασπάσαι ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ οὐδὲ τῇ μητρὶ ἃ ἐποίησεν.
14.7    καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ἤρεσεν ἐνώπιον Σαμψων.
14.8    καὶ ἐπέστρεψεν μεθ᾽ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συστροφὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι ἦν.
14.9    καὶ ἐξεῖλεν αὐτὸ εἰς τὸ στόμα αὐτοῦ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἐκ τῆς ἕξεως τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι.
14.10   καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι.
14.11   καὶ ἐγένετο ἐν τῷ φοβεῖσθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτῷ ἑταίρους τριάκοντα, καὶ ἦσαν μετ᾽ αὐτοῦ.
14.12   καὶ εἶπεν αὐτοῖς Σαμψων Προβαλῶ ὑμῖν πρόβλημα, καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς·
14.13   καὶ ἐὰν μὴ δυνασθῆτε ἀπαγγεῖλαί μοι, καὶ δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ Προβαλοῦ τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτοῦ.
14.14   καὶ εἶπεν αὐτοῖς Ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας.
14.15   καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς;
14.16   καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ᾽ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων Ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγγελῶ;
14.17   καὶ ἔκλαυσεν ἐπ᾽ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτόν· καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.
14.18   καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψων Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου.
14.19   καὶ κατεύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα *κυρίου, καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἔπαισεν ἐκεῖθεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτῶν καὶ ἔδωκεν τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα. καὶ ἐθυμώθη ὀργῇ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.
14.20   καὶ συνῴκησεν ἡ γυνὴ Σαμψων τῷ νυμφαγωγῷ αὐτοῦ, ὃς ἦν ἑταῖρος αὐτοῦ.

- Chapitre / chapter 14 -
14.1    And Sampson went down to Thamnatha, and saw a woman in Thamnatha of the daughters of the Philistines.
14.2    And he went up and told his father and his mother, and said, I have seen a woman in Thamnatha of the daughters of the Phylistines; and now take her to me for a wife.
14.3    And his father and his mother said to him, Are there no daughters of thy brethren, and [is there not] a woman of all my people, that thou goest to take a wife of the uncircumcised Philistines? And Sampson said to his father, Take her for me, for she [is] right in my eyes.
14.4    And his father and his mother knew not that it was of the Lord, that he sought to be revenged on the Philistines: and at that time the Philistines lorded it over Israel.
14.5    And Sampson and his father and his mother went down to Thamnatha, and he came to the vineyard of Thamnatha; and behold, a young lion roared in meeting him.
14.6    And the spirit of the Lord came powerfully upon him, and he crushed him as he would have crushed a kid of the goats, and there was nothing in his hands: and he told not his father and his mother what he had done.
14.7    And they went down and spoke to the woman, and she was pleasing in the eyes of Sampson.
14.8    And after some time he returned to take her, and he turned aside to see the carcase of the lion; and behold, a swarm of bees, and honey [were] in the mouth of the lion.
14.9    And he took it into his hands, and went on eating, and he went to his father and his mother, and gave to them, and they did eat; but he told them not that he took the honey out of the mouth of the lion.
14.10   And his father went down to the woman, and Sampson made there a banquet for seven days, for so the young men are used to do.
14.11   And it came to pass when they saw him, that they took thirty guests, and they were with him.
14.12   And Sampson said to them, I propound you a riddle: if ye will indeed tell it me, and discover it within the seven days of the feast, I will you give thirty sheets and thirty changes of raiment.
14.13   And if ye cannot tell it me, ye shall give me thirty napkins and thirty changes of apparel: and they said to him, Propound thy riddle, and we will hear it.
14.14   And he said to them, Meat came forth of the eater, and sweetness out of the strong: and they could not tell the riddle for three days.
14.15   And it came to pass on the fourth day, that they said to the wife of Sampson, Deceive now thy husband, and let him tell thee the riddle, lest we burn thee and thy father's house with fire: did ye invite us to do us violence?
14.16   And Sampson's wife wept before him, and said, Thou dost but hate me, and lovest me not; for the riddle which thou hast propounded to the children of my people thou hast not told me: and Sampson said to her, If I have not told it to my father and my mother, shall I tell it to thee?
14.17   And she wept before him the seven days, during which their banquet lasted: and it came to pass on the seventh day, that he told her, because she troubled him; and she told it to the children of her people.
14.18   And the men of the city said to him on the seventh day, before sunrise, What [is] sweeter than honey? and what [is] stronger than a lion? and Sampson said to them, If ye had not ploughed with my heifer, ye would not have known my riddle.
14.19   And the Spirit of the Lord came upon him powerfully, and he went down to Ascalon, and destroyed of the inhabitants thirty men, and took their garments, and gave the changes of raiment to them that told the riddle; and Sampson was very angry, and went up to the house of his father.
14.20   And the wife of Sampson was [given] to one of his friends, with whom he was on terms of friendship.

- Chapitre / chapter 15 -
15.1    Καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν Εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα· καὶ οὐκ ἀφῆκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν.
15.2    καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου· οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα κρείσσων αὐτῆς ἐστιν; ἔστω δή σοι ἀντὶ αὐτῆς.
15.3    καὶ εἶπεν αὐτῷ Σαμψων Ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ποιῶ μεθ᾽ ὑμῶν κακά.
15.4    καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ·
15.5    καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
15.6    καὶ εἶπαν οἱ ἀλλόφυλοι Τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψων ὁ γαμβρὸς τοῦ Θαμναθαίου, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
15.7    καὶ εἶπεν αὐτοῖς Σαμψων Ἐὰν ποιήσητε οὕτως, οὐκ εὐδοκήσω, ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι.
15.8    καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ.
15.9    Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι.
15.10   καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα Ἵνα τί ἀνέβητε ἐφ᾽ ἡμᾶς; καὶ εἶπαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
15.11   καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων Οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι, καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψων Καθὼς ἐποίησαν ἡμῖν, οὕτως ἐποίησα αὐτοῖς.
15.12   καὶ εἶπαν αὐτῷ Τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψων Ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς, μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί.
15.13   καὶ ὤμοσαν αὐτῷ λέγοντες Οὐχί, ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν, θανάτῳ δὲ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας.
15.14   καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ κατηύθυνεν ἐπ᾽ αὐτὸν πνεῦμα *κυρίου, καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός, καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ.
15.15   καὶ εὗρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τῇ ὁδῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
15.16   καὶ εἶπεν Σαμψων Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας.
15.17   καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.
15.18   καὶ ἐδίψησεν σφόδρα· καὶ ἐβόησεν πρὸς *κύριον καὶ εἶπεν Σὺ ἔδωκας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι ἐν δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων.
15.19   καὶ ἤνοιξεν ὁ θεὸς τὸ τραῦμα τῆς σιαγόνος, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα, καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἀνέψυξεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τῆς ἡμέρας ταύτης.
15.20   καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι.

