Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Josué / Joshua
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22 23 24






Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν *κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων
1.2     Μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ιορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς.
1.3     πᾶς ὁ τόπος, ἐφ᾽ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ,
1.4     τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ᾽ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.
1.5     οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.
1.6     ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
1.7     ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ᾽ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν, οἷς ἐὰν πράσσῃς.
1.8     καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις.
1.9     ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ *κύριος ὁ θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ.
1.10    Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
1.11    Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες Ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν *κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
1.12    καὶ τῷ Ρουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση εἶπεν Ἰησοῦς
1.13    Μνήσθητε τὸ ῥῆμα *κυρίου, ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς *κυρίου λέγων *Κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.
1.14    αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς,
1.15    ἕως ἂν καταπαύσῃ *κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν, ἣν *κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ᾽ ἀνατολῶν ἡλίου.
1.16    καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπαν Πάντα, ὅσα ἂν ἐντείλῃ ἡμῖν, ποιήσομεν καὶ εἰς πάντα τόπον, οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα·
1.17    κατὰ πάντα, ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθα σοῦ, πλὴν ἔστω *κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ.
1.18    ὁ δὲ ἄνθρωπος, ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And it came to pass after the death of Moses, that the Lord spoke to Joshua the son of Naue, the minister of Moses, saying,
1.2     Moses my servant is dead; now then arise, go over Jordan, thou and all this people, into the land, which I give them.
1.3     Every spot on which ye shall tread I will give it to you, as I said to Moses.
1.4     The wilderness and Antilibanus, as far as the great river, the river Euphrates, and as far as the extremity of the sea; your costs shall be from the setting of the sun.
1.5     Not a man shall stand against you all the days of thy life; and as I was with Moses, so will I also be with thee, and I will not fail thee, or neglect thee.
1.6     Be strong and 'quit thyself like a man, for thou shalt divide the land to this people, which I sware to give to your fathers.
1.7     Be strong, therefore, and quit thyself like a man, to observe and do as Moses my servant commanded thee; and thou shalt not turn therefrom to the right hand or to the left, that thou mayest be wise in whatsoever thou mayest do.
1.8     And the book of this law shall not depart out of thy mouth, and thou shalt meditate in it day and night, that thou mayest know how to do all the things that are written [in it]; then shalt thou prosper, and make thy ways prosperous, and then shalt thou be wise.
1.9     Lo! I have commanded thee; be strong and courageous, be not cowardly nor fearful, for the Lord thy God is with thee in all places whither thou goest.
1.10    And Joshua commanded the scribes of the people, saying,
1.11    Go into the midst of the camp of the people, and command the people, saying, Prepare provisions; for yet three days and ye shall go over this Jordan, entering in to take possession of the land, wich the Lord God of your fathers gives to you.
1.12    And to Ruben, and to Gad, and to the half tribe of Manasse, Joshua said,
1.13    Remember the word which Moses the servant of the Lord commanded you, saying, the Lord your God has caused you to rest, and has given you this land.
1.14    Let your wives and your children and your cattle dwell in the land, which he has given you; and ye shall go over well armed before your brethren, every one of you who is strong; and ye shall fight on their side;
1.15    until the Lord your God shall have given your brethren rest, as also to you, and they also shall have inherited the land, which the Lord your God gives them; then ye shall depart each one to his inheritance, which Moses gave you beyond Jordan eastward.
1.16    And they answered Joshua and said, We will do all things which thou commandest us, and we will go to every place whither thou shalt send us.
1.17    Whereinsoever we hearkened to Moses we will hearken to thee; only let the Lord our God be with thee, as he was with Moses.
1.18    And whosoever shall disobey thee, and whosoever shall not hearken to thy words as thou shalt command him, let him die; but be thou strong and courageous.


- Chapitre / chapter 2 -
2.1     Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων Ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ιεριχω. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ρααβ, καὶ κατέλυσαν ἐκεῖ.
2.2     καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ιεριχω λέγοντες Εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ισραηλ κατασκοπεῦσαι τὴν γῆν.
2.3     καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἶπεν πρὸς Ρααβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.
2.4     καὶ λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰσεληλύθασιν πρός με οἱ ἄνδρες·
2.5     ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον· οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.
2.6     αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος.
2.7     καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ιορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν
2.8     καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς
2.9     καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν *κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ᾽ ἡμᾶς·
2.10    ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν *κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων καὶ Ωγ, οὓς ἐξωλεθρεύσατε αὐτούς·
2.11    καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι *κύριος ὁ θεὸς ὑμῶν θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.
2.12    καὶ νῦν ὀμόσατέ μοι *κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσετε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου
2.13    καὶ ζωγρήσετε τὸν οἶκον τοῦ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου.
2.14    καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ᾽ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδῷ *κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν.
2.15    καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος
2.16    καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.
2.17    καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτήν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·
2.18    ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι᾽ ἧς κατεβίβασας ἡμᾶς δι᾽ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.
2.19    καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.
2.20    ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ.
2.21    καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν οὕτως ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς.
2.22    καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν.
2.23    καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς.
2.24    καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν *κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ᾽ ἡμῶν.

- Chapitre / chapter 2 -
2.1     And Joshua the son of Naue sent out of Sattin two young men to spy [the land], saying, Go up and view the land and Jericho: and the two young men went and entered into Jericho; and they entered into the house of a harlot, whose name [was] Raab, and lodged there.
2.2     An it was reported to the king of Jericho, saying, Men of the sons of Israel have come in hither to spy the land.
2.3     And the king of Jericho sent and spoke to Raab, saying, Bring out the men that entered into thine house this night; for they are come to spy out the land.
2.4     And the woman took the two men and hid them; and she spoke to the messengers, saying, The men came in to me,
2.5     but when the gate was shut in the evening, the men went out; I know not whither they are gone: follow after them, if ye may overtake them.
2.6     But she [had] brought them up upon the house, and hid them in the flax-stalks that were spread by her on the house.
2.7     And the men followed after them in the way to Jordan to the fords; and the gate was shut.
2.8     And it came to pass when the men who pursued after them were gone forth, and before the spies had lain down to sleep, that she came up to them on the top of the house;
2.9     and she said to them, I know that the Lord has given you the land; for the fear of you has fallen upon us.
2.10    For we have heard that the Lord God dried up the Red Sea before you, when ye came out of the land of Egypt, and all that he did to the two kings of the Amorites, who were beyond Jordan, to Seon and Og, whom ye utterly destroyed.
2.11    And when we heard it we were amazed in our heart, and there was no longer any spirit in any of us because of you, for the Lord your god [is] God in heaven above, and on the earth beneath.
2.12    And now swear to me by the Lord God; since I deal mercifully with you, so do ye also deal mercifully with the house of my father:
2.13    and save alive the house of my father, my mother, and my brethren, and all my house, and all that they have, and ye shall rescue my soul from death.
2.14    And the men said to her, Our life for yours [even] to death: and she said, When the Lord shall have delivered the city to you, ye shall deal mercifully and truly with me.
2.15    And she let them down by the window;
2.16    and she said to them, Depart into the hill-country, lest the pursuers meet you, and ye shall be hidden there three days until your pursuers return from after you, and afterwards ye shall depart on your way.
2.17    And the men said to her, We are clear of this thy oath.
2.18    Behold, we shall enter into a part of the city, and thou shalt set a sign; thou shalt bind this scarlet cord in the window, by which thou hast let us down, and thou shalt bring in to thyself, into thy house, thy father, and thy mother, and thy brethren, and all the family of thy father.
2.19    And it shall come to pass that whosoever shall go outside the door of thy house, his guilt shall be upon him, and we shall be quit of this thine oath; and we will be responsible for all that shall be found with thee in thy house.
2.20    But if any one should injure us, or betray these our matters, we shall be quit of this thine oath.
2.21    And she said to them, Let it be according to your word; and she sent them out, and they departed.
2.22    And they came to the hill-country, and remained there three days; and the pursuers searched all the roads, and found them not.
2.23    And the two young men returned, and came down out of the mountain; and they went over to Joshua the son of Naue, and told him all things that had happened to them.
2.24    And they said to Joshua, The Lord has delivered all the land into our power, and all the inhabitants of that land tremble because of us.

- Chapitre / chapter 3 -
3.1     Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί, καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
3.2     καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
3.3     καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες Ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς·
3.4     ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσθε, μὴ προσεγγίσητε αὐτῇ, ἵν ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ᾽ ἐχθὲς καὶ τρίτης ἡμέρας.
3.5     καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ Ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν *κύριος θαυμαστά.
3.6     καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν Ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
3.7     καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
3.8     καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε.
3.9     καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα *κυρίου τοῦ θεοῦ ἡμῶν.
3.10    ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον·
3.11    ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην.
3.12    προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ᾽ ἑκάστης φυλῆς.
3.13    καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου, τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
3.14    καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην, οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ.
3.15    ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου — ὁ δὲ Ιορδάνης ἐπλήρου καθ᾽ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν — ,
3.16    καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω.
3.17    καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην.

- Chapitre / chapter 3 -
3.1     And Joshua rose up early in the morning, and departed from Sattin; and they came as far as Jordan, and lodged there before they crossed over.
3.2     And it came to pass after three days, [that] the scribes went through the camp;
3.3     and they charged the people, saying, When ye shall see the ark of the covenant of the Lord our God, and our priests and the Levites bearing it, ye shall depart from your places, and ye shall go after it.
3.4     But let there be a distance between you and it; ye shall stand as much as two thousand cubits [from it]. Do not draw nigh to it, that ye may know the way which ye are to go; for ye have not gone the way before.
3.5     And Joshua said to the people, Sanctify yourselves against to-morrow, for to-morrow the Lord will do wonders among you.
3.6     And Joshua said to the priests, Take up the ark of the covenant of the Lord, and go before the people: and the priests took up the ark of the covenant of the Lord, and went before the people.
3.7     And the Lord said to Joshua, This day do I begin to exalt thee before all the children of Israel, that they may know that as I was with Moses, so will I also be with thee.
3.8     And now charge the priests that bear the ark of the covenant, saying, As soon as ye shall enter on a part of the water of Jordan, then ye shall stand in Jordan.
3.9     And Joshua said to the children of Israel, Come hither, and hearken to the word of the Lord our God.
3.10    Hereby ye shall know that the living God [is] among you, and will utterly destroy from before our face the Chananite, and the Chettite and Pherezite, and the Evite, and the Amorite, and the Gergesite, and the Jebusite.
3.11    Behold, the ark of the covenant of the Lord of all the earth passes over Jordan.
3.12    Choose for yourselves twelve men of the sons of Israel, one of each tribe.
3.13    And it shall come to pass, when the feet of the priests that bear the ark of the covenant of the Lord of the whole earth rest in the water of Jordan, the water of Jordan [below] shall fail, and the water coming down from above shall stop.
3.14    And the people removed from their tents to cross over Jordan, and the priests bore the ark of the covenant of the Lord before the people.
3.15    And when the priests that bore the ark of the covenant of the Lord entered upon Jordan, and the feet of the priests that bore the ark of the covenant of the Lord were dipped in part of the water of Jordan; (now Jordan overflowed all its banks about the time of wheat harvest:)
3.16    then the waters that came down from above stopped; there stood one solid heap very far off, as far as the region of Kariathiarim, and the lower part came down to the sea of Araba, the salt sea, till it completely failed; and the people stood opposite Jericho.
3.17    And the priests that bore the ark of the covenant of the Lord stood on dry land in the midst of Jordan; and all the children of Israel went through on dry land, until all the people had completely gone over Jordan.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην, καὶ εἶπεν *κύριος τῷ Ἰησοῖ λέγων
4.2     Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ᾽ ἑκάστης φυλῆς,
4.3     σύνταξον αὐτοῖς λέγων Ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
4.4     καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ᾽ ἑκάστης φυλῆς,
4.5     εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου *κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ,
4.6     ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν;
4.7     καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων Ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης *κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.
4.8     καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ, καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου, καθάπερ συνέταξεν *κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.
4.9     ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
4.10    εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο *κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.
4.11    καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης *κυρίου ,καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.
4.12    καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.
4.13    τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον *κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν.
4.14    ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν *κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ, καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.
4.15    Καὶ εἶπεν *κύριος τῷ Ἰησοῖ λέγων
4.16    Ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου.
4.17    καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων Ἔκβητε ἐκ τοῦ Ιορδάνου.
4.18    καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι᾽ ὅλης τῆς κρηπῖδος.
4.19    καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω.
4.20    καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγαλοις
4.21    λέγων Ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες Τί εἰσιν οἱ λίθοι οὗτοι;
4.22    ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι Ἐπὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνην
4.23    ἀποξηράναντος *κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν, καθάπερ ἐποίησεν *κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανεν *κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν,
4.24    ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ *κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησθε *κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ.

- Chapitre / chapter 4 -
4.1     And when the people had completely passed over Jordan, the Lord spoke to Joshua, saying,
4.2     Take men from the people, one of each tribe,
4.3     and charge them; and ye shall take out of the midst of Jordan twelve fit stones, and having carried them across together with yourselves, place them in your camp, where ye shall encamp for the night.
4.4     and Joshua having called twelve men of distinction among the children of Israel, one of each tribe,
4.5     said to them, Advance before me in the presence of the Lord into the midst of Jordan, and each having taken up a stone from thence, let him carry it on his shoulders, according to the number of the twelve tribes of Israel:
4.6     that these may be to you continually for an appointed sign, that when thy son asks thee in future, saying, What are these stones to us?
4.7     then thou mayest explain to thy son, saying, The river Jordan was dried up from before the ark of the covenant of the Lord of the whole earth, when it passed it: and these stones shall be for a memorial for you for the children of Israel for ever.
4.8     And the children of Israel did so, as the Lord commanded Joshua; and they took up twelve stones out of the midst of Jordan, (as the Lord commanded Joshua, when the children of Israel had completely passed over,) and carried these stones with them into the camp, and laid them down there.
4.9     And Joshua set also other twelve stones in Jordan itself, in the place that was under the feet of the priests that bore the ark of the covenant of the Lord; and there they are to this day.
4.10    And the priests that bore the ark of the covenant stood in Jordan, until Joshua [had] finished all that the Lord commanded him to report to the people; and the people hasted and passed over.
4.11    And it came to pass when all the people had passed over, that the ark of the covenant of the Lord passed over, and the stones before them.
4.12    And the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse passed over armed before the children of Israel, as Moses commanded them.
4.13    Forty thousand armed for battle went over before the Lord to war, to the city of Jericho.
4.14    In that day the Lord magnified Joshua before all the people of Israel; and they feared him, as [they did] Moses, as long as he lived.
4.15    And the Lord spoke to Joshua, saying,
4.16    Charge the priests that bear the ark of the covenant of the testimony of the Lord, to go up out of Jordan.
4.17    And Joshua charged the priests, saying, Go up out of Jordan.
4.18    And it came to pass when the priests who bore the ark of the covenant of the Lord were gone up out of Jordan, and set their feet upon the land, [that] the water of Jordan returned impetuously to its place, and went as before over all its banks.
4.19    And the people went up out of Jordan on the tenth day of the first month; and the children of Israel encamped in Galgala in the region eastward from Jericho.
4.20    And Joshua set these twelve stones which he took out of Jordan, in Galgala,
4.21    saying, When your sons ask you, saying, What are these stones?
4.22    Tell your sons, that Israel went over this Jordan on dry land,
4.23    when the Lord our God had dried up the water of Jordan from before them, until they had passed over; as the Lord our God did to the Red Sea, which the Lord our God dried up from before us, until we passed over.
4.24    That all the nations of the earth might know, that the power of the Lord is mighty, and that ye might worship the Lord our God in every work.

