Septante (LXX) : grec - anglais.
Septuagint (LXX) : Greek - English.



Nombres / Numbers
Chapitres / chapters :
1 2 3 4 5 6 7 8 9 10
11 12 13 14 15 16 17 18 19 20
21 22 23 24 25 26 27 28 29 30
31 32 33 34 35 36




Septante (LXX) en grec.
Septuagint (LXX) in Greek.


- Chapitre / chapter 1 -
1.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
1.2     Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πᾶς ἄρσην
1.3     ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς.
1.4     καὶ μεθ᾽ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ᾽ οἴκους πατριῶν ἔσονται.
1.5     καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ᾽ ὑμῶν· τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ·
1.6     τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι·
1.7     τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ·
1.8     τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ·
1.9     τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων·
1.10    τῶν υἱῶν Ιωσηφ, τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ, τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ·
1.11    τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι·
1.12    τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι·
1.13    τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν·
1.14    τῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ·
1.15    τῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν.
1.16    οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς, χιλίαρχοι Ισραηλ εἰσίν.
1.17    καὶ ἔλαβεν Μωυσῆς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
1.18    καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,
1.19    ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ Σινα.
1.20    Καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.21    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
1.22    τοῖς υἱοῖς Συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.23    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
1.24    τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.25    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
1.26    τοῖς υἱοῖς Ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.27    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
1.28    τοῖς υἱοῖς Ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.29    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
1.30    τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.31    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
1.32    τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.33    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
1.34    τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.35    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
1.36    τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.37    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
1.38    τοῖς υἱοῖς Δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.39    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
1.40    τοῖς υἱοῖς Ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.41    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
1.42    τοῖς υἱοῖς Νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
1.43    ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
1.44    αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν.
1.45    καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ,
1.46    ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.
1.47    Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ισραηλ.
1.48    καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
1.49    Ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
1.50    καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν.
1.51    καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ Λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω.
1.52    καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν·
1.53    οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.
1.54    καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα, ἃ ἐνετείλατο *κύριος τῷ Μωυσῇ καὶ Ααρων, οὕτως ἐποίησαν.

Septante (LXX) en anglais.
Septuagint (LXX) in English.


- Chapitre / chapter 1 -
1.1     And the Lord spoke to Moses in the wilderness of Sina, in the tabernacle of witness, on the first day of the second month, in the second year of their departure from the land of Egypt, saying,
1.2     Take the sum of all the congregation of Israel according to their kindreds, according to the houses of their fathers' families, according to their number by their names, according to their heads: every male
1.3     from twenty years old and upwards, every one that goes forth in the forces of Israel, take account of them with their strength; thou and Aaron take account of them.
1.4     And with you there shall be each one of the rulers according to the tribe of each: they shall be according to the houses of their families.
1.5     And these are the names of the men who shall be present with you; of the tribe of Ruben, Elisur the son of Sediur.
1.6     Of Symeon, Salamiel the son of Surisadai.
1.7     Of Juda, Naasson the son of Aminadab.
1.8     Of Issachar, Nathanael the son of Sogar.
1.9     Of Zabulon, Eliab the son of Chaelon.
1.10    Of the sons of Joseph, of Ephraim, Elisama the son of Emiud: of Manasses, Gamaliel the son of Phadasur.
1.11    Of Benjamin, Abidan the son of Gadeoni.
1.12    Of Dan, Achiezer the son of Amisadai.
1.13    Of Aser, Phagaiel the son of Echran.
1.14    Of Gad, Elisaph the son of Raguel.
1.15    Of Nephthali, Achire the son of Aenan.
1.16    These were famous men of the congregation, heads of the tribes according to their families: these are heads of thousands in Israel.
1.17    And Moses and Aaron took these men who were called by name.
1.18    And they assembled all the congregation on the first day of the month in the second year; and they registered them after their lineage, after their families, after the number of their names, from twenty years old and upwards, every male according to their number:
1.19    as the Lord commanded Moses, so they were numbered in the wilderness of Sina.
1.20    And the sons of Ruben the first-born of Israel according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their heads, were-- all males from twenty years old and upward, every one that went out with the host--
1.21    the numbering of them of the tribe of Ruben, was forty-six thousand and four hundred.
1.22    For the children of Symeon according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes out with the host,
1.23    the numbering of them of the tribe of Symeon, was fifty-nine thousand and three hundred.
1.24    For the sons of Gad according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes forth with the host,
1.25    the numbering of them of the tribe of Gad, was forty and five thousand and six hundred and fifty.
1.26    For the sons of Juda according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes forth with the host,
1.27    the numbering of them of the tribe of Juda, was seventy-four thousand and six hundred.
1.28    For the sons of Issachar according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes forth with the host,
1.29    the numbering of them of the tribe of Issachar, was fifty-four thousand and four hundred.
1.30    For the sons of Zabulon according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes out with the host,
1.31    the numbering of them of the tribe of Zabulon, was fifty-seven thousand and four hundred.
1.32    For the sons of Joseph, the sons of Ephraim, according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according o their polls, all males from twenty years old and upward, every one that goes out with the host,
1.33    the numbering of them of the tribe of Ephraim, was forty thousand and five hundred.
1.34    For the sons of Manasse according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes out with the host,
1.35    the numbering of them of the tribe of Manasse, was thirty-two thousand and two hundred.
1.36    For the sons of Benjamin according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, every male from twenty years old and upward, every one that goes forth with the host,
1.37    the numbering of them of the tribe of Benjamin, was thirty-five thousand and four hundred.
1.38    For the sons of Dan according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, all males from twenty years old and upward, every one that goes forth with the host,
1.39    the numbering of them of the tribe of Dan, was sixty and two thousand and seven hundred.
1.40    For the sons of Aser according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, every male from twenty years old and upward, every one that goes forth with the host,
1.41    the numbering of them of the tribe of Aser, was forty and one thousand and five hundred.
1.42    For the sons of Nephthali according to their kindreds, according to their divisions, according to the houses of their families, according to the number of their names, according to their polls, every male from twenty years old and upward, every one who goes forth with the host,
1.43    the numbering of them of the tribe of Nephthali, was fifty-three thousand and four hundred.
1.44    This is the numbering which Moses and Aaron and the rulers of Israel, being twelve men, conducted: there was a man for each tribe, they were according to the tribe of the houses of their family.
1.45    And the whole numbering of the children of Israel with their host from twenty years old and upward, every one that goes out to set himself in battle array in Israel, came to
1.46    six hundred thousand and three thousand and five hundred and fifty.
1.47    But the Levites of the tribe of their family were not counted among the children of Israel.
1.48    And the Lord spoke to Moses, saying,
1.49    See, thou shalt not muster the tribe of Levi, and thou shalt not take their numbers, in the midst of the children of Israel.
1.50    And do thou set the Levites over the tabernacle of witness, and over all its furniture, and over all things that are in it; and they shall do service in it, and they shall encamp round about the tabernacle.
1.51    And in removing the tabernacle, the Levites shall take it down, and in pitching the tabernacle they shall set it up: and let the stranger that advances [to touch it] die.
1.52    And the children of Israel shall encamp, every man in his own order, and every man according to his company, with their host.
1.53    But let the Levites encamp round about the tabernacle of witness fronting it, and [so] there shall be no sin among the children of Israel; and the Levites themselves shall keep the guard of the tabernacle of witness.
1.54    And the children of Israel did according to all that the Lord commanded Moses and Aaron, so did they.


- Chapitre / chapter 2 -
2.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
2.2     Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ᾽ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ.
2.3     καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ᾽ ἀνατολὰς τάγμα παρεμβολῆς Ιουδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ·
2.4     δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
2.5     καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ισσαχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ·
2.6     δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
2.7     καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλων, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων·
2.8     δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
2.9     πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν.
2.10    Τάγμα παρεμβολῆς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ·
2.11    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
2.12    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεων, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι·
2.13    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
2.14    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γαδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ·
2.15    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
2.16    πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν.
2.17    καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ᾽ ἡγεμονίαν.
2.18    Τάγμα παρεμβολῆς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ·
2.19    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
2.20    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασση, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ·
2.21    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
2.22    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμιν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι·
2.23    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
2.24    πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν.
2.25    Τάγμα παρεμβολῆς Δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι·
2.26    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
2.27    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ασηρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν·
2.28    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
2.29    καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλι, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν·
2.30    δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
2.31    πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν.
2.32    Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ισραηλ κατ᾽ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
2.33    οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο *κύριος τῷ Μωυσῇ.
2.34    καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα, ὅσα συνέταξεν *κύριος τῷ Μωυσῇ, οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.

- Chapitre / chapter 2 -
2.1     And the Lord spoke to Moses and Aaron, saying,
2.2     Let the children of Israel encamp fronting [each other], every man keeping his own rank, according to [their] standards, according to the houses of their families; the children of Israel shall encamp round about the tabernacle of witness.
2.3     And they that encamp first toward the east [shall be] the order of the camp of Juda with their host, and the prince of the sons of Juda, Naasson the son of Aminadab.
2.4     His forces that were numbered, were seventy-four thousand and six hundred.
2.5     And they that encamp next [shall be] of the tribe of Issachar, and the prince of the sons of Issachar [shall be] Nathanael the son of Sogar.
2.6     His forces that were numbered, were fifty-four thousand and four hundred.
2.7     And they that encamp next [shall be] of the tribe of Zabulon, and the prince of the sons of Zabulon [shall be] Eliab the son of Chaelon.
2.8     His forces that were numbered, were fifty-seven thousand and four hundred.
2.9     All that were numbered of the camp of Juda were a hundred and eighty thousand and six thousand and four hundred: they shall move first with their forces.
2.10    [This is] the order of the camp of Ruben; their forces [shall be] toward the south, and the prince of the children of Ruben [shall be] Elisur the son of Sediur.
2.11    His forces that were numbered, were forty-six thousand and five hundred.
2.12    And they that encamp next to him [shall be] of the tribe of Symeon, and the prince of the sons of Symeon [shall be] Salamiel the son of Surisadai.
2.13    His forces that were numbered, were fifty-nine thousand and three hundred.
2.14    And they that encamp next to them [shall be] the tribe of Gad; and the prince of the sons of Gad, Elisaph the son of Raguel.
2.15    His forces that were numbered, were forty-five thousand and six hundred and fifty.
2.16    All who were numbered of the camp of Ruben, were a hundred and fifty-one thousand and four hundred and fifty: they with their forces shall proceed in the second place.
2.17    And [then] the tabernacle of witness shall be set forward, and the camp of the Levites [shall be] between the camps; as they shall encamp, so also shall they commence their march, each one next in order to his fellow according to their companies.
2.18    The station of the camp of Ephraim [shall be] westward with their forces, and the head of the children of Ephraim [shall be] Elisama the son of Emiud.
2.19    His forces that were numbered, are forty thousand and five hundred.
2.20    And they that encamp next [shall be] of the tribe of Manasse, and the prince of the sons of Manasse, Gamaliel the son of Phadassur.
2.21    His forces that were numbered, were thirty-two thousand and two hundred.
2.22    And they that encamp next [shall be] of the tribe of Benjamin, and the prince of the sons of Benjamin, Abidan the son of Gadeoni.
2.23    His forces that were numbered, were thirty-five thousand and four hundred.
2.24    All that were numbered of the camp of Ephraim, were one hundred and eight thousand and one hundred: they with their forces shall set out third.
2.25    The order of the camp of Dan [shall be] northward with their forces; and the prince of the sons of Dan, Achiezer the son of Amisadai.
2.26    His forces that were numbered, were sixty-two thousand and seven hundred.
2.27    And they that encamp next to him [shall be] the tribe of Aser; and the prince of the sons of Aser, Phagiel the son of Echran.
2.28    His forces that were numbered, were forty-one thousand and five hundred.
2.29    And they that encamp next [shall be] of the tribe of Nephthali; and the prince of the children of Nephthali, Achire son Aenan.
2.30    His forces that were numbered were fifty-three thousand and four hundred.
2.31    All that were numbered of the camp of Dan, [were] a hundred and fifty-seven thousand and six hundred: they shall set out last according to their order.
2.32    This [is] the numbering of the children of Israel according to the houses of their families: all the numbering of the camps with their forces, [was] six hundred and three thousand, five hundred and fifty.
2.33    But the Levites were not numbered with them, as the Lord commanded Moses.
2.34    And the children of Israel did all things that the Lord commanded Moses; thus they encamped in their order, and thus they began their march in succession each according to their divisions, according to the houses of their families.

- Chapitre / chapter 3 -
3.1     Καὶ αὗται αἱ γενέσεις Ααρων καὶ Μωυσῆ ἐν ᾗ ἡμέρᾳ ἐλάλησεν *κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινα,
3.2     καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων· πρωτότοκος Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ·
3.3     ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν.
3.4     καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι *κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι *κυρίου ἐν τῇ ἐρήμῳ Σινα, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ᾽ Ααρων τοῦ πατρὸς αὐτῶν.
3.5     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
3.6     Λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ
3.7     καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς
3.8     καὶ φυλάξουσιν πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς.
3.9     καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσιν· δόμα δεδομένοι οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ισραηλ.
3.10    καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτῶν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
3.11    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
3.12    Καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται.
3.13    ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ *κύριος.
3.14    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων
3.15    Ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς.
3.16    καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς *κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος.
3.17    καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι.
3.18    καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν· Λοβενι καὶ Σεμει.
3.19    καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν· Αμραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.
3.20    καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν· Μοολι καὶ Μουσι. οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.
3.21    Τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμει· οὗτοι δῆμοι τοῦ Γεδσων.
3.22    ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.
3.23    καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν,
3.24    καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαφ υἱὸς Λαηλ.
3.25    καὶ ἡ φυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
3.26    καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ
3.27    Τῷ Κααθ δῆμος ὁ Αμραμις καὶ δῆμος ὁ Σααρις καὶ δῆμος ὁ Χεβρωνις καὶ δῆμος ὁ Οζιηλις· οὗτοί εἰσιν δῆμοι τοῦ Κααθ.
3.28    κατὰ ἀριθμὸν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.
3.29    οἱ δῆμοι τῶν υἱῶν Κααθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα,
3.30    καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Κααθ Ελισαφαν υἱὸς Οζιηλ.
3.31    καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν.
3.32    καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ ὁ υἱὸς Ααρων τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων.
3.33    Τῷ Μεραρι δῆμος ὁ Μοολι καὶ δῆμος ὁ Μουσι· οὗτοί εἰσιν δῆμοι Μεραρι.
3.34    ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·
3.35    καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν.
3.36    ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱῶν Μεραρι· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν
3.37    καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτῶν.
3.38    Καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ᾽ ἀνατολῆς Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ισραηλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.
3.39    Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς *κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες.
3.40    Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος·
3.41    καὶ λήμψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ *κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ισραηλ.
3.42    καὶ ἐπεσκέψατο Μωυσῆς, ὃν τρόπον ἐνετείλατο *κύριος, πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ισραηλ·
3.43    καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι.
3.44    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
3.45    Λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ *κύριος.
3.46    καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων, οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ,
3.47    καὶ λήμψῃ πέντε σίκλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου,
3.48    καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς.
3.49    καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον, τὰ λύτρα τῶν πλεοναζόντων, εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν·
3.50    παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ισραηλ ἔλαβεν τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον.
3.51    καὶ ἔδωκεν Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ φωνῆς *κυρίου, ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ.

- Chapitre / chapter 3 -
3.1     And these [are] the generations of Aaron and Moses, in the day in which the Lord spoke to Moses in mount Sina.
3.2     And these [are] the names of the sons of Aaron; Nadab the first-born; and Abiud, Eleazar and Ithamar.
3.3     These [are] the names of the sons of Aaron, the anointed priests whom they consecrated to the priesthood.
3.4     And Nadab and Abiud died before the Lord, when they offered strange fire before the Lord, in the wilderness of Sina; and they had no children; and Eleazar and Ithamar ministered in the priests' office with Aaron their father.
3.5     And the Lord spoke to Moses, saying,
3.6     Take the tribe of Levi, and thou shalt set them before Aaron the priest, and they shall minister to him,
3.7     and shall keep his charges, and the charges of the children of Israel, before the tabernacle of witness, to do the works of the tabernacle.
3.8     And they shall keep all the furniture of the tabernacle of witness, and the charges of the children of Israel as to all the works of the tabernacle.
3.9     And thou shalt give the Levites to Aaron, and to his sons the priests; they are given for a gift to me of the children of Israel.
3.10    And thou shalt appoint Aaron and his sons over the tabernacle of witness; and they shall keep their charge of priesthood, and all things belonging to the altar, and within the veil; and the stranger that touches them shall die.
3.11    And the Lord spoke to Moses, saying,
3.12    Behold, I have taken the Levites from the midst of the children of Israel, instead of every male that opens the womb from among the children of Israel: they shall be their ransom, and the Levites shall be mine.
3.13    For every first-born [is] mine; in the day in which I smote every first-born in the land of Egypt, I sanctified to myself every first-born in Israel: both of man and beast, they shall be mine: I [am] the Lord.
3.14    And the Lord spoke to Moses in the wilderness of Sina, saying,
3.15    Take the number of the sons of Levi, according to the houses of their families, according to their divisions; number ye them every male from a month old and upwards.
3.16    And Moses and Aaron numbered them by the word of the Lord, as the Lord commanded them.
3.17    And these were the sons of Levi by their names; Gedson, Caath, and Merari.
3.18    And these [are] the names of the sons of Gedson according to their families; Lobeni and Semei:
3.19    and the sons of Caath according to their families; Amram and Issaar, Chebron and Oziel:
3.20    and the sons of Merari according to their families, Mooli and Musi; these are the families of the Levites according to the houses of their families.
3.21    To Gedson belongs the family of Lobeni, and the family of Semei: these are the families of Gedson.
3.22    The numbering of them according to the number of every male from a month old and upwards, their numbering [was] seven thousand and five hundred.
3.23    And the sons of Gedson shall encamp westward behind the tabernacle.
3.24    And the ruler of the household of the family of Gedson [was] Elisaph the son of Dael.
3.25    And the charge of the sons of Gedson in the tabernacle of witness [was] the tent and the veil, and the covering of the door of the tabernacle of witness,
3.26    and the curtains of the court, and the veil of the door of the court, which is by the tabernacle, and the remainder of all its works.
3.27    To Caath [belonged] one division, that of Amram, and another division, that of Issaar, and another division, that of Chebron, and another division, that of Oziel: these are the divisions of Caath, according to number.
3.28    Every male from a month old and upward, eight thousand and six hundred, keeping the charges of the holy things.
3.29    The families of the sons of Caath, shall encamp beside the tabernacle toward the south.
3.30    And the chief of the house of the families of the divisions of Caath, [was] Elisaphan the son of Oziel.
3.31    And their charge [was] the ark, and the table, and the candlestick, and the altars, and all the vessels of the sanctuary wherewith they do holy service, and the veil, and all their works.
3.32    And the chief over the chief of the Levites, [was] Eleazar the son of Aaron the priest, appointed to keep the charges of the holy things.
3.33    To Merari [belonged] the family of Mooli, and the family of Musi: these are the families of Merari.
3.34    The mustering of them according to number, every male from a month old and upwards, [was] six thousand and fifty.
3.35    And the head of the house of the families of the division of Merari, was Suriel the son of Abichail: they shall encamp by the side of the tabernacle northwards.
3.36    The oversight of the charge of the sons of Merari [included] the chapiters of the tabernacle, and its bars, and its pillars, and its sockets, and all their furniture, and their works,
3.37    and the pillars of the court round about, and their bases, and their pins, and their cords.
3.38    They that encamp before the tabernacle of witness on the east [shall be] Moses and Aaron and his sons, keeping the charges of the sanctuary according to the charges of the children of Israel; and the stranger that touches them, shall die.
3.39    All the numbering of the Levites, whom Moses and Aaron numbered by the word of the Lord, according to their families, every male from a month old and upwards, [were] two and twenty thousand.
3.40    And the Lord spoke to Moses, saying, Count every first-born male of the children of Israel from a month old and upwards, and take the number by name.
3.41    And thou shalt take the Levites for me-- I [am] the Lord-- instead of all the first-born of the sons of Israel, and the cattle of the Levites instead of all the first-born among the cattle of the children of Israel.
3.42    And Moses counted, as the Lord commanded him, every first-born among the children of Israel.
3.43    And all the male first-born in number by name, from a month old and upwards, were according to their numbering twenty-two thousand and two hundred and seventy-three.
3.44    And the Lord spoke to Moses, saying,
3.45    Take the Levites instead of all the first-born of the sons of Israel, and the cattle of the Levites instead of their cattle, and the Levites shall be mine; I [am] the Lord.
3.46    And for the ransoms of the two hundred and seventy-three which exceed the Levites in number of the first-born of the sons of Israel;
3.47    thou shalt even take five shekels a head; thou shalt take them according to the holy didrachm, twenty oboli to the shekel.
3.48    And thou shalt give the money to Aaron and to his sons, the ransom of those who exceed in number among them.
3.49    And Moses took the silver, the ransom of those that exceeded in number the redemption of the Levites.
3.50    He took the silver from the first-born of the sons of Israel, a thousand three hundred and sixty-five shekels, according to the holy shekel.
3.51    And Moses gave the ransom of them that were over to Aaron and his sons, by the word of the Lord, as the Lord commanded Moses.

- Chapitre / chapter 4 -
4.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
4.2     Λαβὲ τὸ κεφάλαιον τῶν υἱῶν Κααθ ἐκ μέσου υἱῶν Λευι κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
4.3     ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
4.4     καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.
4.5     καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολή, καὶ καθελοῦσιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου
4.6     καὶ ἐπιθήσουσιν ἐπ᾽ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς.
4.7     καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ᾽ αὐτῆς ἔσονται.
4.8     καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν δι᾽ αὐτῆς τοὺς ἀναφορεῖς.
4.9     καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτῆς καὶ τὰς λαβίδας αὐτῆς καὶ τὰς ἐπαρυστρίδας αὐτῆς καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς,
4.10    καὶ ἐμβαλοῦσιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ᾽ ἀναφορέων.
4.11    καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ.
4.12    καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.
4.13    καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ᾽ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον
4.14    καὶ ἐπιθήσουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ σκεύη, ὅσοις λειτουργοῦσιν ἐπ᾽ αὐτὸ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπ᾽ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ συγκαλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.
4.15    καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν, καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσιν· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
4.16    ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως· τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ᾽ ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις.
4.17    καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
4.18    Μὴ ὀλεθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Κααθ ἐκ μέσου τῶν Λευιτῶν·
4.19    τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ,
4.20    καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανοῦνται.
4.21    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
4.22    Λαβὲ τὴν ἀρχὴν τῶν υἱῶν Γεδσων, καὶ τούτους κατ᾽ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν·
4.23    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
4.24    αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσων λειτουργεῖν καὶ αἴρειν·
4.25    καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ᾽ αὐτῆς ἄνωθεν καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
4.26    καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, ποιήσουσιν.
4.27    κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι᾽ αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ᾽ αὐτῶν.
4.28    αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως.
4.29    Υἱοὶ Μεραρι, κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν ἐπισκέψασθε αὐτούς·
4.30    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
4.31    καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ᾽ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς
4.32    καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ᾽ αὐτῶν.
4.33    αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρι ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως.
4.34    Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
4.35    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
4.36    καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα·
4.37    αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς *κυρίου ἐν χειρὶ Μωυσῆ.
4.38    Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
4.39    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
4.40    καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν δισχίλιοι ἑξακόσιοι τριάκοντα·
4.41    αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσων, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς *κυρίου ἐν χειρὶ Μωυσῆ.
4.42    Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρι κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν
4.43    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
4.44    καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν τρισχίλιοι καὶ διακόσιοι·
4.45    αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς *κυρίου ἐν χειρὶ Μωυσῆ.
4.46    Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ, τοὺς Λευίτας κατὰ δήμους κατ᾽ οἴκους πατριῶν αὐτῶν
4.47    ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
4.48    καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.
4.49    διὰ φωνῆς *κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ ἄνδρα κατ᾽ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ.

- Chapitre / chapter 4 -
4.1     And the Lord spoke to Moses and Aaron, saying,
4.2     Take the sum of the children of Caath from the midst of the sons of Levi, after their families, according to the houses of their fathers' households;
4.3     from twenty-five years old and upward until fifty years, every one that goes in to minister, to do all the works in the tabernacle of witness.
4.4     And these are the works of the sons of Caath in the tabernacle of witness; it is most holy.
4.5     And Aaron and his sons shall go in, when the camp is about to move, and shall take down the shadowing veil, and shall cover with it the ark of the testimony.
4.6     And they shall put on it a cover, even a blue skin, and put on it above a garment all of blue, and shall put the staves through [the rings].
4.7     And they shall put on the table set forth for shew-bred a cloth all of purple, and the dishes, and the censers, and the cups, and the vessels with which one offers drink-offerings; and the continual loaves shall be upon it.
4.8     And they shall put upon it a scarlet cloth, and they shall cover it with a blue covering of skin, and they shall put the staves into it.
4.9     And they shall take a blue covering, and cover the candlestick that gives light, and its lamps, and its snuffers, and its funnels, and all the vessels of oil with which they minister.
4.10    And they shall put it, and all its vessels, into a blue skin cover; and they shall put it on bearers.
4.11    And they shall put a blue cloth for a cover on the golden altar, and shall cover it with a blue skin cover, and put in its staves.
4.12    And they shall take all the instruments of service, with which they minister in the sanctuary: and shall place them in a cloth of blue, and shall cover them with blue skin covering, and put them upon staves.
4.13    And he shall put the covering on the altar, and they shall cover it with a cloth all of purple.
4.14    And they shall put upon it all the vessels with which they minister upon it, and the fire-pans, and the flesh-hooks, and the cups, and the cover, and all the vessels of the altar; and they shall put on it a blue cover of skins, and shall put in its staves; and they shall take a purple cloth, and cover the laver and its foot, and they shall put it into a blue cover of skin, and put it on bars.
4.15    And Aaron and his sons shall finish covering the holy things, and all the holy vessels, when the camp begins to move; and afterwards the sons of Caath shall go in to take up [the furniture]; but shall not touch the holy things, lest they die: these shall the sons of Caath bear in the tabernacle of witness.
4.16    Eleazar the son of Aaron the priest is overseer-- the oil of the light, and the incense of composition, and the daily meat-offering and the anointing oil, are his charge; even the oversight of the whole tabernacle, and all things that are in it in the holy place, in all the works.
4.17    And the Lord spoke to Moses and Aaron, saying,
4.18    Ye shall not destroy the family of Caath from the tribe out of the midst of the Levites.
4.19    This do ye to them, and they shall live and not die, when they approach the holy of holies: Let Aaron and his sons advance, and they shall place them each in his post for bearing.
4.20    And [so] they shall by no means go in to look suddenly upon the holy things, and die.
4.21    And the Lord spoke to Moses, saying,
4.22    Take the sum of the children of Gedson, and these according to the houses of their lineage, according to there families.
4.23    Take the number of them from five and twenty years old and upwards until the age of fifty, every one that goes in to minister, to do his business in the tabernacle of witness.
4.24    This [is] the public service of the family of Gedson, to minister and to bear.
4.25    And they shall bear the skins of the tabernacle, and the tabernacle of witness, and its veil, and the blue cover that was on it above, and the cover of the door of the tabernacle of witness.
4.26    And all the curtains of the court which were upon the tabernacle of witness, and the appendages, and all the vessels of service that they minister with they shall attend to.
4.27    According to the direction of Aaron and his sons shall be the ministry of the sons of Gedson, in all their ministries, and in all their works; and thou shalt take account of them by name in all things borne by them.
4.28    This is the service of the sons of Gedson in the tabernacle of witness, and their charge by the hand of Ithamar the son of Aaron the priest.
4.29    The sons of Merari according to their families, according to the houses of their lineage, take ye the number of them.
4.30    Take the number of them from five and twenty years old and upwards until fifty years old, every one that goes in to perform the services of the tabernacle of witness.
4.31    And these are the charges of the things borne by them according to all their works in the tabernacle of witness: they shall bear the chapiters of the tabernacle, and the bars, and its pillars, and its sockets, and the veil, and [there shall be] their sockets, and their pillars, and the curtain of the door of the tabernacle.
4.32    And they shall bear the pillars of the court round about, and [there shall be] their sockets, and [they shall bear] the pillars of the veil of the door of the court, and their sockets and their pins, and their cords, and all their furniture, and all their instruments of service: take ye their number by name, and all the articles of the charge of the things borne by them.
4.33    This is the ministration of the family of the sons of Merari in all their works in the tabernacle of witness, by the hand of Ithamar the son of Aaron the priest.
4.34    And Moses and Aaron and the rulers of Israel took the number of the sons of Caath according to their families, according to the houses of their lineage;
4.35    from five and twenty years old and upwards to the age of fifty years, every one that goes in to minister and do service in the tabernacle of witness.
4.36    And the numbering of them according to their families was two thousand, seven hundred and fifty.
4.37    This is the numbering of the family of Caath, every one that ministers in the tabernacle of witness, as Moses and Aaron numbered them by the word of the Lord, by the hand of Moses.
4.38    And the sons of Gedson were numbered according to their families, according to the houses of their lineage,
4.39    from five and twenty years old and upward till fifty years old, every one that goes in to minister and to do the services in the tabernacle of witness.
4.40    And the numbering of them according to their families, according to the houses of their lineage, [was] two thousand six hundred and thirty.
4.41    This [is] the numbering of the family of the sons of Gedson, every one who ministers in the tabernacle of witness; whom Moses and Aaron numbered by the word of the Lord, by the hand of Moses.
4.42    And also the family of the sons of Merari were numbered according to their divisions, according to the house of their fathers;
4.43    from five and twenty years old and upward till fifty years old, every one that goes in to minister in the services of the tabernacle of witness.
4.44    And the numbering of them according to their families, according to the houses of their lineage, [was] three thousand and two hundred.
4.45    This [is] the numbering of the family of the sons of Merari, whom Moses and Aaron numbered by the word of the Lord, by the hand of Moses.
4.46    All that were numbered, whom Moses and Aaron and the rulers of Israel numbered, [namely], the Levites, according to their families and according to the houses of their lineage,
4.47    from five and twenty years old and upward till fifty years old, every one that goes in to the service of the works, and the [charge of] the things that are carried in the tabernacle of witness.
4.48    And they that were numbered were eight thousand five hundred and eighty.
4.49    He reviewed them by the word of the Lord by the hand of Moses, appointing each man severally over their [respective] work, and over their burdens; and they were numbered, as the Lord commanded Moses.