- Chapitre / chapter 15 -
15.1    And it came to pass after a time, in the days of wheat harvest, that Sampson visited his wife with a kid, and said, I will go in to my wife even into the chamber: but her father did not suffer him to go in.
15.2    And her father spoke, saying, I said that thou didst surely hate her, and I gave her to one of thy friends: [is] not her younger sister better than she? let her be to thee instead of her.
15.3    And Sampson said to them, Even for once am I guiltless with regard to the Philistines, in that I do mischief among them.
15.4    And Sampson went and caught three hundred foxes, and took torches, and turned tail to tail, and put a torch between two tails, and fastened it.
15.5    And he set fire to the torches, and sent [the foxes] into the corn of the Philistines; and every thing was burnt from the threshing floor to the standing corn, and even to the vineyard and olives.
15.6    And the Philistines said, Who [has done] these things? and they said, Sampson the son-in-law of the Thamnite, because he has taken his wife, and given her to one of his friends; and the Philistines went up, and burnt her and her father's house with fire.
15.7    And Sampson said to them, Though ye may have dealt thus with her, verily I will be avenged of you, and afterwards I will cease.
15.8    And he smote them leg on thigh [with] a great overthrow; and went down and dwelt in a cave of the rock Etam.
15.9    And the Philistines went up, and encamped in Juda, and spread themselves abroad in Lechi.
15.10   And the men of Juda said, Why are ye come up against us? and the Philistines said, We are come up to bind Sampson, and to do to him as he has done to us.
15.11   And the three thousand men of Juda went down to the hole of the rock Etam, and they said to Sampson, Knowest thou not that the Philistines rule over us? and what [is] this [that] thou hast done to us? and Sampson said to them, As they did to me, so have I done to them.
15.12   And they said to him, We are come down to bind thee to deliver thee into the hand of the Philistines: and Sampson said to them, Swear to me that ye will not fall upon me yourselves.
15.13   And they spoke to him, saying, Nay, but we will only bind thee fast, and deliver thee into their hand, and will by no means slay thee: and they bound him with two new ropes, and brought him from that rock.
15.14   And they came to Lechi: and the Philistines shouted, and ran to meet him: and the Spirit of the Lord came mightily upon him, and the ropes that were upon his arms became as tow which is burnt with fire; and his bonds were consumed from off his hands.
15.15   And he found the jaw-bone of an ass that had been cast away, and he put forth his hand and took it, and smote with it a thousand men.
15.16   And Sampson said, With the jaw-bone of an ass I have utterly destroyed them, for with the jaw-bone of an ass I have smitten a thousand men.
15.17   And it came to pass when he ceased speaking, that he cast the jaw-bone out of his hand; and he called that place the Lifting of the jaw-bone.
15.18   And he was very thirsty, and wept before the Lord, and said, Thou hast been well pleased to grant this great deliverance by the hand of thy servant, and new shall I die for thirst, and fall into the hand of the uncircumcised?
15.19   And God broke open a hollow place in the jaw, and there came thence water, and he drank; and his spirit returned and he revived: therefore the name of the fountain was called 'The well of the invoker,' which is in Lechi, until this day.
15.20   And he judged Israel in the days of the Philistines twenty years.

- Chapitre / chapter 16 -
16.1    Καὶ ἐπορεύθη Σαμψων ἐκεῖθεν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν.
16.2    καὶ ἀπηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥκει Σαμψων ἐνταῦθα. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τῆς πύλης τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες Ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν.
16.3    καὶ ἐκοιμήθη Σαμψων ἕως τοῦ μεσονυκτίου· καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως καὶ τῶν δύο σταθμῶν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἐπέθηκεν ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.
16.4    Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠγάπησεν γυναῖκα ἐπὶ τοῦ χειμάρρου Σωρηχ, καὶ ὄνομα αὐτῇ Δαλιλα.
16.5    καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ Ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
16.6    καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων Ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.
16.7    καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων Ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ ἠρημωμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
16.8    καὶ ἀνήνεγκαν αὐτῇ οἱ σατράπαι τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
16.9    καὶ τὸ ἔνεδρον αὐτοῦ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν πρὸς αὐτόν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέρρηξεν τὰς νευράς, ὃν τρόπον διασπᾶται κλῶσμα τοῦ ἀποτινάγματος ἐν τῷ ὀσφρανθῆναι πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
16.10   καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων Ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ.
16.11   καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν δεσμῷ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοῖς, ἐν οἷς οὐκ ἐγενήθη ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
16.12   καὶ ἔλαβεν αὐτῷ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ διέσπασεν αὐτὰ ἀπὸ τῶν βραχιόνων αὐτοῦ ὡς ῥάμμα.
16.13   καὶ εἶπεν Δαλιλα πρὸς Σαμψων Ἕως νῦν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου μετὰ τοῦ διάσματος καὶ ἐγκρούσῃς ἐν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ἀσθενὴς ὡς εἷς τῶν ἀνθρώπων.
16.14   καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ μετὰ τῆς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοῖς πασσάλοις εἰς τὸν τοῖχον καὶ εἶπεν πρὸς αὐτόν Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τῷ ὑφάσματι ἐκ τοῦ τοίχου καὶ τὸ δίασμα, καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
16.15   καὶ εἶπεν πρὸς αὐτὸν Δαλιλα Πῶς ἐρεῖς Ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ᾽ ἐμοῦ; τοῦτο τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.
16.16   καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον·
16.17   καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ Ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου, ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου, καὶ ἐὰν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾽ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους.
16.18   καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.
16.19   καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· καὶ ἐκάλεσεν τὸν κουρέα, καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινοῦσθαι, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾽ αὐτοῦ.
16.20   καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν Ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι *κύριος ἀπέστη ἀπ᾽ αὐτοῦ.
16.21   καὶ ἐπελάβοντο αὐτοῦ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς.
16.22   Καὶ ἤρξατο ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ἀνατεῖλαι, ἡνίκα ἐξυρήθη.
16.23   καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν.
16.24   καὶ εἶδεν αὐτὸν ὁ λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν, ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.
16.25   καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν Καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τῆς φυλακῆς καὶ ἐνέπαιζον αὐτῷ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν δύο στύλων.
16.26   καὶ εἶπεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγοῦντα αὐτόν Ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφῆσαί με ἐπὶ τοὺς στύλους, ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικται ἐπ᾽ αὐτῶν, καὶ ἐπιστηρίσομαι ἐπ᾽ αὐτούς· ὁ δὲ παῖς ἐποίησεν οὕτως.
16.27   ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων.
16.28   καὶ ἐβόησεν Σαμψων πρὸς *κύριον καὶ εἶπεν Κύριε κύριε, μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο, καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων.
16.29   καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους, ἐφ᾽ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ᾽ αὐτῶν, καὶ ἐπεστηρίσατο ἐπ᾽ αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ.
16.30   καὶ εἶπεν Σαμψων Ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
16.31   καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.