- Chapitre / chapter 5 -
5.1     Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν *κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
5.2     Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν *κύριος τῷ Ἰησοῖ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ.
5.3     καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν.
5.4     ὃν δὲ τρόπον περιεκάθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ισραηλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου,
5.5     πάντας τούτους περιέτεμεν Ἰησοῦς·
5.6     τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τῇ ἐρήμῳ τῇ Μαδβαρίτιδι, διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ *θεοῦ, οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσεν *κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν, γῆν ῥέουσαν γάλα καὶ μέλι.
5.7     ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους.
5.8     περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν.
5.9     καὶ εἶπεν *κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾽ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γαλγαλα.
5.10    Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν Ιεριχω ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῷ πεδίῳ
5.11    καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. ἐν ταύτῃ τῇ ἡμέρᾳ
5.12    ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ισραηλ μαννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
5.13    Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ιεριχω, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;
5.14    ὁ δὲ εἶπεν αὐτῷ Ἐγὼ ἀρχιστράτηγος δυνάμεως *κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;
5.15    καὶ λέγει ὁ ἀρχιστράτηγος *κυρίου πρὸς Ἰησοῦν Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ᾽ ᾧ σὺ ἕστηκας, ἅγιός ἐστιν.

- Chapitre / chapter 5 -
5.1     And it came to pass when the kings of the Amorites who were beyond Jordan heard, and the kings of Phoenicia by the sea, that the Lord God had dried up the river Jordan from before the children of Israel when they passed over, that their hearts failed, and they were terror-stricken, and there was no sense in them because of the children of Israel.
5.2     And about this time the Lord said to Joshua, Make thee stone knives of sharp stone, and sit down and circumcise the children of Israel the second time.
5.3     And Joshua made sharp knives of stone, and circumcised the children of Israel at the place called the "Hill of Foreskins."
5.4     And [this is] the way in which Joshua purified the children of Israel; as many as were born in the way, and as many as were uncircumcised of them that came out of Egypt,
5.5     all these Joshua circumcised; for forty and two years Israel wondered in the wilderness of Mabdaris--
5.6     Wherefore most of the fighting men that came out of the land of Egypt, were uncircumcised, who disobeyed the commands of God; concerning whom also he determined that they should not see the land, which the Lord sware to give to their fathers, [even] a land flowing with milk and honey.
5.7     And in their place he raised up their sons, whom Joshua circumcised, because they were uncircumcised, having been born by the way.
5.8     And when they had been circumcised they rested continuing there in the camp till they were healed.
5.9     And the Lord said to Joshua the son of Naue, On this day have I removed the reproach of Egypt from you: and he called the name of that place Galgala.
5.10    And the children of Israel kept the passover on the fourteenth day of the month at evening, to the westward of Jericho on the opposite side of the Jordan in the plain.
5.11    And they ate of the grain of the earth unleavened and new [corn].
5.12    In this day the manna failed, after they had eaten of the corn of the land, and the children of Israel no longer had manna: and they took the fruits of the land of the Phoenicians in that year.
5.13    And it came to pass when Joshua was in Jericho, that he looked up with his eyes and saw a man standing before him, and [there was] a drawn sword in his hand; and Joshua drew near and said to him, Art thou for us or on the side of our enemies?
5.14    And he said to him, I am now come, the chief captain of the host of the Lord. And Joshua fell on his face upon the earth, and said to him, Lord, what commandest thou thy servant?
5.15    And the captain of the Lord's host said to Joshua, Loose thy shoe off thy feet, for the place whereon thou now standest is holy.

- Chapitre / chapter 6 -
6.1     Καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο.
6.2     καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι·
6.3     σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ,
6.4     (vide)
6.5     καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.
6.6     καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυη πρὸς τοὺς ἱερεῖς
6.7     καὶ εἶπεν αὐτοῖς λέγων Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον *κυρίου·
6.8     καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ *κυρίου καὶ σημαινέτωσαν εὐτόνως, καὶ ἡ κιβωτὸς τῆς διαθήκης *κυρίου ἐπακολουθείτω·
6.9     οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες.
6.10    τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων Μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν, ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε.
6.11    καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ *θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ.
6.12    καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου,
6.13    καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον *κυρίου, καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης *κυρίου· καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
6.14    καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.
6.15    καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·
6.16    καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Κεκράξατε· παρέδωκεν γὰρ *κύριος ὑμῖν τὴν πόλιν.
6.17    καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, *κυρίῳ σαβαωθ· πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.
6.18    ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς·
6.19    καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ *κυρίῳ, εἰς θησαυρὸν *κυρίου εἰσενεχθήσεται.
6.20    καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων, ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ. καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν.
6.21    καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.
6.22    καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς Εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ.
6.23    καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα, ὅσα ἦν αὐτῇ, καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ισραηλ.
6.24    καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ, πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν *κυρίου εἰσενεχθῆναι.
6.25    καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς, καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας, οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω.
6.26    καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον *κυρίου λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.
6.27    Καὶ ἦν *κύριος μετὰ Ἰησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.

- Chapitre / chapter 6 -
6.1     Now Jericho was closely shut up and besieged, and none went out of it, and none came in.
6.2     And the Lord said to Joshua, Behold, I deliver Jericho into thy power, and its king in it, [and its] mighty men.
6.3     And do thou set the men of war round about it.
6.4     [vide]
6.5     And it shall be [that] when ye shall sound with the trumpet, all the people shall shout together. And when They have shouted, the walls of the city shall fall of themselves; and all the people shall enter, each one rushing direct into the city.
6.6     And Joshua the [son] of Naue went in to the priests, and spoke to them, saying, And let seven priests having seven sacred trumpets proceed thus before the Lord, and let them sound loudly; and let the ark of the covenant of the Lord follow.
6.7     Charge the people to go round, and encompass the city; and let your men of war pass on armed before the Lord.
6.8     [vide]
6.9     And let the men of war proceed before, and the priests bringing up the rear behind the ark of the covenant of the Lord [proceed] sounding the trumpets.
6.10    And Joshua commanded the people, saying, Cry not out, nor let any one hear your voice, until he himself declare to you the time to cry out, and then ye shall cry out.
6.11    And the ark of the covenant of God having gone round immediately returned into the camp, and lodged there.
6.12    And on the second day Joshua rose up in the morning, and the priests took up the ark of the covenant of the Lord.
6.13    And the seven priests bearing the seven trumpets went on before the Lord; and afterwards the men of war went on, and the remainder of the multitude went after the ark of the covenant of the Lord, and the priests sounded with the trumpets.
6.14    And all the rest of the multitude compassed the city six times from within a short distance, and went back again into the camp; this they did six days.
6.15    And on the seventh day they rose up early, and compassed the city on that day seven times.
6.16    And it came to pass at the seventh circuit the priests blew the trumpets; and Joshua said to the children of Israel, Shout, for the Lord has given you the city.
6.17    And the city shall be devoted, it and all things that are in it, to the Lord of Hosts: only do ye save Raab the harlot, and all things in her house.
6.18    But keep yourselves strictly from the accursed thing, lest ye set your mind upon and take of the accursed thing, and ye make the camp of the children of Israel and accursed thing, and destroy us.
6.19    And all the silver, or gold, or brass, or iron, shall be holy to the Lord; it shall be carried into the treasury of the Lord.
6.20    And the priests sounded with the trumpets: and when the people heard the trumpets, all the people shouted at once with a loud and strong shout; and all the wall fell round about, and all the people went up into the city:
6.21    and Joshua devoted it to destruction, and all things that were in the city, man and woman, young man and old, and calf and ass, with the edge of the sword.
6.22    And Joshua said to the two young men who had acted a spies, Go into the house of the woman, and bring her out thence, and all that she has.
6.23    And the two young men who had spied out the city entered into the house of the woman, and brought out Raab the harlot, and her father, and her mother, and her brethren, and her kindred, and all that she had; and they set her without the camp of Israel.
6.24    And the city was burnt with fire with all things that were in it; only of the silver, and gold, and brass, and iron, they gave to be brought into the treasury of the Lord.
6.25    And Joshua saved alive Raab the harlot, and all the house of her father, and caused her to dwell in Israel until this day, because she hid the spies which Joshua sent to spy out Jericho.
6.26    And Joshua adjured [them] on that day before the Lord, saying, Cursed [be] the man who shall build that city: he shall lay the foundation of it in his first-born, and he shall set up the gates of it in his youngest son. And so did Hozan of Baethel; he laid the foundation in Abiron his first-born, and set up the gates of it in his youngest surviving son.
6.27    And the Lord was with Joshua, and his name was in all the land.

- Chapitre / chapter 7 -
7.1     Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη ὀργῇ *κύριος τοῖς υἱοῖς Ισραηλ.
7.2     καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαι, ἥ ἐστιν κατὰ Βαιθηλ, λέγων Κατασκέψασθε τὴν Γαι· καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι.
7.3     καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ᾽ ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν.
7.4     καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαι.
7.5     καὶ ἀπέκτειναν ἀπ᾽ αὐτῶν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.
7.6     καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον *κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
7.7     καὶ εἶπεν Ἰησοῦς Δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ιορδάνην παραδοῦναι αὐτὸν τῷ Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ιορδάνην.
7.8     καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;
7.9     καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
7.10    καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Ἀνάστηθι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;
7.11    ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.
7.12    οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ᾽ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
7.13    ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει *κύριος ὁ θεὸς Ισραηλ Τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν, οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.
7.14    καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ *κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ *κύριος, προσάξετε κατ᾽ οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ *κύριος, προσάξετε κατ᾽ ἄνδρα·
7.15    καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην *κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ.
7.16    καὶ ὤρθρισεν Ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς, καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα·
7.17    καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος ὁ Ζαραι· καὶ προσήχθη κατὰ ἄνδρα,
7.18    καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱοῦ Ζαρα.
7.19    καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Δὸς δόξαν σήμερον τῷ *κυρίῳ θεῷ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ᾽ ἐμοῦ.
7.20    καὶ ἀπεκρίθη Αχαρ τῷ Ἰησοῖ καὶ εἶπεν Ἀληθῶς ἥμαρτον ἐναντίον *κυρίου θεοῦ Ισραηλ· οὕτως καὶ οὕτως ἐποίησα·
7.21    εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
7.22    καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.
7.23    καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ισραηλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι *κυρίου.
7.24    καὶ ἔλαβεν Ἰησοῦς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ.
7.25    καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Τί ὠλέθρευσας ἡμᾶς; ἐξολεθρεύσαι σε *κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ισραηλ.
7.26    καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο *κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης.

- Chapitre / chapter 7 -
7.1     But the children of Israel committed a great trespass, and purloined [part] of the accursed thing; and Achar the son of Charmi, the son of Zambri, the son of Zara, of the tribe of Juda, took of the accursed thing; and the Lord was very angry with the children of Israel.
7.2     And Joshua sent en to Gai, which is by Baethel, saying, Spy out Gai: and the men went up and spied Gai.
7.3     And they returned to Joshua, and said to him, Let not all the people go up, but let about two or three thousand men go up and take the city by siege: carry not up thither the whole people, for [the enemy] are few.
7.4     And there went up about three thousand men, and they fled from before the men of Gai.
7.5     And the men of Gai slew of them to the number of thirty-six men, and they pursued them from the gate, and destroyed them from the steep hill; and the heart of the people was alarmed and became as water.
7.6     And Joshua tore his garments; and Joshua fell on the earth on his face before the Lord until evening, he and the elders of Israel; and they cast dust on their heads.
7.7     And Joshua said, I pray, Lord, wherefore has thy servant brought this people over Jordan to deliver them to the Amorite to destroy us? would we had remained and settled ourselves beyond Jordan.
7.8     And what shall I say since Israel has turned his back before his enemy?
7.9     And when the Chananite and all the inhabitants of the land hear it, they shall compass us round and destroy us from off the land: and what wilt thou do [for] thy great name?
7.10    And the Lord said to Joshua, Rise up; why hast thou fallen upon thy face?
7.11    The people has sinned, and transgressed the covenant which I made with them; they have stolen from the cursed thing, and put it into their store.
7.12    And the children of Israel will not be able to stand before their enemies; they will turn their back before their enemies, for they have become an accursed thing: I will not any longer be with you, unless ye remove the cursed thing from yourselves.
7.13    Rise, sanctify the people and tell them to sanctify themselves for the morrow: thus says the Lord God of Israel, The accursed thing is among you; ye shall not be able to stand before your enemies, until ye shall have removed the cursed thing from among you.
7.14    And ye shall all be gathered together by your tribes in the morning, and it shall come to pass that the tribe which the Lord shall shew, ye shall bring by families; and the family which the Lord shall shew, ye shall bring by households; and the household which the Lord shall shew, ye shall bring man by man.
7.15    And the man who shall be pointed out, shall be burnt with fire, and all that he has; because he has transgressed the covenant of the Lord, and has wrought wickedness in Israel.
7.16    And Joshua rose up early, and brought the people by their tribes; and the tribe of Juda was pointed out.
7.17    And it was brought by their families, and family of the Zaraites was pointed out.
7.18    And it was brought man by man, and Achar the son of Zambri the son of Zara was pointed out.
7.19    And Joshua said to Achar, Give glory this day to the Lord God of Israel, and make confession; and tell me what thou hast done, and hide it not from me.
7.20    And Achar answered Joshua, and said, Indeed I have sinned against the Lord God of Israel: thus and thus have I done:
7.21    I saw in the spoil an embroidered mantle, and two hundred didrachms of silver, and one golden wedge of fifty didrachms, and I desired them and took them; and, behold, they are hid in my tent, and the silver is hid under them.
7.22    And Joshua sent messengers, and they ran to the tent into the camp; and these things were hidden in his tent, and the silver under them.
7.23    And they brought them out of the tent, and brought them to Joshua and the elders of Israel, and they laid them before the Lord.
7.24    And Joshua took Achar the son of Zara, and brought him to the valley of Achor, and his sons, and his daughters, and his calves, and his asses, and all his sheep, and his tent, and all his property, and all the people [were] with him; and he brought them to Emec Achor.
7.25    And Joshua said to Achar, Why hast thou destroyed us? the Lord destroy thee as at this day. And all Israel stoned him with stones.
7.26    And they set up over him a great heap of stones; and the Lord ceased from his fierce anger. Therefore he called the place Emecachr until this day.

- Chapitre / chapter 8 -
8.1     Καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιάσῃς· λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι καὶ τὴν γῆν αὐτοῦ.
8.2     καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.
8.3     καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαι. ἐπέλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.
8.4     καὶ ἐνετείλατο αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι.
8.5     καὶ ἐγὼ καὶ πάντες οἱ μετ᾽ ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαι εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.
8.6     καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν.
8.7     ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν.
8.8     κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.
8.9     καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τῆς Γαι.
8.10    καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαι.
8.11    καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ᾽ αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ᾽ ἀνατολῶν,
8.12    καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης.
8.13    (vide)
8.14    καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι, ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ᾽ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.
8.15    καὶ εἶδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν.
8.16    καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως·
8.17    οὐ κατελείφθη οὐθεὶς ἐν τῇ Γαι, ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ.
8.18    καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν — εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν — , καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν,
8.19    καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.
8.20    καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.
8.21    καὶ Ἰησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι.
8.22    καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
8.23    καὶ τὸν βασιλέα τῆς Γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν.
8.24    καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ᾽ αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας.
8.25    καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαι,
8.26    (vide)
8.27    πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα *κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ.
8.28    καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.
8.29    καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης.
8.30    Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον *κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ,
8.31    καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων *κυρίου τοῖς υἱοῖς Ισραηλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ᾽ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα *κυρίῳ καὶ θυσίαν σωτηρίου.
8.32    καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ.
8.33    καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης *κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων *κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.
8.34    καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ·
8.35    οὐκ ἦν ῥῆμα ἀπὸ πάντων, ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ, τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ.