- Chapitre / chapter 5 -
5.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
5.2     Πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ·
5.3     ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
5.4     καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησεν *κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ.
5.5     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
5.6     Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἀνὴρ ἢ γυνή, ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,
5.7     ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ᾽ αὐτὸ καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ.
5.8     ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον *κυρίῳ τῷ ἱερεῖ ἔσται πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι᾽ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
5.9     καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ισραηλ, ὅσα ἂν προσφέρωσιν τῷ κυρίῳ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
5.10    καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται· ἀνὴρ ὃς ἐὰν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
5.11    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
5.12    Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα
5.13    καὶ κοιμηθῇ τις μετ᾽ αὐτῆς κοίτην σπέρματος καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιαμμένη καὶ μάρτυς μὴ ἦν μετ᾽ αὐτῆς καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,
5.14    καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιαμμένη,
5.15    καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς τὸ δέκατον τοῦ οιφι ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον, ἔστιν γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν.
5.16    καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι *κυρίου,
5.17    καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ,
5.18    καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι *κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας, ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
5.19    καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου·
5.20    εἰ δὲ σὺ παραβέβηκας ὑπ᾽ ἀνδρὸς οὖσα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου.
5.21    καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί Δῴη *κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου ἐν τῷ δοῦναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην,
5.22    καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή Γένοιτο, γένοιτο.
5.23    καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου
5.24    καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
5.25    καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι *κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον,
5.26    καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
5.27    καὶ ἔσται ἐὰν ᾖ μεμιαμμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τῷ λαῷ αὐτῆς·
5.28    ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
5.29    οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ᾽ ἀνδρὸς οὖσα καὶ μιανθῇ·
5.30    ἢ ἄνθρωπος, ᾧ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσει τὴν γυναῖκα αὐτοῦ ἔναντι *κυρίου, καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·
5.31    καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτῆς.

- Chapitre / chapter 5 -
5.1     And the Lord spoke to Moses, saying,
5.2     Charge the children of Israel, and let them send forth out of the camp every leper, and every one who has in issue of the reins, and every one who is unclean from a dead body.
5.3     Whether male or female, send them forth out of the camp; and they shall not defile their camps in which I dwell among them.
5.4     And the children of Israel did so, and sent them out of the camp: as the Lord said to Moses, so did the children of Israel.
5.5     And the Lord spoke to Moses, saying,
5.6     Speak to the children of Israel, saying, Every man or woman who shall commit any sin that is common to man, or if that soul shall in anywise have neglected the commandment and transgressed;
5.7     [that person] shall confess the sin which he has committed, and shall make satisfaction for his trespass: he [shall pay] the principal, and shall add to it the fifth part, and shall make restoration to him against whom he has trespassed.
5.8     But if a man have no near kinsman, so as to make satisfaction for his trespass to him, the trespass-offering paid to the Lord shall be for the priest, besides the ram of atonement, by which he shall make atonement with it for him.
5.9     And every first-fruits in all the sanctified things among the children of Israel, whatsoever they shall offer to the Lord, shall be for the priest himself.
5.10    And the hallowed things of every man shall be his; and whatever man shall give [any thing] to the priest, the gift shall be his.
5.11    And the Lord spoke to Moses, saying,
5.12    Speak to the children of Israel, and thou shalt say to them, Whose soever wife shall transgress against him, and slight and despise him,
5.13    and [supposing] any one shall lie with her carnally, and the thing shall be hid from the eyes of her husband, and she should conceal it and be herself defiled, and there be no witness with her, and she should not be taken;
5.14    and there should come upon him a spirit of jealousy, and he should be jealous of his wife, and she be defiled; or there should come upon him a spirit of jealousy, and he should be jealous of his wife, and she should not be defiled;
5.15    then shall the man bring his wife to the priest, and shall bring his gift for her, the tenth part of an ephah of barley-meal: he shall not pour oil upon it, neither shall he put frankincense upon it; for it is a sacrifice of jealousy, a sacrifice of memorial, recalling sin to remembrance.
5.16    And the priest shall bring her, and cause her to stand before the Lord.
5.17    And the priest shall take pure running water in an earthen vessel, and he shall take of the dust that is on the floor of the tabernacle of witness, and the priest having taken it shall cast it into the water.
5.18    And the priest shall cause the woman to stand before the Lord, and shall uncover the head of the woman, and shall put into her hands the sacrifice of memorial, the sacrifice of jealousy; and in the hand of the priest shall be the water of this conviction that brings the curse.
5.19    And the priest shall adjure her, and shall say to the woman, If no one has lain with thee, and if thou hast not transgressed so as to be polluted, being under the power of thy husband, be free from this water of the conviction that causes the curse.
5.20    But if being a married woman thou hast transgressed, or been polluted, and any one has lain with thee, beside thy husband:
5.21    then the priest shall adjure the woman by the oaths of this curse, and the priest shall say to the woman, The Lord bring thee into a curse and under an oath in the idst of thy people, in that the Lord should cause thy thigh to rot and thy belly to swell;
5.22    and this water bringing the curse shall enter into thy womb to cause thy belly to swell, and thy thigh to rot. And the woman shall say, So be it, So be it.
5.23    And the priest shall write these curses in a book, and shall blot them out with the water of the conviction that brings the curse.
5.24    And he shall cause the woman to drink the water of the conviction that brings the curse; and the water of the conviction that brings the curse shall enter into her.
5.25    And the priest shall take from the hand of the woman the sacrifice of jealousy, and shall present the sacrifice before the Lord, and shall bring it to the altar.
5.26    And the priest shall take a handful of the sacrifice as a memorial of it, and shall offer it up upon the altar; and afterwards he shall cause the woman to drink the water.
5.27    And it shall come to pass, if she be defiled, and have altogether escaped the notice of her husband, then the water of the conviction that brings the curse shall enter into her; and she shall swell in her belly, and her thigh shall rot, and the woman shall be for a curse in the midst of her people.
5.28    But if the woman have not been polluted, and be clean, then shall she be guiltless and shall conceive seed.
5.29    This is the law of jealousy, wherein a married woman should happen to transgress, and be defiled;
5.30    or in the case of a man on whomsoever the spirit of jealousy should come, and he should be jealous of his wife, and he should place his wife before the Lord, and the priest shall execute towards her all this law.
5.31    Then the man shall be clear from sin, and that woman shall bear her sin.

- Chapitre / chapter 6 -
6.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
6.2     Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἀνὴρ ἢ γυνή, ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν *κυρίῳ
6.3     ἀπὸ οἴνου καὶ σικερα, ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται.
6.4     πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων, ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται.
6.5     πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο *κυρίῳ, ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς.
6.6     πάσας τὰς ἡμέρας τῆς εὐχῆς *κυρίῳ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται·
6.7     ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ᾽ ἀδελφῷ καὶ ἐπ᾽ ἀδελφῇ, οὐ μιανθήσεται ἐπ᾽ αὐτοῖς ἀποθανόντων αὐτῶν, ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ·
6.8     πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται *κυρίῳ.
6.9     ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ᾽ αὐτῷ, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται.
6.10    καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,
6.11    καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
6.12    ᾗ ἡγιάσθη *κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν, καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ.
6.13    Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
6.14    καὶ προσάξει τὸ δῶρον αὐτοῦ *κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον
6.15    καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ καὶ θυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν.
6.16    καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι *κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ
6.17    καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου *κυρίῳ ἐπὶ τῷ κανῷ τῶν ἀζύμων, καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ.
6.18    καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου.
6.19    καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ·
6.20    καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι *κυρίου, ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος· καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον.
6.21    οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται κυρίῳ δῶρον αὐτοῦ *κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.
6.22    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
6.23    Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοῖς [καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ, καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς]
6.24    Εὐλογήσαι σε *κύριος καὶ φυλάξαι σε,
6.25    ἐπιφάναι *κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε,
6.26    ἐπάραι *κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.
6.27    (vide)

- Chapitre / chapter 6 -
6.1     And the Lord spoke to Moses, saying,
6.2     speak to the children of Israel, and thou shalt say to them, Whatsoever man or woman shall specially vow a vow to separate oneself with purity to the Lord,
6.3     he shall purely abstain from wine and strong drink; and he shall drink no vinegar of wine or vinegar of strong drink; and whatever is made of the grape he shall not drink; neither shall he eat fresh grapes or raisins,
6.4     all the days of his vow: he shall eat no one of all the things that come from the vine, wine from the grape-stones to the husk,
6.5     all the days of his separation:-- a razor shall not come upon his head, until the days be fulfilled which he vowed to the Lord: he shall be holy, cherishing the long hair of the head,
6.6     all the days of his vow to the Lord: he shall not come nigh to any dead body,
6.7     to his father or his mother, or to his brother or his sister; he shall not defile himself for them, when they have died, because the vow of God is upon him on his head.
6.8     All the days of his vow he shall be holy to the Lord.
6.9     And if any one should die suddenly by him, immediately the head of his vow shall be defiled; and he shall shave his head in whatever day he shall be purified: on the seventh day he shall be shaved.
6.10    And on the eighth day he shall bring two turtledoves, or two young pigeons, to the priest, to the doors of the tabernacle of witness.
6.11    And the priest shall offer one for a sin-offering; and the other for a whole-burnt-offering; and the priest shall make atonement for him in the things wherein he sinned respecting the dead body, and he shall sanctify his head in that day,
6.12    in which he was consecrated to the Lord, [all] the days of his vow; and he shall bring a lamb of a year old for a trespass-offering; and the former days shall not be reckoned, because the head of his vow was polluted.
6.13    And this is the law of him that has vowed: in whatever day he shall have fulfilled the days of his vow, he shall himself bring his gift to the doors of the tabernacle of witness.
6.14    And he shall bring his gift to the Lord; one he-lamb of a year old without blemish for a whole-burnt-offering, and one ewe-lamb of a year old without blemish for a sin-offering, and one ram without blemish for a peace-offering;
6.15    and a basket of unleavened bread of fine flour, [even] loaves kneaded with oil, and unleavened cakes anointed with oil, and their meat-offering, and their drink-offering.
6.16    And the priest shall bring them before the Lord, and shall offer his sin-offering, and his whole-burnt-offering.
6.17    And he shall offer the ram as a sacrifice of peace-offering to the Lord with the basket of unleavened bread; and the priest shall offer its meat-offering and its drink-offering.
6.18    And he that has vowed shall shave the head of his consecration by the doors of the tabernacle of witness, and shall put the hairs on the fire which is under the sacrifice of peace-offering.
6.19    And the priest shall take the sodden shoulder of the ram, and one unleavened loaf from the basket, and one unleavened cake, and shall put them on the hands of the votary after he has shaved off his holy hair.
6.20    And the priest shall present them as an offering before the Lord; it shall be the holy portion for the priest beside the breast of the heave-offering and beside the shoulder of the wave-offering: and afterwards the votary shall drink wine.
6.21    This is the law of the votary who shall have vowed to the Lord his gift to the Lord, concerning his vow, besides what he may be able to afford according to the value of his vow, which he may have vowed according to the law of separation.
6.22    And the Lord spoke to Moses, saying,
6.23    Speak to Aaron and to his sons, saying, Thus ye shall bless the children of Israel, saying to them,
6.24    The Lord bless thee and keep thee;
6.25    the Lord make his face to shine upon thee, and have mercy upon thee;
6.26    the Lord lift up his countenance upon thee, and give thee peace.
6.27    And they shall put my name upon the children of Israel, and I the Lord will bless them.

- Chapitre / chapter 7 -
7.1     Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά,
7.2     καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν, οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς,
7.3     καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι *κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς.
7.4     καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν λέγων
7.5     Λαβὲ παρ᾽ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.
7.6     καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις·
7.7     τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
7.8     καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως.
7.9     καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπ᾽ ὤμων ἀροῦσιν.
7.10    Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ, ᾗ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου.
7.11    καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ᾽ ἡμέραν ἄρχων καθ᾽ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.
7.12    Καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς φυλῆς Ιουδα.
7.13    καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.14    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.15    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.16    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.17    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ.
7.18    Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς φυλῆς Ισσαχαρ.
7.19    καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.20    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.21    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.22    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.23    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ Σωγαρ.
7.24    Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων.
7.25    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.26    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.27    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.28    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.29    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων.
7.30    Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ.
7.31    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.32    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.33    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.34    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.35    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ.
7.36    Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι.
7.37    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.38    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.39    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.40    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.41    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι.
7.42    Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ.
7.43    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.44    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.45    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.46    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.47    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ Ραγουηλ.
7.48    Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ.
7.49    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.50    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.51    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.52    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.53    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ.
7.54    Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ.
7.55    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.56    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.57    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.58    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.59    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ.
7.60    Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι.
7.61    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.62    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.63    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.64    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.65    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι.
7.66    Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι.
7.67    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.68    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.69    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.70    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.71    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι.
7.72    Τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν.
7.73    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.74    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.75    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.76    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.77    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν.
7.78    Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν.
7.79    τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν·
7.80    θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος·
7.81    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
7.82    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
7.83    καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν.
7.84    Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυίσκαι χρυσαῖ δώδεκα,
7.85    τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία, πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ.
7.86    θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ.
7.87    πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.
7.88    πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι. αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν.
7.89    ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο χερουβιμ· καὶ ἐλάλει πρὸς αὐτόν.

- Chapitre / chapter 7 -
7.1     And it came to pass in the day in which Moses finished the setting-up of the tabernacle, that he anointed it, and consecrated it, and all its furniture, and the altar and all its furniture, he even anointed them, and consecrated them.
7.2     And the princes of Israel brought [gifts], twelve princes of their fathers' houses: these were te heads of tribes, these are they that presided over the numbering.
7.3     And they brought their gift before the Lord, six covered wagons, and twelve oxen; a waggon from two princes, and a calf from each: and they brought them before the tabernacle.
7.4     And the Lord spoke to Moses, saying,
7.5     Take of them, and they shall be for the works of the services of the tabernacle of witness: and thou shalt give them to the Levites, to each one according to his ministration.
7.6     And Moses took the wagons and the oxen, and gave them to the Levites.
7.7     And he gave two wagons and four oxen to the sons of Gedson, according to their ministrations.
7.8     And four wagons and eight oxen he gave to the sons of Merari according to their ministrations, by Ithamar the son of Aaron the priest.
7.9     But to the sons of Caath he gave them not, because they have the ministrations of the sacred things: they shall bear them on their shoulders.
7.10    And the rulers brought [gifts] for the dedication of the altar, in the day in which he anointed it, and the rulers brought their gifts before the altar.
7.11    And the Lord said to Moses, One chief each day, they shall offer their gifts a chief each day for the dedication of the altar.
7.12    And he that offered his gift on the first day, was Naasson the son of Aminadab, prince of the tribe of Juda.
7.13    And he brought his gift, one silver charger of a hundred and thirty shekels was its weight, one silver bowl, of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.14    One golden censer of ten shekels full of incense.
7.15    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering;
7.16    and one kid of the goats for a sin-offering.
7.17    And for a sacrifice of peace-offering, two heifers, five rams, five he goats, five ewe-lambs of a year old: this [was] the gift of Naasson the son of Aminadab.
7.18    On the second day Nathanael son of Sogar, the prince of the tribe of Issachar, brought [his offering].
7.19    And he brought this gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.20    One censer of ten golden shekels, full of incense.
7.21    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.22    and one kid of the goats for a sin-offering.
7.23    And for a sacrifice, a peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Nathanael the son of Sogar.
7.24    On the third day the prince of the sons of Zabulon, Eliab the son of Chaelon.
7.25    [He brought] his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.26    One golden censer of ten shekels, full of incense.
7.27    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.28    and one kid of the goats for a sin-offering.
7.29    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Eliab the son of Chaelon.
7.30    On the fourth day Elisur the son of Sediur, the prince of the children of Ruben.
7.31    [He brought] his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.32    One golden censer of ten shekels full of incense.
7.33    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.34    and one kid of the goats for a sin-offering.
7.35    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Elisur the son of Sediur.
7.36    On the fifth day the prince of the children of Symeon, Salamiel the son of Surisadai.
7.37    [He brought] his gift, one silver charger, its weight one hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.38    One golden censer of ten shekels, full of incense.
7.39    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.40    and one kid of the goats for a sin-offering.
7.41    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Salamiel the son of Surisadai.
7.42    On the sixth day the prince of the sons of Gad, Elisaph the son of Raguel.
7.43    [He brought] his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat offering.
7.44    One golden censer of ten shekels, full of incense.
7.45    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.46    and one kid of the goats for a sin-offering.
7.47    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Elisaph the son of Raguel.
7.48    On the seventh day the prince of the sons of Ephraim, Elisama the son of Emiud.
7.49    [He brought] his gift, one silver charger, its weight was a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.50    One golden censer of ten shekels, full of incense.
7.51    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.52    and one kid of the goats for a sin-offering.
7.53    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Elisama the son of Emiud.
7.54    On the eighth day the prince of the sons of Manasse, Gamaliel the son of Phadassur.
7.55    [He brought] his gift, one silver charger, its weight one hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat-offering.
7.56    One golden censer of ten shekels, full of incense.
7.57    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.58    and one kid of the goats for a sin-offering.
7.59    And for a sacrifice of peace-offering two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Gamaliel the son of Phadassur.
7.60    On the ninth day the prince of the sons of Benjamin, Abidan the son of Gadeoni.
7.61    [He brought] his gift, one silver charger, its weight a hundred and thirty [shekels], one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat-offering.
7.62    One golden censer of ten shekels, full of incense.
7.63    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.64    and one kid of the goats for a sin-offering.
7.65    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Abidan the son of Gadeoni.
7.66    On the tenth day the prince of the sons of Dan, Achiezer the son of Amisadai.
7.67    [He brought] his gift, one silver charger, its weight a hundred and thirty [shekels], one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.
7.68    One golden censer of ten shekels, full of incense.
7.69    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.70    and one kid of the goats for a sin-offering.
7.71    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old. This [was] the gift of Achiezer the son of Amisadai.
7.72    On the eleventh day the prince of the sons of Aser, Phageel the son of Echran.
7.73    [He brought] his gift, one silver charger, its weight a hundred and thirty [shekels], one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for meat-offering.
7.74    One golden censer of ten shekels, full of incense.
7.75    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.76    and one kid of the goats for a sin-offering.
7.77    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Phageel the son of Echran.
7.78    On the twelfth day the prince of the sons of Nephthali, Achire the son of Aenan.
7.79    [He brought] his gift, one silver charger, its weight a hundred and thirty shekels; one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat offering.
7.80    One golden censer of ten shekels, full of incense.
7.81    One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,
7.82    and one kid of the goats for a sin-offering.
7.83    And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this [was] the gift of Achire the son of Aenan.
7.84    This was the dedication of the altar in the day in which [Moses] anointed it, by the princes of the sons of Israel; twelve silver chargers, twelve silver bowls, twelve golden censers:
7.85    each charger of a hundred and thirty shekels, and each bowl of seventy shekels: all the silver of the vessels [was] two thousand four hundred shekels, the shekels according to the holy shekel.
7.86    Twelve golden censers full of incense: all the gold of the shekels, a hundred and twenty shekels.
7.87    All the cattle for whole-burnt-offerings, twelve calves, twelve rams, twelve he-lambs of a year old, and their meat-offerings, and their drink-offerings: and twelve kids of the goats for sin-offering.
7.88    All the cattle for a sacrifice of peace-offering, twenty-four heifers, sixty rams, sixty he-goats of a year old, sixty ewe-lambs of a year old without blemish: this is the dedication of the altar, after that [Moses] consecrated [Aaron], and after he anointed him.
7.89    When Moses went into the tabernacle of witness to speak to God, then he heard the voice of the Lord speaking to him from off the mercy-seat, which is upon the ark of the testimony, between the two cherubs; and he spoke to him.

- Chapitre / chapter 8 -
8.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
8.2     Λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν Ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.
8.3     καὶ ἐποίησεν οὕτως Ααρων· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ.
8.4     καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος, ὃ ἔδειξεν *κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.
8.5     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
8.6     Λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς.
8.7     καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται.
8.8     καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας.
8.9     καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
8.10    καὶ προσάξεις τοὺς Λευίτας ἔναντι *κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας,
8.11    καὶ ἀφοριεῖ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι *κυρίου παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα *κυρίου.
8.12    οἱ δὲ Λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα *κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν.
8.13    καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι *κυρίου·
8.14    καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ, καὶ ἔσονται ἐμοί.
8.15    καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου.
8.16    ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ισραηλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί.
8.17    ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα αὐτοὺς ἐμοὶ
8.18    καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ισραηλ.
8.19    καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ισραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια.
8.20    καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν Ισραηλ τοῖς Λευίταις καθὰ ἐνετείλατο *κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ.
8.21    καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια, καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι *κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ααρων ἀφαγνίσασθαι αὐτούς.
8.22    καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὼς συνέταξεν *κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.
8.23    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
8.24    Τοῦτό ἐστιν τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·
8.25    καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι,
8.26    καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργᾶται. οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

- Chapitre / chapter 8 -
8.1     And the Lord spoke to Moses, saying,
8.2     Speak to Aaron, and thou shalt say to him, Whenever thou shalt set the lamps in order, the seven lamps shall give light opposite the candlestick.
8.3     And Aaron did so: on one side opposite the candlestick he lighted its lamps, as the Lord appointed Moses.
8.4     And this [is] the construction of the candlestick: [it is] solid, golden-- its stem, and its lilies-- all solid: according to the pattern which the Lord shewed Moses, so he made the candlestick.
8.5     And the Lord spoke to Moses, saying,
8.6     Take the Levites out of the midst of the children of Israel, and thou shalt purify them.
8.7     And thus shalt thou perform their purification: thou shalt sprinkle them with water of purification, and a razor shall come upon the whole of their body, and they shall wash their garments, and shall be clean.
8.8     And they shall take one calf of the herd, and its meat-offering, fine flour mingled with oil: and thou shalt take a calf of a year old of the herd for a sin-offering.
8.9     And thou shalt bring the Levites before the tabernacle of witness; and thou shalt assemble all the congregation of the sons of Israel.
8.10    And thou shalt bring the Levites before the Lord; and the sons of Israel shall lay their hands upon the Levites.
8.11    And Aaron shall separate the Levites for a gift before the Lord from the children of Israel: and they shall be prepared to perform the works of the Lord.
8.12    And the Levites shall lay their hands on the heads of the calves; and thou shalt offer one for a sin-offering, and the other for a whole-burnt-offering to the Lord, to make atonement for them.
8.13    And thou shalt set the Levites before the Lord, and before Aaron, and before his sons; and thou shalt give them as a gift before the Lord.
8.14    And thou shalt separate the Levites from the midst of the sons of Israel, ad they shall be mine.
8.15    And afterwards the Levites shall go in to perform the works of the tabernacle of witness; and thou shalt purify them, and present them before the Lord.
8.16    For these are given to me for a present out of the midst of the children of Israel: I have taken them to myself instead of all the first-born of the sons of Israel that open every womb.
8.17    For every first-born among the children of Israel [is] mine, whether of man or beast: in the day in which I smote every first-born in the land of Egypt, I sanctified them to myself.
8.18    And I took the Levites in the place of every first-born among the children of Israel.
8.19    And I gave the Levites presented as a gift to Aaron and his sons out of the midst of the children of Israel, to do the service of the children of Israel in the tabernacle of witness, and to make atonement for the children of Israel: thus there shall be none among the sons of Israel to draw nigh to the holy things.
8.20    And Moses and Aaron, and all the congregation of the children of Israel, did to the Levites as the Lord commanded Moses concerning the Levites, so the sons of Israel did to them.
8.21    So the Levites purified themselves and washed their garments; and Aaron presented them as a gift before the Lord, and Aaron made atonement for them to purify them.
8.22    And afterwards the Levites went in to minister in their service in the tabernacle of witness before Aaron, and before his sons; as the Lord appointed Moses concerning the Levites, so they did to them.
8.23    And the Lord spoke to Moses, saying,
8.24    This is the [ordinance] for the Levites; From five and twenty years old and upward, they shall go in to minister in the tabernacle of witness.
8.25    And from fifty years old [the Levites] shall cease from the ministry, and shall not work any longer.
8.26    And his brother shall serve in the tabernacle of witness to keep charges, but he shall not do works: so shalt thou do to the Levites in their charges.

- Chapitre / chapter 9 -
9.1     Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα ἐν τῷ ἔτει τῷ δευτέρῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ λέγων
9.2     Εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα καθ᾽ ὥραν αὐτοῦ·
9.3     τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.
9.4     καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ποιῆσαι τὸ πασχα.
9.5     ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινα, καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ.
9.6     Καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ααρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
9.7     καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον *κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ισραηλ;
9.8     καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι, τί ἐντελεῖται *κύριος περὶ ὑμῶν.
9.9     καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
9.10    Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πασχα *κυρίῳ·
9.11    ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ᾽ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό,
9.12    οὐ καταλείψουσιν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωὶ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ᾽ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό.
9.13    καὶ ἄνθρωπος, ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρᾷ οὐκ ἔστιν καὶ ὑστερήσῃ ποιῆσαι τὸ πασχα, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· ὅτι τὸ δῶρον *κυρίῳ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήμψεται ὁ ἄνθρωπος ἐκεῖνος.
9.14    ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσει τὸ πασχα *κυρίῳ, κατὰ τὸν νόμον τοῦ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς.
9.15    Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.
9.16    οὕτως ἐγίνετο διὰ παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.
9.17    καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ισραηλ· καὶ ἐν τῷ τόπῳ, οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ισραηλ.
9.18    διὰ προστάγματος *κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ καὶ διὰ προστάγματος *κυρίου ἀπαροῦσιν· πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ·
9.19    καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ισραηλ τὴν φυλακὴν τοῦ *θεοῦ καὶ οὐ μὴ ἐξάρωσιν·
9.20    καὶ ἔσται ὅταν σκεπάσῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς *κυρίου παρεμβαλοῦσιν καὶ διὰ προστάγματος *κυρίου ἀπαροῦσιν·
9.21    καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ᾽ ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός·
9.22    μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ᾽ αὐτῆς παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ καὶ οὐ μὴ ἀπάρωσιν.
9.23    ὅτι διὰ προστάγματος *κυρίου ἀπαροῦσιν, τὴν φυλακὴν *κυρίου ἐφυλάξαντο διὰ προστάγματος *κυρίου ἐν χειρὶ Μωυσῆ.