- Chapitre / chapter 16 -
16.1    And Sampson went to Gaza, and saw there a harlot, and went in to her.
16.2    And it was reported to the Gazites, saying, Sampson is come hither: and they compassed him and laid wait for him all night in the gate of the city, and they were quiet all the night, saying, Let us wait till the dawn appear, and we will slay him.
16.3    And Sampson slept till midnight, and rose up at midnight, and took hold of the doors of the gate of the city with the two posts, and lifted them up with the bar, and laid them on his shoulders, and he went up to the top of the mountain that is before Chebron, and laid them there.
16.4    And it came to pass after this that he loved a woman in Alsorech, and her name [was] Dalida.
16.5    And the princess of the Philistines came up to her, and said to her, Beguile him, and see wherein his great strength [is], and wherewith we shall prevail against him, and bind him to humble him; and we will give thee each eleven hundred [pieces] of silver.
16.6    And Dalida said to Sampson, Tell me, I pray thee, wherein [is] thy great strength, and wherewith thou shalt be bound that thou mayest be humbled.
16.7    And Sampson said to her, If they bind me with seven moist cords that have not been spoiled, then shall I be weak and be as one of ordinary men.
16.8    And the princess of the Philistines brought to her seven moist cords that had not been spoiled, and she bound him with them.
16.9    And the liers in wait remained with her in the chamber; and she said to him, the Philistines [are] upon thee, Sampson: and he broke the cords as if any one should break a thread of tow when it has touched the fire, and his strength was not known.
16.10   And Dalida said to Sampson, Behold, thou hast cheated me, and told me lies; now then tell me wherewith thou shalt be bound.
16.11   And he said to her, If they should bind me fast with new ropes with which work has not been done, then shall I be weak, and shall be as another man.
16.12   And Dalida took new ropes, and bound him with them, and the liers in wait came out of the chamber, and she said, The Philistines [are] upon thee, Sampson: and he broke them off his arms like a thread.
16.13   And Dalida said to Sampson, Behold, thou hast deceived me, and told me lies; tell me, I intreat thee, wherewith thou mayest be bound: and he said to her, If thou shouldest weave the seven locks of my head with the web, and shouldest fasten them with the pin into the wall, then shall I be weak as another man.
16.14   And it came to pass when he was asleep, that Dalida took the seven locks of his head, and wove them with the web, and fastened them with the pin into the wall, and she said, The Philistines [are] upon thee, Sampson: and he awoke out of his sleep, and carried away the pin of the web out of the wall.
16.15   And Dalida said to Sampson, How sayest thou, I love thee, when thy heart is not with me? this third time thou hast deceived me, and hast not told e wherein [is] thy great strength.
16.16   And it came to pass as she pressed him sore with her words continually, and straitened him, that his spirit failed almost to death.
16.17   Then he told her all his heart, and said to her, A razor has not come upon my head, because I have been a holy [one] of God from my mother's womb; if then I should be shaven, my strength will depart from me, and I shall be weak, and I shall be as all [other] men.
16.18   And Dalida saw that he told her all his heart, and she sent and called the princess of the Philistines, saying, Come up yet this once; for he has told me all his heart. And the chiefs of the Philistines went up to her, and brought the money in their hands.
16.19   And Dalida made Sampson sleep upon her knees; and she called a man, and he shaved the seven locks of his head, and she began to humble him, and his strength departed from him.
16.20   And Dalida said, The Philistines [are] upon thee, Sampson: and he awoke out of his sleep and said, I will go out as at former times, and shake myself; and he knew not that the Lord was departed from him.
16.21   And the Philistines took him, and put out his eyes, and brought him down to Gaza, and bound him with fetters of brass; and he ground in the prison-house.
16.22   And the hair of his head began to grow as before it was shaven.
16.23   And the chiefs of the Philistines met to offer a great sacrifice to their god Dagon, and to make merry; and they said, God has given into our hand our enemy Sampson.
16.24   And the people saw him, and sang praises to their god; for our god, [said they], has delivered into our hand our enemy, who wasted our land, and who multiplied our slain.
16.25   And when their heart was merry, then they said, Call Sampson out of the prison-house, and let him play before us: and they called Sampson out of the prison-house, and he played before them; and they smote him with the palms of their hands, and set him between the pillars.
16.26   And Sampson said to the young man that held his hand, Suffer me to feel the pillar on which the house [rests], and I will stay myself upon them.
16.27   And the house [was] full of men and woman, and there were all the chiefs of the Philistines, and on the roof [were] about three thousand men and woman looking at the sports of Sampson.
16.28   And Sampson wept before the Lord, and said, O Lord, my lord, remember me, I pray thee, and strengthen me, O God, yet this once, and I will requite one recompense to the Philistines for my two eyes.
16.29   And Sampson took hold of the two pillars of the house on which the house stood, and leaned on them, and laid hold of one with his right hand, and the other with his left.
16.30   And Sampson said, Let my wife perish with the Philistines: and he bowed himself mightily; and the house fell upon the princes, and upon all the people that were in it: and the dead whom Sampson slew in his death were more than those whom he slew in his life.
16.31   And his brethren and his father's house went down, and they took him; and they went up and buried him between Saraa and Esthaol in the sepulchre of his father Manoe; and he judged Israel twenty years.