- Chapitre / chapter 8 -
8.1     And the Lord said to Joshua, Fear not, nor be timorous: take with thee all the men of war, and arise, go up to Gai; behold, I have given into thy hands the king of Gai, and his land.
8.2     And thou shalt do to Gai, as thou didst to Jericho and its king; and thou shalt take to thyself the spoil of its cattle; set now for thyself an ambush for the city behind.
8.3     And Joshua and all the men of war rose to go up to Gai; and Joshua chose out thirty thousand mighty men, and he sent them away by night.
8.4     And he charged them, saying, Do ye lie in ambush behind the city: do not go far from the city, and ye shall all be ready.
8.5     Land I and all with me will draw near to the city: and it shall come to pass when the inhabitants of Gai shall come forth to meet us, as before, that we will flee from before them.
8.6     And when they shall come out after us, we will draw them away from the city; and they will say, These men flee from before us, as also before.
8.7     And ye shall rise up out of the ambuscade, and go into the city.
8.8     Ye shall do according to this word, lo! I have commanded you.
8.9     And Joshua sent them, and they went to lie in ambush; and they lay between Baethel and Gai, westward of Gai.
8.10    And Joshua rose up early in the morning, and numbered the people; and he went up, he and the elders before the people to Gai.
8.11    And all the men of war went up with him, and they went forward and came over against the city eastward.
8.12    And the ambuscade [was] on the west side of the city.
8.13    [vide]
8.14    And it came to pass when the king of Gai saw [it], he hasted and went out to meet them direct to the battle, he and all the people [that were] with him: and he knew not that there was an ambuscade [formed] against him behind the city.
8.15    And Joshua and Israel saw, and retreated from before them.
8.16    And they pursued after the children of Israel, and they themselves went to a distance from the city.
8.17    There was no one left in Gai who did not pursue after Israel; and they left the city open, and pursued after Israel.
8.18    And the Lord said to Joshua, Stretch forth thy hand with the spear that is in thy hand toward the city, for I have delivered it into thy hands; and the liers in wait shall rise up quickly out of their place.
8.19    And Joshua stretched out his hand [and] his spear toward the city, and the ambuscade rose up quickly out of their place; and they came forth when he stretched out his hand; and they entered into the city, and took it; and they hasted and burnt the city with fire.
8.20    And when the inhabitants of Gai looked round behind them, then they saw the smoke going up out of the city to heaven, and they were no longer able to flee this way or that way.
8.21    And Joshua and all Israel saw that the ambuscade had taken the city, and that the smoke of the city went up to heaven; and they turned and smote the men of Gai.
8.22    And these came forth out of the city to meet them; and they were in the midst of the army, some [being] on this side, and some on that; and they smote them until there was not left of them one who survived and escaped.
8.23    And they took the king of Gai alive, and brought him to Joshua.
8.24    And when the children of Israel had ceased slaying all that were in Gai, and in the fields, and in the mountain on the descent, from whence they pursued them [even] to the end, then Joshua returned to Gai, and smote it with the edge of the sword.
8.25    And they that fell in that day, men and women, were twelve thousand: [they slew] all the inhabitants of Gai.
8.26    [vide]
8.27    Beside the spoils that were in the city, all things which the children of Israel took as spoil for themselves according to the command of the Lord, as the Lord commanded Joshua.
8.28    And Joshua burnt the city with fire: he made it an uninhabited heap for ever, [even] to this day.
8.29    And he hanged the king of Gai on a gallows; and he remained on the tree till evening: and when the sun went down, Joshua gave charge, and they took down his body from the tree, and cast it into a pit, and they set over him a heap of stones until this day.
8.30    Then Joshua built an altar to the Lord God of Israel in mount Gaebal,
8.31    as Moses the servant of the Lord commanded the children of Israel, as it is written in the law of Moses, an altar of unhewn stones, on which iron had not been lifted up; and he offered there whole-burnt-offerings to the Lord, and a peace-offering.
8.32    And Joshua wrote upon the stones a copy of the law, [even] the law of Moses, before the children of Israel.
8.33    And all Israel, and their elders, and their judges, and their scribes, passed on one side and on the other before the ark; and the priests and the Levites took up the ark of the covenant of the Lord; and the stranger and the native [were there], who were half of them near mount Garizin, and half near mount Gaebal, as Moses the servant of the Lord commanded at first, to bless the people.
8.34    And afterwards Joshua read accordingly all the words of this law, the blessings and the curses, according to all things written in the law of Moses.
8.35    There was not a word of all that Moses charged Joshua, which Joshua read not in the ears of all the assembly of the children of Israel, the men, and the women, and the children, and the strangers that joined themselves to Israel.

- Chapitre / chapter 9 -
9.1     Ὡς δ᾽ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι,
9.2     συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες.
9.3     Καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα, ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι.
9.4     καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,
9.5     καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.
9.6     καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ Ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
9.7     καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον Ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;
9.8     καὶ εἶπαν πρὸς Ἰησοῦν Οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;
9.9     καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι *κυρίου τοῦ θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
9.10    καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν, ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραιν.
9.11    καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς Οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
9.12    οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς, νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι·
9.13    καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.
9.14    καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ *κύριον οὐκ ἐπηρώτησαν.
9.15    καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
9.16    καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν.
9.17    καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν.
9.18    καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες *κύριον τὸν θεὸν Ισραηλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν.
9.19    καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς *κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·
9.20    τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ᾽ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·
9.21    ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
9.22    καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν·
9.23    καὶ νῦν ἐπικατάρατοί ἐστε, οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου.
9.24    καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες Ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν *κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
9.25    καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
9.26    καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
9.27    καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ *θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον, ὃν ἐὰν ἐκλέξηται κύριος.

- Chapitre / chapter 9 -
9.1     And when the kings of the Amorites on the other side of Jordan, who were in the mountain country, and in the plain, and in all the coast of the great sea, and those who were near Antilibanus, and the Chettites, and the Chananites, and the Pherezites, and the Evites, and the Amorites, and the Gergesites, and the Jebusites, heard [of it],
9.2     they came all together at the same time to make war against Joshua and Israel.
9.3     And the inhabitants of Gabaon heard of all that the Lord did to Jericho and Gai.
9.4     And they also wrought craftily, and they went and made provision and prepared themselves; and having taken old sacks on their shoulders, and old and rent and patched bottles of wine,
9.5     and the upper part of their shoes and their sandals old and clouted on their feet, and their garments ld upon them-- and the bread of their provision was dry and mouldy and corrupt.
9.6     And they came to Joshua into the camp of Israel to Galgala, and said to Joshua and Israel, We are come from a far land: now then make a covenant with us.
9.7     And the children of Israel said to the Chorrhaean, Peradventure thou dwellest amongst us; and how should I make a covenant with thee?
9.8     And they said to Joshua, We are thy servants: and Joshua said to them, Whence are ye, and whence have ye come?
9.9     And they said, Thy servants are come from a very far country in the name of the Lord thy God: for we have heard his name, and all that he did in Egypt,
9.10    and all that he did to the kings of the Amorites, who were beyond Jordan, to Seon king of the Amorites, and Og king of Basan, who dwelt in Astaroth and in Edrain.
9.11    And our elders and all that inhabit our land when they heard spoke to us, saying, Take to yourselves provision for the way, and go to meet them; and ye shall say to them, We are thy servants, and now make a covenant with us.
9.12    These [are] the loaves-- we took them hot for our journey on the day on which we came out to come to you; and now they are dried and become mouldy.
9.13    And these [are] the skins of wine which we filled when new, and they are rent; and our garments and our shoes are worn out because of the very long journey.
9.14    And the chiefs took of their provision, and asked not [counsel of] the Lord.
9.15    And Joshua made peace with them, and they made a covenant with them to preserve them; and the princes of the congregation sware to them.
9.16    And it came to pass three days after they had made a covenant with them, they heard that they were near neighbours, and that they dwelt among them.
9.17    And the children of Israel departed and came to their cities; and their cities [were] Gabaon, and Kephira, and Berot, and the cities of Jarin.
9.18    Land the children of Israel fought not with them, because all the princes sware to them by the Lord God of Israel; and all the congregation murmured at the princes.
9.19    And the princes said to all the congregation: We have sworn to them by the Lord God of Israel, and now we shall not be able to touch them.
9.20    This we will do; take them alive, and we will preserve them: so there shall not be wrath against us by reason of the oath which we swore to them.
9.21    They shall live, and shall be hewers of wood and drawers of water to all the congregation, as the princes said to them.
9.22    And Joshua called them together and said to them, Why have ye deceived me, saying, We live very far from you; whereas ye are fellow-countrymen of those who dwell among us?
9.23    And now ye are cursed: there shall not fail of you a slave, or a hewer of wood, or a drawer of water to me and my God.
9.24    And they answered Joshua, saying, It was reported to us what the Lord thy God charged his servant Moses, to give you this land, and to destroy us and all that dwelt on it from before you; and we feared very much for our lives because of you, and [therefore] we did this thing.
9.25    And now, behold, we [are] in your power; do to us as it is pleasing to you, and as it seems [good] to you.
9.26    Land they did so to them; and Joshua rescued them in that day out of the hands of the children of Israel, and they did not slay them.
9.27    And Joshua made them in that day hewers of wood and drawers of water to the whole congregation, and for the altar of God: therefore the inhabitants of Gabaon became hewers of wood and drawers of water for the altar of God until this day, even for the place which the Lord should choose.

- Chapitre / chapter 10 -
10.1    Ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν — ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆσ — καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ,
10.2    καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα· ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί.
10.3    καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων
10.4    Δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαων· αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ.
10.5    καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων, βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν, καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν.
10.6    καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες Μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν· ὅτι συνηγμένοι εἰσὶν ἐφ᾽ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν.
10.7    καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ᾽ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύι.
10.8    καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς· εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν.
10.9    καὶ ἐπιπαρεγένετο ἐπ᾽ αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων.
10.10   καὶ ἐξέστησεν αὐτοὺς *κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα.
10.11   ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ *κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.
10.12   Τότε ἐλάλησεν Ἰησοῦς πρὸς *κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ εἶπεν Ἰησοῦς Στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων.
10.13   καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.
10.14   καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι *θεὸν ἀνθρώπου, ὅτι *κύριος συνεπολέμησεν τῷ Ισραηλ.
10.15   (vide)
10.16   Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα.
10.17   καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες Εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα.
10.18   καὶ εἶπεν Ἰησοῦς Κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ᾽ αὐτούς,
10.19   ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκεν γὰρ αὐτοὺς *κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
10.20   καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς,
10.21   καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδα ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ισραηλ τῇ γλώσσῃ αὐτοῦ.
10.22   καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.
10.23   καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ.
10.24   καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς Προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.
10.25   καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως ποιήσει *κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.
10.26   καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.
10.27   καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
10.28   Καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω.
10.29   Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα.
10.30   καὶ παρέδωκεν αὐτὴν *κύριος εἰς χεῖρας Ισραηλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω.
10.31   Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.
10.32   καὶ παρέδωκεν *κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνα.
10.33   τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τῇ Λαχις, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα.
10.34   Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν.
10.35   καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχις.
10.36   Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν.
10.37   καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσῳσμένος· ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ, ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.
10.38   Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν
10.39   ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον· ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς.
10.40   Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσῳσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν, ὃν τρόπον ἐνετείλατο *κύριος ὁ θεὸς Ισραηλ.
10.41   ἀπὸ Καδης Βαρνη ἕως Γάζης, πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων,
10.42   καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ, ὅτι *κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ.
10.43   (vide)

- Chapitre / chapter 10 -
10.1    And when Adoni-bezec king of Jerusalem heard that Joshua had taken Gai, and had destroyed it, as he did to Jericho and its king, even so they did to Gai and its king, and that the inhabitants of Gabaon had gone over to Joshua and Israel;
10.2    then they were greatly terrified by them, for [the king] knew that Gabaon [was] a great city, as one of the chief cities, and all its men [were] mighty.
10.3    So Adoni-bezec king of Jerusalem sent to Elam king of Hebron, and to Phidon king of Jerimuth, and to Jephtha king of Lachis, and to Dabin king of Odollam, saying,
10.4    Come up hither to me, and help me, and let us take Gabaon; for the Gabaonites have gone over to Joshua and to the children of Israel.
10.5    And the five kings of the Jebusites went up, the king of Jerusalem, and the king of Chebron, and the king of Jerimuth, and the king of Lachis, and the king of Odollam, they and all their people; and encamped around Gabaon, and besieged it.
10.6    And the inhabitants of Gabaon sent to Joshua into the camp to Galgala, saying, Slack not thy hands from thy servants: come up quickly to us, and help us, and rescue us; for all the kings of the Amorites who dwell in the hill country are gathered together against us.
10.7    And Joshua went up from Galgala, he and all the people of war with him, every one mighty in strength.
10.8    And the Lord said to Joshua, Fear them not, for I have delivered them into thy hands; there shall not one of them be left before you.
10.9    And when Joshua came suddenly upon them, he [had] advanced all the night out of Galgala.
10.10   And the Lord struck them with terror before the children of Israel; and the Lord destroyed them with a great slaughter at Gabaon; and they pursued them by the way of the going up of Oronin, and they smote them to Azeca and to Makeda.
10.11   And when they fled from the face of the children of Israel at the descent of Oronin, then the Lord cast upon them hailstones from heaven to Azeca; and they were more that died by the hailstones, than those whom the children of Israel slew with the sword in the battle.
10.12   Then Joshua spoke to the Lord, in the day in which the Lord delivered the Amorite into the power of Israel, when he destroyed them in Gabaon, and they were destroyed from before the children of Israel: and Joshua said, Let the sun stand over against Gabaon, and the moon over against the valley of Aelon.
10.13   And the sun and the moon stood still, until God executed vengeance on their enemies; and the sun stood still in the midst of heaven; it did not proceed to set till the end of one day.
10.14   And there was not such a day either before or after, so that God should hearken to a man, because the Lord fought on the side of Israel.
10.15   [vide]
10.16   And these five kings fled, and hid themselves in a cave that is in Makeda.
10.17   And it was told Joshua, saying, The five kings have been found hid in the cave that is in Makeda.
10.18   And Joshua said, Roll stones to the mouth of the cave, and set men to watch over them.
10.19   But do not ye stand, but pursue after your enemies, and attack the rear of them, and do not suffer them to enter into their cities; for the Lord our God has delivered them into our hands.
10.20   And it came to pass when Joshua and all Israel ceased destroying them utterly with a very great slaughter, that they that escaped took refuge in the strong cities.
10.21   And all the people returned safe to Joshua to Makeda; and no one of the children of Israel murmured with his tongue.
10.22   And Joshua said, Open the cave, and bring out these five kings out of the cave.
10.23   And they brought out the five kings out of the cave, the king of Jerusalem, and the king of Chebron, and the king of Jerimuth, and the king of Lachis, and the king of Odollam.
10.24   And when they brought them out to Joshua, then Joshua called together all Israel, and the chiefs of the army that went with him, saying to them, Come forward and set your feet on their necks; and they came and set their feet on their necks.
10.25   And Joshua said to them, Do not fear them, neither be cowardly; be courageous and strong, for thus the Lord will do to all your enemies, against whom ye fight.
10.26   And Joshua slew them, and hanged them on five trees; and they hung upon the trees until the evening.
10.27   And it came to pass toward the setting of the sun, Joshua commanded, and they took them down from the trees, and cast them into the cave into which they [had] fled for refuge, and rolled stones to the cave, [which remain] till this day.
10.28   And they took Makeda on that day, and slew the inhabitants with the edge of the sword, and they utterly destroyed every living thing that was in it; and there was none left in it that was preserved and had escaped; and they did to the king of Makeda, as they did to the king of Jericho.
10.29   And Joshua and all Israel with him departed out of Makeda to Lebna, and besieged Lebna.
10.30   And the Lord delivered it into the hands of Israel: and they took it, and its king, and slew the inhabitants with the edge of the sword, and every thing breathing in it; and there was not left in it any that survived and escaped; and they did to its king, as they did to the king of Jericho.
10.31   And Joshua and all Israel with him departed from Lebna to Lachis, and he encamped about it, and besieged it.
10.32   And the Lord delivered Lachis into the hands of Israel; and they took it on the second day, and they put the inhabitants to death with the edge of the sword, and utterly destroyed it, as they had done to Lebna.
10.33   Then Elam the king of Gazer went up to help Lachis; and Joshua smote him and his people with the edge of the sword, until there was not left to him one that was preserved and escaped.
10.34   And Joshua and all Israel with him departed from Lachis to Odollam, and he besieged it and took it.
10.35   And the Lord delivered it into the hand of Israel; and he took it on that day, and slew the inhabitants with the edge of the sword, and slew every thing breathing in it, as they did to Lachis.
10.36   And Joshua and all Israel with him departed to Chebron, and encamped about it.
10.37   And he smote it with the edge of the sword, and all the living creatures that were in it; there was no one preserved: they destroyed it and all things in it, as they did to Odollam.
10.38   And Joshua and all Israel returned to Dabir; and they encamped about it;
10.39   and they took it, and its king, and its villages: and he smote it with the edge of the sword, and they destroyed it, and every thing breathing in it; and they did not leave in it any one that was preserved: as they did to Chebronand her king, so they did to Dabir and her king.
10.40   And Joshua smote all the land of the hill country, and Nageb and the plain country, and Asedoth, and her kings, they did not leave of them one that was saved: and they utterly destroyed every thing that had the breath of life, as the Lord God of Israel commanded,
10.41   from Cades Barne to Gaza, all Gosom, as far as Gabaon.
10.42   And Joshua smote, once for all, all their kings, and their land, because the Lord God of Israel fought on the side of Israel.
10.43   [vide] 