- Chapitre / chapter 9 -
9.1     And the Lord spoke to Moses in the wilderness of Sina in the second year after they had gone forth from the land of Egypt, in the first month, saying,
9.2     Speak, and let the children of Israel keep the passover in its season.
9.3     On the fourteenth day of the first month at even, thou shalt keep it in its season; thou shalt keep it according to its law, and according to its ordinance.
9.4     And Moses ordered the children of Israel to sacrifice the passover,
9.5     on the fourteenth day of the first month in the wilderness of Sina, as the Lord appointed Moses, so the children of Israel did.
9.6     And there came men who were unclean by reason of a dead body, and they were not able to keep the passover on that day; and they came before Moses and Aaron on that day.
9.7     And those men said to Moses, We are unclean by reason of the dead body of a man: shall we therefore fail to offer the gift to the Lord in its season in the midst of the children of Israel?
9.8     And Moses said to them, stand there, and I will hear what charge the Lord will give concerning you.
9.9     And the Lord spoke to Moses, saying,
9.10    Speak to the children of Israel, saying, Whatever man shall be unclean by reason of a dead body, or on a journey far off, among you, or among your posterity; he shall then keep the passover to the Lord,
9.11    in the second month, on the fourteenth day; in the evening they shall offer it, with unleavened bread and bitter herbs shall they eat it.
9.12    They shall not leave of it until the morrow, and they shall not break a bone of it; they shall sacrifice it according to the ordinance of the passover.
9.13    And whatsoever man shall be clean, and is not far off on a journey, and shall fail to keep the passover, that soul shall be cut off from his people, because he has not offered the gift to the Lord in its season: that man shall bear his iniquity.
9.14    And if there should come to you a stranger in your land, and should keep the passover to the Lord, he shall keep it according to the law of the passover and according to its ordinance: there shall be one law for you, both for the stranger, and for the native of the land.
9.15    And in the day in which the tabernacle was pitched the cloud covered the tabernacle, the place of the testimony; and in the evening there was upon the tabernacle as the appearance of fire till the morning.
9.16    So it was continually: the cloud covered it by day, and the appearance of fire by night.
9.17    And when the cloud went up from the tabernacle, then after that the children of Israel departed; and in whatever place the cloud rested, there the children of Israel encamped.
9.18    The children of Israel shall encamp by the command of the Lord, and by the command of the Lord they shall remove: all the days in which the cloud overshadows the tabernacle, the children of Israel shall encamp.
9.19    And whenever the cloud shall be drawn over the tabernacle for many days, then the children of Israel shall keep the charge of God, and they shall not remove.
9.20    And it shall be, whenever the cloud overshadows the tabernacle a number of days, they shall encamp by the word of the Lord, and shall remove by the command of the Lord.
9.21    And it shall come to pass, whenever the cloud shall remain from the evening till the morning, and in the morning the cloud shall go up, then shall they remove by day or by night.
9.22    When the cloud continues a full month overshadowing the tabernacle, the children of Israel shall encamp, and shall not depart.
9.23    For they shall depart by the command of the Lord:-- they kept the charge of the Lord by the command of the Lord by the hand of Moses.

- Chapitre / chapter 10 -
10.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
10.2    Ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτάς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.
10.3    καὶ σαλπίσεις ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
10.4    ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες, ἀρχηγοὶ Ισραηλ.
10.5    καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς·
10.6    καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.
10.7    καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ.
10.8    καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
10.9    ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι *κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.
10.10   καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν· ἐγὼ *κύριος ὁ θεὸς ὑμῶν.
10.11   Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,
10.12   καὶ ἐξῆραν οἱ υἱοὶ Ισραηλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινα, καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.
10.13   καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς *κυρίου ἐν χειρὶ Μωυσῆ.
10.14   καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν Ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσων υἱὸς Αμιναδαβ,
10.15   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ,
10.16   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων.
10.17   καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν.
10.18   καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ,
10.19   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι,
10.20   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γαδ Ελισαφ ὁ τοῦ Ραγουηλ.
10.21   καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν, ἕως παραγένωνται.
10.22   καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εφραιμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ,
10.23   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασση Γαμαλιηλ ὁ τοῦ Φαδασσουρ,
10.24   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμιν Αβιδαν ὁ τοῦ Γαδεωνι.
10.25   καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Αχιεζερ ὁ τοῦ Αμισαδαι,
10.26   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν,
10.27   καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν.
10.28   αὗται αἱ στρατιαὶ υἱῶν Ισραηλ, καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν.
10.29   Καὶ εἶπεν Μωυσῆς τῷ Ιωβαβ υἱῷ Ραγουηλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ Ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον, ὃν εἶπεν *κύριος Τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ᾽ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι *κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ.
10.30   καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.
10.31   καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἵνεκεν ἦσθα μεθ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·
10.32   καὶ ἔσται ἐὰν πορευθῇς μεθ᾽ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα ἐὰν ἀγαθοποιήσῃ *κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.
10.33   Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους *κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης *κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.
10.34   (vide)
10.35   καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς Ἐξεγέρθητι, *κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. καὶ ἐν τῇ καταπαύσει εἶπεν Ἐπίστρεφε, *κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ισραηλ.
10.36   καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ᾽ αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

- Chapitre / chapter 10 -
10.1    And the Lord spoke to Moses, saying,
10.2    Make to thyself two silver trumpets: thou shalt make them of beaten work; and they shall be to thee for the purpose of calling the assembly, and of removing the camps.
10.3    And thou shalt sound with them, and all the congregation shall be gathered to the door of the tabernacle of witness.
10.4    And if they shall sound with one, all the rulers even the princes of Israel shall come to thee.
10.5    And ye shall sound an alarm, and the camps pitched eastward shall begin to move.
10.6    And ye shall sound a second alarm, and the camps pitched southward shall move; and ye shall sound a third alarm, and the camps pitched westward shall move forward; and ye shall sound a fourth alarm, and they that encamp toward the north shall move forward: they shall sound an alarm at their departure.
10.7    And whenever ye shall gather the assembly, ye shall sound, but not an alarm.
10.8    And the priests the sons of Aaron shall sound with the trumpets; and it shall be a perpetual ordinance for you throughout your generations.
10.9    And if ye shall go forth to war in your land against your enemies that are opposed to you, then shall ye sound with the trumpets; and ye shall be had in remembrance before the Lord, and ye shall be saved from your enemies.
10.10   And in the days of your gladness, and in your feasts, and in your new moons, ye shall sound with the trumpets at your whole-burnt-offerings, and at the sacrifices of your peace-offerings; and there shall be a memorial for you before your God: I [am] the Lord your God.
10.11   And it came to pass in the second year, in the second month, on the twentieth day of the month, the cloud went up from the tabernacle of witness.
10.12   And the children of Israel set forward with their baggage in the wilderness of Sina; and the cloud rested in the wilderness of Pharan.
10.13   And the first rank departed by the word of the Lord by the hand of Moses.
10.14   And they first set in motion the order of the camp of the children of Juda with their host; and over their host [was] Naasson, son of Aminadab.
10.15   And over the host of the tribe of the sons of Issachar, [was] Nathanael son of Sogar.
10.16   And over the host of the tribe of the sons of Zabulon, [was] Eliab the son of Chaelon.
10.17   And they shall take down the tabernacle, and the sons of Gedson shall set forward, and the sons of Merari, who bear the tabernacle.
10.18   And the order of the camp of Ruben set forward with their host; and over their host [was] Elisur the son of Sediur.
10.19   And over the host of the tribe of the sons of Symeon, [was] Salamiel son of Surisadai.
10.20   And over the host of the tribe of the children of Gad, [was] Elisaph the son of Raguel.
10.21   And the sons of Caath shall set forward bearing the holy things, and [the others] shall set up the tabernacle until they arrive.
10.22   And the order of the camp of Ephraim shall set forward with their forces; and over their forces [was] Elisama the son of Semiud.
10.23   And over the forces of the tribes of the sons of Manasse, [was] Gamaliel the [son] of Phadassur.
10.24   And over the forces of the tribe of the children of Benjamin, [was] Abidan the [son] of Gadeoni.
10.25   And the order of the camp of the sons of Dan shall set forward the last of all the camps, with their forces: and over their forces [was] Achiezer the [son] of Amisadai.
10.26   And over the forces of the tribe of the sons of Aser, [was] Phageel the son of Echran.
10.27   And over the forces of the tribe of the sons of Nephthali, [was] Achire the son of Aenan.
10.28   These [are] the armies of the children of Israel; and they set forward with their forces.
10.29   And Moses said to Obab the son of Raguel the Madianite, the father-in-law of Moses, We are going forward to the place concerning which the Lord said, This will I give to you: Come with us, and we will do thee good, for the Lord has spoken good concerning Israel.
10.30   And he said to him, I will not go, but [I will go] to my land and to my kindred.
10.31   And he said, Leave us not, because thou hast been with us in the wilderness, and thou shalt be an elder among us.
10.32   And it shall come to pass if thou wilt go with us, it shall even come to pass that in whatsoever things the Lord shall do us good, we will also do thee good.
10.33   And they departed from the mount of the Lord a three days' journey; and the ark of the covenant of the Lord went before them a three days' journey to provide rest for them.
10.34   And the cloud overshadowed them by day, when they departed from the camp.
10.35   And it came to pass when the ark set forward, that Moses said, Arise, O Lord, and let thine enemies be scattered: let all that hate thee flee.
10.36   And in the resting he said, Turn again, O Lord, the thousands [and] tens of thousands in Israel.

- Chapitre / chapter 11 -
11.1    Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι *κυρίου, καὶ ἤκουσεν *κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ *κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς.
11.2    καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς *κύριον, καὶ ἐκόπασεν τὸ πῦρ.
11.3    καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ *κυρίου.
11.4    Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν Τίς ἡμᾶς ψωμιεῖ κρέα;
11.5    ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·
11.6    νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀφθαλμοὶ ἡμῶν.
11.7    τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου·
11.8    καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας, καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου·
11.9    καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινεν τὸ μαννα ἐπ᾽ αὐτῆς.
11.10   καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ *κύριος σφόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.
11.11   καὶ εἶπεν Μωυσῆς πρὸς *κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ᾽ ἐμέ;
11.12   μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι Λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
11.13   πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ᾽ ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν.
11.14   οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.
11.15   εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν.
11.16   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
11.17   καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ᾽ αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
11.18   καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι *κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει *κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα.
11.19   οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας·
11.20   ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε *κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
11.21   καὶ εἶπεν Μωυσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν;
11.22   μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
11.23   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ *κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.
11.24   καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα *κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.
11.25   καὶ κατέβη *κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ᾽ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ᾽ αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο.
11.26   καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ, καὶ ἐπανεπαύσατο ἐπ᾽ αὐτοὺς τὸ πνεῦμα — καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν — καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.
11.27   καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.
11.28   καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυη ὁ παρεστηκὼς Μωυσῇ ὁ ἐκελεκτὸς εἶπεν Κύριε Μωυσῆ, κώλυσον αὐτούς.
11.29   καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν *κυρίου προφήτας, ὅταν δῷ *κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ᾽ αὐτούς;
11.30   καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ.
11.31   καὶ πνεῦμα ἐξῆλθεν παρὰ *κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
11.32   καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
11.33   τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν, καὶ *κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξεν *κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα.
11.34   καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.
11.35   Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ.

- Chapitre / chapter 11 -
11.1    And the people murmured sinfully before the Lord; and the Lord heard [them] and was very angry; and fire was kindled among them from the Lord, and devoured a part of the camp.
11.2    And the people cried to Moses: and Moses prayed to the Lord, and the fire was quenched.
11.3    And the name of that place was called Burning; for a fire was kindled among them from the Lord.
11.4    And the mixed multitude among them lusted exceedingly; and they and the children of Israel sat down and wept and said, Who shall give us flesh to eat?
11.5    We remember the fish, which we ate in Egypt freely; and the cucumbers, and the melons, and the leeks, and the garlic, and the onions.
11.6    But now our soul is dried up; our eyes [turn] to nothing but to the manna.
11.7    And the manna is as coriander seed, and the appearance of it the appearance of hoar-frost.
11.8    And the people went through the field, and gathered, and ground it in the mill, or pounded it in a mortar, and baked it in a pan, and made cakes of it; and the sweetness of it was as the taste [of] wafer made with oil.
11.9    And when the dew came upon the camp by night, the manna came down upon it.
11.10   And Moses heard them weeping by their families, every one in his door: and the Lord was very angry; and the thing was evil in the sight of Moses.
11.11   And Moses said to the Lord, Why hast thou afflicted thy servant, and why have I not found grace in thy sight, that thou shouldest lay the weight of this people upon me?
11.12   Have I conceived all this people, or have I born them? that thou sayest to me, Take them into thy bosom, as a nurse would take her suckling, into the land which thou swarest to their fathers?
11.13   Whence have I flesh to give to all this people? for they weep to me, saying, Give us flesh, that we may eat.
11.14   I shall not be able to bear this people alone, for this thing is too heavy for me.
11.15   And if thou doest thus to me, slay me utterly, if I have found favour with thee, that I may not see my affliction.
11.16   And the Lord said to Moses, Gather me seventy men from the elders of Israel, whom thou thyself knowest that they are the elders of the people, and their scribes; and thou shalt bring them to the tabernacle of witness, and they shall stand there with thee.
11.17   And I will go down, and speak there with thee; and I will take of the spirit that is upon thee, and will put it upon them; and they shall bear together with thee the burden of the people, and thou shalt not bear them alone.
11.18   And to the people thou shalt say, Purify yourselves for the morrow, and ye shall eat flesh; for ye wept before the Lord, saying, Who shall give us flesh to eat? for it was well with us in Egypt: and the Lord shall allow you to eat flesh, and ye shall eat flesh.
11.19   Ye shall not eat one day, nor two, nor five days, nor ten days, nor twenty days;
11.20   ye shall eat for a full month, until [the flesh] come out at your nostrils; and it shall be nausea to you, because ye disobeyed the Lord, who is among you, and wept before him, saying, What had we to do to come out of Egypt?
11.21   And Moses said, The people among whom I am are six hundred thousand footmen; and thou saidst, I will give them flesh to eat, and they shall eat a whole month.
11.22   Shall sheep and oxen be slain for them, and shall it suffice them? or shall all the fish of the sea be gathered together for them, and shall it suffice them?
11.23   And the Lord said to Moses, Shall not the hand of the Lord be fully sufficient? now shalt thou know whether my word shall come to pass to thee or not.
11.24   And Moses went out, and spoke the words of the Lord to the people; and he gathered seventy men of the elders of the people, and he set them round about the tabernacle.
11.25   And the Lord came down in a cloud, and spoke to him, and took of the spirit that was upon him, and put it upon the seventy men that were elders; and when the spirit rested upon them, they prophesied and ceased.
11.26   And there were two men left in the camp, the name of the one was Eldad, and the name of the other Modad; and the spirit rested upon them, and these were of the number of them that were enrolled, but they did not come to the tabernacle; and they prophesied in the camp.
11.27   And a young man ran and told Moses, and spoke, saying, Eldad and Modad prophesy in the camp.
11.28   And Joshua the son of Naue, who attended on Moses, the chosen one, said, [My] lord Moses, forbid them.
11.29   And Moses said to him, Art thou jealous on my account? and would that all the Lord's people were prophets; whenever the Lord shall put his spirit upon them.
11.30   And Moses departed into the camp, himself and the elders of Israel.
11.31   And there went forth a wind from the Lord, and brought quails over from the sea; and it brought them down upon the camp a day's journey on this side, and a day's journey on that side, round about the camp, as it were two cubits from the earth.
11.32   And the people rose up all the day, and all the night, and all the next day, and gathered quails; he that gathered least, gathered ten measures; and they refreshed themselves round about the camp.
11.33   The flesh was yet between their teeth, before it failed, when the Lord was wroth with the people, and the Lord smote the people with a very great plague.
11.34   And the name of that place was called the Graves of Lust; for there they buried the people that lusted.
11.35   The people departed from the Graves of Lust to Aseroth; and the people halted at Aseroth.


- Chapitre / chapter 12 -
12.1    Καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν,
12.2    καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν *κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; καὶ ἤκουσεν *κύριος.
12.3    καὶ ὁ ἄνθρωπος Μωυσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
12.4    καὶ εἶπεν *κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
12.5    καὶ κατέβη *κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι.
12.6    καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν *κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
12.7    οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν·
12.8    στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι᾽ αἰνιγμάτων, καὶ τὴν δόξαν *κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;
12.9    καὶ ὀργὴ θυμοῦ *κυρίου ἐπ᾽ αὐτοῖς, καὶ ἀπῆλθεν.
12.10   καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ, καὶ ἰδοὺ λεπρῶσα.
12.11   καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν·
12.12   μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.
12.13   καὶ ἐβόησεν Μωυσῆς πρὸς *κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν.
12.14   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.
12.15   καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ.
12.16   Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.

- Chapitre / chapter 12 -
12.1    And Mariam and Aaron spoke against Moses, because of the Ethiopian woman whom Moses took; for he had taken an Ethiopian woman.
12.2    And they said, Has the Lord spoken to Moses only? has he not also spoken to us? and the Lord heard it.
12.3    And the man Moses was very meek beyond all the men that were upon the earth.
12.4    And the Lord said immediately to Moses and Aaron and Mariam, Come forth all three of you to the tabernacle of witness.
12.5    And the three came forth to the tabernacle of witness; and the Lord descended in a pillar of a cloud, and stood at the door of the tabernacle of witness; and Aaron and Mariam were called; and both came forth.
12.6    And he said to them, Hear my words: If there should be of you a prophet to the Lord, I will be made known to him in a vision, and in sleep will I speak to him.
12.7    My servant Moses [is] not so; he is faithful in all my house.
12.8    I will speak to him mouth to mouth apparently, and not in dark speeches; and he has seen the glory of the Lord; and why were ye not afraid to speak against my servant Moses?
12.9    And the great anger of the Lord [was] upon them, and he departed.
12.10   And the cloud departed from the tabernacle; and, behold, Mariam was leprous, [white] as snow; and Aaron looked upon Mariam, and, behold, she [was] leprous.
12.11   And Aaron said to Moses, I beseech thee, my lord, do not lay sin upon us, for we were ignorant wherein we sinned.
12.12   Let her not be as it were like death, as an abortion coming out of his mother's womb, when [the disease] devours the half of the flesh.
12.13   And Moses cried to the Lord, saying, O God, I beseech thee, heal her.
12.14   And the Lord said to Moses, If her father had only spit in her face, would she not be ashamed seven days? let her be set apart seven days without the camp, and afterwards she shall come in.
12.15   And Mariam was separated without the camp seven days; and the people moved not forward till Mariam was cleansed.
12.16   And afterwards the people set forth from Aseroth, and encamped in the wilderness of Pharan.

- Chapitre / chapter 13 -
13.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
13.2    Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
13.3    καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς *κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι.
13.4    καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ·
13.5    τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι·
13.6    τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·
13.7    τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ·
13.8    τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη·
13.9    τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου·
13.10   τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι·
13.11   τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι·
13.12   τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι·
13.13   τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ·
13.14   τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι·
13.15   τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι.
13.16   ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν.
13.17   Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος
13.18   καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ᾽ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί·
13.19   καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ᾽ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις·
13.20   καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.
13.21   καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ.
13.22   καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων, καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ· καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου.
13.23   καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾽ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ᾽ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν.
13.24   τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ.
13.25   Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας
13.26   καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Φαραν Καδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.
13.27   καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·
13.28   ἀλλ᾽ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾽ αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ,
13.29   καὶ Αμαληκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ιορδάνην ποταμόν.
13.30   καὶ κατεσιώπησεν Χαλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
13.31   καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾽ αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.
13.32   καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτήν, πρὸς τοὺς υἱοὺς Ισραηλ λέγοντες Τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἐστιν· πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·
13.33   καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.

- Chapitre / chapter 13 -
13.1    And the Lord spoke to Moses, saying,
13.2    Send for thee men, and let them spy the land of the Chananites, which I give to the sons of Israel for a possession; one man for a tribe, thou shalt send them away according to their families, every one of them a prince.
13.3    And Moses sent them out of the wilderness of Pharan by the word of the Lord; all these [were] the princes of the sons of Israel.
13.4    And these [are] their names: of the tribe of Ruben, Samuel the son of Zachur.
13.5    Of the tribe of Symeon, Saphat the son of Suri.
13.6    Of the tribe of Judah, Chaleb the son of Jephonne.
13.7    Of the tribe of Issachar, Ilaal the son of Joseph.
13.8    Of the tribe of Ephraim, Ause the son of Naue.
13.9    Of the tribe of Benjamin, Phalti the son of Raphu.
13.10   Of the tribe of Zabulon, Gudiel the son of Sudi.
13.11   Of the tribe of Joseph of the sons of Manasse, Gaddi the son of Susi.
13.12   Of the tribe of Dan, Amiel the son of Gamali.
13.13   Of the tribe of Aser, Sathur the son of Michael.
13.14   Of the tribe of Nephthali, Nabi the son of Sabi.
13.15   Of the tribe of Gad, Gudiel the son of Macchi.
13.16   These [are] the names of the men whom Moses sent to spy out the land; and Moses called Ause the son of Naue, Joshua.
13.17   And Moses sent them to spy out the land of Chanaan, and said to them, Go up by this wilderness; and ye shall go up to the mountain,
13.18   and ye shall see the land, what it is, and the people that dwells on it, whether it is strong or weak, or [whether] they are few or many.
13.19   And what the land is on which they dwell, [whether] it is good or bad; and what the cities are wherein these dwell, whether they dwell in walled [cities] or unwalled.
13.20   And what the land is, whether rich or poor; whether there are trees in it or no: and ye shall persevere and take of the fruits of the land: and the days [were] the days of spring, the forerunners of the grape.
13.21   And they went up and surveyed the land from the wilderness of Sin to Rhoob, as men go in to Aemath.
13.22   And they went up by the wilderness, and departed as far as Chebron; and there [was] Achiman, and Sessi, and Thelami, the progeny of Enach. Now Chebron was built seven years before Tanin of Egypt.
13.23   And they came to the valley of the cluster and surveyed it; and they cut down thence a bough and one cluster of grapes upon it, and bore it on staves, and [they took] of the pomegranates and the figs.
13.24   And they called that place, The valley of the luster, because of the cluster which the children of Israel cut down from thence.
13.25   And they returned from thence, having surveyed the land, after forty days.
13.26   And they proceeded and came to Moses and Aaron and all the congregation of the children of Israel, to the wilderness of Pharan Cades; and they brought word to them and to all the congregation, and they shewed the fruit of the land:
13.27   and they reported to him, and said, We came into the land into which thou sentest us, a land flowing with milk and honey; and this is the fruit of it.
13.28   Only the nation that dwells upon it is bold, and they have very great and strong walled towns, and we saw there the children of Enach.
13.29   And Amalec dwells in the land toward the south: and the Chettite and the Evite, and the Jebusite, and the Amorite dwells in the hill country: and the Chananite dwells by the sea, and by the river Jordan.
13.30   And Chaleb stayed the people from speaking before Moses, and said to him, Nay, but we will go up by all means, and will inherit it, for we shall surely prevail against them.
13.31   But the men that went up together with him said, We will not go up, for we shall not by any means be able to go up against the nation, for it is much stronger than we.
13.32   And they brought a horror of that land which they surveyed upon the children of Israel, saying, The land which we passed by to survey it, is a land that eats up its inhabitants; and all the people whom we saw in it are men of extraordinary stature.
13.33   And there we saw the giants; and we were before them as locusts, yea even so were we before them.

- Chapitre / chapter 14 -
14.1    Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἔδωκεν φωνήν, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.
14.2    καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ααρων πάντες οἱ υἱοὶ Ισραηλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν·
14.3    καὶ ἵνα τί *κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.
14.4    καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
14.5    καὶ ἔπεσεν Μωυσῆς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ισραηλ.
14.6    Ἰησοῦς δὲ ὁ τοῦ Ναυη καὶ Χαλεβ ὁ τοῦ Ιεφοννη τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν
14.7    καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα·
14.8    εἰ αἱρετίζει ἡμᾶς *κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι.
14.9    ἀλλὰ ἀπὸ τοῦ *κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ᾽ αὐτῶν, ὁ δὲ *κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.
14.10   καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις. καὶ ἡ δόξα *κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ.
14.11   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
14.12   πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
14.13   καὶ εἶπεν Μωυσῆς πρὸς *κύριον Καὶ ἀκούσεται Αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν,
14.14   ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ *κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ᾽ ὀφθαλμοὺς ὀπτάζῃ, *κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ᾽ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
14.15   καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν τὰ ἔθνη, ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου, λέγοντες
14.16   Παρὰ τὸ μὴ δύνασθαι *κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
14.17   καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου, κύριε, ὃν τρόπον εἶπας λέγων
14.18   *Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης.
14.19   ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ᾽ Αἰγύπτου ἕως τοῦ νῦν.
14.20   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου·
14.21   ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα *κυρίου πᾶσαν τὴν γῆν,
14.22   ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα, ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς,
14.23   ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ᾽ ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστιν μετ᾽ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν, πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν.
14.24   ὁ δὲ παῖς μου Χαλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν, εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.
14.25   ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν.
14.26   Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
14.27   Ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ, τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
14.28   εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει *κύριος, ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν·
14.29   ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ᾽ ἐμοί·
14.30   εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν, ἐφ᾽ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ᾽ αὐτῆς, ἀλλ᾽ ἢ Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.
14.31   καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν, ἣν ὑμεῖς ἀπέστητε ἀπ᾽ αὐτῆς.
14.32   καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ,
14.33   οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ.
14.34   κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν, ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.
14.35   ἐγὼ *κύριος ἐλάλησα· ἦ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ᾽ ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.
14.36   καὶ οἱ ἄνθρωποι, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ᾽ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς,
14.37   καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι *κυρίου·
14.38   καὶ Ἰησοῦς υἱὸς Ναυη καὶ Χαλεβ υἱὸς Ιεφοννη ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.
14.39   Καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα.
14.40   καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες Ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον, ὃν εἶπεν *κύριος, ὅτι ἡμάρτομεν.
14.41   καὶ εἶπεν Μωυσῆς Ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα *κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.
14.42   μὴ ἀναβαίνετε· οὐ γάρ ἐστιν *κύριος μεθ᾽ ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν.
14.43   ὅτι ὁ Αμαληκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ· οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες *κυρίῳ, καὶ οὐκ ἔσται *κύριος ἐν ὑμῖν.
14.44   καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης *κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς.
14.45   καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.