- Chapitre / chapter 17 -
17.1    Καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχα.
17.2    καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογημένος ὁ υἱός μου τῷ *κυρίῳ.
17.3    καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ *κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό.
17.4    καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα.
17.5    καὶ ὁ ἀνὴρ Μιχα, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα.
17.6    ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
17.7    Καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ αὐτὸς παρῴκει ἐκεῖ.
17.8    καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ, καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ.
17.9    καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω.
17.10   καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ᾽ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη ὁ Λευίτης
17.11   καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ.
17.12   καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα.
17.13   καὶ εἶπεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με *κύριος, ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα.

- Chapitre / chapter 17 -
17.1    And there was a man of mount Ephraim, and his name was Michaias.
17.2    And he said to his mother, The eleven hundred pieces of silver which thou tookest of thyself, and [about which] thou cursedst me, and spokest in my ears, behold, the silver [is] with me; I took it: and his mother said, Blessed [be] my son of the Lord.
17.3    And he restored the eleven hundred pieces of silver to his mother; and his mother said, I had wholly consecrated the money to the Lord out of my hand for my son, to make a graven and a molten [image], and now I will restore it to thee.
17.4    But he returned the silver to his mother, and his mother took two hundred pieces of silver, and gave them to a silversmith, and he made it a graven and a molten image; and it was in the house of Michaias.
17.5    And the house of Michaias [was] to him the house of God, and he made an ephod and theraphin, and he consecrated one of his sons, and he became to him a priest.
17.6    And in those days there was no king in Israel; every man did that which was right in his own eyes.
17.7    And there was a young man in Bethleem of the tribe of Juda, and he [was] a Levite, and he was sojourning there.
17.8    And the man departed from Bethleem the city of Juda to sojourn in whatever place he might find; and he came as far as mount Ephraim, and to the house of Michaias to accomplish his journey.
17.9    And Michaias said to him, Whence comest thou? and he said to him, I am a Levite of Bethleem Juda, and I go to sojourn in any place I may find.
17.10   And Michaias said to him, Dwell with me, and be to me a father and a priest; and I will give thee ten pieces of silver by the year, and a change of raiment, and thy living.
17.11   And the Levite went and began to dwell with the man; and the young man was to him as one of his sons.
17.12   And Michaias consecrated the Levite, and he became to him a priest, and he was in the house of Michaias.
17.13   And Michaias said, Now I know that the Lord will do me good, because a Levite has become my priest.

- Chapitre / chapter 18 -
18.1    Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν, ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία.
18.2    καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ.
18.3    αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, καὶ τί ποιεῖς ἐνταῦθα, καὶ τί σοί ἐστιν ὧδε;
18.4    καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.
18.5    καὶ εἶπαν αὐτῷ Ἐπερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεθα ἐπ᾽ αὐτήν.
18.6    καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε εἰς εἰρήνην· ἐνώπιον *κυρίου ἡ ὁδὸς ὑμῶν, καθ᾽ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ.
18.7    καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.
18.8    καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ, καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν Τί ὑμεῖς κάθησθε;
18.9    καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.
18.10   ἡνίκα ἂν εἰσέλθητε, ἥξετε πρὸς λαὸν πεποιθότα, καὶ ἡ γῆ εὐρύχωρος, ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος, οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ.
18.11   Καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά.
18.12   καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα· διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ κατόπισθεν Καριαθιαριμ.
18.13   παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα.
18.14   καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε τί ποιήσετε.
18.15   καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν.
18.16   καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δαν.
18.17   καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν· ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν, καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά.
18.18   καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε;
18.19   καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ᾽ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ;
18.20   καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ.
18.21   καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν.
18.22   αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν.
18.23   καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας;
18.24   καὶ εἶπεν Μιχα Ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις;
18.25   καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ᾽ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
18.26   καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
18.27   Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν·
18.28   καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
18.29   καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον.
18.30   καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα· καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς.
18.31   καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα, ὃ ἐποίησεν, πάσας τὰς ἡμέρας, ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω.