- Chapitre / chapter 11 -
11.1    Ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ, ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ
11.2    καὶ πρὸς τοὺς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ
11.3    καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γῆν Μασσηφα.
11.4    καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ᾽ αὐτῶν ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.
11.5    καὶ συνῆλθον πάντες οἱ βασιλεῖς οὗτοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρρων πολεμῆσαι τὸν Ισραηλ.
11.6    καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ισραηλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
11.7    καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ᾽ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ᾽ αὐτοὺς ἐν τῇ ὀρεινῇ.
11.8    καὶ παρέδωκεν αὐτοὺς *κύριος ὑποχειρίους Ισραηλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τῶν πεδίων Μασσωχ κατ᾽ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον.
11.9    καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ *κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησεν ἐν πυρί.
11.10   Καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
11.11   καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί.
11.12   καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτούς, ὃν τρόπον συνέταξεν Μωυσῆς ὁ παῖς *κυρίου.
11.13   ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ, πλὴν Ασωρ μόνην ἐνέπρησεν Ἰησοῦς.
11.14   καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ, αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἓν ἐμπνέον.
11.15   ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ, καὶ οὕτως ἐποίησεν Ἰησοῦς, οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.
11.16   Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν Ναγεβ καὶ πᾶσαν τὴν γῆν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά,
11.17   τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν καὶ ἀνεῖλεν αὐτοὺς καὶ ἀπέκτεινεν.
11.18   καὶ πλείους ἡμέρας ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
11.19   καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ισραηλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
11.20   ὅτι διὰ *κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ᾽ ἵνα ἐξολεθρευθῶσιν, ὃν τρόπον εἶπεν *κύριος πρὸς Μωυσῆν.
11.21   Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλέθρευσεν αὐτοὺς Ἰησοῦς.
11.22   οὐ κατελείφθη τῶν Ενακιμ ἀπὸ τῶν υἱῶν Ισραηλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη.
11.23   καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο *κύριος τῷ Μωυσῇ, καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη.


- Chapitre / chapter 11 -
11.1    And when Jabis the king of Asor heard, he sent to Jobab king of Maron, and to the king of Symoon, and to the king of Aziph,
11.2    and to the kings who were by the great Sidon, to the hill country and to Araba opposite Keneroth, and to the plain, and to Phenaeddor,
11.3    and to the Chananites on the coast eastward, and to the Amorites on the coast, and the Chettites, and the Pherezites, and the Jebusites in the mountain, and the Evites, and those dwelling under [mount] Aermon in the land Massyma.
11.4    And they and their kings with them went forth, as the sand of the sea in multitude, and horses, and very many chariots.
11.5    And all the kings assembled in person, and came to the same place, and encamped at the waters of Maron to war with Israel.
11.6    And the Lord said to Joshua, Be not afraid of them, for to-morrow [at] this time I will put them to flight before Israel: thou shalt hough their horses, and burn their chariots with fire
11.7    And Joshua and all the men of war came upon them at the water of Maron suddenly; and they attacked them in the hill country.
11.8    And the Lord delivered them into the power of Israel; and they smote them and pursued them to great Sidon, and to Maseron, and to the plains of Massoch eastward; and they destroyed them till there was not one of them left that survived.
11.9    And Joshua did to them, as the Lord commanded him: he houghed their horses, and burned their chariots with fire.
11.10   And Joshua returned at that time, and took Asor and her king; now Asor in former time was the chief of these kingdoms.
11.11   And they slew with the sword all that breathed in it, and utterly destroyed them all, and there was no living thing left in it; and they burnt Asor with fire.
11.12   And Joshua took all the cities of the kingdoms, and their kings, and slew them with the edge of the sword; and utterly slew them, as Moses the servant of the Lord commanded.
11.13   But all the walled cities Israel burnt not; but Israel burnt Asor only.
11.14   And the children of Israel took all its spoils to themselves; and they slew all the men with the edge of the sword, until he destroyed them; they left not one of them breathing.
11.15   As the Lord commanded his servant Moses, even so Moses commanded Joshua; and so Joshua did, he transgressed no precept of all that Moses commanded him.
11.16   And Joshua took all the hill country, and all the land of Nageb, and all the land of Gosom, and the plain country, and that toward the west, and the mountain of Israel and the low country by the mountain;
11.17   from the mountain of Chelcha, and that which goes up to Seir, and as far as Balagad, and the plains of Libanus, under mount Aermon; and he took all their kings, and destroyed, and slew them.
11.18   And for many days Joshua waged war with these kings.
11.19   And there was no city which Israel took not; they took all in war.
11.20   For it was of the Lord to harden their hearts to go forth to war against Israel, that they might be utterly destroyed, that mercy should not be granted to them, but that they should be utterly destroyed, as the Lord said to Moses.
11.21   And Joshua came at that time, and utterly destroyed the Enakim out of the hill country, from Chebron and from Dabir, and from Anaboth, and from all the race of Israel, and from all the mountain of Juda with their cities; and Joshua utterly destroyed them.
11.22   There was not [any one] left of the Enakim by the children of Israel, only there was left of them in Gaza, and in Gath, and in Aseldo.
11.23   And Joshua took all the land, as the Lord commanded Moses; and Joshua gave them for an inheritance to Israel by division according to their tribes; and the land ceased from war.


- Chapitre / chapter 12 -
12.1    Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ᾽ ἀνατολῶν·
12.2    Σηων τὸν βασιλέα τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ, ἥ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ, ὅρια υἱῶν Αμμων,
12.3    καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ᾽ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ασιμωθ, ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα·
12.4    καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραιν
12.5    ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ, ὁρίων Σηων βασιλέως Εσεβων.
12.6    Μωυσῆς ὁ παῖς *κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση.
12.7    Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
12.8    ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ, τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον·
12.9    τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι, ἥ ἐστιν πλησίον Βαιθηλ,
12.10   βασιλέα Ιερουσαλημ, βασιλέα Χεβρων,
12.11   βασιλέα Ιεριμουθ, βασιλέα Λαχις,
12.12   βασιλέα Αιλαμ, βασιλέα Γαζερ,
12.13   βασιλέα Δαβιρ, βασιλέα Γαδερ,
12.14   βασιλέα Ερμαθ, βασιλέα Αραθ,
12.15   βασιλέα Λεβνα, βασιλέα Οδολλαμ,
12.16   βασιλέα Μακηδα,
12.17   βασιλέα Ταφουγ, βασιλέα Οφερ,
12.18   βασιλέα Αφεκ τῆς Σαρων,
12.19   βασιλέα Ασωρ,
12.20   βασιλέα Συμοων, βασιλέα Μαρρων, βασιλέα Αζιφ,
12.21   βασιλέα Καδης, βασιλέα Ταναχ,
12.22   βασιλέα Μαγεδων, βασιλέα Ιεκοναμ τοῦ Χερμελ,
12.23   βασιλέα Δωρ τοῦ Ναφεδδωρ, βασιλέα Γωιμ τῆς Γαλιλαίας,
12.24   βασιλέα Θαρσα· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

- Chapitre / chapter 12 -
12.1    And these [are] the kings of the land, whom the children of Israel slew, and inherited their land beyond Jordan from the east, from the valley of Arnon to the mount of Aermon, and all the land of Araba on the east.
12.2    Seon king of the Amorites, who dwelt in Esebon, ruling from Arnon, which is in the valley, on the side of the valley, and half of Galaad as far as Jaboc, the borders of the children of Ammon.
12.3    And Araba as far as the sea of Chenereth eastward, and as far as the sea of Araba; the salt sea eastward [by] the way to Asimoth, from Thaeman under Asedoth Phasga.
12.4    And Og king of Basan, who dwelt in Astaroth and in Edrain, was left of the giants
12.5    ruling from mount Aermon and from Secchai, and [over] all the land of Basan to the borders of Gergesi, and Machi, and the half of Galaad of the borders of Seon king of Esebon.
12.6    Moses the servant of the Lord and the children of Israel smote them; and Moses gave them by way of inheritance to Ruben, and Gad, and to the half tribe of Manasse.
12.7    And these [are] the kings of the Amorites, whom Joshua and the children of Israel slew beyond Jordan by the sea of Balagad in the plain of Libanus, and as far as the mountain of Chelcha, as men go up to Seir: and Joshua gave it to the tribes of Israel to inherit according to their portion;
12.8    in the mountain, and in the plain, and in Araba, and in Asedoth, and in the wilderness, and Nageb; the Chettite, and the Amorite, and the Chananite, and the Pherezite, and the Evite, and the Jebusite.
12.9    The king of Jericho, and the king of Gai, which is near Baethel;
12.10   the king of Jerusalem, the king of Chebron,
12.11   the king of Jerimuth, the king of Lachis;
12.12   the king of Aelam, the king of Gazer;
12.13   the king of Dabir, the king of Gader:
12.14   the king of Hermath, the king of Ader;
12.15   the king of Lebna, the king of Odollam,
12.16   the king of Elath,
12.17   the king of Taphut, the kin of Opher,
12.18   the king of Ophec of Aroc,
12.19   the king of Asom,
12.20   the king of Symoon, the king of Mambroth, the king of Aziph,
12.21   the king of Cades, the king of Zachac,
12.22   the king of Maredoth, the king of Jecom of Chermel,
12.23   the king of Odollam [belonging to] Phennealdor, the king of Gei of Galilee:
12.24   the king of Thersa: all these [were] twenty-nine kings.

- Chapitre / chapter 13 -
13.1    Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπεν *κύριος πρὸς Ἰησοῦν Σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
13.2    καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη· ὅρια Φυλιστιιμ, ὁ Γεσιρι καὶ ὁ Χαναναῖος·
13.3    ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιιμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ· καὶ τῷ Ευαίῳ
13.4    ἐκ Θαιμαν καὶ πάσῃ γῇ Χανααν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τῶν ὁρίων τῶν Αμορραίων,
13.5    καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ·
13.6    πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ, ὃν τρόπον σοι ἐνετειλάμην.
13.7    καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
13.8    ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση, τῷ Ρουβην καὶ τῷ Γαδ, ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου· δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς *κυρίου
13.9    ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν,
13.10   πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων, ὃς ἐβασίλευσεν ἐν Εσεβων, ἕως τῶν ὁρίων υἱῶν Αμμων
13.11   καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι, πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα,
13.12   πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραιν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.
13.13   καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας.
13.14   πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία· *κύριος ὁ θεὸς Ισραηλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς *κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω.
13.15   Καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ρουβην κατὰ δήμους αὐτῶν.
13.16   καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ
13.17   ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων
13.18   καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ
13.19   καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τῷ ὄρει Εμακ
13.20   καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ
13.21   καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν.
13.22   καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ.
13.23   ἐγένετο δὲ τὰ ὅρια Ρουβην· Ιορδάνης ὅριον. αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
13.24   Ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γαδ κατὰ δήμους αὐτῶν.
13.25   καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ, πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ, ἥ ἐστιν κατὰ πρόσωπον Ραββα,
13.26   καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τῶν ὁρίων Δαβιρ
13.27   καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων, καὶ ὁ Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερεθ πέραν τοῦ Ιορδάνου ἀπ᾽ ἀνατολῶν.
13.28   αὕτη ἡ κληρονομία υἱῶν Γαδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
13.29   Καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασση κατὰ δήμους αὐτῶν.
13.30   καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαιρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις,
13.31   καὶ τὸ ἥμισυ τῆς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραιν, πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι, καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχιρ υἱοῦ Μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχιρ υἱοῦ Μανασση κατὰ δήμους αὐτῶν.
13.32   Οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολῶν.
13.33   (vide)

- Chapitre / chapter 13 -
13.1    And Joshua [was] old and very advanced in years; and the Lord said to Joshua, Thou art advanced in years, and there is much land left to inherit.
13.2    And this [is] the land that is left: the borders of the Phylistines, the Gesirite, and the Chananite,
13.3    from the wilderness before Egypt, as far as the borders of Accaron on the left of the Chananites [the land] is reckoned to the five principalities of the Phylistines, to the inhabitant of Gaza, and of Azotus, and of Ascalon, and of Geth, and of Accaron, and to the Evite;
13.4    from Thaeman even to all the land of Chanaan before Gaza, and the Sidonians as far as Aphec, as far as the borders of the Amorites.
13.5    And all the land of Galiath of the Phylistines, and all Libanus eastward from Galgal, under the mountain Aermon as far as the entering in of Emath;
13.6    every one that inhabits the hill country from Libanus as far as Masereth Memphomaim. All the Sidonians, I will destroy them from before Israel; but do thou give them by inheritance to Israel, as I charged thee.
13.7    And now divide this land by lot to the nine tribes, and to the half tribe of Manasse.
13.8    From Jordan to the great sea westward thou shalt give it [them]: the great sea shall be the boundary. [But] to the two tribes and to the half tribe of Manasse, to Ruben and to Gad Moses gave [an inheritance] beyond Jordan: Moses the servant of the Lord gave [it] to them eastward,
13.9    from Aroer, which is on the bank of the brook of Arnon, and the city in the midst of the valley, and all Misor from Maedaban.
13.10   All the cities of Seon king of the Amorites, who reigned from Esebon to the coasts of the children of Ammon;
13.11   and the region of Galaad, and the borders of the Gesirites and the Machatites, the whole mount of Aermon, and all the land of Basan to Acha.
13.12   All the kingdom of Og in the region of Basan, who reigned in Astaroth and in Edrain: he was left of the giants; and Moses smote him, and destroyed him.
13.13   But the children of Israel destroyed not the Gesirite and the Machatite and the Chananite; and the king of the Gesiri and the Machatite dwelt among the children of Israel until this day.
13.14   Only no inheritance was given to the tribe of Levi: the Lord God of Israel, he [is] their inheritance, as the Lord said to them; and this [is] the division which Moses made to the children of Israel in Araboth Moab, on the other side of Jordan, by Jericho.
13.15   And Moses gave the land to the tribe of Ruben according to their families.
13.16   And their borders were from Aroer, which is opposite the brook of Arnon, and [theirs is] the city that is in the valley of Arnon; and all Misor,
13.17   to Esebon, and all the cities in Misor, and Daebon, and Baemon-Baal, and the house of Meelboth;
13.18   and Basan, and Bakedmoth, and Maephaad,
13.19   and Kariathaim, and Sebama, and Serada, and Sion in mount Enab;
13.20   and Baethphogor, and Asedoth Phasga, and Baetthasinoth,
13.21   and all the cities of Misor, and all the kingdom of Seon king of the Amorites, whom Moses smote, even him and the princes of Madian, and Evi, and Roboc, and Sur, and Ur, and Robe prince of the spoils of Sion, and the inhabitants of Sion.
13.22   And Balaam the son of Baeor the prophet they slew in the battle.
13.23   And the borders of Ruben were-- [even] Jordan [was the] boundary; this [is] the inheritance of the children of Ruben according to their families, [these were] their cities and their villages.
13.24   And Moses gave inheritance to the sons of Gad according to their families.
13.25   And their borders were Jazer, all the cities of Galaad, and half the land of the children of Ammon to Araba, which is before Arad.
13.26   And from Esebon to Araboth by Massepha, and Botanim, and Maan to the borders of Daebon,
13.27   and Enadom, and Othargai, and Baenthanabra, and Soccotha, and Saphan, and the rest of the kingdom of Sean king of Esebon: and Jordan shall be the boundary as far as part of the sea of Chenereth beyond Jordan eastward.
13.28   This [is] the inheritance of the children of Gad according to their families and according to their cities: according to their families they will turn their backs before their enemies, because their cities and their villages were according to their families.
13.29   And Moses gave to half the tribe of Manasse according to their families.
13.30   And their borders were from Maan, and all the kingdom of Basan, and all the kingdom of Og king of Basan, and all the villages of Jair, which are in the region of Basan, sixty cities:
13.31   and the half of Galaad, and in Astaroth, and in Edrain, royal cities of Og in the land of Basan, [Moses gave] to the sons of Machir the sons of Manasse, even to the half-tribe sons of Machir the sons of Manasse, according to their families.
13.32   These [are] they whom Moses caused to inherit beyond Jordan in Araboth Moab, beyond Jordan by Jericho eastward.
13.33   [vide]

- Chapitre / chapter 14 -
14.1    Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ.
14.2    κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο *κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς,
14.3    ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου, καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς·
14.4    ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί, Μανασση καὶ Εφραιμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ᾽ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν.
14.5    ὃν τρόπον ἐνετείλατο *κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν.
14.6    Καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη·
14.7    τεσσαράκοντα γὰρ ἐτῶν ἤμην, ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ *θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,
14.8    οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ᾽ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι *κυρίῳ τῷ θεῷ μου,
14.9    καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων Ἡ γῆ, ἐφ᾽ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω *κυρίου τοῦ θεοῦ ἡμῶν.
14.10   καὶ νῦν διέθρεψέν με *κύριος, ὃν τρόπον εἶπεν, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ᾽ οὗ ἐλάλησεν *κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·
14.11   ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.
14.12   καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν *κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν *κύριος μετ᾽ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτούς, ὃν τρόπον εἶπέν μοι *κύριος.
14.13   καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ.
14.14   διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι *κυρίου θεοῦ Ισραηλ.
14.15   τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ· μητρόπολις τῶν Ενακιμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.