- Chapitre / chapter 14 -
14.1    And all the congregation lifted up their voice and cried; and the people wept all that night.
14.2    And all the children of Israel murmured against Moses and Aaron; and all the congregation said to them,
14.3    Would we had died in the land of Egypt! or in this wilderness, would we had died! and why does the Lord bring us into this land to fall in war? our wives and our children shall be for a prey: now then t is better to return into Egypt.
14.4    And they said one to another, Let us make a ruler, and return into Egypt.
14.5    And Moses and Aaron fell upon their face before all the congregation of the children of Israel.
14.6    But Joshua the [son] of Naue, and Chaleb the [son] of Jephonne, of [the number of] them that spied out the land, rent their garments,
14.7    and spoke to all the congregation of the children of Israel, saying, The land which we surveyed is indeed extremely good.
14.8    If the Lord choose us, he will bring us into this land, and give it us; a land which flows with milk and honey.
14.9    Only depart not from the Lord; and fear ye not the people of the land, for they are meat for us; for the season [of prosperity] is departed from them, but the Lord [is] among us: fear them not.
14.10   And all the congregation bade stone them with stones; and the glory of the Lord appeared in the cloud on the tabernacle of witness to all the children of Israel.
14.11   And the Lord said to Moses, How long does this people provoke me? and how long do they refuse to believe me for all the signs which I have wrought among them?
14.12   I will smite them with death, and destroy them; and I will make of thee and of thy father's house a great nation, and much greater than this.
14.13   And Moses said to the Lord, So Egypt shall hear, for thou hast brought up this people from them by thy might.
14.14   Moreover all the dwellers upon this land have heard that thou art Lord in the midst of this people, who, O Lord, art seen [by them] face to face, and thy cloud rests upon them, and thou goest before them by day in a pillar of a cloud, and by night in a pillar of fire.
14.15   And [if] thou shalt destroy this nation as one man; then all the nations that have heard thy name shall speak, saying,
14.16   Because the Lord could not bring this people into the land which he sware to them, he has overthrown them in the wilderness.
14.17   And now, O Lord, let thy strength be exalted, as thou spakest, saying,
14.18   The Lord [is] long-suffering and merciful, and true, removing transgressions and iniquities and sins, and he will by no means clear the guilty, visiting the sins of the fathers upon the children to the third and fourth generation.
14.19   Forgive this people their sin according to thy great mercy, as thou wast favourable to them from Egypt until now.
14.20   And the Lord said to Moses, I am gracious to them according to thy word.
14.21   But [as] I live and my name is living, so the glory of the Lord shall fill all the earth.
14.22   For all the men who see my glory, and the signs which I wrought in Egypt, and in the wilderness, and have tempted me this tenth time, and have not hearkened to my voice,
14.23   surely they shall not see the land, which I sware to their fathers; but their children which are with me here, as many as know not good or evil, every inexperienced youth, to them will I give the land; but none who have provoked me shall see it.
14.24   But my servant Chaleb, because there was another spirit in him, and he followed me, I will bring him into the land into which he entered, and his seed shall inherit it.
14.25   But Amalec and the Chananite dwell in the valley: to-morrow turn and depart for the wilderness by the way of the Red Sea.
14.26   And the Lord spoke to Moses and Aaron, saying,
14.27   How long [shall I endure] this wicked congregation? I have heard their murmurings against me, [even] the murmuring of the children of Israel, which they have murmured concerning you.
14.28   Say to them, [As] I live, saith the Lord: surely as ye spoke into my ears, so will I do to you.
14.29   Your carcases shall fall in this wilderness; and all those of you that were reviewed, and those of you that were numbered from twenty years old and upward, all that murmured against me,
14.30   ye shall not enter into the land for which I stretched out my hand to establish you upon it; except only Chaleb the son of Jephonne, and Joshua the [son] of Naue.
14.31   And your little ones, who ye said should be a prey, them will I bring into the land; and they shall inherit the land, wich ye rejected.
14.32   And your carcases shall fall in this wilderness.
14.33   And your sons shall be fed in the wilderness forty years, and they shall bear your fornication, until your carcases be consumed in the wilderness.
14.34   According to the number of the days during which ye spied the land, forty days, a day for a year, ye shall bear your sins forty years, and ye shall know my fierce anger.
14.35   I the Lord have spoken, Surely will I do thus to this evil congregation that has risen up together against me: in this wilderness they shall be utterly consumed, and there they shall die.
14.36   And the men whom Moses sent to spy out the land, and who came and murmured against it to the assembly so as to bring out evil words concerning the land,--
14.37   the men that spoke evil reports against the land, even died of the plague before the Lord.
14.38   And Joshua the son of Naue and Chaleb the son of Jephonne [still] lived of those men that went to spy out the land.
14.39   And Moses spoke these words to all the children of Israel; and the people mourned exceedingly.
14.40   And they rose early in the morning and went up to the top of the mountain, saying, Behold, we that are here will go up to the place of which the Lord has spoken, because we have sinned.
14.41   And Moses said, Why do ye transgress the word of the Lord? ye shall not prosper.
14.42   Go not up, for the Lord is not with you; so shall ye fall before the face of your enemies.
14.43   For Amalec and the Chananite [are] there before you, and ye shall fall by the sword; because ye have disobeyed the Lord and turned aside, and the Lord will not be among you.
14.44   And having forced their passage, they went up to the top of the mountain; but the ark of the covenant of the Lord and Moses stirred not out of the camp.
14.45   And Amalec and the Chananite that dwelt in that mountain came down, and routed them, and destroyed them unto Herman; and they returned to the camp.

- Chapitre / chapter 15 -
15.1    Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν λέγων
15.2    Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,
15.3    καὶ ποιήσεις ὁλοκαυτώματα *κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ᾽ ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας *κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων,
15.4    καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ *κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οιφι ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν·
15.5    καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ιν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
15.6    καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν ἢ εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ιν·
15.7    καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ιν προσοίσετε εἰς ὀσμὴν εὐωδίας *κυρίῳ.
15.8    ἐὰν δὲ ἀπὸ τῶν βοῶν ποιῆτε εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν μεγαλῦναι εὐχὴν ἢ εἰς σωτήριον *κυρίῳ.
15.9    καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ιν
15.10   καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ιν κάρπωμα ὀσμὴν εὐωδίας *κυρίῳ.
15.11   οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·
15.12   κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτω ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν.
15.13   πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ.
15.14   ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας *κυρίῳ· ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτως ποιήσει ἡ συναγωγὴ κυρίῳ.
15.15   νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς, καὶ ὁ προσήλυτος ἔσται ἔναντι *κυρίου·
15.16   νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.
15.17   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
15.18   Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,
15.19   καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα *κυρίῳ·
15.20   ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν,
15.21   ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε *κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.
15.22   Ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησεν *κύριος πρὸς Μωυσῆν,
15.23   καθὰ συνέταξεν *κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ἧς συνέταξεν *κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,
15.24   καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
15.25   καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστιν, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα *κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι *κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν.
15.26   καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.
15.27   ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,
15.28   καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι *κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ.
15.29   τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἂν ποιήσῃ ἀκουσίως.
15.30   καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν *θεὸν οὗτος παροξύνει· ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,
15.31   ὅτι τὸ ῥῆμα *κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν, ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
15.32   Καὶ ἦσαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.
15.33   καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες αὐτὸν συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ.
15.34   καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν· οὐ γὰρ συνέκριναν, τί ποιήσωσιν αὐτόν.
15.35   καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων Θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις, πᾶσα ἡ συναγωγή.
15.36   καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ.
15.37   Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν λέγων
15.38   Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.
15.39   καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν *κυρίου καὶ ποιήσετε αὐτὰς καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,
15.40   ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν.
15.41   ἐγὼ *κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγῶν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός, ἐγὼ *κύριος ὁ θεὸς ὑμῶν.

- Chapitre / chapter 15 -
15.1    And the Lord spoke to Moses, saying,
15.2    Speak to the children of Israel, and thou shalt say to them, When ye are come into the land of your habitation, which I give to you,
15.3    and thou wilt offer whole-burnt-offerings to the Lord, a whole-burnt-offering or a meat-offering to perform a vow, or a free-will offering, or to offer in your feasts a sacrifice of sweet savour to the Lord, whether of the herd or the flock:
15.4    then he that offers his gift to the Lord shall bring a meat-offering of fine flour, a tenth part of an ephah mingled with oil, even with the fourth part of a hin.
15.5    And for a drink-offering ye shall offer the fourth part of a hin on the whole-burnt-offering, or on the meat-offering: for every lamb thou shalt offer so much, as a sacrifice, a smell of sweet savour to the Lord.
15.6    And for a ram, when ye offer it as a whole-burnt-offering or as a sacrifice, thou shalt prepare as a meat-offering two tenths of fine flour mingled with oil, the third part of a hin.
15.7    And ye shall offer for a smell of sweet savour to the Lord wine for a drink-offering, the third part of a hin.
15.8    And if ye sacrifice [a bullock] from the herd for a whole-burnt-offering or for a sacrifice, to perform a vow or a peace-offering to the Lord,
15.9    then [the worshipper] shall offer upon the calf a meat-offering, three tenth deals of fine flour mingled with oil, [even] the half of a hin.
15.10   And wine for a drink-offering the half of a hin, a sacrifice for a smell of sweet savour to the Lord.
15.11   Thus shalt thou do to one calf or to one ram, or to one lamb of the sheep or kid of the goats.
15.12   According to the number of what ye shall offer, so shall ye do to each one, according to their number.
15.13   Every native of the country shall do thus to offer such things as sacrifices for a smell of sweet savour to the Lord.
15.14   And if there should be a stranger among you in your land, or one who should be born to you among your generations, and he will offer a sacrifice, a smell of sweet savour to the Lord-- as ye do, so the [whole] congregation shall offer to the Lord.
15.15   There shall be one law for you an for the strangers abiding among you, a perpetual law for your generations: as ye [are], so shall the stranger be before the Lord.
15.16   There shall be one law and one ordinance for you, and for the stranger that abides among you.
15.17   And the Lord spoke to Moses, saying,
15.18   Speak to the sons of Israel, and thou shalt say to them, When ye are entering into the land, into which I bring you,
15.19   then it shall come to pass, when ye shall eat of the bread of the land, ye shall separate a wave-offering, a special offering to the Lord, the first-fruits of your dough.
15.20   Ye shall offer your bread a heave-offering: as a heave-offering from the threshing-floor, so shall ye separate it,
15.21   even the first-fruits of your dough, and ye shall give the Lord a heave-offering throughout your generations.
15.22   But whensoever ye shall transgress, and not perform all these commands, which the Lord spoke to Moses;
15.23   as the Lord appointed you by the hand of Moses, from the day which the Lord appointed you and forward throughout your generations,
15.24   then it shall come to pass, if a trespass be committed unwillingly, unknown to the congregation, then shall all the congregation offer a calf of the herd without blemish for a whole-burnt-offering of sweet savour to the Lord, and its meat-offering and its drink-offering according to the ordinance, and one kid of the goats for a sin-offering.
15.25   And the priest shall make atonement for all the congregation of the children of Israel, and [the trespass] shall be forgiven them, because it is involuntary; and they have brought their gift, a burnt-offering to the Lord for their trespass before the Lord, even for their involuntary sins.
15.26   And it shall be forgiven as respects all the congregation of the children of Israel, and the stranger that is abiding among you, because [it is] involuntary to all the people.
15.27   And if one soul sin unwillingly, he shall bring one she-goat of a year old for a sin-offering.
15.28   And the priest shall make atonement for the soul that committed the trespass unwillingly, and that sinned unwillingly before the Lord, to make atonement for him.
15.29   There shall be one law for the native among the children of Israel, and for the stranger that abides among them, whosoever shall commit a trespass unwillingly.
15.30   And whatever soul either of the natives or of the strangers shall do any thing with a presumptuous hand, he will provoke God; that soul shall be cut off from his people,
15.31   for he has set at nought the word of the Lord and broken his commands: that soul shall be utterly destroyed, his sin [is] upon him.
15.32   And the children of Israel were in the wilderness, and they found a man gathering sticks on the sabbath-day.
15.33   And they who found him gathering sticks on the sabbath-day brought him to Moses and Aaron, and to all the congregation of the children of Israel.
15.34   And they placed him in custody, for they did not determine what they should do to him.
15.35   And the Lord spoke to Moses, saying, Let the man be by all means put to death: [do ye] all the congregation, stone him with stones.
15.36   And all the congregation brought him forth out of the camp; and all the congregation stoned him with stones outside the camp, as the Lord commanded Moses.
15.37   And the Lord spoke to Moses, saying,
15.38   Speak to the children of Israel, and thou shalt tell them; and let them make for themselves fringes upon the borders of their garments throughout their generations: and ye shall put upon the fringes of the borders a lace of blue.
15.39   And it shall be on your fringes, and ye shall look on them, and ye shall remember all the commands of the Lord, and do them: and ye shall not turn back after your imaginations, and after [the sight of your] eyes in the things after which ye go a whoring;
15.40   that ye may remember and perform all my commands, and ye shall be holy unto your God.
15.41   I [am] the Lord your God that brought you out of the land of Egypt, to be your God: I [am] the Lord your God.

- Chapitre / chapter 16 -
16.1    Καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ καὶ Αυν υἱὸς Φαλεθ υἱοῦ Ρουβην
16.2    καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ισραηλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύγκλητοι βουλῆς καὶ ἄνδρες ὀνομαστοί,
16.3    συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ εἶπαν Ἐχέτω ὑμῖν, ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοῖς *κύριος, καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν *κυρίου,
16.4    καὶ ἀκούσας Μωυσῆς ἔπεσεν ἐπὶ πρόσωπον
16.5    καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων Ἐπέσκεπται καὶ ἔγνω ὁ *θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν.
16.6    τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορε καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ,
16.7    καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ᾽ αὐτὰ θυμίαμα ἔναντι *κυρίου αὔριον, καὶ ἔσται ὁ ἀνήρ, ὃν ἂν ἐκλέξηται *κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευι.
16.8    καὶ εἶπεν Μωυσῆς πρὸς Κορε Εἰσακούσατέ μου, υἱοὶ Λευι.
16.9    μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς Ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς *κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς;
16.10   καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σοῦ, καὶ ζητεῖτε ἱερατεύειν;
16.11   οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν *θεόν· καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ᾽ αὐτοῦ;
16.12   καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ. καὶ εἶπαν Οὐκ ἀναβαίνομεν·
16.13   μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς ῥεούσης γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων;
16.14   εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας, τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας. οὐκ ἀναβαίνομεν.
16.15   καὶ ἐβαρυθύμησεν Μωυσῆς σφόδρα καὶ εἶπεν πρὸς *κύριον Μὴ προσχῇς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν.
16.16   καὶ εἶπεν Μωυσῆς πρὸς Κορε Ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι *κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον·
16.17   καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ᾽ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι *κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρεῖον αὐτοῦ.
16.18   καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ᾽ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸ θυμίαμα. καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ααρων.
16.19   καὶ ἐπισυνέστησεν ἐπ᾽ αὐτοὺς Κορε τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ὤφθη ἡ δόξα *κυρίου πάσῃ τῇ συναγωγῇ.
16.20   καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
16.21   Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ.
16.22   καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν Θεὸς θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου;
16.23   καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
16.24   Λάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορε.
16.25   καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων, καὶ συνεπορεύθησαν μετ᾽ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ισραηλ.
16.26   καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν.
16.27   καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορε κύκλῳ· καὶ Δαθαν καὶ Αβιρων ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν.
16.28   καὶ εἶπεν Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι *κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ᾽ ἐμαυτοῦ·
16.29   εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ᾽ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ *κύριος ἀπέσταλκέν με·
16.30   ἀλλ᾽ ἢ ἐν φάσματι δείξει *κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν *κύριον.
16.31   ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν,
16.32   καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν.
16.33   καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.
16.34   καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μήποτε καταπίῃ ἡμᾶς ἡ γῆ.
16.35   καὶ πῦρ ἐξῆλθεν παρὰ *κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.
16.36   Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν
16.37   καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν
16.38   τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι *κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ.
16.39   καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
16.40   μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι *κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν *κύριος ἐν χειρὶ Μωυσῆ.
16.41   Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες Ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν *κυρίου.
16.42   καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα *κυρίου.
16.43   καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου,
16.44   καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
16.45   Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
16.46   καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ᾽ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ᾽ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου *κυρίου, ἦρκται θραύειν τὸν λαόν.
16.47   καὶ ἔλαβεν Ααρων, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
16.48   καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.
16.49   καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε.
16.50   καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.

- Chapitre / chapter 16 -
16.1    And Core the son of Isaar the son of Caath the so of Levi, and Dathan and Abiron, sons of Eliab, and Aun the son of Phaleth the son of Ruben, spoke;
16.2    and rose up before Moses, and two hundred and fifty men of the sons of Israel, chiefs of the assembly, chosen councillors, and men of renown.
16.3    They rose up against Moses and Aaron, and said, Let it be enough for you that all the congregation [are] holy, and the Lord [is] among them; and why do ye set up yourselves against the congregation of the Lord?
16.4    And when Moses heard it, he fell on his face.
16.5    And he spoke to Core and all his assembly, saying, God has visited and known those that are his and who are holy, and has brought them to himself; and whom he has chosen for himself, he has brought to himself.
16.6    This do ye: take to yourselves censers, Core and all his company;
16.7    and put fire on them, and put incense on them before the Lord to-morrow; and it shall come to pass that the man whom the Lord has chosen, he shall be holy: let it be enough for you, ye sons of Levi.
16.8    And Moses said to Core, Hearken to me, ye sons of Levi.
16.9    Is it a little thing for you, that the God of Israel has separated you from the congregation of Israel, and brought you near to himself to minister in the services of the tabernacle of the Lord, and to stand before the tabernacle to minister for them?
16.10   And he has brought thee near and all thy brethren the sons of Levi with thee, and do ye seek to be priests also?
16.11   Thus [it is with] thee and all thy congregation which is gathered together against God: and who is Aaron, that ye murmur against him?
16.12   And Moses sent to call Dathan and Abiron sons of Eliab; and they said, We will not go up.
16.13   Is it a little thing that thou hast brought us up to a land flowing with milk and honey, to kill us in the wilderness, [and] that thou altogether rulest over us?
16.14   Thou art a prince, and hast thou brought us into a land flowing with milk and honey, and hast thou given us an inheritance of land and vineyards? wouldest thou have put out the eyes of those men we will not go up.
16.15   And Moses was exceeding indignant, and said to the Lord, Do thou take no heed to their sacrifice: I have not taken away the desire of any one of them, neither have I hurt any one of them.
16.16   And Moses said to Core, Sanctify thy company, and be ready before the Lord, thou and Aaron and they, to-morrow.
16.17   And take each man his censer, and ye shall put incense upon them, and shall bring each one his censer before the Lord, two hundred and fifty censers, and thou and Aaron shall bring each his censer.
16.18   And each man took his censer, and they put on them fire, and laid incense on them; and Moses and Aaron stood by the doors of the tabernacle of witness.
16.19   And Core raised up against them all his company by the door of the tabernacle of witness; and the glory of the Lord appeared to all the congregation.
16.20   And the Lord spoke to Moses and Aaron, saying,
16.21   Separate your selves from the midst of this congregation, and I will consume them at once.
16.22   And they fell on their faces, and said, O God, the God of spirits and of all flesh, if one man has sinned, [shall] the wrath of the Lord [be] upon the whole congregation?
16.23   And the Lord spoke to Moses, saying,
16.24   Speak to the congregation, saying, Depart from the company of Core round about.
16.25   And Moses rose up and went to Dathan and Abiron, and all the elders of Israel went with him.
16.26   And he spoke to the congregation, saying, Separate yourselves from the tents of these stubborn men, and touch nothing that belongs to them, lest ye be consumed with them in all their sin.
16.27   And they stood aloof from the tent of Core round about; and Dathan and Abiron went forth and stood by the doors of their tents, and their wives and their children and their store.
16.28   And Moses said, Hereby shall ye know that the Lord has sent me to perform all these works, that [I have] not [done them] of myself.
16.29   If these men shall die according to the death of all men, if also their visitation shall be according to the visitation of all men, then the Lord has not sent me.
16.30   But if the Lord shall shew by a wonder, and the earth shall open her mouth and swallow them up, and their houses, and their tents, and all that belongs to them, and they shall go down alive into Hades, then ye shall know that these men have provoked the Lord.
16.31   And when he ceased speaking all these words, the ground clave asunder beneath them.
16.32   And the ground opened, and swallowed them up, and their houses, and all the men that were with Core, and their cattle.
16.33   And they went down and all that they had, alive into Hades; and the ground covered them, and they perished from the midst of the congregation.
16.34   And all Israel round about them fled from the sound of them, for they said, Lest the earth swallow us up [also].
16.35   And fire went forth from the Lord, and devoured the two hundred and fifty men that offered incense.
16.36   And the Lord said to Moses,
16.37   and to Eleazar the son of Aaron the priest, Take up the brazen censers out of the midst of the men that have been burnt, and scatter the strange fire yonder, for they have sanctified the censers
16.38   of these sinners against their own souls, and do thou make them beaten plates a covering to the altar, because they were brought before the Lord and hallowed; and they became a sign to the children of Israel.
16.39   And Eleazar the son of Aaron the priest took the brazen censers, which the men who had been burnt brought near, and they put them as a covering on the altar:
16.40   a memorial to the children of Israel that no stranger might draw nigh, who is not of the seed of Aaron, to offer incense before the Lord; so he shall not be as Core and as they that conspired with him, as the Lord spoke to him by the hand of Moses.
16.41   And the children of Israel murmured the next day against Moses and Aaron, saying, Ye have killed the people of the Lord.
16.42   And it came to pass when the congregation combined against Moses and Aaron, that they ran impetuously to the tabernacle of witness; and the cloud covered it, and the glory of the Lord appeared.
16.43   And Moses and Aaron went in, in front of the tabernacle of witness.
16.44   And the Lord spoke to Moses and Aaron, saying,
16.45   Depart out of the midst of this congregation, and I will consume them at once: and they fell upon their faces.
16.46   And Moses said to Aaron, Take a censer, and put on it fire from the altar, and put incense on it, and carry it away quickly into the camp, and make atonement for them; for wrath is gone forth from the presence of the Lord, it has begun to destroy the people.
16.47   And Aaron took as Moses spoke to him, and ran among the congregation, for already the plague had begun among the people; and he put on incense, and made an atonement for the people.
16.48   And he stood between the dead and the living, and the plague ceased.
16.49   And they that died in the plague were fourteen thousand and seven hundred, besides those that died on account of Core.
16.50   And Aaron returned to Moses to the door of the tabernacle of witness, and the plague ceased.

- Chapitre / chapter 17 -
17.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
17.2    Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ᾽ αὐτῶν ῥάβδον ῥάβδον κατ᾽ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ.
17.3    καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν.
17.4    καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
17.5    καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ᾽ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ᾽ ὑμῖν.
17.6    καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ᾽ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν.
17.7    καὶ ἀπέθηκεν Μωυσῆς τὰς ῥάβδους ἔναντι *κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
17.8    καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.
17.9    καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου *κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.
17.10   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ᾽ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.
17.11   καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
17.12   Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
17.13   πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς *κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;

- Chapitre / chapter 17 -
17.1    And the Lord spoke to Moses, saying,
17.2    Speak to the children of Israel, and take rods of them, according to the houses of their families, a rod from all their princes, according to the houses of their families, twelve rods, and write the name of each on his rod.
17.3    And write the name of Aaron on the rod of Levi; for it is one rod [for each]: they shall give [them] according to the tribe of the house of their families.
17.4    And thou shalt put them in the tabernacle of witness, before the testimony, where I will be made known to thee.
17.5    And it shall be, the man whom I shall choose, his rod shall blossom; and I will remove from me the murmuring of the children of Israel, which they murmur against you.
17.6    And Moses spoke to the children of Israel, and all their chiefs gave him a rod [each], for one chief a rod, according to the house of their families, twelve rods; and the rod of Aaron [was] in the midst of the rods.
17.7    And Moses laid up the rods before the Lord in the tabernacle of witness.
17.8    And it came to pass on the morrow, that Moses and Aaron went into the tabernacle of witness; and, behold, the rod of Aaron for the house of Levi blossomed, and put forth a bud, and bloomed blossoms and produced almonds.
17.9    And Moses brought forth all the rods from before the Lord to all the sons of Israel; and they looked, and each one took his rod.
17.10   And the Lord said to Moses, Lay up the rod of Aaron before the testimonies to be kept as a sign for the children of the disobedient; and let their murmuring cease from me, and they shall not die.
17.11   And Moses and Aaron did as the Lord commanded Moses, so did they.
17.12   And the children of Israel spoke to Moses, saying, Behold, we are cut off, we are destroyed, we are consumed.
17.13   Every one that touches the tabernacle of the Lord, dies: shall we die utterly?

- Chapitre / chapter 18 -
18.1    Καὶ εἶπεν *κύριος πρὸς Ααρων λέγων Σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.
18.2    καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευι, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.
18.3    καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.
18.4    καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.
18.5    καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ισραηλ.
18.6    καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ δόμα δεδομένον *κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·
18.7    καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.
18.8    Καὶ ἐλάλησεν *κύριος πρὸς Ααρων Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον.
18.9    καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι, ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.
18.10   ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.
18.11   καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
18.12   πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ *κυρίῳ, σοὶ δέδωκα αὐτά.
18.13   τὰ πρωτογενήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν *κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.
18.14   πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ισραηλ σοὶ ἔσται.
18.15   καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ἃ προσφέρουσιν *κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ᾽ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.
18.16   καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον [εἴκοσι ὄβολοί εἰσιν].
18.17   πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ·
18.18   καὶ τὰ κρέα ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται.
18.19   πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἂν ἀφέλωσιν οἱ υἱοὶ Ισραηλ *κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι *κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.
18.20   Καὶ ἐλάλησεν *κύριος πρὸς Ααρων Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
18.21   καὶ τοῖς υἱοῖς Λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
18.22   καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.
18.23   καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν·
18.24   ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ισραηλ, ὅσα ἂν ἀφορίσωσιν *κυρίῳ ἀφαίρεμα, δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κλῆρον.
18.25   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
18.26   Καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ᾽ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ᾽ αὐτοῦ ἀφαίρεμα *κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.
18.27   καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.
18.28   οὕτως ἀφελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων *κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ, καὶ δώσετε ἀπ᾽ αὐτῶν ἀφαίρεμα *κυρίῳ Ααρων τῷ ἱερεῖ.
18.29   ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα *κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ᾽ αὐτοῦ.
18.30   καὶ ἐρεῖς πρὸς αὐτούς Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ᾽ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ.
18.31   καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·
18.32   καὶ οὐ λήμψεσθε δι᾽ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ᾽ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ισραηλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.

- Chapitre / chapter 18 -
18.1    And the Lord spoke to Aaron, saying, Thou and thy sons and thy father's house shall bear the sins of the holy things, and thou and thy sons shall bear the iniquity of your priesthood.
18.2    And take to thyself thy brethren the tribe of Levi, the family of thy father, and let them be joined to thee, and let them minister to thee; and thou and thy sons with thee [shall minister] before the tabernacle of witness.
18.3    And they shall keep thy charges, and the charges of the tabernacle; only they shall not approach the holy vessels and the altar, so both they and you shall not die.
18.4    And they shall be joined to thee, and shall keep the charges of the tabernacle of witness, in all the services of the tabernacle; and a stranger shall not approach to thee.
18.5    And ye shall keep the charges of the holy things, and the charges of the altar, and [so] there shall not be anger among the children of Israel.
18.6    And I have taken your brethren the Levites out of the midst of the children of Israel, a present given to the Lord, to minister in the services of the tabernacle of witness.
18.7    And thou and thy sons after thee shall keep up your priestly ministration, according to the whole manner of the altar, and that which is within the veil; and ye shall minister in the services as the office of your priesthood; and the stranger that comes near shall die.
18.8    And the Lord said to Aaron, And, behold, I have given you the charge of the first-fruits of all things consecrated to me by the children of Israel; and I have given them to thee as an honour, and to thy sons after thee for a perpetual ordinance.
18.9    And let this be to you from all the holy things that are consecrated [to me, even] the burnt-offerings, from all their gifts, and from all their sacrifices, and from every trespass-offering of theirs, and from all their sin-offerings, whatever things they give to me of all their holy things, they shall be thine and thy sons'.
18.10   In the most holy place shall ye eat them; every male shall eat them, thou and thy sons: they shall be holy to thee.
18.11   And this shall be to you of the first-fruits of their gifts, of all the wave-offerings of the children of Israel; to thee have I given them and to thy sons and thy daughters with thee, a perpetual ordinance; every clean person in thy house shall eat them.
18.12   Every first-offering of oil, and every first-offering of wine, their first-fruits of corn, whatsoever they may give to the Lord, to thee have I given them.
18.13   All the first-fruits that are in their land, whatsoever they shall offer to the Lord, shall be thine: every clean person in thy house shall eat them.
18.14   Every devoted thing among the children of Israel shall be thine.
18.15   And every thing that opens the womb of all flesh, whatsoever they bring to the Lord, whether man or beast, shall be thine: only the first-born of men shall be surely redeemed, and thou shalt redeem the first-born of unclean cattle.
18.16   And the redemption of them [shall be] from a month old; their valuation of five shekels-- it is twenty oboli according to the holy shekel.
18.17   But thou shalt not redeem the first-born of calves and the first-born of sheep and the first-born of goats; they are holy: ad thou shalt pour their blood upon the altar, and thou shalt offer the fat as a burnt-offering for a smell of sweet savour to the Lord.
18.18   And the flesh shall be thine, as also the breast of the wave-offering and as the right shoulder, it shall be thine.
18.19   Every special offering of the holy things, whatsoever the children of Israel shall specially offer to the Lord, I have given to thee and to thy sons and to thy daughters with thee, a perpetual ordinance: it is a covenant of salt for ever before the Lord, for thee and thy seed after thee.
18.20   And the Lord said to Aaron, Thou shalt have no inheritance in their land, neither shalt thou have any portion among them; for I [am] thy portion and thine inheritance in the midst of the children of Israel.
18.21   And, behold, I have given to the sons of Levi every tithe in Israel for an inheritance for their services, whereinsoever they perform ministry in the tabernacle of witness.
18.22   And the children of Israel shall no more draw nigh to the tabernacle of witness to incur fatal guilt.
18.23   And the Levite himself shall perform the service of the tabernacle of witness; and they shall bear their iniquities, it is a perpetual statute throughout their generations; and in the midst of the children of Israel they shall not receive an inheritance.
18.24   Because I have given as a distinct portion to the Levites for an inheritance the tithes of the children of Israel, whatsoever they shall offer to the Lord; therefore I said to them, In the midst of the children of Israel they shall have no inheritance.
18.25   And the Lord spoke to Moses, saying,
18.26   Thou shalt also speak to the Levites, and shalt say to them, If ye take the tithe from the children of Israel, which I have given you from them for an inheritance, then shall ye separate from it a heave-offering to the Lord, a tenth of the tenth.
18.27   And your heave-offerings shall be reckoned to you as corn from the floor, and an offering from the wine-press.
18.28   So shall ye also separate them from all the offerings of the Lord out of all your tithes, whatsoever ye shall receive from the children of Israel; and ye shall give of them an offering to the Lord to Aaron the priest.
18.29   Of all your gifts ye shall offer an offering to the Lord, and of every first-fruit the consecrated part from it.
18.30   And thou shalt say to them, When ye shall offer the first-fruits from it, then shall it be reckoned to the Levites as produce from the threshing-floor, and as produce from the wine-press.
18.31   And ye shall eat it in any place, ye and your families; for this is your reward for your services in the tabernacle of witness.
18.32   And ye shall not bear sin by reason of it, for ye shall have offered an offering of first-fruits from it, and ye shall not profane the holy things of the children of Israel, that ye die not.