- Chapitre / chapter 18 -
18.1    In those days there was no king in Israel; and in those days the tribe of Dan sought for itself an inheritance to inhabit, because no inheritance had fallen to it until that day in the midst of the tribes of the children of Israel.
18.2    And the sons of Dan sent from their families five men of valour, from Saraa and from Esthaol, to spy out the land and to search it; and they said to them, Go and search out the land. And they came as far as the mount of Ephraim to the house of Michaias and they lodged there,
18.3    in the house of Michaias, and they recognised the voice of the young man the Levite, and turned in thither; and said to him, Who brought thee in hither? and what doest thou in this place? and what hast thou here?
18.4    And he said to them, Thus and thus did Michaias to me, and he hired me, and I became his priest.
18.5    And they said to him, Enquire now of God, and we shall know whether our way will prosper, on which we are going.
18.6    And the priests said to them, Go in peace; your way in which ye go, [is] before the Lord.
18.7    And the five men went on, and came to Laisa; and they saw the people in the midst of it dwelling securely, at ease as [is] the manner of the Sidonians, and there is no one perverting or shaming a matter in the land, no heir extorting treasures; and they are far from the Sidonians, and they have no intercourse with any one.
18.8    And the five men came to their brethren to Saraa and Esthaol, and said to their brethren, Why sit ye here [idle]?
18.9    And they said, Arise, and let us go up against them, for we have seen the land, and, behold, [it is] very good, yet ye are still: delay not to go, an to enter in to possess the land.
18.10   And whensoever ye shall go, ye shall come in upon a people secure, and the land [is] extensive, for God has given it into your hand; a place where there is no want of anything that the earth affords.
18.11   And there departed thence of the families of Dan, from Saraa and from Esthaol, six hundred men, girded with weapons of war.
18.12   And they went up, and encamped in Cariathiarim in Juda; therefore it was called in that place the camp of Dan, until this day: behold, [it is] behind Cariathiarim.
18.13   And they went on thence to the mount of Ephraim, and came to the house of Michaias.
18.14   And the five men who went to spy out the land of Laisa answered, and said to their brethren, Ye know that there is in this place an ephod, and theraphin, and a graven and a molten image; and now consider what ye shall do.
18.15   And they turned aside there, and went into the house of the young man, the Levite, [even] into the house of Michaias, and asked him how he was.
18.16   And the six hundred men of the sons of Dan who were girded with their weapons of war stood by the door of the gate.
18.17   And the five men who went to spy out the land went up, and entered into the house of Michaias, and the priest stood.
18.18   And they took the graven image, and the ephod, and the theraphin, and the molten image; and the priest sad to them, What are ye doing?
18.19   And they said to him, Be silent, lay thine hand upon thy mouth, and come with us, and be to us a father and a priest: [is it] better for thee to be the priest of the house of one man, or to be the priest of a tribe and house for a family of Israel?
18.20   And the heart of the priest was glad, and he took the ephod, and the theraphin, and the graven image, and the molten image, and went in the midst of the people.
18.21   So they turned and departed, and put their children and their property and their baggage before them.
18.22   they went some distance from the house of Michaias, and, behold, Michaias and the men in the houses near Michaias' house, cried out, and overtook the children of Dan.
18.23   And the children of Dan turned their face, and said to Michaias, What is the matter with thee that thou hast cried out?
18.24   And Michaias said, Because ye have taken my graven image which I made, and my priest, and are gone; and what have I remaining? and what [is] this [that] ye say to me, Why criest thou?
18.25   And the children of Dan said to him, Let not thy voice be heard with us, lest angry men run upon thee, and take away thy life, and the lives of thy house.
18.26   And the children of Dan went their way; and Michaias saw that they were stronger than himself, and he returned to his house.
18.27   And the children of Dan took what Michaias had made, and the priest that he had, and they came to Laisa, to a people quiet and secure; and they smote them with the edge of the sword, and burnt the city with fire.
18.28   And there was no deliverer, because [the city] is far from the Sidonians, and they have no intercourse with men, and it [is] in the valley of the house of Raab; and they built the city, and dwelt in it.
18.29   And they called the name of the city Dan, after the name of Dan their father, who was born to Israel; and the name of the city was Ulamais before.
18.30   And the children of Dan set up the graven image for themselves; and Jonathan son of Gerson son of Manasse, he and his sons were priests to the tribe of Dan till the time of the carrying away of the nation.
18.31   And they set up for themselves the graven image which Michaias made, all the days that the house of God was in Selom; and it was so in those days [that] there was no king in Israel.

- Chapitre / chapter 19 -
19.1    Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ, καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα.
19.2    καὶ ὠργίσθη αὐτῷ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον.
19.3    καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν, καὶ τὸ παιδάριον αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων· καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ.
19.4    καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ᾽ αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ.
19.5    καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσθε.
19.6    καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἀρξάμενος αὐλίσθητι, καὶ ἀγαθυνθήτω ἡ καρδία σου.
19.7    καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσθη ἐκεῖ.
19.8    καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι, ἕως κλίνῃ ἡ ἡμέρα· καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι.
19.9    καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος Ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαθυνθήτω ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν, καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου.
19.10   καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ᾽ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾽ αὐτοῦ.
19.11   ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.
19.12   καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεθα ἕως Γαβαα.
19.13   καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα.
19.14   καὶ παρῆλθον καὶ ἀπῆλθον· ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τῆς Γαβαα, ἥ ἐστιν τοῦ Βενιαμιν.
19.15   καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν καταλῦσαι ἐν Γαβαα· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι.
19.16   καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας· καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν.
19.17   καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ;
19.18   καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ· ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
19.19   καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
19.20   καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾽ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς.
19.21   καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ, καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον.
19.22   αὐτῶν δὲ ἀγαθυνθέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες Ἐξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
19.23   καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε δή· μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην·
19.24   ἰδοὺ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω δὴ αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης.
19.25   καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί· καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρθρον.
19.26   καὶ ἦλθεν ἡ γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός, οὗ ἦν ὁ κύριος αὐτῆς ἐκεῖ, ἕως οὗ διέφαυσεν.
19.27   καὶ ἀνέστη ὁ κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ ἀπελθεῖν τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν θύραν, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.
19.28   καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστηθι καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη αὐτῷ, ἀλλὰ τεθνήκει. καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
19.29   καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ.
19.30   καὶ ἐγένετο πᾶς ὁ ὁρῶν ἔλεγεν Οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐνετείλατο τοῖς ἀνδράσιν, οἷς ἐξαπέστειλεν, λέγων Τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ Εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης; θέσθε δὴ ἑαυτοῖς βουλὴν περὶ αὐτῆς καὶ λαλήσατε.