- Chapitre / chapter 14 -
14.1    And these [are] they of the children of Israel that received their inheritance in the land of Chanaan, to whom Eleazar the priest, and Joshua the [son] of Naue, and the heads of the families of the tribes of the children of Israel, gave inheritance.
14.2    They inherited according to their lots, as the Lord commanded by the hand of Joshua to the nine tribes and the half tribe, on the other side of Jordan.
14.3    But to the Levites he gave no inheritance among them.
14.4    For the sons of Joseph were two tribes, Manasse and Ephraim; and there was none inheritance in the land given to the Levites, only cities to dwell in, and their suburbs separated for the cattle, and their cattle.
14.5    As the Lord commanded Moses, so did the children of Israel; and they divided the land.
14.6    And the children of Juda came to Joshua in Galgal, and Chaleb the [son] of Jephone the Kenezite said to him, Thou knowest the word that the Lord spoke to Moses the man of God concerning me and thee in Cades Barne.
14.7    For I was forty years old when Moses the servant of God sent me out of Cades Barne to spy out the land; and I returned him an answer according to his mind.
14.8    My brethren that went up with me turned away the heart of the people, but I applied my self to follow the Lord my God.
14.9    And Moses sware on that day, saying, The land on which thou art gone up, it shall be thy inheritance and thy children's for ever, because thou hast applied thyself to follow the Lord our God.
14.10   And now the Lord has kept me alive as he said: this [is] the forty-fifth year since the Lord spoke that word to Moses; and Israel journeyed in the wilderness; and now, behold, I [am] this day eighty-five years old.
14.11   I am still strong this day, as when the Lord sent me: just so strong am I now to go out and to come in for war.
14.12   And now I ask of thee this mountain, as the Lord said in that day; for thou heardest this word on that day; and now the Enakim are there, cities great and strong: if then the Lord should be with me, I will utterly destroy them, as the Lord said to me.
14.13   And Joshua blessed him, and gave Chebron to Chaleb the son of Jephone the son of Kenez for an inheritance.
14.14   Therefore Chebron became the inheritance of Chaleb the [son] of Jephone the Kenezite until this day, because he followed the commandment of the Lord God of Israel.
14.15   And the name of Chebron before was the city Argob, it [is] the metropolis of the Enakim: and the land rested from war.

- Chapitre / chapter 15 -
15.1    Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα.
15.2    καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
15.3    καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
15.4    καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
15.5    καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου·
15.6    ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην,
15.7    καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ,
15.8    καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαιν ἐπὶ βορρᾶ,
15.9    καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ],
15.10   καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
15.11   καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.
15.12   καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν.
15.13   καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ *θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων].
15.14   καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα.
15.15   καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
15.16   καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα.
15.17   καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
15.18   καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
15.19   καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω.
15.20   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα.
15.21   Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ᾽ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Variant A: Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
15.22   καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
15.23   καὶ Καδης καὶ Ασοριωναιν
15.24   καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν
15.25   καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ]
15.26   καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
15.27   καὶ Σερι καὶ Βαιφαλαδ
15.28   καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
15.29   Βαλα καὶ Βακωκ καὶ Ασομ
15.30   καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα
15.31   καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ
15.32   καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.
15.33   Ἐν τῇ πεδινῇ· Ασταωλ καὶ Ραα καὶ Ασσα
15.34   καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι
15.35   καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
15.36   καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
15.37   Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
15.38   καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ
15.39   καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα
15.40   καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
15.41   καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν
15.42   Λεμνα καὶ Ιθακ
15.43   καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
15.44   καὶ Κειλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν
15.45   Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν
15.46   ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ασηδωθ, καὶ αἱ κῶμαι αὐτῶν
15.47   Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
15.48   Καὶ ἐν τῇ ὀρεινῇ· Σαμιρ καὶ Ιεθερ καὶ Σωχα
15.49   καὶ Ρεννα καὶ Πόλις γραμμάτων [αὕτη Δαβιρ]
15.50   καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
15.51   καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
15.52   Αιρεμ καὶ Ρεμνα καὶ Σομα
15.53   καὶ Ιεμαιν καὶ Βαιθαχου καὶ Φακουα
15.54   καὶ Ευμα καὶ πόλις Αρβοκ [αὕτη ἐστὶν Χεβρων] καὶ Σωρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν
15.55   Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
15.56   καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναιμ
15.57   καὶ Γαβαα καὶ Θαμναθα, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν
15.58   Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων
15.59   καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκω καὶ Εφραθα [αὕτη ἐστὶν Βαιθλεεμ] καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν
15.60   Καριαθβααλ [αὕτη ἡ πόλις Ιαριμ] καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
15.61   καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
15.62   καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
15.63   Καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης.

- Chapitre / chapter 15 -
15.1    And the borders of the tribe of Juda according to their families were from the borders of Idumea from the wilderness of sin, as far as Cades southward.
15.2    And their borders were from the south as far as a part of the salt sea from the high country that extends southward.
15.3    And they proceed before the ascent of Acrabin, and go out round Sena, and go up from the south to Cades Barne; and go out to Asoron, and proceed up to Sarada, and go out by the way that is west of Cades.
15.4    And they go out to Selmona, and issue at the valley of Egypt; and the termination of its boundaries shall be at the sea: these are their boundaries southward.
15.5    And their boundaries eastward [are] all the salt sea as far as Jordan; and their borders from the north, and from the border of the sea, and from part of Jordan--
15.6    the borders go up to Baethaglaam, and they go along from the north to Baetharaba, and the borders go on up to the stone of Baeon the son of Ruben.
15.7    And the borders continue on to the fourth part of the valley of Achor, and go down to Galgal, which is before the approach of Adammin, which is southward in the valley, and terminate at the water of the fountain of the sun; and their going forth shall be the fountain of Rogel.
15.8    And the borders go up to the valley of Ennom, behind Jebus southward; this is Jerusalem: and the borders terminate at the top of the mountain, which is before the valley of Ennom toward the sea, which is by the side of the land of Raphain northward.
15.9    And the border [going forth] from the top of the mountain terminates at the fountain of the water of Naphtho, and terminates at mount Ephron; and the border will lead to Baal; this is the city of Jarim.
15.10   And the border will go round from Baal to the sea, and will go on to the mount of Assar behind the city of Jarin northwards; this is Chaslon: and it will come down to the city of Sun, and will go on to the south.
15.11   And the border terminates behind Accaron northward, and the borders will terminate at Socchoth, and the borders will go on to the south, and will terminate at Lebna, and the issue of the borders will be at the sea; and their borders [shall be] toward the sea, the great sea shall be the boundary.
15.12   These [are] the borders of the children of Juda round about according to their families.
15.13   And to Chaleb the son of Jephone he gave a portion in the midst of the children of Juda by the command of God; and Joshua gave him he city of Arboc the metropolis of Enac; this is Chebron.
15.14   And Chaleb the son of Jephone destroyed thence the three sons of Enac, Susi, and Tholami, and Achima.
15.15   And Chaleb went up thence to the inhabitants of Dabir; and the name of Dabir before was the city of Letters.
15.16   And Chaleb said, Whosoever shall take and destroy the city of Letters, and master it, to him will I give my daughter Ascha to wife.
15.17   And Gothoniel the son of Chenez the brother of Chaleb took it; and he gave him Ascha his daughter to wife.
15.18   And it came to pass as she went out that she counseled him, saying, I will ask of my father a field; and she cried from off her ass; and Chaleb said to her, What is it?
15.19   And she said to him, Give me a blessing, for thou hast set me in the land of Nageb; give me Botthanis: and he gave her Gonaethla the upper, and Gonaethla the lower.
15.20   This [is] the inheritance of the tribe of the children of Juda.
15.21   And their cities were cities belonging to the tribe of the children of Juda on the borders of Edom by the wilderness, and Baeseleel, and Ara, and Asor,
15.22   and Icam, and Regma, and Aruel,
15.23   and Cades, and Asorionain, and Maenam,
15.24   and Balmaenan, and their villages,
15.25   and the cities of Aseron, this [is] Asor,
15.26   and Sen, and Salmaa, and Molada,
15.27   and Seri, and Baephalath,
15.28   and Cholaseola, and Beersabee; and their villages, and their hamlets,
15.29   Bala and Bacoc, and Asom,
15.30   and Elboudad, and Baethel, and Herma,
15.31   and Sekelac, and Macharim, and Sethennac,
15.32   and Labos, and Sale, and Eromoth; twenty-nine cities, and their villages.
15.33   In the plain country Astaol, and Raa, and Assa,
15.34   and Ramen, and Tano, and Iluthoth, and Maeani,
15.35   and Jermuth, and Odollam, and Membra, and Saocho, and Jazeca.
15.36   And Sacarim and Gadera, and its villages; fourteen cities, and their villages;
15.37   Senna, and Adasan, and Magadalgad,
15.38   and Dalad, and Maspha, and Jachareel,
15.39   and Basedoth, and Ideadalea;
15.40   and Chabra, and Maches, and Machos,
15.41   and Geddor, and Bagadiel, and Noman, and Machedan: sixteen cities, and their villages;
15.42   Lebna, and Ithac, and Anoch,
15.43   and Jana, and Nasib,
15.44   and Keilam, and Akiezi, and Kezib, and Bathesar, and Aelom: ten cities, and their villages;
15.45   Accaron and her villages, and their hamlets:
15.46   from Accaron, Gemna, and all the cities that are near Asedoth; and their villages.
15.47   Asiedoth, and her villages, and her hamlets; Gaza, and its villages and its hamlets as far as the river of Egypt, and the great sea is the boundary.
15.48   And in the hill country Samir, and Jether, and Socha,
15.49   and Renna and the city of Letters, this [is] Dabir;
15.50   and Anon, and Es, and Man, and Aesam,
15.51   and Gosom, and Chalu, and Channa, and Gelom: eleven cities, and their villages;
15.52   Aerem, and Remna, and Soma,
15.53   and Jemain, and Baethachu, and Phacua,
15.54   and Euma, and the city Arboc, this is Chebron, and Soraith: nine cities and their villages:
15.55   Maor, and Chermel, and Ozib, and Itan,
15.56   and Jariel, and Aricam, and Zacanaim,
15.57   and Gabaa, and Thamnatha; nine cities, and their villages;
15.58   Aelua, and Bethsur, and Geddon,
15.59   and Magaroth, and Baethanam, and Thecum; six cities, and their villages; Theco, and Ephratha, this is Baethleem, and Phagor, and Aetan, and Culon, and Tatam, and Thobes, and Carem, and Galem, and Thether, and Manocho: eleven cities, and their villages,
15.60   Cariathbaal, this [is] the city of Jarim, and Sotheba: two cities, and their villages:
15.61   and Baddargeis, and Tharabaam, and Aenon;
15.62   and Aeochioza, and Naphlazon, and the cities of Sadon, and Ancades; seven cities, and their villages.
15.63   And the Jebusite dwelt in Jerusalem, and the children of Juda could not destroy them; and the Jebusites dwelt in Jerusalem to this day.

- Chapitre / chapter 16 -
16.1    Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ᾽ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
16.2    καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι
16.3    καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
16.4    Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ, Εφραιμ καὶ Μανασση·
16.5    καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα,
16.6    καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα, περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ᾽ ἀνατολῶν εἰς Ιανωκα
16.7    καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην,
16.8    καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν.
16.9    καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
16.10   καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.

- Chapitre / chapter 16 -
16.1    And the borders of the children of Joseph were from Jordan by Jericho eastward; and they will go up from Jericho to the hill country, to the wilderness, to Baethel Luza.
16.2    And they will go out to Baethel, and will proceed to the borders of Achatarothi.
16.3    And they will go across to the sea to the borders of Aptalim, as far as the borders of Baethoron the lower, and the going forth of them shall be to the sea.
16.4    And the sons of Joseph, Ephraim and Manasse, took their inheritance.
16.5    And the borders of the children of Ephraim were according to their families, and the borders of their inheritance were eastward to Ataroth, and Eroc as far as Baethoron the upper, and Gazara.
16.6    And the borders will proceed to the sea to Icasmon north of Therma; they will go round eastward to Thenasa, and Selles, and will pass on eastward to Janoca,
16.7    and to Macho, and Ataroth, and [these are] their villages; and they will come to Jericho, and will issue at Jordan.
16.8    And the borders will proceed from Tapho to the sea to Chelcana; and their termination will be at the sea; this [is] the inheritance of the tribe of Ephraim according to their families.
16.9    And the cities separated to the sons of Ephraim [were] in the midst of the inheritance of the sons of Manasse, all the cities and their villages.
16.10   And Ephraim did not destroy the Chananite who dwelt in Gazer; and the Chananite dwelt in Ephraim until this day, until Pharao the king of Egypt went up and took it, and burnt it with fire; and the Chananites, and Pherezites, and the dwellers in Gaza they destroyed, and Pharao gave them for a dowry to his daughter.