- Chapitre / chapter 19 -
19.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
19.2    Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξεν *κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ᾽ αὐτὴν ζυγός.
19.3    καὶ δώσεις αὐτὴν πρὸς Ελεαζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ.
19.4    καὶ λήμψεται Ελεαζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις.
19.5    καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται.
19.6    καὶ λήμψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως.
19.7    καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας.
19.8    καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
19.9    καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν Ισραηλ εἰς διατήρησιν, ὕδωρ ῥαντισμοῦ· ἅγνισμά ἐστιν.
19.10   καὶ πλυνεῖ τὰ ἱμάτια ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ καὶ τοῖς προσκειμένοις προσηλύτοις νόμιμον αἰώνιον.
19.11   Ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας·
19.12   οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται.
19.13   πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν *κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ· ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾽ αὐτόν, ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστιν.
19.14   Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας·
19.15   καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ᾽ αὐτῷ, ἀκάθαρτά ἐστιν.
19.16   καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.
19.17   καὶ λήμψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ᾽ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος·
19.18   καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος·
19.19   καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
19.20   καὶ ἄνθρωπος, ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια *κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾽ αὐτόν, ἀκάθαρτός ἐστιν.
19.21   καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
19.22   καὶ παντός, οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

- Chapitre / chapter 19 -
19.1    And the Lord spoke to Moses and Aaron, saying,
19.2    This is the constitution of the law, as the Lord has commanded, saying, Speak to the sons of Israel, and let them take for thee a red heifer without spot, which has no spot on her, and on which no yoke has been put.
19.3    And thou shalt give her to Eleazar the priest; and they shall bring her out of the camp into a clean place, and shall kill her before his face.
19.4    And Eleazar shall take of her blood, and sprinkle of her blood seven times in front of the tabernacle of witness.
19.5    And they shall burn her to ashes before him; and her skin and her flesh and her blood, with her dung, shall be consumed.
19.6    And the priest shall take cedar wood and hyssop and scarlet wool, and they shall cast them into the midst of the burning of the heifer.
19.7    And the priest shall wash his garments, and bathe his body in water, and afterwards he shall go into the camp, and the priest shall be unclean till evening.
19.8    And he that burns her shall wash his garments, and bathe his body, and shall be unclean till evening.
19.9    And a clean man shall gather up the ashes of the heifer, and lay them up in a clean place outside the camp; and they shall be for the congregation of the children of Israel to keep: it is the water of sprinkling, a purification.
19.10   And he that gathers up the ashes of the heifer shall wash his garments, and shall be unclean until evening; and it shall be a perpetual statute for the children of Israel and for the strangers joined to them.
19.11   He that touches the dead body of any man, shall be unclean seven days.
19.12   He shall be purified on the third day and the seventh day, and shall be clean; but if he be not purged on the third day and the seventh day, he shall not be clean.
19.13   Every one that touches the carcase of the person of a man, if he should have died, and [the other] not have been purified, has defiled the tabernacle of the Lord: that soul shall be cut off from Israel, because the water of sprinkling has not been sprinkled upon him; he is unclean; his uncleanness is yet upon him.
19.14   And this [is] the law; if a man die in a house, every one that goes into the house, and all things in the house, shall be unclean seven days.
19.15   And every open vessel which has not a covering bound upon it, shall be unclean.
19.16   And every one who shall touch a man slain by violence, or a corpse, or human bone, or sepulchre, shall be unclean seven days.
19.17   And they shall take for the unclean of the burnt ashes of purification, and they shall pour upon them running water into a vessel.
19.18   And a clean man shall take hyssop, and dip it into the water, and sprinkle it upon the house, and the furniture, and all the souls that are therein, and upon him that touched the human bone, or the slain man, or the corpse, or the tomb.
19.19   And the clean man shall sprinkle [the water] on the unclean on the third day and on the seventh day, and on the seventh day he shall purify himself; and [the other] shall wash his garments, and bathe himself in water, and shall be unclean until evening.
19.20   And whatever man shall be defiled and shall not purify himself, that soul shall be cut off from the midst of the congregation, because he has defiled the holy things of the Lord, because the water of sprinkling has not been sprinkled upon him; he is unclean.
19.21   And it shall be to you a perpetual statute; and he that sprinkles the water of sprinkling shall wash his garments; and he that touches the water of sprinkling shall be unclean until evening.
19.22   And whatsoever the unclean man shall touch shall be unclean, and the soul that touches it shall be unclean till evening.

- Chapitre / chapter 20 -
20.1    Καὶ ἦλθον οἱ υἱοὶ Ισραηλ, πᾶσα ἡ συναγωγή, εἰς τὴν ἔρημον Σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριαμ καὶ ἐτάφη ἐκεῖ.
20.2    καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ααρων.
20.3    καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι *κυρίου·
20.4    καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν *κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;
20.5    καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; τόπος, οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.
20.6    καὶ ἦλθεν Μωυσῆς καὶ Ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα *κυρίου πρὸς αὐτούς.
20.7    καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
20.8    Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.
20.9    καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι *κυρίου, καθὰ συνέταξεν κύριος·
20.10   καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
20.11   καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.
20.12   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
20.13   τοῦτο ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι *κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.
20.14   Καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων Τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,
20.15   καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,
20.16   καὶ ἀνεβοήσαμεν πρὸς *κύριον, καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Καδης, πόλει ἐκ μέρους τῶν ὁρίων σου·
20.17   παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι᾽ ἀγρῶν οὐδὲ δι᾽ ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.
20.18   καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
20.19   καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα.
20.20   ὁ δὲ εἶπεν Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· καὶ ἐξῆλθεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.
20.21   καὶ οὐκ ἠθέλησεν Εδωμ δοῦναι τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ισραηλ ἀπ᾽ αὐτοῦ.
20.22   Καὶ ἀπῆραν ἐκ Καδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ, πᾶσα ἡ συναγωγή, εἰς Ωρ τὸ ὄρος.
20.23   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων
20.24   Προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.
20.25   λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
20.26   καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ.
20.27   καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν *κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.
20.28   καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους.
20.29   καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων, καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ.

- Chapitre / chapter 20 -
20.1    And the children of Israel, [even] the whole congregation, came into the wilderness of Sin, in the first month, and the people abode in Cades; and Mariam died there, and was buried there.
20.2    And there was no water for the congregation: and they gathered themselves together against Moses and Aaron.
20.3    And the people reviled Moses, saying, Would we had died in the destruction of our brethren before the Lord!
20.4    And wherefore have ye brought up the congregation of the Lord into this wilderness, to kill us and our cattle?
20.5    And wherefore [is] this? Ye have brought us up out of Egypt, that we should come into this evil place; a place where there is no sowing, neither figs, nor vines, nor pomegranates, neither is there water to drink.
20.6    And Moses and Aaron went from before the assembly to the door of the tabernacle of witness, and they fell upon their faces; and the glory of the Lord appeared to them.
20.7    And the Lord spoke to Moses, saying,
20.8    Take thy rod, and call the assembly, thou and Aaron thy brother, and speak ye to the rock before them, and it shall give forth its waters; and ye shall bring forth for them water out of the rock, and give drink to the congregation and their cattle.
20.9    And Moses took his rod which was before the Lord, as the Lord commanded.
20.10   And Moses and Aaron assembled the congregation before the rock, and said to them, Hear me, ye disobedient ones; must we bring you water out of this rock?
20.11   And Moses lifted up his hand and struck the rock with his rod twice; and much water came forth, and the congregation drank, and their cattle.
20.12   And the Lord said to Moses and Aaron, Because ye have not believed me to sanctify me before the children of Israel, therefore ye shall not bring this congregation into the land which I have given them.
20.13   This is the water of Strife, because the children of Israel spoke insolently before the Lord, and he was sanctified in them.
20.14   And Moses sent messengers from Cades to the king of Edom, saying, Thus says thy brother Israel; Thou knowest all the distress that has come upon us.
20.15   And [how] our fathers went down into Egypt, and we sojourned in Egypt many days, and the Egyptians afflicted us and our fathers.
20.16   And we cried to the Lord, and the Lord heard our voice, and sent an angel and brought us out of Egypt; and now we are in the city of Cades, at the extremity of thy coasts.
20.17   We will pass through thy land: we will not go through the fields, nor through the vineyards, nor will we drink water out of thy cistern: we will go by the king's highway; we will not turn aside to the right hand or to the left, until we have passed thy borders.
20.18   And Edom said to him, Thou shalt not pass through me, and if otherwise, I will go forth to meet thee in war.
20.19   And the children of Israel say to him, We will pass by the mountain; and if I and my cattle drink of thy water, I will pay thee: but it is no matter of importance, we will go by the mountain.
20.20   And he said, Thou shalt not pass through me; and Edom went forth to meet him with a great host, and a mighty hand.
20.21   So Edom refused to allow Israel to pass through his borders, and Israel turned away from him.
20.22   And they departed from Cades; and the children of Israel, even the whole congregation, came to Mount Or.
20.23   And the Lord spoke to Moses and Aaron in mount Or, on the borders of the land of Edom, saying,
20.24   Let Aaron be added to his people; for ye shall certainly not go into the land which I have given the children of Israel, because ye provoked me at the water of strife.
20.25   Take Aaron, and Eleazar his son, and bring them up to the mount Or before all the congregation;
20.26   and take Aaron's apparel from off him, and put it on Eleazar his son: and let Aaron die there and be added to [his people].
20.27   And Moses did as the Lord commanded him, and took him up to mount Or, before all the congregation.
20.28   And he took Aaron's garments off him, and put them on Eleazar his son, and Aaron died on the top of the mountain; and Moses and Eleazar came down from the mountain.
20.29   And all the congregation saw that Aaron was dead: and they wept for Aaron thirty days, [even] all the house of Israel.

- Chapitre / chapter 21 -
21.1    Καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον — ἦλθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν — καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν.
21.2    καὶ ηὔξατο Ισραηλ εὐχὴν *κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
21.3    καὶ εἰσήκουσεν *κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.
21.4    Καὶ ἀπάραντες ἐξ Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Εδωμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.
21.5    καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ.
21.6    καὶ ἀπέστειλεν *κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ισραηλ.
21.7    καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ *κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς *κύριον, καὶ ἀφελέτω ἀφ᾽ ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωυσῆς πρὸς *κύριον περὶ τοῦ λαοῦ.
21.8    καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
21.9    καὶ ἐποίησεν Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.
21.10   Καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ.
21.11   καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου.
21.12   ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ.
21.13   καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τῇ ἐρήμῳ τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Αμορραίων· ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.
21.14   διὰ τοῦτο λέγεται ἐν βιβλίῳ Πόλεμος τοῦ *κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων,
21.15   καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοῖς ὁρίοις Μωαβ.
21.16   καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτό ἐστιν τὸ φρέαρ, ὃ εἶπεν *κύριος πρὸς Μωυσῆν Συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.
21.17   τότε ᾖσεν Ισραηλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος Ἐξάρχετε αὐτῷ·
21.18   φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν·
21.19   καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ· καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ·
21.20   καὶ ἀπὸ Βαμωθ εἰς νάπην, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωαβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
21.21   Καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοῖς λέγων
21.22   Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.
21.23   καὶ οὐκ ἔδωκεν Σηων τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ιασσα καὶ παρετάξατο τῷ Ισραηλ.
21.24   καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν· ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν.
21.25   καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων, ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.
21.26   ἔστιν γὰρ Εσεβων πόλις Σηων τοῦ βασιλέως τῶν Αμορραίων, καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Αροηρ ἕως Αρνων.
21.27   διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Εσεβων, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηων.
21.28   ὅτι πῦρ ἐξῆλθεν ἐξ Εσεβων, φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων.
21.29   οὐαί σοι, Μωαβ· ἀπώλου, λαὸς Χαμως. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Αμορραίων Σηων·
21.30   καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Εσεβων ἕως Δαιβων, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωαβ.
21.31   Κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων.
21.32   καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ιαζηρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.
21.33   καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν· καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραιν.
21.34   καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.
21.35   καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν.

- Chapitre / chapter 21 -
21.1    And Arad the Chananitish king who dwelt by the wilderness, heard that Israel came by the way of Atharin; and he made war on Israel, and carried off some of them captives.
21.2    And Israel vowed a vow to the Lord, and said, If thou wilt deliver this people into my power, I will devote it and its cities [to thee].
21.3    And the Lord hearkened to the voice of Israel, and delivered the Chananite into his power; and [Israel] devoted him and his cities, and they called the name of that place Anathema.
21.4    And having departed from mount Or by the way [leading] to the Red Sea, they compassed the land of Edom, and the people lost courage by the way.
21.5    And the people spoke against God and against Moses, saying, Why is this? Hast thou brought us ought of Egypt to slay us in the wilderness? for there is not bread nor water; and our soul loathes this light bread.
21.6    And the Lord sent among the people deadly serpents, and they bit the people, and much people of the children of Israel died.
21.7    And the people came to Moses and said, We have sinned, for we have spoken against the Lord, and against thee: pray therefore to the Lord, and let him take away the serpent from us.
21.8    And Moses prayed to the Lord for the people; and the Lord said to Moses, Make thee a serpent, and put it on a signal-[staff]; and it shall come to pass that whenever a serpent shall bite a man, every one [so] bitten that looks upon it shall live.
21.9    And Moses made a serpent of brass, and put it upon a signa-[staff]: and it came to pass that whenever a serpent bit a man, and he looked on the brazen serpent, he lived.
21.10   And the children of Israel departed, and encamped in Oboth.
21.11   And having departed from Oboth, they encamped in Achalgai, on the farther side in the wilderness, which is opposite Moab, toward the east.
21.12   And thence they departed, and encamped in the valley of Zared.
21.13   And they departed thence and encamped on the other side of Arnon in the wilderness, [the country] which extends from the coasts of the Amorites; for Arnon is the borders of Moab, between Moab and the Amorites.
21.14   Therefore it is said in a book, A war of the Lord has set on fire Zoob, and the brooks of Arnon.
21.15   And he has appointed brooks to cause Er to dwell [there]; and it lies near to the coasts of Moab.
21.16   And thence [they came to] the well; this [is] the well of which the Lord said to Moses, Gather the people, and I will give them water to drink.
21.17   Then Israel sang this song at the well, Begin [to sing] of the well;
21.18   the princes digged it, the kings of the nations in their kingdom, in their lordship sank it in the rock: and [they went] from the well to Manthanain,
21.19   and from Manthanain to Naaliel, and from Naaliel to Bamoth, and from Bamoth to Janen, which is in the plain of Moab [as seen] from the top of the quarried [rock] that looks toward the wilderness.
21.20   And Moses sent ambassadors to Seon king of the Amorites, with peaceable words, saying,
21.21   We will pass through thy land, we will go by the road; we will not turn aside to the field or to the vineyard.
21.22   We will not drink water out of thy well; we will go by the king's highway, until we have past thy boundaries.
21.23   And Seon did not allow Israel to pass through his borders, and Seon gathered all his people, and went out to set the battle in array against Israel into the wilderness; and he came to Jassa, and set the battle in array against Israel.
21.24   And Israel smote him with the slaughter of the sword, and they became possessors of his land, from Arnon to Jaboc, as far as the children of Amman, for Jazer is the borders of the children of Amman.
21.25   And Israel took all their cities, and Israel dwelt in all the cities of the Amorites, in Esebon, and in all cities belonging to it.
21.26   For Esebon is the city of Seon king of the Amorites; and he before fought against the king of Moab, and they took all his land, from Aroer to Arnon.
21.27   Therefore say they who deal in dark speeches, Come to Esebon, that the city of Seon may be built and prepared.
21.28   For a fire has gone forth from Esebon, a flame from the city of Seon, and has consumed as far as Moab, and devoured the pillars of Arnon.
21.29   Woe to thee, Moab; thou art lost, thou people of Chamos: their sons are sold for preservation, and their daughters are captives to Seon king of the Amorites.
21.30   And their seed shall perish [from] Esebon to Daebon; and their women have yet farther kindled a fire against Moab.
21.31   And Israel dwelt in all the cities of the Amorites.
21.32   And Moses sent to spy out Jazer; and they took it, and its villages, and cast out the Amorite that dwelt there.
21.33   And having returned, they went up the road that leads to Basan; and Og the king of Basan went forth to meet them, and all his people to war to Edrain.
21.34   And the Lord said to Moses, Fear him not; for I have delivered him and all his people, and all his land, into thy hands; and thou shalt do to him as thou didst to Seon king of the Amorites, who dwelt in Esebon.
21.35   And he smote him and his sons, and all his people, until he left none of his to be taken alive; and they inherited his land.


- Chapitre / chapter 22 -
22.1    Καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω.
22.2    Καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα, ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ,
22.3    καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ.
22.4    καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.
22.5    καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου·
22.6    καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται.
22.7    καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ.
22.8    καὶ εἶπεν πρὸς αὐτούς Καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἐὰν λαλήσῃ *κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ.
22.9    καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;
22.10   καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
22.11   Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.
22.12   καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλααμ Οὐ πορεύσῃ μετ᾽ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.
22.13   καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ Ἀποτρέχετε πρὸς τὸν *κύριον ὑμῶν· οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ᾽ ὑμῶν.
22.14   καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν Οὐ θέλει Βαλααμ πορευθῆναι μεθ᾽ ἡμῶν.
22.15   Καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων.
22.16   καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ Τάδε λέγει Βαλακ ὁ τοῦ Σεπφωρ Ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με·
22.17   ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον.
22.18   καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ Ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα *κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου·
22.19   καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι, τί προσθήσει *κύριος λαλῆσαι πρός με.
22.20   καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ Εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα, ὃ ἂν λαλήσω πρὸς σέ, τοῦτο ποιήσεις.
22.21   καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ.
22.22   καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ *θεοῦ ἐνδιαβάλλειν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ᾽ αὐτοῦ.
22.23   καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ *θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ.
22.24   καὶ ἔστη ὁ ἄγγελος τοῦ *θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·
22.25   καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ *θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν.
22.26   καὶ προσέθετο ὁ ἄγγελος τοῦ *θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν.
22.27   καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ *θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ· καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ.
22.28   καὶ ἤνοιξεν ὁ *θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλααμ Τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον;
22.29   καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου, ἤδη ἂν ἐξεκέντησά σε.
22.30   καὶ λέγει ἡ ὄνος τῷ Βαλααμ Οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ᾽ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν Οὐχί.
22.31   ἀπεκάλυψεν δὲ ὁ *θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ, καὶ ὁρᾷ τὸν ἄγγελον *κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ.
22.32   καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ *θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου.
22.33   καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ᾽ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην.
22.34   καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ *κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι.
22.35   καὶ εἶπεν ὁ ἄγγελος τοῦ *θεοῦ πρὸς Βαλααμ Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ.
22.36   Καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων.
22.37   καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;
22.38   καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα, ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω.
22.39   καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων.
22.40   καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ᾽ αὐτοῦ.
22.41   καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

- Chapitre / chapter 22 -
22.1    And the children of Israel departed, and encamped on the west of Moab by Jordan toward Jericho.
22.2    And when Balac son of Sepphor saw all that Israel did to the Amorite,
22.3    then Moab feared the people exceedingly because they were many; and Moab was grieved before the face of the children of Israel.
22.4    And Moab said to the elders of Madiam, Now shall this assembly lick up all that are round about us, as a calf would lick up the green [herbs] of the field:-- and Balac son of Sepphor was king of Moab at that time.
22.5    And he sent ambassadors to Balaam the son of Beor, to Phathura, which is on a river of the land of the sons of his people, to call him, saying, Behold, a people is come out of Egypt, and behold it has covered the face of the earth, and it has encamped close to me.
22.6    And now come, curse me this people, for it is stronger than we; if we may be able to smite some of them, and I will cast them out of the land: for I know that whomsoever thou dost bless, they are blessed, and whomsoever thou dost curse, they are cursed.
22.7    And the elders of Moab went, and the elders of Madiam, and their divining [instruments were] in their hands; and they came to Balaam, and spoke to him the words of Balac.
22.8    And he said to them, Tarry here the night, and I will answer you the things which the Lord shall say to me; and the princes of Moab stayed with Balaam.
22.9    And God came to Balaam, and said to him, Who are these men with thee?
22.10   And Balaam said to God, Balac son of Sepphor, king of Moab, sent them to me, saying,
22.11   Behold, a people has come forth out of Egypt, and has covered the face of the land, and it has encamped near to me; and now come, curse it for me, if indeed I shall be able to smite it, and cast it out of the land.
22.12   And God said to Balaam, Thou shalt not go with them, neither shalt thou curse the people; for they are blessed.
22.13   And Balaam rose up in the morning, and said to the princes of Balac, Depart quickly to your lord; God does not permit me to go with you.
22.14   And the princes of Moab rose, and came to Balac, and said, Balaam will not come with us.
22.15   And Balac yet again sent more princes and more honourable than they.
22.16   And they came to Balaam, and they say to him, Thus says Balac the son of Sepphor: I beseech thee, delay not to come to me.
22.17   For I will greatly honour thee, and will do for thee whatsoever thou shalt say; come then, curse me this people.
22.18   And Balaam answered and said to the princes of Balac, If Balac would give me his house full of silver and gold, I shall not be able to go beyond the word of the Lord God, to make it little or great in my mind.
22.19   And now do ye also tarry here this night, and I shall know what the Lord will yet say to me.
22.20   And God came to Balaam by night, and said to him, If these men are come to call thee, rise and follow them; nevertheless the word which I shall speak to thee, it shalt thou do.
22.21   And Balaam rose up in the morning, and saddled his ass, and went with the princes of Moab.
22.22   And God was very angry because he went; and the angel of the Lord rose up to withstand him. Now he had mounted his ass, and his two servants were with him.
22.23   And when the ass saw the angel of God standing opposite in the way, and his sword drawn in his hand, then the ass turned aside out of the way, and went into the field; and [Balaam] smote the ass with his staff to direct her in the way.
22.24   And the angel of the Lord stood in the avenues of the vines, a fence [being] on this side and a fence on that.
22.25   And when the ass saw the angel of God, she thrust herself against the wall, and crushed Balaam's foot against the wall, and he smote her again.
22.26   And the angel of the Lord went farther, and came and stood in a narrow place where it was impossible to turn to the right or the left.
22.27   And when the ass saw the angel of God, she lay down under Balaam; and Balaam was angry, and struck the ass with his staff.
22.28   And God opened the mouth of the ass, and she says to Balaam, What have I done to thee, that thou hast smitten me this third time?
22.29   And Balaam said to the ass, Because thou hast mocked me; and if I [had] had a sword in my hand, I would now have killed thee.
22.30   And the ass says to Balaam, [Am] not I thine ass on which thou hast ridden since thy youth till this day? did I ever do thus to thee, utterly disregarding [thee]? and he said, No.
22.31   And God opened the eyes of Balaam, and he sees the angel of the Lord withstanding [him] in the way, and his sword drawn in his hand, and he stooped down and worshiped on his face.
22.32   And the angel of God said to him, Why hast thou smitten thine ass this third time? and, behold, I came out to withstand thee, for thy way was not seemly before me; and when the ass saw me, she turned away from me this third time.
22.33   And if she had not turned out of the way, surely now, I should have slain thee, and should have saved her alive.
22.34   And Balaam said to the angel of the Lord, I have sinned, for I did not know that thou wert standing opposite in the way to meet [me]; and now if it shall not be pleasing to thee [for me to go on], I will return.
22.35   And the angel of the Lord said to Balaam, Go with the men: nevertheless the word which I shall speak to thee, that thou shalt take heed to speak. And Balaam went with the princes of Balac.
22.36   And when Balac heard that Balaam was come, he went out to meet him, to a city of Moab, which is on the borders of Arnon, which is on the [extreme] part of the borders.
22.37   And Balac said to Balaam, Did I not send to thee to call thee? why hast thou not come to me? shall I not indeed be able to honour thee?
22.38   And Balaam said to Balac, Behold, I am now come to thee: shall I be able to say anything? the word which God shall put into my mouth, that I shall speak.
22.39   And Balaam went with Balac, and they came to the cities of streets.
22.40   And Balac offered sheep and calves, and sent to Balaam and to his princes who were with him.
22.41   And it was morning; and Balac took Balaam, and brought him up to the pillar of Baal, and shewed him thence a part of the people.

- Chapitre / chapter 23 -
23.1    καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
23.2    καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
23.3    καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ *θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν *θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.
23.4    καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλααμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
23.5    καὶ ἐνέβαλεν ὁ *θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις.
23.6    καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ᾽ αὐτοῦ.
23.7    καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ᾽ αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ, βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ᾽ ἀνατολῶν λέγων Δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ.
23.8    τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ *θεός;
23.9    ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
23.10   τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
23.11   καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
23.12   καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ *θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
23.13   Καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ᾽ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ᾽ ἢ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
23.14   καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
23.15   καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν.
23.16   καὶ συνήντησεν ὁ *θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις.
23.17   καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ᾽ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν *κύριος;
23.18   καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ.
23.19   οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
23.20   ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.
23.21   οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· *κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
23.22   θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.
23.23   οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει ὁ θεός.
23.24   ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
23.25   καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
23.26   καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ *θεός, τοῦτο ποιήσω;
23.27   Καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν.
23.28   καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.
23.29   καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
23.30   καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

- Chapitre / chapter 23 -
23.1    And Balaam said to Balac, Build me here seven altars, and prepare me here seven calves, and seven rams.
23.2    And Balac did as Balaam told him; and he offered up a calf and a ram on [every] altar.
23.3    And Balaam said to Balac, Stand by thy sacrifice, and I will go and see if God will appear to me and meet me, and the word which he shall shew me, I will report to thee. And Balac stood by his sacrifice.
23.4    And Balaam went to enquire of God; and he went straight forward, and God appeared to Balaam; and Balaam said to him, I have prepared the seven altars, and have offered a calf and a ram on [every] altar.
23.5    And God put a word into the mouth of Balaam, and said, thou shalt return to Balac, and thus shalt thou speak.
23.6    And he returned to him, and moreover he stood over his whole-burnt-offerings, and all the princes of Moab with him; and the Spirit of God came upon him.
23.7    And he took up his parable, and said, Balac king of Moab sent for me out of Mesopotamia, out of the mountains of the east, saying, Come, curse me Jacob, and Come, call for a curse for me upon Israel.
23.8    How can I curse whom the Lord curses not? or how can I devote whom God devotes not?
23.9    For from the top of the mountains I shall see him, and from the hills I shall observe him: behold, the people shall dwell alone, and shall not be reckoned among the nations.
23.10   Who has exactly calculated the seed of Jacob, and who shall number the families of Israel? let my soul die with the souls of the righteous, and let my seed be as their seed.
23.11   And Balac said to Balaam, What hast thou done to me? I called thee to curse my enemies, and behold thou hast greatly blessed [them].
23.12   And Balaam said to Balac, Whatsoever the Lord shall put into my mouth, shall I not take heed to speak this?
23.13   And Balac said to him, Come yet with me to another place where thou shalt not see the people, but only thou shalt see a part of them, and shalt not see them all; and curse me them from thence.
23.14   And he took him to a high place of the field to the top of the quarried [rock], and he built there seven altars, and offered a calf and a ram on [every] altar.
23.15   And Balaam said to Balac, Stand by thy sacrifice, and I will go to enquire of God.
23.16   And God met Balaam, and put a word into his mouth, and said, return to Balac, and thus shalt thou speak.
23.17   And he returned to him: and he also as standing by his whole-burnt-sacrifice, and all the princes of Moab with him; and Balac said to him, What has the Lord spoken?
23.18   And he took up his parable, and said, rise up, Balac, and hear; hearken as a witness, thou son of Sepphor.
23.19   God is not as man to waver, nor as the son of man to be threatened; shall he say and not perform? shall he speak and not keep [to his word]?
23.20   Behold, I have received [commandment] to bless: I will bless, and not turn back.
23.21   There shall not be trouble in Jacob, neither shall sorrow be seen in Israel: the Lord his God [is] with him, the glories of rulers [are] in him.
23.22   It was God who brought him out of Egypt; he has as it were the glory of a unicorn.
23.23   For there is no divination in Jacob, nor enchantment in Israel; in season it shall be told to Jacob and Israel what God shall perform.
23.24   Behold, the people shall rise up as a lion's whelp, and shall exalt himself as a lion; he shall not lie down till he have eaten the prey, and he shall drink the blood of the slain.
23.25   And Balac said to Balaam, Neither curse the people at all for me, nor bless them at all.
23.26   And Balaam answered and said to Balac, Spoke I not to thee, saying, Whatsoever thing God shall speak to me, that will I do?
23.27   And Balac said to Balaam, Come [and] I will remove thee to another place, if it shall please God, and curse me them from thence.
23.28   And Balac took Balaam to the top of Phogor, which extends to the wilderness.
23.29   And Balaam said to Balac, build me here seven altars, and prepare me here seven calves, and seven rams.
23.30   And Balac did as Balaam told him, and offered a calf and a ram on [every] altar.