- Chapitre / chapter 19 -
19.1    And there was a Levite sojourning in the sides of mount Ephraim, and he took to himself a concubine from Bethleem Juda.
19.2    And his concubine departed from him, and went away from him to the house of her father to Bethleem Juda, and she was there four months.
19.3    And her husband rose up, and went after her to speak kindly to her, to recover her to himself; and he had his young man with him, and a pair of asses; and she brought him into the house of her father; and the father of the damsel saw him, and was well pleased to meet him.
19.4    And his father-in-law, the father of the damsel, constrained him, and he stayed with him for three days; and they ate and drank, and lodged there.
19.5    And it came to pass on the fourth day that they rose early, and he stood up to depart; and the father of the damsel said to his son-in-law, Strengthen thy heart with a morsel of bread, and afterwards ye shall go.
19.6    So they two sat down together and ate and drank: and the father of the damsel said to her husband, Tarry now the night, and let thy heart be merry.
19.7    And the man rose up to depart; but his father-in-law constrained him, and he stayed and lodged there.
19.8    And he rose early in the morning on the fifth day to depart; and the father of the damsel said, Strengthen now thine heart, and quit thyself as a soldier till the day decline; and the two ate.
19.9    And the man rose up to depart, he and his concubine, and his young man; but his father-in-law the father of the damsel said to him, Behold now, the day has declined toward evening; lodge here, an let thy heart rejoice; and ye shall rise early to-morrow for your journey, and thou shalt go to thy habitation.
19.10   But the man would not lodge there, but he arose and departed, and came to the part opposite Jebus, (this is Jerusalem,) and [there was] with him a pair of asses saddled, and his concubine [was] with him.
19.11   And they came as far as Jebus: and the day had far advanced, and the young man said to his master, Come, I pray thee, and let us turn aside to this city of the Jebusites, and let us lodge in it.
19.12   And his master said to him, We will not turn aside to a strange city, where there is not one of the children of Israel, but we will pass on as far as Gabaa.
19.13   And he said to his young man, Come, and let us draw nigh to one of the places, and we will lodge in Gabaa or in Rama.
19.14   And they passed by and went on, and the sun went down upon them near to Gabaa, which is in Benjamin.
19.15   And they turned aside thence to go in to lodge in Gabaa; and they went in, and sat down in the street of the city, and there was no one who conducted them into a house to lodge.
19.16   And behold, an old man came out of the field from his work in the evening; and the man was of mount Ephraim, and he sojourned in Gabaa, and the men of the place [were] sons of Benjamin.
19.17   And he lifted up his eyes, and saw a traveller in the street of the city; and the old man said to him, Whither goest thou, and whence comest thou?
19.18   And he said to him, We are passing by from Bethleem Juda to the sides of mount Ephraim: I am from thence, and I went as far as Bethleem Juda, and I am going home, and there is no man to take me into his house.
19.19   Yet is there straw and food for our asses, and bread and wine for me and my handmaid and the young man with thy servants; there is no want of anything.
19.20   And the old man said, Peace [be] to thee; only be every want of thine upon me, only do thou by no means lodge in the street.
19.21   And he brought him into his house, and made room for his asses; and they washed their feet, and ate and drank.
19.22   And they [were] comforting their heart, when, behold, the men of the city, sons of transgressors, compassed the house, knocking at the door: and they spoke to the old man the owner of the house, saying, Bring out the man who came into thy house, that we may know him.
19.23   And the master of the house came out to them, and said, Nay, brethren, do not ye wrong, I pray you, after this man has come into my house; do not ye this folly.
19.24   Behold my daughter a virgin, and the man's concubine: I will bring them out, and humble ye them, and do to them that which is good in your eyes; but to this man do not this folly.
19.25   But the men would not consent to hearken to him; so the man laid hold of his concubine, and brought her out to them; and they knew her, and abused her all night till the morning, and let her go when the morning dawned.
19.26   And the woman came toward morning, and fell down at the door of the house where her husband was, until it was light.
19.27   And her husband rose up in the morning, and opened the doors of the house, and went forth to go on his journey; and, behold, the woman his concubine had fallen down by the doors of the house, and her hands were on the threshold.
19.28   And he said to her, Rise, and let us go; and she answered not, for she was dead: and he took her upon his ass, and went to his place.
19.29   And he took his sword, and laid hold of his concubine, and divided her into twelve parts, and sent them to every coast of Israel.
19.30   And it was so, that every one who saw it said, [Such a day] as this has not happened nor has been seen from the day of the going up of the children of Israel out of the land of Egypt until this day: take ye counsel concerning it, and speak.

- Chapitre / chapter 20 -
20.1    Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς *κύριον εἰς Μασσηφα.
20.2    καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ, πᾶσαι αἱ φυλαὶ Ισραηλ, ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν.
20.3    καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη.
20.4    καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν Εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου καταλῦσαι.
20.5    καὶ ἀνέστησαν ἐπ᾽ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαα καὶ περιεκύκλωσαν ἐπ᾽ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν.
20.6    καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ισραηλ, ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ισραηλ.
20.7    ἰδοὺ πάντες ὑμεῖς, οἱ υἱοὶ Ισραηλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν.
20.8    καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγων Οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.
20.9    καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιήσομεν τῇ Γαβαα· ἀναβησόμεθα ἐπ᾽ αὐτὴν ἐν κλήρῳ
20.10   καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαα τοῦ Βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην, ἣν ἐποίησαν ἐν Ισραηλ.
20.11   καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι.
20.12   Καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες Τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
20.13   καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ. καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ.
20.14   καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ.
20.15   καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
20.16   ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες.
20.17   καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες πολεμισταί.
20.18   καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν; καὶ εἶπεν *κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος.
20.19   καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα.
20.20   καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ᾽ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα.
20.21   καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
20.22   καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.
20.23   καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον *κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν *κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου; καὶ εἶπεν *κύριος Ἀνάβητε πρὸς αὐτόν.
20.24   Καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.
20.25   καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν.
20.26   καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι *κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι *κυρίου,
20.27   καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν *κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις,
20.28   καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω; καὶ εἶπεν *κύριος Ἀνάβητε, ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου.
20.29   Καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τῇ Γαβαα κύκλῳ.
20.30   καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ.
20.31   καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ, ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ισραηλ.
20.32   καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν Φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς.
20.33   καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ, καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα.
20.34   καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ, καὶ ὁ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία.
20.35   καὶ ἐτρόπωσεν *κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ, καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι σπώμενοι ῥομφαίαν.
20.36   καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα.
20.37   καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας.
20.38   καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως.
20.39   καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν.
20.40   καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν.
20.41   καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν, καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία.
20.42   καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν.
20.43   καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαα ἀπὸ ἀνατολῶν ἡλίου.
20.44   καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί.
20.45   καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν· καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
20.46   καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί.
20.47   καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον.
20.48   καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί.