- Chapitre / chapter 17 -
17.1    Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση, ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ· τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ [ἀνὴρ γὰρ πολεμιστὴς ἦν] ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.
17.2    καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς Συμαριμ καὶ τοῖς υἱοῖς Οφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.
17.3    καὶ τῷ Σαλπααδ υἱῷ Οφερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα.
17.4    καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι Ὁ *θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος *κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.
17.5    καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ, ἥ ἐστιν πέραν τοῦ Ιορδάνου·
17.6    ὅτι θυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλααδ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς καταλελειμμένοις.
17.7    Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασση Δηλαναθ, ἥ ἐστιν κατὰ πρόσωπον υἱῶν Αναθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ·
17.8    τῷ Μανασση ἔσται, καὶ Θαφεθ ἐπὶ τῶν ὁρίων Μανασση τοῖς υἱοῖς Εφραιμ.
17.9    καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ, τερέμινθος τῷ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση· καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα.
17.10   ἀπὸ λιβὸς τῷ Εφραιμ, καὶ ἐπὶ βορρᾶν Μανασση, καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ Ισσαχαρ ἀπ᾽ ἀνατολῶν.
17.11   καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς κώμας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδδω καὶ τὰς κώμας αὐτῆς καὶ τὸ τρίτον τῆς Ναφετα καὶ τὰς κώμας αὐτῆς.
17.12   καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ·
17.13   καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν.
17.14   Ἀντεῖπαν δὲ οἱ υἱοὶ Ιωσηφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ *θεὸς εὐλόγησέν με.
17.15   καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Εφραιμ.
17.16   καὶ εἶπαν Οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ.
17.17   καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ιωσηφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς·
17.18   ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοι· καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

- Chapitre / chapter 17 -
17.1    And the borders of the tribe of the children of Manasse, (for he [was] the first-born of Joseph,) [assigned] to Machir the first-born of Manasse the father of Galaad, for he was a warrior, [were] in the land of Galaad and of Basan.
17.2    And there was [land] assigned to the other sons of Manasse according to their families; to the sons of Jezi, and to the sons of Kelez, and to the sons of Jeziel, and to the sons of Sychem, and to the sons of Symarim, and to the sons of Opher: these [are] the males according to their families.
17.3    And Salpaad the sons of Opher had no sons but daughters: and these [are] the names of the daughters of Salpaad; Maala, and Nua, and Egla, and Melcha, and Thersa.
17.4    And they stood before Eleazar the priest, and before Joshua, and before the rulers, saying, God gave a charge by the hand of Moses, to give us an inheritance in the midst of our brethren: so there was given to them by the command of the Lord an inheritance among the brethren of their father.
17.5    And their lot fell [to them] from Anassa, and [to the] plain of Labec of the land of Galaad, which is beyond Jordan.
17.6    For the daughters of the sons of Manasse inherited a portion in the midst of their brethren, and the land of Galaad was assigned to the remainder of the sons of Manasse.
17.7    And the borders of the sons of Manasse were Delanath, which is before the sons of Anath, and it proceeds to the borders [even] to Jamin and Jassib to the fountain of Thaphthoth.
17.8    It shall belong to Manasse, and Thapheth on the borders of Manasse [shall belong] to the sons of Ephraim.
17.9    And the borders shall go down to the valley of Carana southward by the valley of Jariel, ([there is] a turpentine tree [belonging] to Ephraim between [that and] the city of Manasse:) and the borders of Manasse [are] northward to the brook; and the sea shall be its termination.
17.10   Southward [the land belongs] to Ephraim, and northward to Manasse; and the sea shall be their cost; and northward they shall border upon Aseb, and eastward upon Issachar.
17.11   And Manasses shall have in [the portion of] Issachar and Aser Baethsan and their villages, and the inhabitants of Dor, and its villages, and the inhabitants of Mageddo, and its villages, and the third part of Mapheta, and its villages.
17.12   And the sons of Manasse were not able to destroy these cities; and the Chananite began to dwell in that land.
17.13   And it came to pass that when the children of Israel were strong, they made the Chananites subject, but they did not utterly destroy them.
17.14   And the sons of Joseph answered Joshua, saying, Wherefore hast thou caused us to inherit one inheritance, and one lie? whereas I am a great people, and God has blessed me.
17.15   And Joshua said to them, If thou be a great people, go up to the forest, and clear [the land] for thyself, If mount Ephraim be too little for thee.
17.16   And they said, The mount of Ephraim does not please us, and the Chananite dwelling in it in Baethsan, and in its villages, [and] in the valley of Jezrael, has choice cavalry and iron.
17.17   And Joshua said to the sons of Joseph, If thou art a great people, and hast great strength, thou shalt not have [only] one inheritance.
17.18   For thou shalt have the wood, for there is a wood, and thou shalt clear it, and [the land] shall be thine; even when thou shalt have utterly destroyed the Chananite, for he has chosen cavalry; yet thou art stronger than he.

- Chapitre / chapter 18 -
18.1    Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ᾽ αὐτῶν.
18.2    καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.
18.3    καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκεν *κύριος ὁ θεὸς ἡμῶν;
18.4    δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. [καὶ ἤλθοσαν πρὸς αὐτόν,
18.5    καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας.] Ιουδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ.
18.6    ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι *κυρίου τοῦ θεοῦ ἡμῶν.
18.7    οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν, ἱερατεία γὰρ *κυρίου μερὶς αὐτοῦ· καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ᾽ ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς *κυρίου.
18.8    καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι *κυρίου ἐν Σηλω.
18.9    καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτῆς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.
18.10   καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλω ἔναντι *κυρίου.
18.11   Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμιν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ιωσηφ.
18.12   καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ ἀπὸ τοῦ Ιορδάνου, προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαδβαρῖτις Βαιθων,
18.13   καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός [αὕτη ἐστὶν Βαιθηλ], καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω,
18.14   καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβααλ [αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱῶν Ιουδα]· τοῦτό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν.
18.15   καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ, καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω,
18.16   καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ, ὅ ἐστιν ἐκ μέρους Εμεκραφαιν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
18.17   καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην
18.18   καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ καὶ καταβήσεται
18.19   ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.
18.20   καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.
18.21   καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις
18.22   Variant Α: καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα
18.23   καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα
18.24   καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν·
18.25   Γαβαων καὶ Ραμα καὶ Βεηρωθα
18.26   καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη
18.27   καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα
18.28   καὶ Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ] καὶ πόλεις καὶ Γαβαωθιαριμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν.

- Chapitre / chapter 18 -
18.1    And all the congregation of the children of Israel were assembled at Selo, and there they pitched the tabernacle of witness; and the land was subdued by them.
18.2    And the sons of Israel remained, [even] those who [had] not received their inheritance, seven tribes.
18.3    And Joshua said to the sons of Israel, How long will ye be slack to inherit the land, which the Lord our God has given you?
18.4    Appoint of yourselves three men of each tribe, and let them rise up and go through the land, and let them describe it before me, as it will be proper to divide it.
18.5    And they came to him: and he divided to them seven portions, [saying], Juda shall stand to them a border southward, and the sons of Joseph shall stand to them northward.
18.6    And do ye divide the land into seven parts, and bring the description hither to me, and I will give you a lot before the Lord our God.
18.7    For the sons of Levi have no part among you; for the priesthood of the Lord [is] his portion; and Gad, and Ruben, and the half tribe of Manasse, have received their inheritance beyond Jordan eastward, which Moses the servant of the Lord gave to them.
18.8    And the men rose up and went; and Joshua charged the men who went to explore the land, saying, Go and explore the land, and come to me, and I will bring you forth a lot here before the Lord in Selo.
18.9    And they went, and explored the land: and they viewed it, and described it according to the cities, seven parts in a book, and brought [the book] to Joshua.
18.10   And Joshua cast the lot for them in Selo before the Lord.
18.11   And the lot of the tribe of Benjamin came forth first according to their families: and the borders of their lot came forth between the children of Juda and the children of Joseph.
18.12   And their borders were northward: the borders shall go up from Jordan behind Jericho northward, and shall go up to the mountain westward, and the issue of it shall be Baethon of Mabdara.
18.13   And the borders will go forth thence to Luz, behind Luz, from the south of it; this is Baethel: and the borders shall go down to Maatarob Orech, to the hill country, which is southward of Baethoron the lower.
18.14   And the borders shall pass through and proceed to the part that looks toward the sea, on the south, from the mountain in front of Baethoron southward, and its termination shall be at Cariath-Baal, this is Cariath-Jarin, a city of the children of Juda; this is the part toward the west.
18.15   And the south side on the part of Cariath-Baal; and the borders shall go across to Gasin, to the fountain of the water of Naphtho.
18.16   And the borders shall extend down on one side, this is in front of the forest of Sonnam, which is on the side of Emec Raphain northward, and it shall come down to Gaeenna behind Jebusai southward: it shall come down to the fountain of Rogel.
18.17   And [the borders] shall go across to the fountain of Baethsamys:
18.18   and shall proceed to Galiloth, which is in front by the going up of Aethamin; and they shall come down to the stone of Baeon of the sons of Ruben; and shall pass over behind Baetharaba northward, and shall go down to the borders behind the sea northward.
18.19   And the termination of the borders shall be at the creek of the salt sea northward to the side of Jordan southward: these are their souther borders.
18.20   And Jordan shall be their boundary on the east: this [is] the inheritance of the children of Benjamin, these [are] their borders round about according to their families.
18.21   And the cities of the children of Benjamin according to their families [were] Jericho, and Bethagaeo, and the Amecasis,
18.22   and Baethabara, and Sara, and Besana,
18.23   and Aeein, and Phara, and Ephratha,
18.24   and Carapha, and Cephira, and Moni, and Gabaa, twelve cities and their villages:
18.25   Gabaon, and Rama, and Beerotha;
18.26   and Massema, and Miron, and Amoke;
18.27   and Phira, and Caphan, and Nacan, and Selecan, and Thareela,
18.28   and Jebus (this is Jerusalem); and Gabaoth, Jarim, thirteen cities, and their villages; this [is] the inheritance of the sons of Benjamin according to their families.

- Chapitre / chapter 19 -
19.1    Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα.
19.2    καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
19.3    καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
19.4    καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
19.5    καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
19.6    καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν·
19.7    Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
19.8    κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν.
19.9    ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.
19.10   Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ
19.11   Γωλα· ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν,
19.12   καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ᾽ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
19.13   καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ᾽ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
19.14   καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ
19.15   καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν.
19.16   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
19.17   Καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος.
19.18   καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
19.19   καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
19.20   καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
19.21   καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης,
19.22   καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης.
19.23   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
19.24   Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ.
19.25   καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
19.26   καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ
19.27   καὶ ἐπιστρέψει ἀπ᾽ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
19.28   καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης,
19.29   καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
19.30   καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ.
19.31   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
19.32   Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.
19.33   καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης·
19.34   καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν Ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ιορδάνης ἀπ᾽ ἀνατολῶν ἡλίου.
19.35   καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα, Δακεθ καὶ Κενερεθ
19.36   καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
19.37   καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
19.38   καὶ Κερωε καὶ Μεγαλα, Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς.
19.39   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι.
19.40   Καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος.
19.41   καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα, πόλεις Σαμμαυς
19.42   καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
19.43   καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
19.44   καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
19.45   καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων,
19.46   καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης.
19.47   καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ. καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ᾽ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.
19.48   αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ᾽ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.
19.49   Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
19.50   διὰ προστάγματος τοῦ *θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαραχ, ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ· καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ.
19.51   Αὗται αἱ διαιρέσεις, ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον *κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.

- Chapitre / chapter 19 -
19.1    And the second lot came out for the children of Symeon; and their inheritance was in the midst of the lots of the children of Juda.
19.2    And their lot was Beersabee, and Samaa, and Caladam,
19.3    and Arsola, and Bola, and Jason,
19.4    and Erthula, and Bula, and Herma,
19.5    and Sikelac, and Baethmachereb, and Sarsusin,
19.6    and Batharoth, and their fields, thirteen cities, and their villages.
19.7    Eremmon, and Thalcha, and Jether, and Asan; four cities and their villages,
19.8    round about their cities as far as Balec as [men] go to Bameth southward: this [is] the inheritance of the tribe of the children of Symeon according to their families.
19.9    The inheritance of the tribe of the children of Symeon [was a part] of the lot of Juda, for the portion of the children of Juda was greater than theirs; and the children of Symeon inherited in the midst of their lot.
19.10   And the third lot came out to Zabulon according to their families: the bounds of their inheritance shall be-- Esedekgola shall be their border,
19.11   the sea and Magelda, and it shall reach to Baetharaba in the valley, which is opposite Jekman.
19.12   And the border returned from Sedduc in a contrary direction eastward from Baethsamys, to the borders of Chaselohaith, and shall pass on to Dabiroth, and shall proceed upward to Phangai.
19.13   And thence it shall come round in the opposite direction eastward to Gebere to the city of Catasem, and shall go on to Remmonaa Matharaoza.
19.14   And the borders shall come round northward to Amoth, and their going out shall be at Gaephael,
19.15   and Catanath, and Nabaal, and Symoon, and Jericho, and Baethman.
19.16   This [is] the inheritance of the tribe of the sons of Zabulon according to their families, [these] cities and their villages.
19.17   And the fourth lot came out to Issachar.
19.18   And their borders were Jazel, and Chasaloth, and Sunam,
19.19   and Agin, and Siona, and Reeroth,
19.20   and Anachereth, and Dabiron, and Kison, and Rebes,
19.21   and Remmas, and Jeon, and Tomman, and Aemarec, and Bersaphes.
19.22   And the boundaries shall border upon Gaethbor, and upon Salim westward, and Baethsamys; and the extremity of his bounds shall be Jordan.
19.23   This [is] the inheritance of the tribe of the children of Issachar according to their families, the cities and their villages.
19.24   And the fifth lot came out to Aser according to their families.
19.25   And their borders were Exeleketh, and Aleph, and Baethok, and Keaph,
19.26   and Elimelech, and Amiel, and Maasa, and the lot will border on Carmel westward, and on Sion, and Labanath.
19.27   And it will return westward from Baethegeneth, and will join Zabulon and Ekgai, and Phthaeel northwards, and the borders will come to Saphthaebaethme, and Inael, and will go on to Chobamasomel,
19.28   and Elbon, and Raab, and Ememaon, and Canthan to great Sidon.
19.29   And the borders shall turn back to Rama, and to the fountain of Masphassat, and the Tyrians; and the borders shall return to Jasiph, and their going forth shall be the sea, and Apoleb, and Echozob,
19.30   and Archob, and Aphec, and Raau.
19.31   This [is] the inheritance of the tribe of the sons of Aser according to their families, the cities and their villages.
19.32   And the sixth lot came out to Nephthali.
19.33   And their borders were Moolam, and Mola, and Besemiin, and Arme, and Naboc, and Jephthamai, as far as Dodam; and their goings out were Jordan.
19.34   And the coasts will return westward by Athabor, and will go out thence to Jacana, and will border on Zabulon southward, and Aser will join [it] westward, and Jordan eastward.
19.35   And the walled cities of the Tyrians, Tyre, and Omathadaketh, and Kenereth,
19.36   and Armaith, and Areal, and Asor,
19.37   and Cades, and Assari, and the well of Asor;
19.38   and Keroe, and Megalaarim, and Baetthame, and Thessamys.
19.39   This [is] the inheritance of the tribe of the children of Nephthali.
19.40   And the seventh lot came out to Dan.
19.41   And their borders were Sarath, and Asa, and the cities of Sammaus,
19.42   and Salamin, and Ammon, and Silatha,
19.43   and Elon, and Thamnatha, and Accaron;
19.44   and Alcatha, and Begethon, and Gebeelan,
19.45   and Azor, and Banaebacat, and Gethremmon.
19.46   And westward of Hieracon the border [was] near to Joppa.
19.47   And the sons of Dan went and fought against Lachis, and took it, and smote it with the edge of the sword; and they dwelt in it, and called the name of it Lasendan: and the Amorite continued to dwell in Edom and in Salamin: and the hand of Ephraim prevailed against them, and they became tributaries to them.
19.48   This [is] the inheritance of the tribe of the children of Dan, according to their families, these [are] their cities and their villages: and the children of Dan did not drive out the Amorite who afflicted them in the mountain; and the Amorite would not suffer them to come down into the valley, but they forcibly took from them the border of their portion.
19.49   And they proceeded to take possession of the land according to their borders, and the children of Israel gave an inheritance to Joshua the son of Naue among them,
19.50   by the command of God, and they gave him the city which he asked for, Thamnasarach, which is in the mount of Ephraim; and he built the city, and dwelt in it.
19.51   These [are] the divisions which Eleazar the priest divided by lot, and Joshua the [son] of Naue, and the heads of families among the tribes of Israel, according to the lots, in Selo before the Lord by the doors of the tabernacle of testimony, and they went to take possession of the land.

- Chapitre / chapter 20 -
20.1    Καὶ ἐλάλησεν *κύριος τῷ Ἰησοῖ λέγων
20.2    Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ,
20.3    φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν.
20.4    (vide)
20.5    (vide)
20.6    (vide)
20.7    καὶ διέστειλεν τὴν Καδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλι καὶ Συχεμ ἐν τῷ ὄρει τῷ Εφραιμ καὶ τὴν πόλιν Αρβοκ [αὕτη ἐστὶν Χεβρων] ἐν τῷ ὄρει τῷ Ιουδα.
20.8    καὶ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἔδωκεν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβην καὶ Αρημωθ ἐν τῇ Γαλααδ ἐκ τῆς φυλῆς Γαδ καὶ τὴν Γαυλων ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασση.
20.9    αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

- Chapitre / chapter 20 -
20.1    And the Lord spoke to Joshua, saying,
20.2    Speak to the children of Israel, saying, Assign the cities of refuge, [of] which I spoke to you by Moses.
20.3    [Even] a refuge to the slayer who has smitten a man unintentionally; and the cities shall be to you a refuge, and the slayer shall not be put to death by the avenger of blood, until he have stood before the congregation for judgement.
20.4    [vide]
20.5    [vide]
20.6    [vide]
20.7    And Joshua separated Cades in Galilee in the mount Nephthali, and Sychem in the mount Ephraim, and the city of Arboc; this is Chebron, in the mountain of Juda.
20.8    And beyond Jordan he appointed Bosor in the wilderness in the plain out of the tribe of Ruben, and Aremoth in Galaad out of the tribe of Gad, and Gaulon in the country of Basan out of the tribe of Manasse.
20.9    These [were] the cities selected for the sons of Israel, and for the stranger abiding among them, that every one who smites a soul unintentionally should flee thither, that he should not die by the hand of the avenger of blood, until he should stand before the congregation for judgement.