- Chapitre / chapter 24 -
24.1    καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι *κυρίου εὐλογεῖν τὸν Ισραηλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
24.2    καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ,
24.3    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
24.4    φησὶν ἀκούων λόγια θεοῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
24.5    Ὡς καλοί σου οἱ οἶκοι, Ιακωβ, αἱ σκηναί σου, Ισραηλ·
24.6    ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξεν *κύριος, ὡσεὶ κέδροι παρ᾽ ὕδατα.
24.7    ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.
24.8    θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.
24.9    κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
24.10   καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·
24.11   νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε *κύριος τῆς δόξης.
24.12   καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων
24.13   Ἐάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα *κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ᾽ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ *θεός, ταῦτα ἐρῶ;
24.14   καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν.
24.15   Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
24.16   ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ
24.17   Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ.
24.18   καὶ ἔσται Εδωμ κληρονομία, καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι.
24.19   καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
24.20   καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀρχὴ ἐθνῶν Αμαληκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
24.21   καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
24.22   καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας, Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
24.23   καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ θεός;
24.24   καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
24.25   καὶ ἀναστὰς Βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν.

- Chapitre / chapter 24 -
24.1    And when Balaam saw that it pleased God to bless Israel, he did not go according to his custom to meet the omens, but turned his face toward the wilderness.
24.2    And Balaam lifted up his eyes, and sees Israel encamped by their tribes; and the Spirit of God came upon him.
24.3    And he took up his parable and said, Balaam son of Beor says, the man who sees ruly says,
24.4    he says who hears the oracle of the Mighty One, who saw a vision of God in sleep; his eyes were opened:
24.5    How goodly [are] thy habitations, Jacob, and thy tents, Israel!
24.6    as shady groves, and as gardens by a river, and as tents which God pitched, and as cedars by the waters.
24.7    There shall come a man out of his seed, and he shall rule over many nations; and the kingdom of God shall be exalted, and his kingdom shall be increased.
24.8    God led him out of Egypt; he has as it were the glory of a unicorn: he shall consume the nations of his enemies, and he shall drain their marrow, and with his darts he shall shoot through the enemy.
24.9    He lay down, he rested as a lion, and as a young lion; who shall stir him up? they that bless thee are blessed, and they that curse thee are cursed.
24.10   And Balac was angry with Balaam, and clapped his hands together; and Balac said to Balaam, I called thee to curse my enemy, and behold thou hast decidedly blessed [him] this third time.
24.11   Now therefore flee to thy place: I said, I will honour thee, but now the Lord has deprived thee of glory.
24.12   And Balaam said to Balac, Did I not speak to thy messengers also whom thou sentest to me, saying,
24.13   If Balac should give me his house full of silver and gold, I shall not be able to transgress the word of the Lord to make it good or bad by myself; whatsoever things God shall say, them will I speak.
24.14   And now, behold, I return to my place; come, I will advise thee of what this people shall do to thy people in the last days.
24.15   And he took up his parable and said, Balaam the son of Beor says, the man who sees truly says,
24.16   hearing the oracles of God, receiving knowledge from the Most High, and having seen a vision of God in sleep; his eyes were opened.
24.17   I will point to him, but not now; I bless him, but he draws not near: a star shall rise out of Jacob, a man shall spring out of Israel; and shall crush the princes of Moab, and shall spoil all the sons of Seth.
24.18   And Edom shall be an inheritance, and Esau his enemy shall be an inheritance [of Israel], and Israel wrought valiantly.
24.19   And [one] shall arise out of Jacob, and destroy out of the city him that escapes.
24.20   And having seen Amalec, he took up his parable and said, Amalec [is] the first of the nations; yet his seed shall perish.
24.21   And having seen the Kenite, he took up his parable and said, thy dwelling-place [is] strong; yet though thou shouldest put thy nest in a rock,
24.22   and though Beor should have a skillfully contrived hiding-place, the Assyrians shall carry thee away captive.
24.23   And he looked upon Og, and took up his parable and said, Oh, oh, who shall live, when God shall do these things?
24.24   And one shall come forth from the hands of the Citians, and shall afflict Assur, and shall afflict the Hebrews, and they shall perish together.
24.25   And Balaam rose up and departed and returned to his place, and Balac went to his own home.

- Chapitre / chapter 25 -
25.1    Καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωαβ.
25.2    καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.
25.3    καὶ ἐτελέσθη Ισραηλ τῷ Βεελφεγωρ· καὶ ὠργίσθη θυμῷ *κύριος τῷ Ισραηλ.
25.4    καὶ εἶπεν *κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς *κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ *κυρίου ἀπὸ Ισραηλ.
25.5    καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ.
25.6    Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
25.7    καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
25.8    εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ.
25.9    καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
25.10   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
25.11   Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου.
25.12   οὕτως εἰπόν Ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,
25.13   καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ᾽ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ.
25.14   τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων·
25.15   καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ, οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν.
25.16   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων
25.17   Ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,
25.18   ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ.

- Chapitre / chapter 25 -
25.1    And Israel sojourned in Sattin, and the people profaned itself by going a-whoring after the daughters of Moab.
25.2    And they called them to the sacrifices of their idols; and the people ate of their sacrifices, and worshiped their idols.
25.3    And Israel consecrated themselves to Beel-phegor; and the Lord was very angry with Israel.
25.4    And the Lord said to Moses, Take all the princes of the people, and make them examples [of judgment] for the Lord in the face of the sun, and the anger of the Lord shall be turned away from Israel.
25.5    And Moses said to the tribes of Israel, Slay ye every one his friend that is consecrated to Beel-phegor.
25.6    And, behold, a man of the children of Israel came and brought his brother to a Madianitish woman before Moses, and before all the congregation of the children of Israel; and they were weeping at the door of the tabernacle of witness.
25.7    And Phinees the son of Eleazar, the son of Aaron the priest, saw it, and rose out of the midst of the congregation, and took a javelin in his hand,
25.8    and went in after the Israelitish man into the chamber, and pierced them both through, both the Israelitish man, and the woman through her womb; and the plague was stayed from the children of Israel.
25.9    And those that died in the plague were four and twenty thousand.
25.10   And the Lord spoke to Moses, saying,
25.11   Phinees the son of Eleazar the son of Aaron the priest has caused my wrath to cease from the children of Israel, when I was exceedingly jealous among them, and I did not consume the children of Israel in my jealousy.
25.12   Thus do thou say [to him], Behold, I give him a covenant of peace:
25.13   and he and his seed after him shall have a perpetual covenant of priesthood, because he was zealous for his God, and made atonement for the children of Israel.
25.14   Now the name of the smitten Israelitish man, who was smitten with the Madianitish woman, [was] Zambri son of Salmon, prince of a house of the tribe of Symeon.
25.15   And the name of the Madianitish woman who was smitten, [was] Chasbi, daughter of Sur, a prince of the nation of Ommoth: it is a chief house among the people of Madiam.
25.16   And the Lord spoke to Moses, saying, Speak to the children of Israel, saying,
25.17   Plague the Madianites as enemies, and smite them,
25.18   for they are enemies to you by the treachery wherein they ensnare you through Phogor, and through Chasbi their sister, daughter of a prince of Madiam, who was smitten in the day of the plague because of Phogor.

- Chapitre / chapter 26 -
26.1    Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων
26.2    Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ.
26.3    καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων
26.4    Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου·
26.5    Ρουβην πρωτότοκος Ισραηλ. υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ δῆμος τοῦ Ενωχ· τῷ Φαλλου δῆμος τοῦ Φαλλουι·
26.6    τῷ Ασρων δῆμος τοῦ Ασρωνι· τῷ Χαρμι δῆμος τοῦ Χαρμι.
26.7    οὗτοι δῆμοι Ρουβην· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
26.8    καὶ υἱοὶ Φαλλου· Ελιαβ.
26.9    καὶ υἱοὶ Ελιαβ· Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει *κυρίου,
26.10   καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ,
26.11   οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον.
26.12   Καὶ οἱ υἱοὶ Συμεων· ὁ δῆμος τῶν υἱῶν Συμεων· τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιαχιν δῆμος ὁ Ιαχινι·
26.13   τῷ Ζαρα δῆμος ὁ Ζαραι· τῷ Σαουλ δῆμος ὁ Σαουλι.
26.14   οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
26.15   Υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν· τῷ Σαφων δῆμος ὁ Σαφωνι· τῷ Αγγι δῆμος ὁ Αγγι· τῷ Σουνι δῆμος ὁ Σουνι·
26.16   τῷ Αζενι δῆμος ὁ Αζενι· τῷ Αδδι δῆμος ὁ Αδδι·
26.17   τῷ Αροαδι δῆμος ὁ Αροαδι· τῷ Αριηλ δῆμος ὁ Αριηλι.
26.18   οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
26.19   Υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν· καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν.
26.20   ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν· τῷ Σηλων δῆμος ὁ Σηλωνι· τῷ Φαρες δῆμος ὁ Φαρες· τῷ Ζαρα δῆμος ὁ Ζαραι.
26.21   καὶ ἐγένοντο υἱοὶ Φαρες· τῷ Ασρων δῆμος ὁ Ασρωνι· τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι.
26.22   οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
26.23   Καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλα δῆμος ὁ Θωλαι· τῷ Φουα δῆμος ὁ Φουαι·
26.24   τῷ Ιασουβ δῆμος ὁ Ιασουβι· τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι.
26.25   οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι.
26.26   Υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν· τῷ Σαρεδ δῆμος ὁ Σαρεδι· τῷ Αλλων δῆμος ὁ Αλλωνι· τῷ Αλληλ δῆμος ὁ Αλληλι.
26.27   οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
26.28   Υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν· Μανασση καὶ Εφραιμ.
26.29   υἱοὶ Μανασση· τῷ Μαχιρ δῆμος ὁ Μαχιρι· καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ· τῷ Γαλααδ δῆμος ὁ Γαλααδι.
26.30   καὶ οὗτοι υἱοὶ Γαλααδ· τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι· τῷ Χελεγ δῆμος ὁ Χελεγι·
26.31   τῷ Εσριηλ δῆμος ὁ Εσριηλι· τῷ Συχεμ δῆμος ὁ Συχεμι·
26.32   τῷ Συμαερ δῆμος ὁ Συμαερι· καὶ τῷ Οφερ δῆμος ὁ Οφερι.
26.33   καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ᾽ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα.
26.34   οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
26.35   Καὶ οὗτοι υἱοὶ Εφραιμ· τῷ Σουταλα δῆμος ὁ Σουταλαι· τῷ Ταναχ δῆμος ὁ Ταναχι.
26.36   οὗτοι υἱοὶ Σουταλα· τῷ Εδεν δῆμος ὁ Εδενι.
26.37   οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. — οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν.
26.38   Υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν· τῷ Βαλε δῆμος ὁ Βαλει· τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι· τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι·
26.39   τῷ Σωφαν δῆμος ὁ Σωφανι.
26.40   καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ. καὶ Νοεμαν· τῷ Αδαρ δῆμος ὁ Αδαρι· τῷ Νοεμαν δῆμος ὁ Νοεμανι.
26.41   οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι.
26.42   Καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν· τῷ Σαμι δῆμος ὁ Σαμι· οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν.
26.43   πάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
26.44   Υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν· τῷ Ιαμιν δῆμος ὁ Ιαμινι· τῷ Ιεσου δῆμος ὁ Ιεσουι· τῷ Βαρια δῆμος ὁ Βαριαι·
26.45   τῷ Χοβερ δῆμος ὁ Χοβερι· τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι.
26.46   καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα.
26.47   οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
26.48   Υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν· τῷ Ασιηλ δῆμος ὁ Ασιηλι· τῷ Γαυνι δῆμος ὁ Γαυνι·
26.49   τῷ Ιεσερ δῆμος ὁ Ιεσερι· τῷ Σελλημ δῆμος ὁ Σελλημι.
26.50   οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
26.51   Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
26.52   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
26.53   Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
26.54   τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν.
26.55   διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·
26.56   ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.
26.57   Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος ὁ Γεδσωνι· τῷ Κααθ δῆμος ὁ Κααθι· τῷ Μεραρι δῆμος ὁ Μεραρι.
26.58   οὗτοι δῆμοι υἱῶν Λευι· δῆμος ὁ Λοβενι, δῆμος ὁ Χεβρωνι, δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι. καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ.
26.59   καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν.
26.60   καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.
26.61   καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι *κυρίου ἐν τῇ ἐρήμῳ Σινα.
26.62   καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ.
26.63   Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.
26.64   καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα·
26.65   ὅτι εἶπεν *κύριος αὐτοῖς Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.

- Chapitre / chapter 26 -
26.1    And it came to pass after the plague, that the Lord spoke to Moses and Eleazar the priest, saying,
26.2    Take the sum of all the congregation of the children of Israel, from twenty years old and upward, according to the houses of their lineage, every one that goes forth to battle in Israel.
26.3    And Moses and Eleazar the priest spoke in Araboth of Moab at the Jordan by Jericho, saying,
26.4    [This is the numbering] from twenty years old and upward as the Lord commanded Moses. And the sons of Israel that came out of Egypt [are as follows]:
26.5    Ruben [was] the first-born of Israel: and the sons of Ruben, Enoch and the family of Enoch; to Phallu belongs the family of the Phalluites.
26.6    To Asron, the family of Asroni: to Charmi, the family of Charmi.
26.7    These [are] the families of Ruben; and their numbering was forty-three thousand and seven hundred and thirty.
26.8    And the sons of Phallu [were] Eliab,--
26.9    and the sons of Eliab, Namuel, and Dathan, and Abiron: these [are] renowned men of the congregation; these are they that rose up against Moses and Aaron in the gathering of Core, in the rebellion against the Lord.
26.10   And the earth opened her mouth, and swallowed up them and Core, when their assembly perished, when the fire devoured the two hundred and fifty, and they were made a sign.
26.11   But the sons of Core died not.
26.12   And the sons of Symeon:-- the family of the sons of Symeon: to Namuel, [belonged] the family of the Namuelites; to Jamin the family of the Jaminites; to Jachin the family of the Jachinites.
26.13   To Zara the family of the Zaraites; to Saul the family of the Saulites.
26.14   These [are] the families of Symeon according to their numbering, two and twenty thousand and two hundred.
26.15   The sons of Gad according to their families: to Saphon, the family of the Saphonites; to Angi, the family of the Angites; to Suni, the family of the Sunites;
26.16   to Azeni, the family of the Azenites; to Addi, the family of the Addites:
26.17   to Aroadi, the family of the Aroadites; to Ariel, the family of the Arielites.
26.18   These [are] the families of the children of Gad according to their numbering, forty-four thousand and five hundred.
26.19   And the sons of Juda, Er and Aunan; and Er and Aunan died in the land of Chanaan.
26.20   And these were the sons of Juda, according to their families: to Selom [belonged] the family of the Selonites; to Phares, the family of the Pharesites; to Zara, the family of the Zaraites.
26.21   And the sons of Phares were, to Asron, the family of the Asronites; to Jamun, the family of the Jamunites.
26.22   These [are] the families of Juda according to their numbering, seventy-six thousand and five hundred.
26.23   And the sons of Issachar according to their families: to Thola, the family of the Tholaites; to Phua, the family of the Phuaites.
26.24   To Jasub, the family of the Jasubites; to Samram, the family of the Samramites.
26.25   These [are] the families of Issachar according to their numbering, sixty-four thousand and four hundred.
26.26   The sons of Zabulon according to their families: to Sared, the family of the Saredites; to Allon, the family of the Allonites; to Allel, the family of the Allelites.
26.27   These [are] the families of Zabulon according to their numbering, sixty thousand and five hundred.
26.28   The sons of Joseph according to their families, Manasse and Ephraim.
26.29   The sons of Manasse. To Machir the family of the Machirites; and Machir begot Galaad: to Galaad, the family of the Galaadites.
26.30   And these [are] the sons of Galaad; to Achiezer, the family of the Achiezerites; to Cheleg, the family of the Chelegites.
26.31   To Esriel, the family of the Esrielites; to Sychem, the family of the Sychemites.
26.32   To Symaer, the family of the Symaerites; and to Opher, the family of the Opherites.
26.33   And to Salpaad the son of Opher there were no sons, but daughters: and these [were] the names of the daughters of Salpaad; Mala, and Nua, and Egla, and Melcha, and Thersa.
26.34   These [are] the families of Manasse according to their numbering, fifty-two thousand and seven hundred.
26.35   And these [are] the children of Ephraim; to Suthala, the family of the Suthalanites; to Tanach, the family of the Tanachites.
26.36   These [are] the sons of Suthala; to Eden, the family of the Edenites.
26.37   These [are] the families of Ephraim according to their numbering, thirty-two thousand and five hundred: these [are] the families of the children of Joseph according to their families.
26.38   The sons of Benjamin according to their families; to Bale, the family of the Balites; to Asyber, the family of the Asyberites; to Jachiran, the family of the Jachiranites.
26.39   To Sophan, the family of the Sophanites.
26.40   And the sons of Bale were Adar and Noeman; to Adar, the family of the Adarites; and to Noeman, the family of the Noemanites.
26.41   These [are] the sons of Benjamin by their families according to their numbering, thirty-five thousand and five hundred.
26.42   And the sons of Dan according to their families; to Same, the family of the Sameites; these [are] the families of Dan according to their families.
26.43   All the families of Samei according to their numbering, sixty-four thousand and four hundred.
26.44   The sons of Aser according to their families; to Jamin, the family of the Jaminites; to Jesu, the family of the Jesusites; to Baria, the family of the Bariaites.
26.45   To Chober, the family of the Choberites; to Melchiel, the family of the Melchielites.
26.46   And the name of the daughter of Aser, Sara.
26.47   These [are] the families of Aser according to their numbering, forty-three thousand and four hundred.
26.48   The sons of Nephthali according to their families; to Asiel, the family of the Asielites; to Gauni, the family of the Gaunites.
26.49   To Jeser, the family of the Jeserites; to Sellem, the family of the Sellemites.
26.50   These [are] the families of Nephthali, according to their numbering, forty thousand and three hundred.
26.51   This [is] the numbering of the children of Israel, six hundred and one thousand and seven hundred and thirty.
26.52   And the Lord spoke to Moses, saying,
26.53   To these the land shall be divided, so that they may inherit according to the number of the names.
26.54   To the greater number thou shalt give the greater inheritance, and to the less number thou shalt give the less inheritance: to each one, as they have been numbered, shall their inheritance be given.
26.55   The land shall be divided to the names by lot, they shall inherit according to the tribes of their families.
26.56   Thou shalt divide their inheritance by lot between the many and the few.
26.57   And the sons of Levi according to their families; to Gedson, the family of the Gedsonites; to Caath, the family of the Caathites; to Merari, the family of the Merarites.
26.58   These [are] the families of the sons of Levi; the family of the Lobenites, the family of the Chebronites, the family of the Coreites, and the family of the Musites; and Caath begot Amram.
26.59   And the name of his wife [was] Jochabed, daughter of Levi, who bore these to Levi in Egypt, and she bore to Amram, Aaron and Moses, and Mariam their sister.
26.60   And to Aaron were born both Nadab and Abiud, and Eleazar, and Ithamar.
26.61   And Nadab and Abiud died when they offered strange fire before the Lord in the wilderness of Sina.
26.62   And there were according to their numbering, twenty-three thousand, every male from a month old and upward; for they were not numbered among the children of Israel, because they have no inheritance in the midst of the children of Israel.
26.63   And this [is] the numbering of Moses and Eleazar the priest, who numbered the children of Israel in Araboth of Moab, at Jordan by Jericho.
26.64   And among these there was not a man numbered by Moses and Aaron, whom, [even] the children of Israel, they numbered in the wilderness of Sinai.
26.65   For the Lord said to them, They shall surely die in the wilderness; and there was not left even one of them, except Chaleb the son of Jephonne, and Joshua the [son] of Naue.

- Chapitre / chapter 27 -
27.1    Καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπααδ υἱοῦ Οφερ υἱοῦ Γαλααδ υἱοῦ Μαχιρ τοῦ δήμου Μανασση τῶν υἱῶν Ιωσηφ [καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα]
27.2    καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν
27.3    Ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι *κυρίου ἐν τῇ συναγωγῇ Κορε, ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ·
27.4    μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν.
27.5    καὶ προσήγαγεν Μωυσῆς τὴν κρίσιν αὐτῶν ἔναντι *κυρίου.
27.6    καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
27.7    Ὀρθῶς θυγατέρες Σαλπααδ λελαλήκασιν· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.
27.8    καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων Ἄνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ᾖ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ·
27.9    ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ·
27.10   ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ·
27.11   ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ, κληρονομήσει τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ισραηλ δικαίωμα κρίσεως, καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ.
27.12   Καὶ εἶπεν *κύριος πρὸς Μωυσῆν Ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν [τοῦτο ὄρος Ναβαυ] καὶ ἰδὲ τὴν γῆν Χανααν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει·
27.13   καὶ ὄψει αὐτὴν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τῷ ὄρει,
27.14   διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιν ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν [τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Καδης ἐν τῇ ἐρήμῳ Σιν].
27.15   καὶ εἶπεν Μωυσῆς πρὸς *κύριον
27.16   Ἐπισκεψάσθω *κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
27.17   ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ *κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.
27.18   καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων Λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυη, ἄνθρωπον, ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ᾽ αὐτὸν
27.19   καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν
27.20   καὶ δώσεις τῆς δόξης σου ἐπ᾽ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ.
27.21   καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι *κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή.
27.22   καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ *κύριος, καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς
27.23   καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ᾽ αὐτὸν καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν *κύριος τῷ Μωυσῇ.

- Chapitre / chapter 27 -
27.1    And the daughters of Salpaad the son of Opher, the son of Galaad, the son of Machir, of the tribe of Manasse, of the sons of Joseph, came near; and these were their names, Maala, and Nua, and Egla, and Melcha, and Thersa;
27.2    and they stood before Moses, and before Eleazar the priest, and before the princes, and before all the congregation at the door of the tabernacle of witness, saying,
27.3    Our father died in the wilderness, and he was not in the midst of the congregation that rebelled against the Lord in the gathering of Core; for he died for his own sin, and he had no sons. Let not the name of our father be blotted out of the midst of his people, because he has no son give us an inheritance in the midst of our father's brethren.
27.4    And Moses brought their case before the Lord.
27.5    And the Lord spoke to Moses, saying,
27.6    The daughters of Salpaad have spoken rightly: thou shalt surely give them a possession of inheritance in the midst of their father's brethren, and thou shalt assign their father's inheritance to them.
27.7    And thou shalt speak to the children of Israel, saying,
27.8    If a man die, and have no son, ye shall assign his inheritance to his daughter.
27.9    And if he have no daughter, ye shall give his inheritance to his brother.
27.10   And if he have no brethren, ye shall give his inheritance to his father's brother.
27.11   And if there be no brethren of his father, ye shall give the inheritance to his nearest relation of his tribe, to inherit his possessions; and this shall be to the children of Israel an ordinance of judgment, as the Lord commanded Moses.
27.12   And the Lord said to Moses, Go up to the mountain that is in the country beyond Jordan, this mount Nabau, and behold the land Chanaan, which I give to the sons of Israel for a possession.
27.13   And thou shalt see it, and thou also shalt be added to thy people, as Aaron thy brother was added [to them] in mount Or:
27.14   because ye transgressed my commandment in the wilderness of Sin, when the congregation resisted [and refused] to sanctify me; ye sanctified me not at the water before them. This is the water of Strife in Cades in the wilderness of Sin.
27.15   And Moses said to the Lord,
27.16   Let the Lord God of spirits and of all flesh look out for a man over this congregation,
27.17   who shall go out before them, and who shall come in before them, and who shall lead them out, and who shall bring them in; so the congregation of the Lord shall not be as sheep without a shepherd.
27.18   And the Lord spoke to Moses, saying, Take to thyself Joshua the son of Naue, a man who has the Spirit in him, and thou shalt lay thy hands upon him.
27.19   And thou shalt set him before Eleazar the priest, and thou shalt give hi a charge before all the congregation, and thou shalt give a charge concerning him before them.
27.20   And thou shalt put of thy glory upon him, that the children of Israel may hearken to him.
27.21   And he shall stand before Eleazar the priest, and they shall ask of him before the Lord the judgment of the Urim: they shall go forth at his word, and at his word they shall come in, he and the children of Israel with one accord, and all the congregation.
27.22   And Moses did as the Lord commanded him; and he took Joshua, and set him before Eleazar the priest, and before all the congregation.
27.23   And he laid his hands on him, and appointed him as the Lord ordered Moses.

- Chapitre / chapter 28 -
28.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
28.2    Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου.
28.3    καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε *κυρίῳ· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς,
28.4    τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν·
28.5    καὶ ποιήσεις τὸ δέκατον τοῦ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν.
28.6    ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ·
28.7    καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν τῷ ἀμνῷ τῷ ἑνί, ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σικερα *κυρίῳ.
28.8    καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας *κυρίῳ.
28.9    Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν
28.10   ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ.
28.11   Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ *κυρίῳ μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους,
28.12   τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί,
28.13   δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα *κυρίῳ.
28.14   ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ιν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ τρίτον τοῦ ιν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ ιν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου. τοῦτο ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ.
28.15   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας *κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.
28.16   Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πασχα *κυρίῳ.
28.17   καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
28.18   καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
28.19   καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα *κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ ἀμνοὺς ἐνιαυσίους, ἄμωμοι ἔσονται ὑμῖν·
28.20   καὶ ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
28.21   δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς·
28.22   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·
28.23   πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωινῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ.
28.24   ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ· ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ.
28.25   καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.
28.26   Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν *κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
28.27   καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους·
28.28   ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
28.29   δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς·
28.30   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·
28.31   πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι — ἄμωμοι ἔσονται ὑμῖν — καὶ τὰς σπονδὰς αὐτῶν.