- Chapitre / chapter 20 -
20.1    And all the children of Israel went out, and all the congregation was gathered as one man, from Dan even to Bersabee, and in the land of Galaad, to the Lord at Massepha.
20.2    And all the tribes of Israel stood before the Lord in the assembly of the people of God, four hundred thousand footmen that drew sword.
20.3    And the children of Benjamin heard that the children of Israel were gone up to Massepha: and the children of Israel came and said, Tell us, where did this wickedness take place?
20.4    And the Levite, the husband of the woman that was slain, answered and said, I and my concubine went to Gabaa of Benjamin to lodge.
20.5    And the men of Gabaa rose up against me, and compassed the house by night against me; they wished to slay me, and they have humbled my concubine, and she is dead.
20.6    And I laid hold of my concubine, and divided her in pieces, and sent [the parts] into every coast of the inheritance of the children of Israel; for they have wrought lewdness and abomination in Israel.
20.7    Behold, all ye [are] children of Israel; and consider and take counsel here among yourselves.
20.8    And all the people rose up as one man, saying, No one of us shall return to his tent, and no one of us shall return to his house.
20.9    And now this [is] the thing which shall be done in Gabaa; we will go up against it by lot.
20.10   Moreover we will take ten men for a hundred for all the tribes of Israel, and a hundred for a thousand, and a thousand for ten thousand, to take provision, to cause them to come to Gabaa of Benjamin, to do to it according to all the abomination, which they wrought in Israel.
20.11   And all the men of Israel were gathered to the city as one man.
20.12   And the tribes of Israel sent men through the whole tribe of Benjamin, saying, What [is] this wickedness that has been wrought among you?
20.13   Now then give up the men the sons of transgressors that are in Gabaa, and we will put them to death, and purge out wickedness from Israel: but the children of Benjamin consented not to hearken to the voice of their brethren the children of Israel.
20.14   And the children of Benjamin were gathered from their cities to Gabaa, to go forth to fight with the children of Israel.
20.15   And the children of Benjamin from their cities were numbered in that day, twenty-three thousand, [every] man drawing a sword, besides the inhabitants of Gabaa, who were numbered seven hundred chosen men of all the people, able to use both hands alike;
20.16   All these could sling with stones at a hair, and not miss.
20.17   And the men of Israel, exclusive of Benjamin, were numbered four hundred thousand men that drew sword; all these [were] men of war.
20.18   And they arose and went up to Baethel, and enquired of God: and the children of Israel said, Who shall go up for us first to fight with the children of Benjamin? And the Lord said, Juda shall go up first as leader.
20.19   And the children of Israel rose up in the morning, and encamped against Gabaa.
20.20   And they went out, all the men of Israel, to fight with Benjamin, and engaged with them at Gabaa.
20.21   And the sons of Benjamin went forth from Gabaa, and they destroyed in Israel on that day two and twenty thousand men down to the ground.
20.22   And the men of Israel strengthened themselves, and again engaged in battle in the place where they had engaged on the first day.
20.23   And the children of Israel went up, and wept before the Lord till evening, and enquired of the Lord, saying, Shall we again draw nigh to battle with our brethren the children of Benjamin? and the Lord said, Go up against them.
20.24   And the children of Israel advanced against the children of Benjamin on the second day.
20.25   And the children of Benjamin went forth to meet them from Gabaa on the second day, and destroyed of the children of Israel yet further eighteen thousand men down to the ground: all these drew sword.
20.26   And the children of Israel and all the people went up, and came to Baethel; and they wept, and sat there before the Lord; and they fasted on that day until evening, and offered whole-burnt-offerings and perfect sacrifices, before the Lord,
20.27   for the ark of the Lord God [was] there in those days,
20.28   and Phinees the son of Eleazar the son of Aaron stood before it in those days; and the children of Israel enquired of the Lord, saying, Shall we yet again go forth to fight with our brethren the sons of Benjamin? and the Lord said, Go up, to-morrow I will give them into your hands.
20.29   And the children of Israel set an ambush against Gabaa round about [it].
20.30   and the children of Israel went up against the children of Benjamin on the third day, and arrayed themselves against Gabaa as before.
20.31   And the children of Benjamin went out to meet the people, and were all drawn out of the city, and began to smite and slay the people as before in the roads, whereof one goes up to Baethel, and one to Gabaa in the field, about thirty men of Israel.
20.32   And the children of Benjamin said, They fall before us as at the first: but the children of Israel said, Let us flee, and draw them out from the city into the roads; and they did so.
20.33   And all the men rose up out of their places, and engaged in Baal Thamar; and the liers in wait of Israel advanced from their place from Maraagabe.
20.34   And there came over against Gabaa ten thousand chosen men out of all Israel; and the fight [was] severe; and they knew not that evil was coming upon them.
20.35   And the Lord smote Benjamin before the children of Israel; and the children of Israel destroyed of Benjamin in that day a hundred and twenty-five thousand men: all these drew sword.
20.36   And the children of Benjamin saw that they were smitten; and the men of Israel gave place to Benjamin, because they trusted in the ambuscade which they had prepared against Gabaa.
20.37   And when they retreated, then the liers in wait rose up, and they moved toward Gabaa, and the whole ambush came forth, and they smote the city with the edge of the sword.
20.38   And the children of Israel had a signal of battle with the liers in wait, that they should send up a signal of smoke from the city.
20.39   And the children of Israel saw that the liers in wait had seized Gabaa, and they stood in line of battle; and Benjamin began to smite down wounded ones among the men of Israel about thirty men; for they said, Surely they fall again before us, as in the first battle.
20.40   And the signal went up increasingly over the city as a pillar of smoke; and Benjamin looked behind him, and behold the destruction of the city went up to heaven.
20.41   And the men of Israel turned back, and the men of Benjamin hasted, because they saw that evil had come upon them.
20.42   And they turned to the way of the wilderness from before the children of Israel, and fled: but the battle overtook them, and they from the cities destroyed them in the midst of them.
20.43   And they cut down Benjamin, and pursued him from Nua closely till they came opposite Gabaa on the east.
20.44   And there fell of Benjamin eighteen thousand men: all these [were] men of might.
20.45   And the rest turned, and fled to the wilderness to the rock of Remmon; and the children of Israel picked off of them five thousand men; and the children of Israel went down after them as far as Gedan, and they smote of them two thousand men.
20.46   And all that fell of Benjamin were twenty-five thousand men that drew sword in that day: all these were men of might.
20.47   And the rest turned, and fled to the wilderness to the rock of Remmon, even [six] hundred men; and they sojourned four months in the rock of Remmon.
20.48   And the children of Israel returned to the children of Benjamin, and smote them with the edge of the sword from the city of Methla, even to the cattle, and every thing that was found in all the cities: and they burnt with fire the cities they found.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.
21.2    καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
21.3    καὶ εἶπαν Ἵνα τί, *κύριε ὁ θεὸς Ισραηλ, ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν;
21.4    καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου.
21.5    καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς *κύριον; ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς *κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ ἀποθανεῖται.
21.6    καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν Ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ·
21.7    τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν *κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.
21.8    καὶ εἶπαν Τίς μία τῶν φυλῶν Ισραηλ, ἥτις οὐκ ἀνέβη πρὸς *κύριον εἰς Μασσηφα; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.
21.9    καὶ ἐπεσκέπη ὁ λαός, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ.
21.10   καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
21.11   καὶ οὗτος ὁ λόγος, ὃν ποιήσετε· πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε.
21.12   καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους, αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω, ἥ ἐστιν ἐν γῇ Χανααν.
21.13   καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
21.14   καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας, αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.
21.15   Καὶ ὁ λαὸς παρεκλήθη τῷ Βενιαμιν, ὅτι ἐποίησεν *κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ.
21.16   καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας; ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή.
21.17   καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν, καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ·
21.18   καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες Ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν.
21.19   καὶ εἶπαν Ἑορτὴ τῷ *κυρίῳ ἐν Σηλω ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ᾽ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.
21.20   καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·
21.21   καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς, καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν.
21.22   καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν πρὸς αὐτούς Ἐλεήσατε αὐτούς, ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ· οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς· κατὰ τὸν καιρὸν ἐπλημμελήσατε.
21.23   καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ἃς διήρπασαν· καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς.
21.24   καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.
21.25   ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.