- Chapitre / chapter 21 -
21.1    Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ισραηλ
21.2    καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες Ἐνετείλατο *κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.
21.3    καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος *κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.
21.4    καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Κααθ, καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς
21.5    καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Εφραιμ καὶ ἐκ τῆς φυλῆς Δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση κληρωτὶ πόλεις δέκα·
21.6    καὶ τοῖς υἱοῖς Γεδσων ἀπὸ τῆς φυλῆς Ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς Ασηρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν τῷ Βασαν πόλεις δέκα τρεῖς·
21.7    καὶ τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβην καὶ ἀπὸ φυλῆς Γαδ καὶ ἀπὸ φυλῆς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα.
21.8    Καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο *κύριος τῷ Μωυσῇ, κληρωτί.
21.9    καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ιουδα καὶ ἡ φυλὴ υἱῶν Συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμιν τὰς πόλεις, καὶ ἐπεκλήθησαν
21.10   τοῖς υἱοῖς Ααρων ἀπὸ τοῦ δήμου τοῦ Κααθ τῶν υἱῶν Λευι, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος.
21.11   καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβοκ μητρόπολιν τῶν Ενακ [αὕτη ἐστὶν Χεβρων] ἐν τῷ ὄρει Ιουδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς
21.12   καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χαλεβ υἱοῦ Ιεφοννη ἐν κατασχέσει·
21.13   καὶ τοῖς υἱοῖς Ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ
21.14   καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.15   καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.16   καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.
21.17   καὶ παρὰ τῆς φυλῆς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.18   καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
21.19   πᾶσαι αἱ πόλεις υἱῶν Ααρων τῶν ἱερέων δέκα τρεῖς.
21.20   Καὶ τοῖς δήμοις υἱοῖς Κααθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς Εφραιμ,
21.21   καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.22   καὶ τὴν Καβσαιμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
21.23   καὶ ἐκ τῆς φυλῆς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.24   καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
21.25   καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο.
21.26   πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Κααθ τοῖς ὑπολελειμμένοις.
21.27   Καὶ τοῖς υἱοῖς Γεδσων τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλων ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο
21.28   καὶ ἐκ τῆς φυλῆς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.29   καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
21.30   καὶ ἐκ τῆς φυλῆς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ
21.31   καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.
21.32   καὶ ἐκ τῆς φυλῆς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν Καδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς.
21.33   πᾶσαι αἱ πόλεις τοῦ Γεδσων κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς.
21.34   Καὶ τῷ δήμῳ υἱῶν Μεραρι τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς υἱῶν Ζαβουλων τὴν Μααν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καδης καὶ τὰ περισπόρια αὐτῆς
21.35   καὶ Δεμνα καὶ τὰ περισπόρια αὐτῆς καὶ Σελλα καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.
21.36   καὶ πέραν τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἐκ τῆς φυλῆς Ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Βοσορ ἐν τῇ ἐρήμῳ τῇ Μισωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς
21.37   καὶ τὴν Δεκμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφα καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες.
21.38   καὶ ἀπὸ τῆς φυλῆς Γαδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν Ραμωθ ἐν τῇ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμιν καὶ τὰ περισπόρια αὐτῆς
21.39   καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς· αἱ πᾶσαι πόλεις τέσσαρες.
21.40   πᾶσαι πόλεις τοῖς υἱοῖς Μεραρι κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς Λευι· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο.
21.41   Πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν
21.42   κύκλῳ τῶν πόλεων τούτων, πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις. Καὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ μερίδα τῷ Ἰησοῖ κατὰ πρόσταγμα κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Εφραιμ. καὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. καὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαραχ.
21.43   Καὶ ἔδωκεν *κύριος τῷ Ισραηλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ.
21.44   καὶ κατέπαυσεν αὐτοὺς *κύριος κυκλόθεν, καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν *κύριος εἰς τὰς χεῖρας αὐτῶν.
21.45   οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησεν *κύριος τοῖς υἱοῖς Ισραηλ· πάντα παρεγένετο.


- Chapitre / chapter 21 -
21.1    And the heads of the families of the sons of Levi drew near to Eleazar the priest, and to Joshua the [son] of Naue, and to the heads of families of the tribes of Israel.
21.2    And they spoke to them in Selo in the land of Chanaan, saying, The Lord gave commandment by Moses to give us cities to dwell in, and the country round about for our cattle.
21.3    So the children of Israel gave to the Levites in their inheritance by the command of the Lord the cities and the country round.
21.4    And the lot came out for the children of Caath; and the sons of Aaron, the priests the Levites, had by lot thirteen cities out of the tribe of Juda, and out of the tribe of Symeon, and out of the tribe of Benjamin.
21.5    And to the ons of Caath that were left were [given by] lot ten cities, out of the tribe of Ephraim, and out of the tribe of Dan, and out of the half tribe of Manasse.
21.6    And the sons of Gedson had thirteen cities, out of the tribe of Issachar, and out of the tribe of Aser, and out of the tribe of Nephthali, and out of the half tribe of Manasse in Basan.
21.7    And the sons of Merari according to their families had by lot twelve cities, out of the tribe of Ruben, and out of the tribe of Gad, and out of the tribe of Zabulon.
21.8    And the children of Israel gave to the Levites the cities and their suburbs, as the Lord commanded Moses, by lot.
21.9    And the tribe of the children of Juda, and the tribe of the children of Symeon, and [part] of the tribe of the children of Benjamin gave these cities, and they were assigned
21.10   to the sons of Aaron of the family of Caath of the sons of Levi, for the lot fell to these.
21.11   And they gave to them Cariatharboc the metropolis of the sons of Enac; this is Chebron in the mountain [country] of Juda, and the suburbs round it.
21.12   But the lands of the city, and its villages Joshua gave to the sons of Chaleb the son of Jephonne for a possession.
21.13   And to the sons of Aaron he gave the city of refuge for the slayer, Chebron, and the suburbs belonging to it; and Lemna and the suburbs belonging to it;
21.14   and Aelom and its suburbs; and Tema and its suburbs;
21.15   and Gella and its suburbs; and Dabir and its suburbs;
21.16   and Asa and its suburbs; and Tany and its suburbs; and Baethsamys and its suburbs: nine cities from these two tribes.
21.17   And from the tribe of Benjamin, Gabaon and its suburbs; and Gatheth and its suburbs;
21.18   and Anathoth and its suburbs; and Gamala and its suburbs; four cities.
21.19   All the cities of the sons of Aaron the priests, thirteen.
21.20   And to the families, [even] the sons of Caath the Levites, that were left of the sons of Caath, there was [given] their priests' city,
21.21   out of the tribe of Ephraim; and they gave them the slayer's city of refuge, Sychem, and its suburbs, and Gazara and its appendages, and its suburbs;
21.22   and Baethoron and its suburbs: four cities:
21.23   and the tribe of Dan, Helcothaim and its suburbs; and Gethedan and its suburbs:
21.24   and Aelon and its suburbs; and Getheremmon and its suburbs: four cities.
21.25   And out of the half tribe of Manasse, Tanach and its suburbs; and Jebatha and its suburbs; two cities.
21.26   In all [were given] ten cities, and the suburbs of each belonging to them, to the families of the sons of Caath that remained.
21.27   And [Joshua gave] to the sons of Gedson the Levites out of the other half tribe of Manasse cities set apart for the slayers, Gaulon in the country of Basan, and its suburbs; and Bosora and its suburbs; two cities.
21.28   And out of the tribe of Issachar, Kison and its suburbs; and Debba and its suburbs;
21.29   and Remmath and its suburbs; and the well of Letters, and its suburbs; four cities.
21.30   And out of the tribe of Aser, Basella and its suburbs; and Dabbon and its suburbs;
21.31   and Chelcat and its suburbs; and Raab and its suburbs; four cities.
21.32   And of the tribe of Nephthali, the city set apart for the slayer, Cades in Galilee, and its suburbs; and Nemmath, and its suburbs; and Themmon and its suburbs; three cities.
21.33   All the cities of Gedson according to their families [were] thirteen cities.
21.34   And to the family of the sons of Merari the Levites that remained, [he gave] out of the tribe of Zabulon, Maan and its suburbs; and Cades and its suburbs,
21.35   and Sella and its suburbs: three cities.
21.36   And beyond Jordan over against Jericho, out of the tribe of Ruben, the city of refuge for the slayer, Bosor in the wilderness; Miso and its suburbs;
21.37   and Jazer and its suburbs; and Decmon and its suburbs; and Mapha and its suburbs; four cities.
21.38   And out of the tribe of Gad the city of refuge for the slayer, both Ramoth in Galaad, and its suburbs; Camin and its suburbs;
21.39   and Esbon and its suburbs; and Jazer and its suburbs: the cities [were] four in ll.
21.40   All [these] cities [were given] to the sons of Merari according to the families of them that were left out of the tribe of Levi; and their limits were the twelve cities.
21.41   All the cities of the Levites in the midst of the possession of the children of Israel, [were] forty-eight cities, and their suburbs round about these cities:
21.42   a city and the suburbs round about the city to all these cities: and Joshua ceased dividing the land by their borders: and the children of Israel gave a portion to Joshua because of the commandment of the Lord: they gave him the city which he asked: they gave him Thamnasachar in mount Ephraim; and Joshua built the city, and dwelt in it: and Joshua took the knives of stone, wherewith he circumcised the children of Israel that were born in the desert by the way, and put them in Thamnasachar.
21.43   So the Lord gave to Israel all the land which he sware to give to their fathers: and they inherited it, and dwelt in it.
21.44   And the Lord gave them rest round about, as he sware to their fathers: not one of all their enemies maintained his ground against them; the Lord delivered all their enemies into their hands.
21.45   There failed not one of the good things which the Lord spoke to the children of Israel; all came to pass.


- Chapitre / chapter 22 -
22.1    Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση
22.2    καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς *κυρίου, καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.
22.3    οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν *κυρίου τοῦ θεοῦ ὑμῶν.
22.4    νῦν δὲ κατέπαυσεν *κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου.
22.5    ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς *κυρίου, ἀγαπᾶν *κύριον τὸν θεὸν ὑμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
22.6    καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
22.7    καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς,
22.8    καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν, καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.
22.9    Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γῆν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος *κυρίου ἐν χειρὶ Μωυσῆ.
22.10   καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χανααν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.
22.11   καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων Ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ᾽ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ.
22.12   καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
22.13   καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως
22.14   καὶ δέκα τῶν ἀρχόντων μετ᾽ αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ· ἄρχοντες οἴκων πατριῶν εἰσιν, χιλίαρχοι Ισραηλ.
22.15   καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες
22.16   Τάδε λέγει πᾶσα ἡ συναγωγὴ *κυρίου Τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ, ἀποστραφῆναι σήμερον ἀπὸ *κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ *κυρίου;
22.17   μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ᾽ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ *κυρίου.
22.18   καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ *κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ *κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή.
22.19   καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως *κυρίου, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ *κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ *κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου *κυρίου τοῦ θεοῦ ἡμῶν.
22.20   οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς μόνος ἦν· μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ;
22.21   Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ισραηλ λέγοντες
22.22   Ὁ θεὸς θεός ἐστιν *κύριος, καὶ ὁ θεὸς θεὸς *κύριος αὐτὸς οἶδεν, καὶ Ισραηλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ *κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ·
22.23   καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ *κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ᾽ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ᾽ αὐτοῦ θυσίαν σωτηρίου, *κύριος ἐκζητήσει.
22.24   ἀλλ᾽ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν Τί ὑμῖν *κυρίῳ τῷ θεῷ Ισραηλ;
22.25   καὶ ὅρια ἔθηκεν *κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ιορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται *κύριον.
22.26   καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
22.27   ἀλλ᾽ ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ᾽ ἡμᾶς τοῦ λατρεύειν λατρείαν *κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον Οὐκ ἔστιν ὑμῖν μερὶς *κυρίου.
22.28   καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν Ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου *κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.
22.29   μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ *κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ *κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου *κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
22.30   Καὶ ἀκούσας Φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ισραηλ, οἳ ἦσαν μετ᾽ αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση, καὶ ἤρεσεν αὐτοῖς.
22.31   καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση Σήμερον ἐγνώκαμεν ὅτι μεθ᾽ ἡμῶν *κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον *κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς *κυρίου.
22.32   καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβην καὶ ἀπὸ τῶν υἱῶν Γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐκ γῆς Γαλααδ εἰς γῆν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους,
22.33   καὶ ἤρεσεν τοῖς υἱοῖς Ισραηλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ισραηλ, καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ισραηλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβην καὶ τῶν υἱῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση. καὶ κατῴκησαν ἐπ᾽ αὐτῆς.
22.34   καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ εἶπεν ὅτι Μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι *κύριος ὁ θεὸς αὐτῶν ἐστιν.