- Chapitre / chapter 28 -
28.1    And the Lord spoke to Moses, saying,
28.2    Charge the children of Israel, and thou shalt speak to them, saying, Ye shall observe to offer to me in my feasts my gifts, my presents, my burnt-offerings for a sweet-smelling savour.
28.3    And thou shalt say to them, These are the burnt-offerings, all that ye shall bring to the Lord; two lambs of a year old without blemish daily, for a whole-burnt offering perpetually.
28.4    Thou shalt offer one lamb in the morning, and thou shalt offer the second lamb towards evening.
28.5    And thou shalt offer the tenth part of an ephah of fine flour for a meat-offering, mingled with oil, with the fourth part of a hin.
28.6    [It is] a perpetual whole-burnt-offering, a sacrifice offered in the mount of Sina for a sweet-smelling savour to the Lord.
28.7    And its drink-offering, the fourth part of a hin to each lamb; in the holy place shalt thou pour strong drink as a drink-offering to the Lord.
28.8    And the second lamb thou shalt offer toward evening; thou shalt offer it according to its meat-offering and according to its drink-offering for a smell of sweet savour to the Lord.
28.9    And on the sabbath-day ye shall offer two lambs of a year old without blemish, and two tenth deals of fine flour mingled with oil for a meat-offering, and a drink-offering.
28.10   [It is] a whole-burnt-offering of the sabbaths on the sabbath days, besides the continued whole-burnt-offering, and its drink offering.
28.11   And at the new moons ye shall bring a whole-burnt-offering to the Lord, two calves of the herd, and one ram, seven lambs of a year old without blemish.
28.12   Three tenth deals of fine flour mingled with oil for one calf, and two tenth deals of fine flour mingled with oil for one ram.
28.13   A tenth deal of fine flour mingled with oil for each lamb, as a meat-offering, a sweet-smelling savour, a burnt-offering to the Lord.
28.14   Their drink-offering shall be the half of a hin for one calf; and the third of a hin for one ram; and the fourth part of a hin of wine for one lamb: this [is] the whole-burnt-offering monthly throughout the months of the year.
28.15   And [he shall offer] one kid of the goats for a sin-offering to the Lord; it shall be offered beside the continual whole-burnt-offering and its drink-offering.
28.16   And in the first month, on the fourteenth day of the month, [is] the passover to the Lord.
28.17   And on the fifteenth day of this month [is] a feast; seven days ye shall eat unleavened bread.
28.18   And the first day shall be to you a holy convocation; ye shall do no servile work.
28.19   And ye shall bring whole-burnt-offerings, a sacrifice to the Lord, two calves of the herd, one ram, seven lambs of a year old; they shall be to you without blemish.
28.20   And their meat-offering shall be fine flour mingled with oil; three tenth deals for one calf, and two tenth deals for one ram.
28.21   Thou shalt offer a tenth for each lamb, for the seven lambs.
28.22   And [thou shalt offer] one kid of the goats for a sin-offering, to make atonement for you.
28.23   Beside the perpetual whole-burnt-offering in the morning, which is a whole-burnt-sacrifice for a continuance,
28.24   these shall ye thus offer daily for seven days, a gift, a sacrifice for a sweet-smelling savour to the Lord; beside the continual whole-burnt-offering, thou shalt offer its drink-offering.
28.25   And the seventh day shall be to you a holy convocation; ye shall do no service work in it.
28.26   And on the day of the new corn, when ye shall offer a new sacrifice [at the festival] of weeks to the Lord, there shall be to you a holy convocation; ye shall do no servile work,
28.27   and ye shall bring whole-burnt-offerings for a sweet-smelling savour to the Lord, two calves of the herd, one ram, seven lambs without blemish.
28.28   Their meat-offering [shall be] fine flour mingled with oil; there shall be three tenth deals for one calf, and two tenth deals for one ram.
28.29   A tenth for each lamb separately, for the seven lambs; and a kid of the goats,
28.30   for a sin-offering, to make atonement for you; beside the perpetual whole-burnt-offering: and
28.31   ye shall offer to me their meat-offering. They shall be to you unblemished, and ye shall offer their drink-offerings.

- Chapitre / chapter 29 -
29.1    Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν.
29.2    καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·
29.3    ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
29.4    δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς·
29.5    καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·
29.6    πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας *κυρίῳ.
29.7    Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν, καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε.
29.8    καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα *κυρίῳ μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά, ἄμωμοι ἔσονται ὑμῖν·
29.9    ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,
29.10   δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς·
29.11   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός, ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ.
29.12   Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν *κυρίῳ ἑπτὰ ἡμέρας.
29.13   καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας *κυρίῳ, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας, ἄμωμοι ἔσονται·
29.14   αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούς,
29.15   δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς·
29.16   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.17   καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους·
29.18   ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.19   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.20   τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους·
29.21   ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.22   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.23   τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους·
29.24   αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.25   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.26   τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους·
29.27   αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.28   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.29   τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους·
29.30   αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.31   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.32   τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους·
29.33   αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.34   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.35   καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.
29.36   καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα *κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·
29.37   αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν·
29.38   καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29.39   Ταῦτα ποιήσετε *κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν.

- Chapitre / chapter 29 -
29.1    And in the seventh month, on the first day of the month, there shall be to you a holy convocation: ye shall do no servile work: it shall be to you a day of blowing the trumpets.
29.2    And ye shall offer whole-burnt-offerings for a sweet savour to the Lord, one calf of the herd, one ram, seven lambs of a year old without blemish.
29.3    Their meat-offering shall be fine flour mingled with oil; three tenth deals for one calf, and two tenth deals for one ram:
29.4    a tenth deal for each several ram, for the seven lambs.
29.5    And one kid of the goats for a sin-offering, to make atonement for you.
29.6    Beside the whole-burnt-offerings for the new moon, and their meat-offerings, and their drink-offerings, and their perpetual whole-burnt-offering; and their meat-offerings and their drink-offerings according to their ordinance for a sweet-smelling savour to the Lord.
29.7    And on the tenth of this month there shall be to you a holy convocation; and ye shall afflict your souls, and ye shall do no work.
29.8    And ye shall bring near whole-burnt-offerings for a sweet-smelling savour to the Lord; burnt-sacrifices to the Lord, one calf of the herd, one ram, seven lambs of a year old; they shall be to you without blemish.
29.9    Their meat-offering shall be fine flour mingled with oil; three tenth deals for one calf, and two tenth deals for one ram.
29.10   A tenth deal for each several lamb, for the seven lambs.
29.11   And one kid of the goats for a sin-offering, to make atonement for you; beside the sin-offering for atonement, and the continual whole-burnt-offering, its meat-offering, and its drink-offering according to its ordinance for a smell of sweet savour, a burnt-sacrifice to the Lord.
29.12   And on the fifteenth day of this seventh month ye shall have a holy convocation; ye shall do no servile work; and ye shall keep it a feast to the Lord seven days.
29.13   And ye shall bring near whole-burnt-offerings, a sacrifice for a smell of sweet savour to the Lord, on the first day thirteen calves of the herd, two rams, fourteen lambs of a year old; they shall be without blemish.
29.14   their meat-offerings [shall be] fine flour mingled with oil; there shall be three tenth deals for one calf, for the thirteen calves; and two tenth deals for one ram, for the two rams.
29.15   A tenth deal for every lamb, for the fourteen lambs.
29.16   And one kid of the goats for a sin-offering; beside the continual whole-burnt-offering: there shall be their meat-offerings and their drink-offerings.
29.17   And on the second day twelve calves, two rams, fourteen lambs of a year old without blemish.
29.18   Their meat-offering and their drink-offering shall be for the calves and the rams and the lambs according to their number, according to their ordinance.
29.19   And one kid of the goats for a sin-offering; beside the perpetual whole-burnt-offering; their meat-offerings and their drink-offerings.
29.20   On the third day eleven calves, two rams, fourteen lambs of a year old without blemish.
29.21   Their meat-offering and their drink-offering shall be to the calves and to the rams and to the lambs according to their number, according to their ordinance.
29.22   And one kid of the goats for a sin-offering; beside the continual whole-burnt-offering; [there shall be] their meat-offerings and their drink-offerings.
29.23   On the fourth day ten calves, two rams, fourteen lambs of a year old without spot.
29.24   There shall be their meat-offerings and their drink-offerings to the calves and the rams and the lambs according to their number, according to their ordinance.
29.25   And one kid of the goats for a sin-offering; beside the continual whole-burnt-offering [there shall be] their meat-offerings and their drink-offerings.
29.26   On the fifth day nine calves, two rams, fourteen lambs of a year old without spot.
29.27   Their meat-offerings and their drink-offerings [shall be] to the calves and the rams and the lambs according to their number, according to their ordinance.
29.28   And one kid of the goats for a sin-offering; beside the perpetual whole-burnt-offering; [there shall be] their meat-offerings and their drink-offerings.
29.29   On the sixth day eight calves, two rams, fourteen lambs of a year old without blemish.
29.30   There shall be their meat-offerings and their drink-offerings to the calves and rams and lambs according to their number, according to their ordinance.
29.31   And one kid of the goats for a sin-offering; beside the perpetual whole-burnt-offering; [there shall be] their meat-offerings and their drink-offerings.
29.32   On the seventh day seven calves, two rams, fourteen lambs of a year old without blemish.
29.33   Their meat-offerings and their drink-offerings shall be to the calves and the rams and the lambs according to their number, according to their ordinance.
29.34   And one kid of the goats for a sin-offering; beside the continual whole-burnt-offering; [there shall be] their meat-offerings and their drink-offerings.
29.35   And on the eighth day there shall be to you a release: ye shall do no servile work in it.
29.36   And ye shall offer whole-burnt-offerings [as] sacrifices to the Lord, one calf, one ram, seven lambs of a year old without spot.
29.37   [There shall be] their meat-offerings and their drink-offerings for the calf and the ram and the lambs according to their number, according to their ordinance.
29.38   And one kid of the goats for a sin-offering; beside the continual whole-burnt-offering; [there shall be] their meat-offerings and their drink-offerings.
29.39   These [sacrifices] shall ye offer to the Lord in your feasts, besides your vows; and [ye shall offer] your free-will-offerings and your whole-burnt-offerings, and your meat-offerings and your drink-offerings, and your peace-offerings.

- Chapitre / chapter 30 -
30.1    (29.40) Καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο *κύριος τῷ Μωυσῇ.
30.2    (30.1) Καὶ ἐλάλησεν Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν *κύριος·
30.3    (30.2) ἄνθρωπος ἄνθρωπος, ὃς ἂν εὔξηται εὐχὴν *κυρίῳ ἢ ὀμόσῃ ὅρκον ἢ ὁρίσηται ὁρισμῷ περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα, ὅσα ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει.
30.4    (30.3) ἐὰν δὲ γυνὴ εὔξηται εὐχὴν *κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς
30.5    (30.4) καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατήρ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοί, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ.
30.6    (30.5) ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμούς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται· καὶ *κύριος καθαριεῖ αὐτήν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.
30.7    (30.6) ἐὰν δὲ γενομένη γένηται ἀνδρὶ καὶ αἱ εὐχαὶ αὐτῆς ἐπ᾽ αὐτῇ κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς,
30.8    (30.7) καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτως στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται.
30.9    (30.8) ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπ᾽ αὐτῆς, καὶ *κύριος καθαριεῖ αὐτήν.
30.10   (30.9) καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης, ὅσα ἂν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ.
30.11   (30.10) ἐὰν δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἡ εὐχὴ αὐτῆς ἢ ὁ ὁρισμὸς κατὰ τῆς ψυχῆς αὐτῆς μεθ᾽ ὅρκου
30.12   (30.11) καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς καὶ παρασιωπήσῃ αὐτῇ καὶ μὴ ἀνανεύσῃ αὐτῇ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται κατ᾽ αὐτῆς.
30.13   (30.12) ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάντα, ὅσα ἐὰν ἐξέλθῃ ἐκ τῶν χειλέων αὐτῆς κατὰ τὰς εὐχὰς αὐτῆς καὶ κατὰ τοὺς ὁρισμοὺς τοὺς κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενεῖ αὐτῇ· ὁ ἀνὴρ αὐτῆς περιεῖλεν, καὶ *κύριος καθαρίσει αὐτήν.
30.14   (30.13) πᾶσα εὐχὴ καὶ πᾶς ὅρκος δεσμοῦ κακῶσαι ψυχήν, ὁ ἀνὴρ αὐτῆς στήσει αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς περιελεῖ.
30.15   (30.14) ἐὰν δὲ σιωπῶν παρασιωπήσῃ αὐτῇ ἡμέραν ἐξ ἡμέρας, καὶ στήσει αὐτῇ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπ᾽ αὐτῆς στήσει αὐτῇ, ὅτι ἐσιώπησεν αὐτῇ τῇ ἡμέρᾳ, ᾗ ἤκουσεν.
30.16   (30.15) ἐὰν δὲ περιελὼν περιέλῃ αὐτῆς μετὰ τὴν ἡμέραν, ἣν ἤκουσεν, καὶ λήμψεται τὴν ἁμαρτίαν αὐτοῦ.
30.17   (30.16) ταῦτα τὰ δικαιώματα, ὅσα ἐνετείλατο *κύριος τῷ Μωυσῇ ἀνὰ μέσον ἀνδρὸς καὶ γυναικὸς αὐτοῦ καὶ ἀνὰ μέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐν οἴκῳ πατρός.

- Chapitre / chapter 30 -
30.1    (29.40) And Moses spoke to the children of Israel according to all that the Lord commanded Moses.
30.2    (30.1) And Moses spoke to the heads of the tribes of the children of Israel, saying, This [is] the thing which the Lord has commanded.
30.3    (30.2) Whatsoever man shall vow a vow to the Lord, or swear an oath, or bind himself with an obligation upon his soul, he shall not break his word; all that shall come out of his mouth he shall do.
30.4    (30.3) And if a woman shall vow a vow to the Lord, or bind herself with an obligation in her youth in her father's house; and her father should hear her vows and her obligations, wherewith she has bound her soul, and her father should hold his peace at her, then all her vows shall stand,
30.5    (30.4) and all the obligations with which she has bound her soul, shall remain to her.
30.6    (30.5) But if her father straitly forbid [her] in the day in which he shall hear all her vows and her obligations, which she has contracted upon her soul, they shall not stand; and the Lord shall hold her guiltless, because her father forbade her.
30.7    (30.6) But if she should be indeed married, and her vows be upon her according to the utterance of her lips, in respect of [the obligations] which she has contracted upon her soul;
30.8    (30.7) and her husband should hear, and hold his peace at her in the day in which he should hear, then thus shall all her vows be binding, and her obligations, which she has contracted upon her soul shall stand.
30.9    (30.8) But if her husband should straitly forbid [her] in the day in which he should hear her, none of her vows or obligations which she has contracted upon her soul shall stand, because her husband has disallowed her, and the Lord shall hold her guiltless.
30.10   (30.9) And the vow of a widow and of her that is put away, whatsoever she shall bind upon her soul, shall stand to her.
30.11   (30.10) And if her vow [be made] in the house of her husband, or the obligation upon her soul with an oath,
30.12   (30.11) and her husband should hear, and hold his peace at her, and not disallow her, then all her vows shall stand, and all the obligations which she contracted against her soul, shall stand against her.
30.13   (30.12) But if her husband should utterly cancel the vow in the day in which he shall hear it, none of the things which shall proceed out of her lips in her vows, and in the obligations [contracted] upon her soul, shall stand to her; her husband has canceled them, and the Lord shall hold her guiltless.
30.14   (30.13) Every vow, and every binding oath to afflict her soul, her husband shall confirm it to her, or her husband shall cancel it.
30.15   (30.14) But if he be wholly silent at her from day to day, then shall he bind upon her all her vows; and he shall confirm to her the obligations [which she has bound] upon herself, because he held his peace at her in the day in which he heard her.
30.16   (30.15) And if her husband should in any wise cancel [them] after the day in which he heard [them], then he shall bear his iniquity.
30.17   (30.16) These [are] the ordinances which the Lord commanded Moses, between a man and his wife, and between a father and daughter in [her] youth in the house of [her] father.

- Chapitre / chapter 31 -
31.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
31.2    Ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου.
31.3    καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ *κυρίου τῇ Μαδιαν·
31.4    χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι.
31.5    καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς, δώδεκα χιλιάδες, ἐνωπλισμένοι εἰς παράταξιν.
31.6    καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως, καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν.
31.7    καὶ παρετάξαντο ἐπὶ Μαδιαν, καθὰ ἐνετείλατο *κύριος τῷ Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·
31.8    καὶ τοὺς βασιλεῖς Μαδιαν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ, πέντε βασιλεῖς Μαδιαν· καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν.
31.9    καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν·
31.10   καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί.
31.11   καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους
31.12   καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ, ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.
31.13   Καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς.
31.14   καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου,
31.15   καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ;
31.16   αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα *κυρίου ἕνεκεν Φογωρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ *κυρίου.
31.17   καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα, ἥτις ἔγνωκεν κοίτην ἄρσενος, ἀποκτείνατε·
31.18   πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς.
31.19   καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν·
31.20   καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε.
31.21   καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου Τοῦτο τὸ δικαίωμα τοῦ νόμου, ὃ συνέταξεν *κύριος τῷ Μωυσῇ.
31.22   πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,
31.23   πᾶν πρᾶγμα, ὃ διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ᾽ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα, ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι᾽ ὕδατος.
31.24   καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.
31.25   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
31.26   Λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς,
31.27   καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς.
31.28   καὶ ἀφελεῖτε τέλος *κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν·
31.29   καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε καὶ δώσεις Ελεαζαρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς *κυρίου.
31.30   καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ισραηλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ δώσεις αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ *κυρίου.
31.31   καὶ ἐποίησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ.
31.32   καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς, ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί, ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες
31.33   καὶ βόες δύο καὶ ἑβδομήκοντα χιλιάδες
31.34   καὶ ὄνοι μία καὶ ἑξήκοντα χιλιάδες
31.35   καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν, αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες.
31.36   καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια,
31.37   καὶ ἐγένετο τὸ τέλος *κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε·
31.38   καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος *κυρίῳ δύο καὶ ἑβδομήκοντα·
31.39   καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος *κυρίῳ εἷς καὶ ἑξήκοντα·
31.40   καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν *κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.
31.41   καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ *θεοῦ Ελεαζαρ τῷ ἱερεῖ, καθὰ συνέταξεν *κύριος τῷ Μωυσῇ.
31.42   ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ, οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν
31.43   καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια
31.44   καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες,
31.45   ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι
31.46   καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες
31.47   καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς *κυρίου, ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ.
31.48   Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι,
31.49   καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ᾽ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ᾽ αὐτῶν οὐδὲ εἷς·
31.50   καὶ προσενηνόχαμεν τὸ δῶρον *κυρίῳ, ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν, χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι *κυρίου.
31.51   καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ᾽ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον·
31.52   καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον *κυρίῳ, ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων.
31.53   καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ.
31.54   καὶ ἔλαβεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι *κυρίου.

- Chapitre / chapter 31 -
31.1    And the Lord spoke to Moses, saying,
31.2    Avenge the wrongs of the children of Israel on the Madianites, and afterwards thou shalt be added to thy people.
31.3    And Moses spoke to the people, saying, Arm some of you, and set yourselves in array before the Lord against Madian, to inflict vengeance on Madian from the Lord.
31.4    Send a thousand of each tribe from all the tribes of the children of Israel to set themselves in array.
31.5    And they numbered of the thousands of Israel a thousand of [each] tribe, twelve thousands; [these were] armed for war.
31.6    And Moses sent them away a thousand of every tribe with their forces, and Phinees the son of Eleazar the son of Aaron the priest: and the holy instruments, and the signal trumpets [were] in their hands.
31.7    And they set themselves in array against Madian, as the Lord commanded Moses; and they slew every male.
31.8    And they slew the kings of Madian together with their slain [subjects]; even Evi and Rocon, and Sur, and Ur, and Roboc, five kings of Madian; and they slew with the sword Balaam the son of Beor with their [other] slain.
31.9    And they made a prey of the women of Madian, and their store, and their cattle, and all their possessions: and they spoiled their forces.
31.10   And they burnt with fire all their cities in the places of their habitation and they burnt their villages with fire.
31.11   And they took all their plunder, and all their spoils, both man and beast.
31.12   And they brought to Moses and to Eleazar the priest, and to all the children of Israel, the captives, and the spoils, and the plunder, to the camp to Araboth Moab, which is at Jordan by Jericho.
31.13   And Moses and Eleazar the priest and all the rulers of the synagogue went forth out of the camp to meet them.
31.14   And Moses was angry with the captains of the host, the heads of thousands and the heads of hundreds who came from the battle-array.
31.15   And Moses said to them, Why have ye saved every female alive?
31.16   For they were [the occasion] to the children of Israel by the word of Balaam of their revolting and despising the word of the Lord, because of Phogor; and there was a plague in the congregation of the Lord.
31.17   Now then slay every male in all the spoil, slay every woman, who has known the lying with man.
31.18   And as for all the captivity of women, who have not known the lying with man, save ye them alive.
31.19   And ye shall encamp outside the [great] camp seven days; every one who has slain and who touches a dead body, shall be purified on the third day, and ye and your captivity [shall purify yourselves] on he seventh day.
31.20   And ye shall purify every garment and every leathern utensil, and all furniture of goat skin, and every wooden vessel.
31.21   And Eleazar the priest said to the men of the host that came from the battle-array, This [is] the ordinance of the law which the Lord has commanded Moses.
31.22   Beside the gold, and the silver, and the brass, and the iron, and lead, and tin,
31.23   every thing that shall pass through the fire shall so be clean, nevertheless it shall be purified with the water of sanctification; and whatsoever will not pass through the fire shall pass through water.
31.24   And on the seventh day ye shall wash your garments, and be clean; and afterwards ye shall come into the camp.
31.25   And the Lord spoke to Moses, saying,
31.26   Take the sum of the spoils of the captivity both of man and beast, thou and Eleazar the priest, and the heads of the families of the congregation.
31.27   And ye shall divide the spoils between the warriors that went out to battle, and the whole congregation.
31.28   And ye shall take a tribute for the Lord from the warriors that went out to battle; one soul out of five hundred, from the men, and from the cattle, even from the oxen, and from the sheep, and from the asses; and ye shall take from their half.
31.29   And thou shalt give [them] to Eleazar the priest [as] the first-fruits of the Lord.
31.30   And from the half belonging to the children of Israel thou shalt take one in fifty from the men, and from the oxen, and from the sheep, and from the asses, and from all the cattle; and thou shalt give them to the Levites that keep the charges in the tabernacle of the Lord.
31.31   And Moses and Eleazar the priest did as the Lord commanded Moses.
31.32   And that which remained of the spoil which the warriors took, was-- of the sheep, six hundred and seventy-five thousand:
31.33   and oxen, seventy-two thousand:
31.34   and asses, sixty-one thousand.
31.35   And persons of women who had not known lying with man, all the souls, thirty-two thousand.
31.36   And the half, [even] the portion of them that went out to war, from the number of the sheep, was three hundred and thirty-seven thousand and five hundred.
31.37   And the tribute to the Lord from the sheep was six hundred and seventy-five.
31.38   And the oxen, six and thirty thousand, and the tribute to the Lord seventy-two.
31.39   And asses, thirty thousand and five hundred, and the tribute to the Lord, sixty-one:
31.40   and the persons, sixteen thousand, and the tribute of them to the Lord, thirty-two souls.
31.41   And Moses gave the tribute to the Lord, the heave-offering of God, to Eleazar the priest, as the Lord commanded Moses;
31.42   from the half belonging to the children of Israel, whom Moses separated from the men of war.
31.43   And the half [taken] from the sheep, belonging to the congregation, was three hundred and thirty-seven thousand and five hundred.
31.44   And the oxen, thirty-six thousand;
31.45   asses, thirty thousand and five hundred;
31.46   and persons, sixteen thousand.
31.47   And Moses took of the half belonging to the children of Israel the fiftieth part, of men and of cattle, and he gave them to the Levites who keep the charges of the tabernacle of the Lord, as the Lord commanded Moses.
31.48   And all those who were appointed to be officers of thousands of the host, captains of thousands and captains of hundreds, approached Moses, and said to Moses,
31.49   Thy servants have taken the sum of the men of war with us, and not one is missing.
31.50   And we have brought our gift to the Lord, [every] man who has found an article of gold, whether an armlet, or a chain, or a ring, or a bracelet, or a clasp for hair, to make atonement for us before the Lord.
31.51   And Moses and Eleazar the priest took the gold from them, even every wrought article.
31.52   And all the wrought gold, even the offering that they offered to the Lord, was sixteen thousand and seven hundred and fifty shekels from the captains of thousands and the captains of hundreds.
31.53   For the men of war took plunder every one for himself.
31.54   And Moses and Eleazar the priest took the gold from the captains of thousands and captains of hundreds, and brought the vessels into the tabernacle of witness, a memorial of the children of Israel before the Lord.

- Chapitre / chapter 32 -
32.1    Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.
32.2    καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
32.3    Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν,
32.4    τὴν γῆν, ἣν παρέδωκεν *κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.
32.5    καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην.
32.6    καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;
32.7    καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν *κύριος δίδωσιν αὐτοῖς;
32.8    οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν;
32.9    καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκεν *κύριος αὐτοῖς.
32.10   καὶ ὠργίσθη θυμῷ *κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
32.11   Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου,
32.12   πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη, ὅτι συνεπηκολούθησεν ὀπίσω *κυρίου.
32.13   καὶ ὠργίσθη θυμῷ *κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι *κυρίου.
32.14   ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς *κυρίου ἐπὶ Ισραηλ,
32.15   ὅτι ἀποστραφήσεσθε ἀπ᾽ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.
32.16   καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον Ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,
32.17   καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
32.18   οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ·
32.19   καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς.
32.20   καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι *κυρίου εἰς πόλεμον
32.21   καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι *κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
32.22   καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι *κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι *κυρίου καὶ ἀπὸ Ισραηλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι *κυρίου.
32.23   ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι *κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
32.24   καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.
32.25   καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ ὁ κύριος ἡμῶν ἐντέλλεται·
32.26   ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ,
32.27   οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι *κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει.
32.28   καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ,
32.29   καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ᾽ ὑμῶν τὸν Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι *κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει·
32.30   ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ᾽ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν.
32.31   καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες Ὅσα ὁ *κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ, οὕτως ποιήσομεν·
32.32   ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι *κυρίου εἰς γῆν Χανααν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου.
32.33   καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς, τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ, τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
32.34   Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ καὶ τὴν Αροηρ
32.35   καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς
32.36   καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.
32.37   καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ
32.38   καὶ τὴν Βεελμεων, περικεκυκλωμένας, καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν.
32.39   καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
32.40   καὶ ἔδωκεν Μωυσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση, καὶ κατῴκησεν ἐκεῖ.
32.41   καὶ Ιαιρ ὁ τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς Ἐπαύλεις Ιαιρ.
32.42   καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.