- Chapitre / chapter 21 -
21.1    Now the children of Israel swore in Massephath, saying, No man of us shall give his daughter to Benjamin for a wife.
21.2    And the people came to Baethel, and sat there until evening before God: and they lifted up their voice and wept with a great weeping;
21.3    and said, Wherefore, O Lord God of Israel, has this come to pass, that to-day one tribe should be counted [as missing] from Israel?
21.4    And it came to pass on the morrow that the people rose up early, and built there an altar, and offered up whole-burnt-offerings and peace offerings.
21.5    And the children of Israel said, Who of all the tribes of Israel, went not up in the congregation to the Lord? for there was a great oath concerning those who went not up to the Lord to Massephath, saying, He shall surely be put to death.
21.6    And the children of Israel relented toward Benjamin their brother, and said, To-day one tribe is cut off from Israel.
21.7    What shall we do for wives for the rest that remain? whereas we have sworn by the Lord, not to give them of our daughters for wives.
21.8    And they said, What one [man is there] of the tribes of Israel, who went not up to the Lord to Massephath? and, behold, no man came to the camp from Jabis Galaad to the assembly.
21.9    And the people were numbered, and there was not there a man from the inhabitants of Jabis Galaad.
21.10   And the congregation sent thither twelve thousand men of the strongest, and they charged them, saying, Go ye and smite the inhabitants of Jabis Galaad with the edge of the sword.
21.11   And this shall ye do: every male and every woman that has known the lying with man ye shall devote [to destruction], but the virgins ye shall save alive: and they did so.
21.12   And they found among the inhabitants of Jabis Galaad four hundred young virgins, who had not known man by lying with him; and they brought them to Selom in the land of Chanaan.
21.13   And all the congregation sent and spoke to the children of Benjamin in the rock Remmon, and invited them to [make] peace.
21.14   And Benjamin returned to the children of Israel at that time, and the children of Israel gave them the women whom they [had] save alive of the daughters of Jabis Galaad; and they were content.
21.15   And the people relented for Benjamin, because the Lord had made a breach in the tribes of Israel.
21.16   And the elders of the congregation said, What shall we do for wives for them that remain? for the women have been destroyed out of Benjamin.
21.17   And they said, [There must be] an inheritance of them that are escaped of Benjamin; and [so] a tribe shall not be destroyed out of Israel.
21.18   For we shall not be able to give them wives of our daughters, because we swore among the children of Israel, saying, Cursed [is] he that gives a wife to Benjamin.
21.19   And they said, Lo! now [there is] feast of the Lord from year to year in Selom, which is on the north of Baethel, eastward on the way that goes up from Baethel to Sychem, and from the south of Lebona.
21.20   And they charged the children of Benjamin, saying, Go and lie in wait in the vineyards;
21.21   and ye shall see; and lo! if there come out the daughters of the inhabitants of Selom to dance in dances, then shall ye go out of the vineyards and seize for yourselves every man a wife of the daughters of Selom, and go ye into the land of Benjamin.
21.22   And it shall come to pass, when their fathers or their brethren come to dispute with us, that we will say to them, Grant them freely to us, for we have not taken every man his wife in the battle: because ye did not give to them according to the occasion, ye transgressed.
21.23   And the children of Benjamin did so; and they took wives according to their number from the dancers whom they seized: and they went and returned to their inheritance, and built the cities, and dwelt in them.
21.24   And the children of Israel went thence at that time every man to his tribe and his kindred; and they went thence every man to his inheritance.
21.25   And in those days there was no king in Israel; every man did that which was right in his own sight.


- FIN / END -

^▲^