- Chapitre / chapter 22 -
22.1    Then Joshua called together the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse,
22.2    and said to them, Ye have heard all that Moses the servant of the Lord commanded you, and ye have hearkened to my voice in all that he commanded you.
22.3    Ye have not deserted your brethren these many days: until this day ye have kept the commandment of the Lord your God.
22.4    And now the Lord our God has given our brethren rest, as he told them: now then return and depart to your homes, and to the land of your possession, which Moses gave you on the other side Jordan.
22.5    But take great heed to do the commands and the law, which Moses the servant of the Lord commanded you to do; to love the Lord our God, to walk in all his ways, to keep hi commands, and to cleave to him, and serve him with all your mind, and with all your soul.
22.6    And Joshua blessed them, and dismissed them; and they went to their homes.
22.7    And to [one] half the tribe of Manasse Moses gave a portion in the land of Basan, and to [the other] half Joshua gave a portion with his brethren on the other side of Jordan westward: and when Joshua sent them away to their homes, then he blessed them.
22.8    And they departed with much wealth to their houses, and they divided the spoil of their enemies with their brethren; very much cattle, and silver, and gold, and iron, and much raiment.
22.9    So the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse, departed from the children of Israel in Selo in the land of Chanaan, to go away into Galaad, into the land of their possession, which they inherited by the command of the Lord, by the hand of Moses.
22.10   And they came to Galaad of Jordan, which is in the land of Chanaan: and the children of Ruben, and the children of Gad, and the half tribe of Manasse built there an alter by Jordan, a great altar to look at.
22.11   And the children of Israel heard say, Behold, the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse have built an alter at the borders of the land of Chanaan at Galaad of Jordan, on the opposite side to the children of Israel.
22.12   And all the children of Israel gathered together to Selo, so as to go up and fight against them.
22.13   And the children of Israel sent to the sons of Ruben, and the sons of Gad, and to the sons of the half tribe of Manasse into the land of Galaad, both Phinees the son of Eleazar the son of Aaron the priest,
22.14   and ten of the chiefs with him; [there was] one chief of every household out of all the tribes of Israel; (the heads of families are the captains of thousands in Israel.)
22.15   And they came to the sons of Ruben, and to the sons of Gad, and to the half tribe of Manasse into the land of Galaad; and they spoke to them, saying,
22.16   Thus says the whole congregation of the Lord, What [is] this transgression that ye have transgressed before the God of Israel, to turn away today from the Lord, in that ye have built for yourselves an alter, so that ye should be apostates from the Lord?
22.17   Is the sin of Phogor too little for you, whereas we have not been cleansed from it until this day, though there was a plague among the congregation of the Lord?
22.18   And ye have this day revolted from the Lord; and it shall come to pass if ye revolt this day from the Lord, that to-morrow there shall be wrath upon all Israel.
22.19   And now if the land of your possession [be too] little, cross over to the land of the possession of the Lord, where the tabernacle of the Lord dwells, and receive ye an inheritance among us; and do not become apostates from God, neither do ye apostatize from the Lord, because of your having built an altar apart from the altar of the Lord our God.
22.20   Lo! did not Achar the [son] of Zara commit a trespass [taking] of the accursed thing, and there was wrath on the whole congregation of Israel? and he himself died alone in his own sin.
22.21   And the sons of Ruben, and the sons of Gad, and the half tribe of Manasse answered, and spoke to the captains of the thousands of Israel, saying,
22.22   God [even] God is the Lord, and God [even] God himself knows, and Israel he shall know; if we have transgressed before the Lord by apostasy, let him not deliver us this day.
22.23   And if we have built to ourselves an altar, so as to apostatize from the Lord our God, so as to offer upon it a sacrifice of whole-burnt-offerings, so as to offer upon it a sacrifice of peace-offering,-- the Lord shall require it.
22.24   But we have done this for the sake of precaution [concerning this] thing, saying, Lest hereafter your sons should say to our sons, What have ye to do with the Lord God of Israel?
22.25   Whereas the Lord has set boundaries between us and you, even Jordan, and ye have no portion in the Lord: so your sons shall alienate our sons, that they should not worship the Lord.
22.26   And we gave orders to do thus, to build this altar, not for burnt-offerings, nor for meat-offerings;
22.27   but that this may be a witness between you and us, and between our posterity after us, that we may do service to the Lord before him, with our burnt-offerings and our meat-offerings and our peace-offerings: so your sons shall not say to our sons, hereafter, Ye have no portion in the Lord.
22.28   And we said, If ever it should come to pass that they should speak [so] to us, or to our posterity hereafter; then shall they say, Behold the likeness of the altar of the Lord, which our fathers made, not for the sake of burnt-offerings, nor for the sake of meat-offerings, but it is a witness between you and us, and between our sons.
22.29   Far be it from us therefore that we should turn away from the Lord this day so as to apostatize from the Lord, so as that we should build an altar for burnt-offerings, and for peace-offerings, besides the altar of the Lord which is before his tabernacle.
22.30   And Phinees the priest and all the chiefs of the congregation of Israel who were with him heard the words which the children of Ruben, and the children of Gad, and the half tribe of Manasse spoke; and it pleased them.
22.31   And Phinees the priest said to the sons of Ruben, and to the sons of Gad, and to the half of the tribe of Manasse, To-day we know that the Lord [is] with us, because ye have not trespassed grievously against the Lord, and because ye have delivered the children of Israel out of the hand of the Lord.
22.32   So Phinees the priest and the princes departed from the children of Ruben, and from the children of Gad, and from the half tribe of Manasse out of Galaad into the land of Chanaan to the children of Israel; and reported the words to them.
22.33   And it pleased the children of Israel; and they spoke to the children of Israel, and blessed the God of the children of Israel, and told them to go up no more to war against the others to destroy the land of the children of Ruben, and the children of Gad, and he half tribe of Manasse: so they dwelt upon it.
22.34   And Joshua gave a name to the altar of the children of Ruben, and the children of Gad, and the half tribe of Manasse; and said, It is a testimony in the midst of them, that the Lord is their God.

- Chapitre / chapter 23 -
23.1    Καὶ ἐγένετο μεθ᾽ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι *κύριον τὸν Ισραηλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις,
23.2    καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις.
23.3    ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν *κύριος ὁ θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν, ὅτι *κύριος ὁ θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν.
23.4    ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη, ἃ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.
23.5    *κύριος δὲ ὁ θεὸς ὑμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησεν *κύριος ὁ θεὸς ὑμῶν ὑμῖν.
23.6    κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα,
23.7    ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς,
23.8    ἀλλὰ *κυρίῳ τῷ θεῷ ὑμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.
23.9    καὶ ἐξωλέθρευσεν αὐτοὺς *κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης·
23.10   εἷς ὑμῶν ἐδίωξεν χιλίους, ὅτι *κύριος ὁ θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ὑμῖν.
23.11   καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν *κύριον τὸν θεὸν ὑμῶν.
23.12   ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ᾽ ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,
23.13   γινώσκετε ὅτι οὐ μὴ προσθῇ *κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν *κύριος ὁ θεὸς ὑμῶν.
23.14   ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς, καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐ διέπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπεν *κύριος ὁ θεὸς ὑμῶν, πρὸς πάντα τὰ ἀνήκοντα ὑμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.
23.15   καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλά, ἃ ἐλάλησεν *κύριος πρὸς ὑμᾶς, οὕτως ἐπάξει *κύριος ὁ θεὸς ἐφ᾽ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν *κύριος ὑμῖν,
23.16   ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην *κυρίου τοῦ θεοῦ ὑμῶν, ἣν ἐνετείλατο ὑμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.

- Chapitre / chapter 23 -
23.1    And it came to pass after many days after the Lord had given Israel rest from all his enemies round about, that Joshua was old and advanced in years.
23.2    And Joshua called together all the children of Israel, and their elders, and their chiefs, and their judges, and their officers; and said to them, I am old and advanced in years.
23.3    And ye have seen all that the Lord our God has done to all these nations before us; [for it] is the Lord your God who has fought for you.
23.4    See, that I have given to you these nations that are left to you by lots to your tribes, all the nations beginning at Jordan; and [some] I have destroyed; and the boundaries shall be at the great sea westward.
23.5    And the Lord our God, he shall destroy them before us, until they utterly perish; and he shall send against them the wild beasts, until he shall have utterly destroyed them and their kings from before you; and ye shall inherit their land, as the Lord our God said to you.
23.6    Do ye therefore strive diligently to observe and do all things written in the book of the law of Moses, that ye turn not to the right hand or to the left;
23.7    that ye go not in among these nations that are left; and the names of their gods shall not be named among you, neither shall ye serve them, neither shall ye bow down to them.
23.8    But ye shall cleave to the Lord our God, as ye have done until this day.
23.9    And the Lord shall destroy them before you, [even] great and strong nations; and no one has stood before us until this day.
23.10   One of you has chased a thousand, for the Lord our God, he fought for you, as he said to us.
23.11   And take ye great heed to love the Lord our God.
23.12   For if ye shall turn aside and attach yourselves to these nations that are left with you, and make marriages wit them, and become mingled with them and they with you,
23.13   know that the Lord will no more destroy these nations from before you; and they will be to you snares and stumbling-blocks, and nails in your heels, and darts in your eyes, until ye be destroyed from off this good land, which the Lord your God has given you.
23.14   But I hasten to go the way [of death], as all that are upon the earth also [do]: and ye know in your heart and in your soul, that not one word has fallen [to the ground] of all the words which the Lord our God has spoken respecting all that concerns us; there has not one of them failed.
23.15   And it shall come to pass, that as all the good things are come upon us which the Lord God will bring upon you all the evil things, until he shall have destroyed you from off this good land, which the Lord has given you,
23.16   when ye transgress the covenant of the Lord our God, which he has charged us, and go and serve other gods, and bow down to them.

- Chapitre / chapter 24 -
24.1    Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ.
24.2    καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν Τάδε λέγει *κύριος ὁ θεὸς Ισραηλ Πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ᾽ ἀρχῆς, Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
24.3    καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Αβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ισαακ
24.4    καὶ τῷ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ· καὶ ἔδωκα τῷ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομῆσαι αὐτῷ, καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν.
24.5    καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἷς ἐποίησεν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξήγαγεν ὑμᾶς
24.6    ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ὑμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν,
24.7    καὶ ἀνεβοήσαμεν πρὸς *κύριον, καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς, καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ. καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
24.8    καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν Αμορραίων τῶν κατοικούντων πέραν τοῦ Ιορδάνου, καὶ παρετάξαντο ὑμῖν, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν, καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.
24.9    καὶ ἀνέστη Βαλακ ὁ τοῦ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τῷ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμῖν·
24.10   καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε, καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν αὐτούς.
24.11   καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω· καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω, ὁ Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν.
24.12   καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν Αμορραίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.
24.13   καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ᾽ ἣν οὐκ ἐκοπιάσατε ἐπ᾽ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήσατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε, ὑμεῖς ἔδεσθε.
24.14   καὶ νῦν φοβήθητε *κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε *κυρίῳ.
24.15   εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν *κυρίῳ, ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Αμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν *κυρίῳ, ὅτι ἅγιός ἐστιν.
24.16   Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπεν Μὴ γένοιτο ἡμῖν καταλιπεῖν *κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις.
24.17   *κύριος ὁ θεὸς ἡμῶν, αὐτὸς θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ, ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὓς παρήλθομεν δι᾽ αὐτῶν·
24.18   καὶ ἐξέβαλεν *κύριος τὸν Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν *κυρίῳ· οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν.
24.19   καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Οὐ μὴ δύνησθε λατρεύειν *κυρίῳ, ὅτι θεὸς ἅγιός ἐστιν, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν·
24.20   ἡνίκα ἐὰν ἐγκαταλίπητε *κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ᾽ ὧν εὖ ἐποίησεν ὑμᾶς.
24.21   καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν Οὐχί, ἀλλὰ *κυρίῳ λατρεύσομεν.
24.22   καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Μάρτυρες ὑμεῖς καθ᾽ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε *κύριον λατρεύειν αὐτῷ·
24.23   καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς *κύριον θεὸν Ισραηλ.
24.24   καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν *Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.
24.25   Καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Ισραηλ.
24.26   καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα εἰς βιβλίον, νόμον τοῦ θεοῦ· καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι *κυρίου.
24.27   καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ *κυρίου, ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον· καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἐὰν ψεύσησθε *κυρίῳ τῷ θεῷ μου.
24.28   καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
24.29   Καὶ ἐγένετο μετ᾽ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος *κυρίου ἑκατὸν δέκα ἐτῶν.
24.30   καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας· ἐκεῖ ἔθηκαν μετ᾽ αὐτοῦ εἰς τὸ μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς κύριος, καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
24.31   καὶ ἐλάτρευσεν Ισραηλ τῷ *κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα *κυρίου, ὅσα ἐποίησεν τῷ Ισραηλ.
24.32   καὶ τὰ ὀστᾶ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ, οὗ ἐκτήσατο Ιακωβ παρὰ τῶν Αμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι.
24.33   Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεες ἱεράτευσεν ἀντὶ Ελεαζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν Γαβααθ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν Ἀστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Εγλωμ τῷ βασιλεῖ Μωαβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ.

- Chapitre / chapter 24 -
24.1    And Joshua gathered all the tribe of Israel to Selo, and convoked their elders, and their officers, and their judges, and set them before God.
24.2    And Joshua said to all the people, Thus says the Lord God of Israel, Your fathers at first sojourned beyond the river, [even] Thara, the father of Abraam and the father of Nachor; and they served other gods.
24.3    And I took your father Abraam from the other side of the river, and I guided him through all the land, and I multiplied his seed;
24.4    and I gave to him Isaac, and to Isaac Jacob and Esau: and I gave to Esau mount Seir for him to inherit: and Jacob and his sons went down to Egypt, and became there a great and populous and mighty nation: and the Egyptians afflicted them.
24.5    And I smote Egypt with the wonders that I wrought among them.
24.6    And afterwards [God] brought out our fathers from Egypt, and ye entered into the Red Sea; and the Egyptians pursued after our fathers with chariots and horses into the Red Sea.
24.7    And we cried aloud to the Lord; and he put a cloud and darkness between us an the Egyptians, and he brought the sea upon them, and covered them; and your eyes have seen all that the Lord did in the land of Egypt; and ye were in the wilderness many days.
24.8    And he brought us into the land of the Amorites that dwelt beyond Jordan, and the Lord delivered them into our hands; and ye inherited their land, and utterly destroyed them from before you.
24.9    And Balac, king of Moab, son of Sepphor, rose up, and made war against Israel, and sent and called Balaam to curse us.
24.10   But the Lord thy God would not destroy thee; and he greatly blessed us, and rescued us out of their hands, and delivered them [to us].
24.11   And ye crossed over Jordan, and came to Jericho; and the inhabitants of Jericho fought against us, the Amorite, and the Chananite, and the Pherezite, and the Evite, and the Jebusite, and the Chettite, and the Gergesite, and the Lord delivered them into our hands.
24.12   And he sent forth the hornet before you; and he drove them out from before you, [even] twelve kings of the Amorites, not with thy sword, nor with thy bow.
24.13   And he gave you a land on which ye did not labour, and cities which ye did not build, and ye were settled in them; and ye eat [of] vineyards and oliveyards which ye did not plant.
24.14   And now fear the Lord, and serve him in righteousness and justice; and remove the strange gods, which our fathers served beyond the river, and in Egypt; and serve the Lord.
24.15   But if it seem not good to you to serve the Lord, choose to yourselves this day whom ye will serve, whether the gods of your fathers that were on the other side of the river, or the gods of the Amorites, among whom ye dwell upon their land: but I and my house will serve the Lord, for he is holy.
24.16   And the people answered and said, Far be it from us to forsake the Lord, so as to serve other gods.
24.17   The Lord our God, he is God; he brought up us and our fathers from Egypt, and kept us in all the way wherein we walked, and among all the nations through whom we passed.
24.18   And the Lord cast ut the Amorite, and all the nations that inhabited the land from before us: yea, we will serve the Lord, for he is our God.
24.19   And Joshua said to the people, Indeed ye will not be able to serve the Lord, for God is holy; and he being jealous will not forgive your sins and your transgressions.
24.20   Whensoever ye shall forsake the Lord and serve other gods, then he shall come upon you and afflict you, and consume you, because he has done you good.
24.21   And the people said to Joshua, Nay, but we will serve the Lord.
24.22   And Joshua said to the people, Ye [are] witnesses against yourselves, that ye have chosen the Lord to serve him.
24.23   And now take away the strange gods that are among you, and set your heart right toward the Lord God of Israel.
24.24   And the people said to Joshua, We will serve the Lord, and we will hearken to his voice.
24.25   So Joshua made a covenant with the people on that day, and gave them a law and an ordinance in Selo before the tabernacle of the God of Israel.
24.26   And he wrote these words in the book of the laws of God: and Joshua took a great stone, and set it up under the oak before the Lord.
24.27   And Joshua said to the people, Behold, this stone shall be among you for a witness, for it has heard all the words that have been spoken to it by the Lord; for he has spoken to you this day; and this [stone] shall be among you for a witness in the last days, whenever ye shall deal falsely with the Lord my God.
24.28   And Joshua dismissed the people, and they went every man to his place.
24.29   And it came to pass after these things that Joshua the son of Naue the servant of the Lord died, [at the age] of a hundred and ten years.
24.30   And they buried him by the borders of his inheritance in Thamnasarach in the mount of Ephraim, northward of the mount of Galaad: there they put with him into the tomb in which they buried him, the knives of stone with which he circumcised the children of Israel in Galgala, when he brought them out of Egypt, as the Lord appointed them; and there they are o this day.
24.31   And Israel served the Lord all the days of Joshua, and all the days of the elders that lived as long as Joshua, and all that knew all the works of the Lord which he wrought for Israel.
24.32   And the children of Israel brought up the bones of Joseph out of Egypt, and buried [them] in Sicima, in the portion of the land which Jacob bought of the Amorites who dwelt in Sicima for a hundred ewe-lambs; and he gave it to Joseph for a portion.
24.33   And it came to pass afterwards that Eleazar the high-priest the son of Aaron died, and was buried in Gabaa of Phinees his son, which he gave him in mount Ephraim. In that day the children of Israel took the ark of God, and carried it about among them; and Phinees exercised the priest's office in the room of Eleazar his father till he died, and he was buried in his own place Gabaa: but the children of Israel departed every one to their place, and to their own city: and the children of Israel worshipped Astarte, and Astaroth, and the gods of the nations round about them; and the Lord delivered them into the hands of Eglom king of Moab and he ruled over them eighteen years


- FIN / END -

^▲^