- Chapitre / chapter 32 -
32.1    And the children of Ruben and the children of Gad had a multitude of cattle, very great; and they saw the land of Jazer, and the land of Galaad; and the place was a place for cattle:
32.2    and the children of Ruben and the children of Gad came, and spoke to Moses, and to Eleazar the priest, and to the princes of the congregation, saying,
32.3    Ataroth, and Daebon, and Jazer, and Namra, and Esebon, and Eleale, and Sebama, and Nabau, and Baean,
32.4    the land which the Lord has delivered up before the children of Israel, is pasture land, and thy servants have cattle.
32.5    And they said, If we have found grace in thy sight, let this land be given to thy servants for a possession, and do not cause us to pass over Jordan.
32.6    And Moses said to the sons of Gad and the sons of Ruben, Shall your brethren go to war, and shall ye sit here?
32.7    And why do ye pervert the minds of the children of Israel, that they should not cross over into the land, which the Lord gives them?
32.8    Did not your fathers thus, when I sent them from Cades Barne to spy out the land?
32.9    And they went up to the valley of the cluster, and spied the land, and turned aside the heart of the children of Israel, that they should not go into the land, which the Lord gave them.
32.10   And the Lord was very angry in that day, and sware, saying,
32.11   Surely these men who came up out of Egypt from twenty years old and upward, who know good and evil, shall not see the land which I sware [to give] to Abraam and Isaac and Jacob, for they have not closely followed after me:
32.12   save Caleb the son of Jephonne, who was set apart, and Joshua the son of Naue, for they closely followed after the Lord.
32.13   And the Lord was very angry with Israel; and for forty years he caused them to wander in the wilderness, until all the generation which did evil in the sight of the Lord as extinct.
32.14   Behold, ye are risen up in the room of your fathers, a combination of sinful men, to increase yet farther the fierce wrath of the Lord against Israel.
32.15   For ye will turn away from him to desert him yet once more in the wilderness, and ye will sin against this whole congregation.
32.16   And they came to him, and said, We will build here folds for our cattle, and cities for our possessions;
32.17   and we will arm ourselves and go as an advanced guard before the children of Israel, until we shall have brought them into their place; and our possessions shall remain in walled cities because of the inhabitants of the land.
32.18   We will not return to our houses till the children of Israel shall have been distributed, each to his own inheritance.
32.19   And we will not any longer inherit with them from the other side of Jordan and onwards, because we have our full inheritance on the side beyond Jordan eastward.
32.20   And Moses said to them, If ye will do according to these words, if ye will arm yourselves before the Lord for battle,
32.21   and every one of you will pass over Jordan fully armed before the Lord, until his enemy be destroyed from before his face,
32.22   and the land shall be subdued before the Lord, then afterwards ye shall return, and be guiltless before the Lord, and as regards Israel; and this land shall be to you for a possession before the Lord.
32.23   But if ye will not do so, ye will sin against the Lord; and ye shall know your sin, when afflictions shall come upon you.
32.24   And ye shall build for yourselves cities for your store, and folds for your cattle; and ye shall do that which proceeds out of your mouth.
32.25   And the sons of Ruben and the sons of Gad spoke to Moses, saying, Thy servants will do as our lord commands.
32.26   Our store, and our wives, and all our cattle shall be in the cities of Galaad.
32.27   But thy servants will go over all armed and set in order before the Lord to battle, as [our] lord says.
32.28   And Moses appointed to them [for judges] Eleazar the pries, and Joshua the son of Naue, and the chiefs of the families of the tribes of Israel.
32.29   And Moses said to them, If the sons of Ruben and the sons of Gad will pass over Jordan with you, every one armed for war before the Lord, and ye shall subdue the land before you, then ye shall give to them the land of Galaad for a possession.
32.30   But if they will not pass over armed with you to war before the Lord, then shall ye cause to pass over their possessions and their wives and their cattle before you into the land of Chanaan, and they shall inherit with you in the land of Chanaan.
32.31   And the sons of Ruben and the sons of Gad answered, saying, Whatsoever the Lord says to his servants, that will we do.
32.32   We will go over armed before the Lord into the land of Chanaan, and ye shall give us our inheritance beyond Jordan.
32.33   And Moses gave to them, even to the sons of Gad and the sons of Ruben, and to the half tribe of Manasse of the sons of Joseph, the kingdom of Seon king of the Amorites, and the kingdom of Og king of Basan, the land and its cities with its coasts, the cities of the land round about.
32.34   And the sons of Gad built Daebon, and Ataroth, and Aroer,
32.35   and Sophar, and Jazer, and they set them up,
32.36   and Namram, and Baetharan, strong cities, and folds for sheep.
32.37   And the sons of Ruben built Esebon, and Eleale, and Kariatham,
32.38   and Beelmeon, surrounded [with walls], and Sebama; and they called the names of the cities which they built, after their own names.
32.39   And a son of Machir the son of Manasse went to Galaad, and took it, and destroyed the Amorite who dwelt in it.
32.40   And Moses gave Galaad to Machir the son of Manasse, and he dwelt there.
32.41   And Jair the [son] of Manasse went and took their villages, and called them the villages of Jair.
32.42   And Nabau went and took Caath and her villages, and called them Naboth after his name.

- Chapitre / chapter 33 -
33.1    Καὶ οὗτοι σταθμοὶ τῶν υἱῶν Ισραηλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ααρων·
33.2    καὶ ἔγραψεν Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος *κυρίου, καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν.
33.3    ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων,
33.4    καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὑτῶν τοὺς τεθνηκότας πάντας, οὓς ἐπάταξεν *κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησεν τὴν ἐκδίκησιν *κύριος.
33.5    καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση παρενέβαλον εἰς Σοκχωθ.
33.6    καὶ ἀπῆραν ἐκ Σοκχωθ καὶ παρενέβαλον εἰς Βουθαν, ὅ ἐστιν μέρος τι τῆς ἐρήμου.
33.7    καὶ ἀπῆραν ἐκ Βουθαν καὶ παρενέβαλον ἐπὶ στόμα Ειρωθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφων, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.
33.8    καὶ ἀπῆραν ἀπέναντι Ειρωθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις.
33.9    καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αιλιμ· καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.
33.10   καὶ ἀπῆραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν.
33.11   καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σιν.
33.12   καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς Ραφακα.
33.13   καὶ ἀπῆραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν Αιλους.
33.14   καὶ ἀπῆραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραφιδιν, καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ.
33.15   καὶ ἀπῆραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινα.
33.16   καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίας.
33.17   καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ασηρωθ.
33.18   καὶ ἀπῆραν ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν Ραθαμα.
33.19   καὶ ἀπῆραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων Φαρες.
33.20   καὶ ἀπῆραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν Λεμωνα.
33.21   καὶ ἀπῆραν ἐκ Λεμωνα καὶ παρενέβαλον εἰς Δεσσα.
33.22   καὶ ἀπῆραν ἐκ Δεσσα καὶ παρενέβαλον εἰς Μακελλαθ.
33.23   καὶ ἀπῆραν ἐκ Μακελλαθ καὶ παρενέβαλον εἰς Σαφαρ.
33.24   καὶ ἀπῆραν ἐκ Σαφαρ καὶ παρενέβαλον εἰς Χαραδαθ.
33.25   καὶ ἀπῆραν ἐκ Χαραδαθ καὶ παρενέβαλον εἰς Μακηλωθ.
33.26   καὶ ἀπῆραν ἐκ Μακηλωθ καὶ παρενέβαλον εἰς Κατααθ.
33.27   καὶ ἀπῆραν ἐκ Κατααθ καὶ παρενέβαλον εἰς Ταραθ.
33.28   καὶ ἀπῆραν ἐκ Ταραθ καὶ παρενέβαλον εἰς Ματεκκα.
33.29   καὶ ἀπῆραν ἐκ Ματεκκα καὶ παρενέβαλον εἰς Σελμωνα.
33.30   καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Μασσουρουθ.
33.31   καὶ ἀπῆραν ἐκ Μασσουρουθ καὶ παρενέβαλον εἰς Βαναια.
33.32   καὶ ἀπῆραν ἐκ Βαναια καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγαδ.
33.33   καὶ ἀπῆραν ἐκ τοῦ ὄρους Γαδγαδ καὶ παρενέβαλον εἰς Ετεβαθα.
33.34   καὶ ἀπῆραν ἐξ Ετεβαθα καὶ παρενέβαλον εἰς Εβρωνα.
33.35   καὶ ἀπῆραν ἐξ Εβρωνα καὶ παρενέβαλον εἰς Γεσιωνγαβερ.
33.36   καὶ ἀπῆραν ἐκ Γεσιωνγαβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σιν. καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαραν, αὕτη ἐστὶν Καδης.
33.37   καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ·
33.38   καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος *κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός·
33.39   καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρει.
33.40   καὶ ἀκούσας ὁ Χανανις βασιλεὺς Αραδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ.
33.41   καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα.
33.42   καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω.
33.43   καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωθ.
33.44   καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωαβ.
33.45   καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ.
33.46   καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαθαιμ.
33.47   καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ.
33.48   καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
33.49   καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ.
33.50   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
33.51   Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
33.52   καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε
33.53   καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ· ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.
33.54   καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσιν πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἐὰν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.
33.55   ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς, ἐφ᾽ ἣν ὑμεῖς κατοικήσετε,
33.56   καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμῖν.

- Chapitre / chapter 33 -
33.1    And these are the stages of the children of Israel, as they went out from the land of Egypt with their host by the hand of Moses and Aaron.
33.2    And Moses wrote their removals and their stages, by the word of the Lord: and these are the stages of their journeying.
33.3    They departed from Ramesses in the first month, on the fifteenth day of the first month; on the day after the passover the children of Israel went forth with a high hand before all the Egyptians.
33.4    And the Egyptians buried those that died of them, even all that the Lord smote, every first-born in the land of Egypt; also the Lord executed vengeance on their gods.
33.5    And the children of Israel departed from Ramesses, and encamped in Socchoth:
33.6    and they departed from Socchoth and encamped in Buthan, which is a part of the wilderness.
33.7    And they departed from Buthan and encamped at the mouth of Iroth, which is opposite Beel-sepphon, and encamped opposite Magdol.
33.8    And they departed from before Iroth, and crossed the middle of the sea into the wilderness; and they went a journey of three days through the wilderness, and encamped in Picriae.
33.9    And they departed from Picriae, and came to Aelim; and in Aelim [were] twelve fountains of water, and seventy palm-trees, and they encamped there by the water.
33.10   And they departed from Aelim, and encamped by the Red Sea.
33.11   And they departed from the Red Sea, and encamped in the wilderness of Sin.
33.12   And they departed from the wilderness of Sin, and encamped in Raphaca.
33.13   And they departed from Raphaca, and encamped in Aelus.
33.14   And they departed from Aelus, and encamped in Raphidin; and there was no water there for the people to drink.
33.15   And they departed from Raphidin, and encamped in the wilderness of Sina.
33.16   And they departed from the wilderness of Sina, and encamped at the Graves of Lust.
33.17   And they departed from the Graves of Lust, and encamped in Aseroth.
33.18   And they departed from Aseroth, and encamped in Rathama.
33.19   And they departed from Rathama, and encamped in Remmon Phares.
33.20   And they departed from Remmon Phares, and encamped in Lebona.
33.21   And they departed from Lebona, ad encamped in Ressan.
33.22   And they departed from Ressan, and encamped in Makellath.
33.23   And they departed from Makellath, and encamped in Saphar.
33.24   And they departed from Saphar, and encamped in Charadath.
33.25   And they departed from Charadath, and encamped in Makeloth.
33.26   And they departed from Makeloth, and encamped in Kataath.
33.27   And they departed from Kataath, and encamped in Tarath.
33.28   And they departed from Tarath, and encamped in Mathecca.
33.29   And they departed from Mathecca, and encamped in Selmona.
33.30   And they departed from Selmona, and encamped in Masuruth.
33.31   And they departed from Masuruth, and encamped in Banaea.
33.32   And they departed from Banaea, and encamped in the mountain Gadgad.
33.33   And they departed from the mountain Gadgad, and encamped in Etebatha.
33.34   And they departed from Etebatha, and encamped in Ebrona.
33.35   And they departed from Ebrona, and encamped in Gesion Gaber.
33.36   And they departed from Gesion Gaber, and encamped in the wilderness of Sin; and they departed from the wilderness of Sin, and encamped in the wilderness of Pharan; this is Cades.
33.37   And they departed from Cades, and encamped in mount Or near the land of Edom.
33.38   And Aaron the priest went up by the command of the Lord, and died there in the fortieth year of the departure of the children of Israel from the land of Egypt, in the fifth month, on the first [day] of the month.
33.39   And Aaron was a hundred and twenty-three years old, when he died in mount Or.
33.40   And Arad the Chananitish king (he too dwelt in the land of Chanaan) having heard when the children of Israel were entering [the land]--
33.41   then they departed from mount Or, and encamped in Selmona.
33.42   And they departed from Selmona, and encamped in Phino.
33.43   And they departed from Phino, and encamped in Oboth.
33.44   And they departed from Oboth, and encamped in Gai, on the other side [Jordan] on the borders of Moab.
33.45   And they departed from Gai, and encamped in Daebon Gad.
33.46   And they departed from Daebon Gd, and encamped in Gelmon Deblathaim.
33.47   And they departed from Gelmon Deblathaim, and encamped on the mountains of Abarim, over against Nabau.
33.48   And they departed from the mountains of Abarim, and encamped on the west of Moab, at Jordan by Jericho.
33.49   And they encamped by Jordan between Aesimoth, as far as Belsa to the west of Moab.
33.50   And the Lord spoke to Moses at the west of Moab by Jordan at Jericho, saying,
33.51   Speak to the children of Israel, and thou shalt say to them, Ye are to pass over Jordan into the land of Chanaan.
33.52   And ye shall destroy all that dwell in the land before your face, and ye shall abolish their high places, and all their molten images ye shall destroy, and ye shall demolish all their pillars.
33.53   And ye shall destroy all the inhabitants of the land, and ye shall dwell in it, for I have given their land to you for an inheritance.
33.54   And ye shall inherit their land according to your tribes; to the greater number ye shall give the larger possession, and to the smaller ye shall give the less possession; to whatsoever [part] a man's name shall go forth [by lot], there shall be his [property]: ye shall inherit according to the tribes of your families.
33.55   But if ye will not destroy the dwellers in the land from before you, then it shall come to pass that whomsoever of them ye shall leave shall be thorns in your eyes, and darts in your sides, and they shall be enemies to you on the land on which ye shall dwell;
33.56   and it shall come to pass that as I had determined to do to them, so I will do to you.

- Chapitre / chapter 34 -
34.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
34.2    Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς.
34.3    καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
34.4    καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα·
34.5    καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
34.6    καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
34.7    καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
34.8    καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα·
34.9    καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
34.10   καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα·
34.11   καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν·
34.12   καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
34.13   καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων Αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν *κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση·
34.14   ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ᾽ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
34.15   δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾽ ἀνατολάς.
34.16   Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
34.17   Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.
34.18   καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
34.19   καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη·
34.20   τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ·
34.21   τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων·
34.22   τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι·
34.23   τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι,
34.24   τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα·
34.25   τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ·
34.26   τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα·
34.27   τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι·
34.28   τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ.
34.29   οὗτοι οἷς ἐνετείλατο *κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν.

- Chapitre / chapter 34 -
34.1    And the Lord spoke to Moses, saying,
34.2    Charge the children of Israel, and thou shalt say to them, Ye are entering into the land of Chanaan: it shall be to you for an inheritance, the land of Chanaan with its boundaries.
34.3    And your southern side shall be from the wilderness of Sin to the border of Edom, and your border southward shall extend on the side of the salt sea eastward.
34.4    And your border shall go round you from the south to the ascent of Acrabi, and shall proceed by Ennac, and the going forth of it shall be southward to Cades Barne, and it shall go forth to the village of Arad, and shall proceed by Asemona.
34.5    And the border shall compass from Asemona to the river of Egypt, and the sea shall be the termination.
34.6    And ye shall have your border on the west, the great sea shall be the boundary: this shall be to you the border on the west.
34.7    And this shall be your northern border; from the great sea ye shall measure to yourselves, by the side of the mountain.
34.8    And ye shall measure to yourselves the mountain from mount [Hor] at the entering in to Emath, and the termination of it shall be the coasts of Saradac.
34.9    And the border shall go out to Dephrona, and its termination shall be at Arsenain; this shall be your border from the north.
34.10   And ye shall measure to yourselves the eastern border from Arsenain to Sepphamar.
34.11   And the border shall go down from Sepphamar to Bela eastward to the fountains, and the border shall go down from Bela behind the sea Chenereth eastward.
34.12   And the border shall go down to Jordan, and the termination shall be the salt sea; this shall be your land and its borders round about.
34.13   And Moses charged the children of Israel, saying, This [is] the land which ye shall inherit by lot, even as the Lord commanded us to give it to the nine tribes and the half-tribe of Manasse.
34.14   For the tribe of the children of Ruben, and the tribe of the children of Gad have received [their inheritance] according to their families; and the half-tribe of Manasse have received their inheritances.
34.15   Two tribes and half a tribe have received their inheritance beyond Jordan by Jericho from the south eastwards.
34.16   And the Lord spoke to Moses, saying,
34.17   These [are] the names of the men who shall divide the land to you for an inheritance; Eleazar the priest and Joshua the [son] of Naue.
34.18   And ye shall take one ruler from [each] tribe to divide the land to you by lot.
34.19   And these [are] the names of the men; of the tribe of Juda Chaleb the son of Jephonne.
34.20   Of the tribe of Symeon, Salamiel the son of Semiud.
34.21   Of the tribe of Benjamin, Eldad the son of Chaslon.
34.22   Of the tribe of Dan the prince [was] Bacchir the son of Egli.
34.23   Of the sons of Joseph of the tribe of the sons of Manasse, the prince was Aniel the son of Suphi.
34.24   Of the tribe of the sons of Ephraim, the prince was Camuel the son of Sabathan.
34.25   Of the tribe of Zabulon, the prince was Elisaphan the son of Pharnac.
34.26   Of the tribe of the sons of Issachar, the prince was Phaltiel the son of Oza.
34.27   Of the tribe of the children of Aser, the prince was Achior the son of Selemi.
34.28   Of the tribe of Nephthali, the prince was Phadael the son of Jamiud.
34.29   These did the Lord command to distribute [the inheritances] to the children of Israel in the land of Chanaan.

- Chapitre / chapter 35 -
35.1    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων
35.2    Σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις,
35.3    καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν.
35.4    καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευίταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ·
35.5    καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων.
35.6    καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι, καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις·
35.7    πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις, τεσσαράκοντα καὶ ὀκτὼ πόλεις, ταύτας καὶ τὰ προάστεια αὐτῶν.
35.8    καὶ τὰς πόλεις, ἃς δώσετε ἀπὸ τῆς κατασχέσεως υἱῶν Ισραηλ, ἀπὸ τῶν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τῶν ἐλαττόνων ἐλάττω· ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν κληρονομήσουσιν, δώσουσιν ἀπὸ τῶν πόλεων τοῖς Λευίταις.
35.9    Καὶ ἐλάλησεν *κύριος πρὸς Μωυσῆν λέγων
35.10   Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην εἰς γῆν Χανααν
35.11   καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτήν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως.
35.12   καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων, ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
35.13   καὶ αἱ πόλεις, ἃς δώσετε, τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν·
35.14   τὰς τρεῖς πόλεις δώσετε ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χανααν·
35.15   φυγάδιον ἔσται τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ προσηλύτῳ καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως.
35.16   ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ αὐτόν, καὶ τελευτήσῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.
35.17   ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρός, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.
35.18   ἐὰν δὲ ἐν σκεύει ξυλίνῳ ἐκ χειρός, ἐξ οὗ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτόν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονευτής.
35.19   ὁ ἀγχιστεύων τὸ αἷμα, οὗτος ἀποκτενεῖ τὸν φονεύσαντα· ὅταν συναντήσῃ αὐτῷ, οὗτος ἀποκτενεῖ αὐτόν.
35.20   ἐὰν δὲ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν καὶ ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος ἐξ ἐνέδρου, καὶ ἀποθάνῃ,
35.21   ἢ διὰ μῆνιν ἐπάταξεν αὐτὸν τῇ χειρί, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω ὁ πατάξας, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύων· ὁ ἀγχιστεύων τὸ αἷμα ἀποκτενεῖ τὸν φονεύσαντα ἐν τῷ συναντῆσαι αὐτῷ.
35.22   ἐὰν δὲ ἐξάπινα οὐ δι᾽ ἔχθραν ὤσῃ αὐτὸν ἢ ἐπιρρίψῃ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου
35.23   ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδώς, καὶ ἐπιπέσῃ ἐπ᾽ αὐτόν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτόν,
35.24   καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα,
35.25   καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου αὐτοῦ, οὗ κατέφυγεν, καὶ κατοικήσει ἐκεῖ, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.
35.26   ἐὰν δὲ ἐξόδῳ ἐξέλθῃ ὁ φονεύσας τὰ ὅρια τῆς πόλεως, εἰς ἣν κατέφυγεν ἐκεῖ,
35.27   καὶ εὕρῃ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἷμα ἔξω τῶν ὁρίων τῆς πόλεως καταφυγῆς αὐτοῦ καὶ φονεύσῃ ὁ ἀγχιστεύων τὸ αἷμα τὸν φονεύσαντα, οὐκ ἔνοχός ἐστιν·
35.28   ἐν γὰρ τῇ πόλει τῆς καταφυγῆς κατοικείτω, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.
35.29   καὶ ἔσται ταῦτα ὑμῖν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις ταῖς κατοικίαις ὑμῶν.
35.30   πᾶς πατάξας ψυχήν, διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα, καὶ μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν.
35.31   καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανάτῳ γὰρ θανατωθήσεται.
35.32   οὐ λήμψεσθε λύτρα τοῦ φυγεῖν εἰς πόλιν τῶν φυγαδευτηρίων τοῦ πάλιν κατοικεῖν ἐπὶ τῆς γῆς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
35.33   καὶ οὐ μὴ φονοκτονήσητε τὴν γῆν, εἰς ἣν ὑμεῖς κατοικεῖτε· τὸ γὰρ αἷμα τοῦτο φονοκτονεῖ τὴν γῆν, καὶ οὐκ ἐξιλασθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἐπ᾽ αὐτῆς, ἀλλ᾽ ἐπὶ τοῦ αἵματος τοῦ ἐκχέοντος.
35.34   καὶ οὐ μιανεῖτε τὴν γῆν, ἐφ᾽ ἧς κατοικεῖτε ἐπ᾽ αὐτῆς, ἐφ᾽ ἧς ἐγὼ κατασκηνώσω ἐν ὑμῖν· ἐγὼ γάρ εἰμι *κύριος κατασκηνῶν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.

- Chapitre / chapter 35 -
35.1    And the Lord spoke to Moses to the west of Moab by Jordan near Jericho, saying,
35.2    Give orders to the children of Israel, and they shall give to the Levites cities to dwell in from the lot of their possession, and they shall give to the Levites the suburbs of the cities round about them.
35.3    And the cities shall be for them to dwell in, and their enclosures shall be for their cattle and all their beasts.
35.4    And the suburbs of the cities which ye shall give to the Levites, shall be from the wall of the city and outwards two thousand cubits round about.
35.5    And thou shalt measure outside the city on the east side two thousand cubits, and on the south side two thousand cubits, and on the west side two thousand cubits, and on the north side two thousand cubits; and your city shall be in the midst of this, and the suburbs of the cities [as described].
35.6    And ye shall give the cities to the Levites, the six cities of refuge which ye shall give for the slayer to flee thither, and in addition to these, forty-two cities.
35.7    Ye shall give to the Levites in all forty-eight cities, them and their suburbs.
35.8    And as for the cities which ye shall give out of the possession of the children of Israel, from those [that have] much [ye shall give] much, and from those that have less ye shall give less: they shall give of their cities to the Levites each one according to his inheritance which they shall inherit.
35.9    And the Lord spoke to Moses, saying,
35.10   Speak to the children of Israel, and thou shalt say to them, Ye are to cross over Jordan into the land of Chanaan.
35.11   And ye shall appoint to yourselves cities: they shall be to you cities of refuge for the slayer to flee to, every one who has killed another unintentionally.
35.12   And the cities shall be to you places of refuge from the avenger of blood, and the slayer shall not die until he stands before the congregation for judgment.
35.13   And the cities which ye shall assign, [even] the six cities, shall be places of refuge for you.
35.14   Ye shall assign three cities on the other side of Jordan, and ye shall assign three cities in the land of Chanaan.
35.15   It shall be a place of refuge for the children of Israel, and for the stranger, and for him that sojourns among you; these cities shall be for a place of refuge, for every one to flee thither who has killed a man unintentionally.
35.16   And if he should smite him with an iron instrument, and the man should die, he is a murderer; let the murderer by all means be put to death.
35.17   And if he should smite him with a stone [thrown] from his hand, whereby a man may die, and he [thus] die, he is a murderer; let the murderer by all means be put to death.
35.18   And if he should smite him with an instrument of wood from his hand, whereby he may die, and he [thus] die, he is a murderer; let the murderer by all means be put to death.
35.19   The avenger of blood himself shall slay the murderer: whensoever he shall meet him he shall slay him.
35.20   And if he should thrust him through enmity, or cast any thing upon him from an ambuscade, and the man should die,
35.21   or if he have smitten him with his hand through anger, and the man should die, let the man that smote him be put to death by all means, he is a murderer: let the murderer by all means be put to death: the avenger of blood shall slay the murderer when he meets him.
35.22   But if he should thrust him suddenly, not through enmity, or cast any thing upon him, not from an ambuscade,
35.23   or [smite him] with any stone, whereby a man may die, unawares, and it should fall upon him, and he should die, but he was not his enemy, nor sought to hurt him;
35.24   then the assembly shall judge between the smiter and the avenger of blood, according to these judgments.
35.25   And the congregation shall rescue the slayer from the avenger of blood, and the congregation shall restore him to his city of refuge, whither he fled for refuge; and he shall dwell there till the death of the high-priest, whom they anointed with the holy oil.
35.26   But if the slayer should in any wise go out beyond the bounds of the city whither he fled for refuge,
35.27   and the avenger of blood should find him without the bounds of the city of his refuge, and the avenger of blood should kill the slayer, he is not guilty.
35.28   For he ought to have remained in the city of refuge till the high-priest died; and after the death of the high-priest the slayer shall return to the land of his possession.
35.29   And these things shall be to you for an ordinance of judgment throughout your generations in all your dwellings.
35.30   Whoever kills a man, thou shalt slay the murderer on the testimony of witnesses; and one witness shall not testify against a soul that he should die.
35.31   And ye shall not accept ransoms for life from a murderer who is worthy of death, for he shall be surely put to death.
35.32   Ye shall not accept a ransom [to excuse] his fleeing to the city of refuge, so that he should again dwell in the land, until the death of the high-priest.
35.33   So shall ye not pollute with murder the land in which ye dwell; for this blood pollutes the land, and the land shall not be purged from the blood shed upon it, but by the blood of him that shed it.
35.34   And ye shall no defile the land whereon ye dwell, on which I dwell in the midst of you; for I am the Lord dwelling in the midst of the children of Israel.

- Chapitre / chapter 36 -
36.1    Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση ἐκ τῆς φυλῆς υἱῶν Ιωσηφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ισραηλ
36.2    καὶ εἶπαν Τῷ κυριω ἡμῶν ἐνετείλατο *κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ κυρίῳ συνέταξεν *κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ.
36.3    καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ισραηλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται.
36.4    ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ισραηλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν.
36.5    καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ διὰ προστάγματος *κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ιωσηφ λέγουσιν.
36.6    τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν *κύριος ταῖς θυγατράσιν Σαλπααδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες,
36.7    καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ.
36.8    καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ·
36.9    καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ.
36.10   ὃν τρόπον συνέταξεν *κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ,
36.11   καὶ ἐγένοντο Θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα θυγατέρες Σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν·
36.12   ἐκ τοῦ δήμου τοῦ Μανασση υἱῶν Ιωσηφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν.
36.13   Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο *κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.

- Chapitre / chapter 36 -
36.1    And the heads of the tribe of the sons of Galaad the son of Machir the son of Manasse, of the tribe of the sons of Joseph, drew near, and spoke before Moses, and before Eleazar the priest, and before the heads of the houses of the families of the children of Israel:
36.2    and they said, The Lord commanded our lord to render the land of inheritance by lot to the children of Israel; and the Lord appointed our lord to give the inheritance of Salpaad our brother to his daughters.
36.3    And they will become wives in one of the tribes of the children of Israel; so their inheritance shall be taken away from the possession of our fathers, and shall be added to the inheritance of the tribe into which the women shall marry, and shall be taken away from the portion of our inheritance.
36.4    And if there shall be a release of the children of Israel, then shall their inheritance be added to the inheritance of the tribe into which the women marry, and their inheritance, shall be taken away from the inheritance of our family's tribe.
36.5    And Moses charged the children of Israel by the commandment of the Lord, saying, Thus says the tribe of the children of Joseph.
36.6    This [is] the thing which the Lord has appointed the daughters of Salpaad, saying, Let them marry where they please, only let them marry [men] of their father's tribe.
36.7    So shall not the inheritance of the children of Israel go about from tribe to tribe, for the children of Israel shall steadfastly continue each in the inheritance of his family's tribe.
36.8    And whatever daughter is heiress to a property of the tribes of the children Israel, [such] women shall be married each to one of her father's tribe, that the sons of Israel may each inherit the property of his father's tribe.
36.9    And the inheritance shall not go about from one tribe to another, but the children of Israel shall steadfastly continue each in his on inheritance.
36.10   As the Lord commanded Moses, so did they to the daughters of Salpaad.
36.11   So Thersa, and Egla, and Melcha, and Nua, and Malaa, the daughters of Salpaad, married their cousins;
36.12   they were married [to men] of the tribe of Manasse of the sons of Joseph; and their inheritance was attached to the tribe of their father's family.
36.13   These [are] the commandments, and the ordinances, and the judgments, which the Lord commanded by the hand of Moses, at the west of Moab, at Jordan by Jericho.

- FIN / END -

^▲^